Μετάφραση-Σχόλια: Εμμανουήλ Δαϋίδ
|
|
Ἤδη μὲν καὶ πρότερον
πολλάκις ἐπιστήσας τὴν διάνοιαν ἐθαύμασα, ἴσως δὲ οὐδὲ παύσομαι θαυμάζων, τί
γὰρ δήποτε, τῆς Ἑλλάδος ὑπὸ τὸν αὐτὸν ἀέρα κειμένης καὶ πάντων τῶν Ἑλλήνων ὁμοίως
παιδευομένων, συμβέβηκεν ἡμῖν οὐ τὴν αὐτὴν τάξιν τῶν
τρόπων ἔχειν. [2] ἐγὼ γάρ, ὦ Πολύκλεις, συνθεωρήσας ἐκ
πολλοῦ χρόνου τὴν ἀνθρωπίνην φύσιν καὶ βεβιωκὼς ἔτη ἐνενήκοντα ἐννέα, ἔτι δὲ ὡμιληκὼς
πολλαῖς τε καὶ παντοδαπαῖς φύσεσι καὶ παρατεθεαμένος ἐξ ἀκριβείας πολλῆς τούς
τε ἀγαθοὺς τῶν ἀνθρώπων καὶ τοὺς φαύλους ὑπέλαβον δεῖν συγγράψαι, ἃ ἑκάτεροι
αὐτῶν ἐπιτηδεύουσιν ἐν τῷ βίῳ.
[3] ἐκθήσω δέ σοι κατὰ γένος, ὅσα τε τυγχάνει
γένη τρόπων τούτοις προσκείμενα καὶ ὃν τρόπον τῇ οἰκονομίᾳ χρῶνται· ὑπολαμβάνω
γάρ, ὦ Πολύκλεις, τοὺς υἱεῖς ἡμῶν βελτίους ἔσεσθαι, καταλειφθέντων αὐτοῖς ὑπομνημάτων
τοιούτων, οἷς παραδείγμασι χρώμενοι αἱρήσονται τοῖς εὐσχημονεστάτοις συνεῖναί
τε καὶ ὁμιλεῖν, ὅπως μὴ καταδεέστεροι ὦσιν αὐτῶν. [4] τρέψομαι δὲ ἤδη ἐπὶ τὸν
λόγον· σὸν δὲ παρακολουθῆσαί τε [ὀρθῶς] καὶ εἰδῆσαι, εἰ ὀρθῶς λέγω. πρῶτον μὲν
οὖν ποιήσομαι <τὸν λόγον ἀπὸ> τῶν τὴν εἰρωνείαν ἐζηλωκότων, ἀφεὶς τὸ
προοιμιάζεσθαι καὶ πολλὰ περὶ τοῦ πράγματος λέγειν. [5] καὶ ἄρξομαι πρῶτον ἀπὸ
τῆς εἰρωνείας καὶ ὁριοῦμαι αὐτήν, εἶθ' οὕτως τὸν εἴρωνα διέξειμι, ποῖός τίς ἐστι
καὶ εἰς τίνα τρόπον κατενήνεκται· καὶ τὰ ἄλλα δὴ τῶν παθημάτων, ὥσπερ ὑπεθέμην,
πειράσομαι κατὰ γένος φανερὰ καθιστάναι.
|
Καὶ προηγουμένως
ἤδη πολλάκις ἐπέστησα τὴν προσοχήν μου καὶ ἠπόρησα, ἴσως δὲ καὶ δὲν θὰ παύσω
νὰ ἀπορῶ, διατί ἆρά γε, ἐνῷ ἡ Ἑλλὰς εὑρίσκεται ὑπὸ τὸ αὐτὸ κλῖμα καὶ ἐνῷ ὅλοι
οἱ Ἕλληνες λαμβάνουν τὴν ἰδίαν ἀγωγήν, συμβαίνει νὰ μὴ ἔχωμεν ὅλοι τὸν αὐτὸν
χαρακτῆρα. Ἐγὼ λοιπόν, Πολυκλῆ, ἐπειδὴ ἐξήτασα πρὸ πολλοῦ τὴν ἀνθρωπίνην φύσιν
καὶ ἔχω ζήσει ἐνενῆντα ἐννέα ἔτη, προσέτι δὲ ἔχω συναναστραφῆ πολλὰς καὶ διαφόρους
φύσεις ἀνθρώπων καὶ ἔχω παρατηρήσει μὲ πολλὴν ἀκρίβειαν πολλοὺς καὶ καλοὺς καὶ
κακούς, ἐνόμισα ὅτι ἔπρεπε νὰ περιγράψω τὴν συμπεριφορὰν ποὺ ἔχουν καὶ οἱ μὲν
καὶ οἱ δὲ εἰς τὸν βίον των. Θὰ σοῦ ἐκθέσω δὲ χωριστὰ καὶ ὅσα γένη ἀνήκουν εἰς
τοὺς χαρακτῆρας τούτους καὶ τὸν τρόπον, μὲ τὸν ὁποῖον τοὺς ἐφαρμόζουν εἰς τὴν
καθημερινὴν ζωήν των. Διότι νομίζω, Πολυκλῆ, ὅτι οἱ υἱοί μας θὰ γίνουν καλύτεροι,
ἂν ἀφήσωμεν εἰς αὐτοὺς τοιαύτας ὑποδείξεις, τὰς ὁποίας μεταχειριζόμενοι ὡς
παραδείγματα θὰ προτιμοῦν νὰ συναναστρέφωνται τοὺς πάρα πολὺ ἀξιοπρεπεῖς, διὰ
νὰ μὴ εἶναι κατώτεροί των. Καὶ τώρα θὰ ἔλθω εἰς τὸ προκείμενον, ἰδικόν σου δέ
ἔργον εἶναι καὶ νὰ παρακολουθήσῃς ὀρθῶς καὶ νὰ ἴδῃς ἂν ὀρθῶς λέγω. Πρῶτον μὲν
λοιπὸν θὰ ἀναφέρω ἐκείνους ποὺ ἐξασκοῦν μέ ζῆλον τὴν εἰρωνείαν, ἀφοῦ ἀφήσω κατὰ
μέρος τὰ προοίμια καὶ τὴν πολυλογίαν περὶ τοῦ ζητήματος· θὰ ἀρχίσω πρῶτον ἀπὸ
τὴν εἰρωνείαν καὶ θὰ δώσω εἰς αὐτὴν ὁρισμόν, ἔπειτα κατὰ τὸν ἑξῆς τρόπον θὰ
περιγράψω τὸν εἴρωνα, τί λογῆς ἄνθρωπος εἶναι καὶ εἰς ποῖον χαρακτῆρα κατατάσσεται·
καὶ τὰ ἄλλα δὲ πάθη (ἐλαττώματα ) θὰ προσπαθήσω νὰ τὰ καταστήσω φανερὰ εἰς κάθε
γένος, καθὼς ὑπεσχέθην.
|
|
|
|
I
ΕΙΡΩΝΕΙΑΣ
|
Ἡ μὲν οὖν εἰρωνεία
δόξειεν ἂν εἶναι, ὡς τύπῳ λαβεῖν, προσποίησις ἐπὶ [τὸ]
χεῖρον πράξεων καὶ λόγων, ὁ δὲ εἴρων τοιοῦτός τις, [2] οἷος προσελθὼν τοῖς ἐχθροῖς
ἐθέλειν λαλεῖν, οὐ μισεῖν· καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις
συλλυπεῖσθαι ἡττωμένοις· καὶ συγγνώμην δὲ ἔχειν τοῖς αὑτὸν κακῶς λέγουσι καὶ ἐπὶ
[πᾶσι] τοῖς καθ' ἑαυτοῦ λεγομένοις. [3] καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας
πράως διαλέγεσθαι· καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις προστάξαι ἐπανελθεῖν.
[4] καὶ μηδὲν ὧν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι καὶ προσποιήσασθαι
ἄρτι παραγεγονέναι καὶ ὀψὲ γενέσθαι [αὐτὸν] καὶ μαλακισθῆναι. [5] καὶ πρὸς τοὺς
δανειζομένους καὶ ἐρανίζοντας [εἰπεῖν ὡς οὐ πλουτεῖ·
καὶ πωλῶν φῆσαι] ὡς οὐ πωλεῖ· καὶ μὴ πωλῶν φῆσαι πωλεῖν·
|
Ἡ εἰρωνεία, διὰ
νὰ τὴν ὁρίσωμεν γενικῶς, ἠμπορεῖ νὰ φανῇ ὅτι εἶναι προσποιητὴ ἐλάττωσις πράξεων
καὶ λόγων [1]. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ εἴρων.
Πλησιάζει τοὺς ἐχθρούς του καὶ θέλει νά μὴ φανῇ ὅτι τοὺς μισεῖ·— ἐπαινεῖ, ὅταν
εἶναι παρόντα, ἐκεῖνα τὰ πρόσωπα ποὺ κρυφὰ τὰ ἔχει προσβάλει·— ἐὰν ἔχουν χάσει
δίκην εἰς τὸ δικαστήριον τοὺς συλλυπεῖται·— φαίνεται ὅτι συγχωρεῖ ἐκείνους ποὺ
τὸν κακολογοῦν καὶ ὅτι δὲν θυμώνει δι' ὅσα λέγονται ἐναντίον του·—εἰς ἐκείνους
που ἔχουν ἀδικηθῆ ἀπὸ αὐτὸν καὶ ἔρχονται νὰ παραπονεθοῦν ὁμιλεῖ μὲ πραότητα·
—εἰς τοὺς ἐπιμένοντας νὰ τὸν ἶδουν ἀμέσως λέγει νὰ ἐπιστρέψουν ἀργότερα.—Διὰ
τὰς ὑποθέσεις του δὲν φανερώνει τίποτε, ἀλλὰ λέγει ὅτι δὲν ἔλαβε ἀκόμη ἀπόφασιν
καὶ προσποιεῖται ὅτι δὲν εἶναι πολὺς καιρὸς ποὺ ἐπανῆλθε, ὅτι ἔφθασε ἀργά, ὅτι
ἦτο ἀσθενής·—εἰς ἐκείνους ποὺ ζητοῦν δανεικὰ χρήματα ἢ ἔρανον [2] ... .— Ὅταν εἰς τὴν ἀγορὰν πωλῇ κάτι, λέγει ὅτι δὲν
πωλεῖ· ὅταν δὲ πάλιν δὲν πωλεῖ, λέγει ὅτι πωλεῖ.
|
καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑωρακέναι,
καὶ ὁμολογήσας μὴ μεμνῆσθαι· καὶ τὰ μὲν σκέψεσθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι,
τὰ δὲ θαυμάζειν, τὰ δ' ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι.
|
— Ἂν ἤκουσε κάτι, προσποιεῖται ὅτι δὲν ἤκουσε, ἂν εἶδεν, ὅτι
δὲν εἶδεν, ἂν ἐσυμφώνησε, λέγει ὅτι δὲν ἐνθυμεῖται.— Ἄλλοτε λέγει ὅτι θὰ
σκεφθῇ, ἄλλοτε ὅτι δὲν γνωρίζει, ἄλλοτε ὅτι ἀπορεῖ, ἄλλοτε ὅτι καὶ αὐτός ἔκαμε
αὐτὴν τὴν σκέψιν.
|
[6] καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι·
Οὐ πιστεύω· Οὐχ ὑπολαμβάνω· Ἐκπλήττομαι· καὶ· Λέγεις αὐτὸν ἕτερον γεγονέναι·
Καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει· Παράδοξόν μοι τὸ πρᾶγμα· Ἄλλῳ τινὶ λέγε· Ὅπως
δὲ σοὶ ἀπιστήσω ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι· Ἀλλ' ὅρα, μὴ σὺ θᾶττον πιστεύεις.
[7]
|
—Καὶ ἐν γένει εἶναι ἄνθρωπος ποὺ μεταχειρίζεται μὲ ἰδιαιτέραν
τέχνην τὰς φράσεις· “δὲν πιστεύω”, “δὲν νομίζω”, “θαυμάζω”, “φαίνεται κατὰ τὰ
λόγια σου ὅτι αὐτὸς ἤλλαξε πολὺ”, “καὶ ὅμως δὲν μοῦ παρέστησε ἔτσι τὸ πρᾶγμα”,
“μοῦ φαίνεται παράδοξον”, “εἰς ἄλλον νὰ τὰ πῇς”, “εὑρίσκομαι εἰς ἀπορίαν πῶς
νὰ μὴ σὲ πιστεύσω ἢ νὰ καταδικάσω ἐκεῖνον”, “πρόσεξε μήπως εἶσαι εὐκολόπιστος”.
|
[Τοιαύτας φωνὰς
καὶ πλοκὰς καὶ παλιλλογίας εὑρεῖν ἔστι τῶν εἰρώνων.
τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ ἀλλ' ἐπίβουλα φυλάττεσθαι μᾶλλον δεῖ ἢ τοὺς ἔχεις.]
|
Αὐτὴ εἶναι ἡ γλῶσσα
καὶ τὰ κλωθογυρίσματα καὶ αἱ ἀντιλογίαι ποὺ εὑρίσκει κανεὶς εἰς τὸν εἴρωνα· ἀπὸ
αὐτοὺς λοιπὸν τοὺς ὄχι ἁπλοὺς ἀλλὰ πονηροὺς χαρακτῆρας πρέπει νὰ προφυλάττεσαι
περισσότερον παρ' ὅσον ἀπὸ τὰς ἐχίδνας [3].
|
|
|
|
II
ΚΟΛΑΚΕΙΑΣ
|
Τὴν δὲ κολακείαν
ὑπολάβοι ἄν τις ὁμιλίαν αἰσχρὰν εἶναι, συμφέρουσαν δὲ τῷ κολακεύοντι, τὸν δὲ
κόλακα τοιοῦτόν τινα, [2] ὥστε ἅμα πορευόμενον εἰπεῖν· Ἐνθυμῇ, ὡς ἀποβλέπουσι
πρὸς σὲ οἱ ἄνθρωποι; τοῦτο δὲ οὐθενὶ τῶν ἐν τῇ πόλει γίνεται πλὴν σοί· ηὐδοκίμεις
χθὲς ἐν τῇ στοᾷ· πλειόνων γὰρ ἢ τριάκοντα ἀνθρώπων καθημένων καὶ ἐμπεσόντος λόγου,
τίς εἴη βέλτιστος, ἀπ' αὐτοῦ ἀρξαμένους πάντας ἐπὶ τὸ ὄνομα αὐτοῦ κατενεχθῆναι.
[3] καὶ ἅμα τοιαῦτα λέγων ἀπὸ τοῦ ἱματίου ἀφελεῖν κροκύδα,
καὶ ἐάν τι πρὸς τὸ τρίχωμα [τῆς κεφαλῆς] ὑπὸ πνεύματος
προσενεχθῇ ἄχυρον, καρφολογῆσαι, καὶ ἐπιγελάσας δὲ εἰπεῖν· Ὁρᾶς; ὅτι δυεῖν
σοι ἡμερῶν οὐκ ἐντετύχηκα, πολιῶν ἔσχηκας τὸν πώγωνα μεστόν, καίπερ εἴ τις καὶ
ἄλλος πρὸς τὰ ἔτη ἔχεις μέλαιναν τὴν τρίχα. [4] καὶ λέγοντος δὲ αὐτοῦ τι τοὺς
ἄλλους σιωπᾶν κελεῦσαι καὶ ἐπαινέσαι δὲ ἀκούοντος, καὶ ἐπισημήνασθαι δέ,
εἰ παύεται, Ὀρθῶς, καὶ σκώψαντι ψυχρῶς ἐπιγελάσαι τό τε ἱμάτιον ὦσαι εἰς τὸ στόμα ὡς δὴ οὐ δυνάμενος κατασχεῖν τὸν γέλωτα. [5]
καὶ τοὺς ἀπαντῶντας ἐπιστῆναι κελεῦσαι, ἕως ἂν αὐτὸς παρέλθῃ. [6] καὶ τοῖς
παιδίοις μῆλα καὶ ἀπίους πριάμενος εἰσενέγκας δοῦναι ὁρῶντος αὐτοῦ, καὶ φιλήσας
δὲ εἰπεῖν· Χρηστοῦ πατρὸς νεόττια. [7] καὶ συνωνούμενος ἐπικρηπῖδας τὸν
πόδα φῆσαι εἶναι εὐρυθμότερον τοῦ ὑποδήματος. [8] καὶ πορευομένου πρός τινα τῶν
φίλων προδραμὼν εἰπεῖν ὅτι Πρὸς σὲ ἔρχεται, καὶ ἀναστρέψας ὅτι Προσήγγελκά
σε. [9] ἀμέλει δὲ καὶ τὰ ἐκ <τῆς> γυναικείας ἀγορᾶς διακονῆσαι δυνατὸς ἀπνευστί.
[10] καὶ τῶν ἑστιωμένων πρῶτος ἐπαινέσαι τὸν οἶνον καὶ παραμένων εἰπεῖν· Ὡς μαλακῶς ἐσθίεις, καὶ ἄρας τι τῶν ἀπὸ τῆς τραπέζης φῆσαι· Τουτὶ ἄρα
ὡς χρηστόν ἐστι· καὶ ἐρωτῆσαι, μὴ ῥιγοῖ, καὶ εἰ ἐπιβάλλεσθαι βούλεται, καὶ εἴ
τι περιστείλῃ αὐτόν, καὶ μὴν ταῦτα λέγων πρὸς τὸ οὖς προσκύπτων διαψιθυρίζειν·
καὶ εἰς ἐκεῖνον ἀποβλέπων τοῖς ἄλλοις λαλεῖν. [11] καὶ τοῦ παιδὸς ἐν τῷ θεάτρῳ
ἀφελόμενος τὰ προσκεφάλαια αὐτὸς ὑποστρῶσαι. [12] καὶ τὴν οἰκίαν φῆσαι εὖ ἠρχιτεκτονῆσθαι
καὶ τὸν ἀγρὸν εὖ πεφυτεῦσθαι καὶ τὴν εἰκόνα ὁμοίαν εἶναι.
|
Τὴν κολακείαν ἠμπορεῖ
κανεὶς νὰ τὴν θεωρήσῃ ὡς ἐξευτελιστικὴν συναναστροφὴν ποὺ ὠφελεῖ τὸν κόλακα [1]. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι αὐτὁς· ὅταν εὑρίσκεται
εἰς περίπατον μὲ ἐκεῖνον ποὺ κολακεύει, τοῦ λέγει “παρατηρεῖς ὅτι ὅλος ὁ κόσμος
ἔχει τὰ βλέμματά του ἐπάνω σου; τοῦτο εἰς κανένα ἄλλον ἀπὸ τοὺς πολίτας δὲν γίνεται.—
Χθὲς εἰς τὴν (Ποικίλην) στοὰν [2] ἤκουσα νὰ σὲ ἐπαινοῦν·
ἐκάθηντο ἐκεῖ περισσότεροι ἀπὸ 30 ἄνθρωποι· ὅταν δὲ συνέπεσε λόγος, ποῖος εἶναι
ὁ καλύτερος τῶν πολιτῶν, ὅλοι, ἀφοῦ ἔκαμα ἐγω τὴν ἀρχήν, ἐσυμφώνησαν εἰς τὁ ὄνομά
σου”· καὶ ἐνῷ λέγει αὐτά, ἀφαιρεῖ ἀπὸ τὸ ἐπανωφόρι του νημάτιον ἢ συλλέγει ἀπὸ
τὸ γένειόν του κανὲν ἄχυρον ποὺ ἐφύσησεν ἐκεῖ ὁ ἀέρας καὶ γελώντας λέγει· “βλέπεις;
δυὸ ἡμέρας δὲν σὲ συνήντησα καὶ ἐγέμισαν τὰ γένεια σου ἀπὸ λευκὰς τρίχας, ἂν
καὶ σχετικῶς μὲ τὴν ἡλικίαν σου ἔχεις μαῦρα τὰ μαλλιὰ περισσότερον ἀπὸ κάθε ἄλλον”·
—ὅταν ἐκεῖνος (ὁ κολακευόμενος) ὁμιλῇ, ὁ κόλαξ προστάζει ὅλους τοὺς ἄλλους νὰ
σιωπήσουν·—ὅταν τραγουδῇ, τὸν ἐπαινεῖ καὶ κάθε φορὰν ποὺ θὰ σταματήσῃ, ἐπικροτεῖ
φωνάζων “εὗγε!” — ἂν κάμῃ κανένα ἄνοστο χωρατό, γελᾷ καὶ σπρώχνει τὸ φόρεμα
του εἰς τὸ στόμα του, διότι τάχα δὲν ἠμπορεῖ νὰ κρατήσῃ τὰ γέλια.— Ὅσους
συναντᾷ εἰς τὸν δρόμον προστάζει νὰ σταματήσουν, ἕως ὅτου περάσῃ ὁ κύριος [3].— Ἀφοῦ ἀγοράσῃ μῆλα καὶ ἀπίδια διὰ τὰ τέκνα τοῦ προσώπου
ποὺ κολακεύει, τὰ φέρει εἰς τὸ σπίτι, τὰ προσφέρει εἰς αὐτὰ ἐμπρός του καὶ ἀφοῦ
τὰ φιλήσῃ λέγει· “πουλάκια ἀπὸ καλὸν πατερα”·—ὅταν ἀγοραζῃ μαζί του ὑποδήματα,
λέγει ὅτι τὸ πόδι του εἶναι κανονικώτερον ἀπὸ τὸ ὑπόδημα· — ὅταν ἐκεῖνος (ὁ
κολακευόμενος) πηγαίνῃ να ἐπισκεφθῇ φίλον του, ὁ κόλαξ τρέχει πρωτύτερα καὶ λέγει
“εἰς τὸ σπίτι σου ἔρχεται”, ἔπειτα ἐπιστρέφει καὶ του λέγει “τὸν εἰδοποίησα”.—Ἐννοεῖται
ὅτι ὁ κόλαξ εἶναι ἱκανὸς νὰ μεταφέρῃ καὶ ἐκ τῆς γυναικείας ἀγορᾶς [4] τὰ ἀγορασθέντα χωρὶς νὰ πάρῃ τὴν ἀναπνοήν του·— ἀπὸ
τοὺς παρευρισκομένους εἰς εὐωχίαν πρῶτος ἐπαινεῖ τὸ κρασὶ καὶ λέγει εἰς τὸν
κολακευόμενον “πόσον ἀνόρεκτα τρώγεις”, ἀφοῦ δὲ πάρῃ κάτι ἀπὸ τα εὑρισκόμενα
εἰς τὸ τραπέζι, τὸ προσφέρει εἰς αὐτὸν καὶ λέγει “κοίταξε τὶ λαμπρὸ κομμάτι!”—
τὸν ἐρωτᾷ μήπως κρυώνει καὶ ἂν θέλει νὰ τοῦ δώσῃ τὸ ἐπανωφόρι του, λέγοντας δὲ
αὐτὰ τὸ παίρνει καὶ τὸ ρίπτει εἰς τοὺς ὤμους του· προσέτι σκύπτει καὶ ψιθυρίζει
συχνὰ κάτι εἰς το αὐτί του· -ἔχει πάντοτε τὸ βλέμμα του καρφωμένο ἐπάνω του, ἀκόμα
καὶ ὅταν ὁμιλῇ εἰς τοὺς ἄλλους·— εἰς τὸ θέατρον [5] παίρνει
ἀπὸ τὸν δοῦλον τὰ προσκέφαλα καὶ τὰ στρώνει ὁ ἴδιος·— διὰ τὸ σπίτι τοῦ ἀνθρώπου
ποὺ κολακεύει λέγει ὅτι ἔχει ὡραῖον ἀρχιτεκτονικὸν σχέδιον, διὰ τὸν κῆπον του
ὅτι εἶναι ὡραῖα φυτευμένος καὶ διὰ τὴν εἰκόνα του ὅτι τοῦ ὁμοιάζει πάρα πολύ [6].
|
[13] [καὶ τὸ κεφάλαιον
τὸν κόλακα ἔστι θεάσασθαι πάντα καὶ λέγοντα καὶ πράττοντα, ᾧ χαριεῖσθαι ὑπολαμβάνει.]
|
(Καὶ ἐν γένει ἠμπορεῖ νὰ ἴδῃ κανεὶς ὅτι ὁ κόλαξ λέγει καὶ
κάμνει ὅλα ἐκεῖνα, μὲ τὰ ὁποῖα νομίζει ὅτι θὰ γίνῃ εὐχάριστος).
|
ΑΔΟΛΕΣΧΙΑΣ
Γ'
|
III
ΑΔΟΛΕΣΧΙΑΣ
|
Ἡ δὲ ἀδολεσχία ἐστὶ
μὲν διήγησις λόγων μακρῶν καὶ ἀπροβουλεύτων, ὁ δὲ ἀδολέσχης τοιοῦτός ἐστιν,
[2] οἷος, ὃν μὴ γινώσκει, τούτῳ παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ
γυναικὸς εἰπεῖν ἐγκώμιον· εἶτα ὃ τῆς νυκτὸς εἶδεν ἐνύπνιον, τοῦτο διηγήσασθαι·
εἶθ' ὧν εἶχεν ἐπὶ τῷ δείπνῳ, τὰ καθ' ἕκαστα διεξελθεῖν. [3] εἶτα δὴ προχωροῦντος
τοῦ πράγματος λέγειν, ὡς πολὺ πονηρότεροί εἰσιν οἱ νῦν ἄνθρωποι τῶν ἀρχαίων,
καὶ ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ, καὶ ὡς πολλοὶ ἐπιδημοῦσι ξένοι,
καὶ τὴν θάλατταν ἐκ Διονυσίων πλόϊμον εἶναι, καὶ εἰ ποιήσειεν ὁ Ζεὺς ὕδωρ πλεῖον, τὰ ἐν τῇ γῇ βελτίω ἔσεσθαι,
καὶ ὃ ἀγρὸν εἰςνέωτα γεωργήσει,
καὶ ὡς χαλεπόν ἐστι τὸ ζῆν, καὶ ὡς Δάμιππος μυστηρίοις
μεγίστην δᾷδα ἔστησεν, καὶ πόσοι εἰσὶ κίονες τοῦ Ὠιδείου, καὶ Χθὲς ἤμεσα, καὶ Τίς
ἐστιν ἡμέρα τήμερον; [4] κἂν ὑπομένῃ τις αὐτόν, μὴ ἀφίστασθαι, [καὶ] ὡς Βοηδρομιῶνος μέν ἐστι τὰ μυστήρια, Πυανοψιῶνος δὲ τἀπατούρια, Ποσιδεῶνος δὲ [τὰ]
κατ' ἀγροὺς Διονύσια. [5]
|
Ἀδολεσχία εἶναι ἡ
μανία νὰ λέγῃ κανεὶς πολλὰ καὶ ἀπερίσκεπτα [1]. Ἰδοὺ
δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ ἀδολέσχης. Καθίζει κοντὰ εἰς ἄγνωστον πρὁσωπον
καὶ ἀρχίζει πρῶτον νὰ ἐγκωμιάζῃ τὴν γυναῖκά του, ἔπειτα τοῦ διηγεῖται τὸ ὄνειρον
ποὺ εἶδε τὴν προηγουμένην νύκτα, κατόπιν περιγράφει τὸ δεῖπνόν του καὶ ἀναφέρει
ἕνα ἕνα τὰ φαγητὰ ποὺ εἶχεν εἰς τὸ τραπέζι του, ἔπειτα ἀπὸ λόγο σὲ λόγο λέγει
ὅτι οἱ σημερινοὶ ἄνθρωποι εἶναι περισσότερον πονηροὶ ἀπὸ τοὺς παλαιούς, ὅτι τὸ
σιτάρι εἰς τὴν ἀγοραν εἶναι ἀκριβό, ὅτι πολλοὶ ξένοι εὑρίσκονται εἰς τὴν πόλιν,
ὅτι μετὰ τὰ Διονύσια [2] εἶναι πλεύσιμος ἡ θάλασσα [3], ὅτι, ἂν βρέξῃ περισσότερον, θὰ γίνουν τὰ σπαρτὰ καλύτερα,
ὅτι τὸν ἐρχόμενον χρόνο θὰ καλλιεργήσῃ τὸν ἀγρόν του, ὅτι ἡ ζωὴ κατήντησε δύσκολος,
ὅτι ὁ Δάμιππος κατὰ τὰ μυστήρια [4] ἤναψε μεγίστην
λαμπάδα· — προσέτι ἀναφέρει πόσαι εἶναι αἱ στῆλαι τοῦ ᾨδείου [5] καὶ ὅτι τὸν μῆνα Βοηδρομιῶνα τελοῦνται τὰ (Ἐλευσίνια)
μυστήρια, τὸν Πυανοψιῶνα τὰ Ἀπατούρια [6], τὸν
Ποσιδεῶνα τὰ κατ' ἀγροὺς Διονύσια· καὶ (ἐξακολουθεῖ) “χθὲς πῆρα ἐμετικόν” [7], “τί ἡμέρα εἶναι σήμερα;” καὶ ἂν κανεὶς ὑποφέρῃ τὴν
φλυαρίαν του εἶναι ἱκανὸς νὰ μὴ ξεκολλήσῃ ἀπὸ κοντά του.
|
[Παρασείσαντα δὴ
δεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ διαράμενον ἀπαλλάττεσθαι,
ὅστις ἀπύρευτοςβούλεται
εἶναι· ἔργον γὰρ συναρκεῖσθαι τοῖς μήτε σχολὴν μήτε σπουδὴν διαγινώσκουσιν.]
|
(Πρέπει λοιπὸν νὰ
φεύγῃ κανεὶς μὲ τα τέσσαρα [8] μακρυὰ ἀπὸ
τοιούτους ἀνθρώπους, ἂν δὲν θέλῃ νὰ πάθῃ πυρετόν διότι δὲν εἶναι εὔκολον πρᾶγμα
νὰ ὑποφέρῃ τὴν συναναστροφὴν ἀνθρώπων ποὺ δὲν διακρίνουν πότε ἔχεις ἐργασίαν
καὶ πότε καιρὸν διαθέσιμον).
|
|
|
|
IV
ΑΓΡΟΙΚΙΑΣ
|
|
Ἡ δὲ ἀγροικία δόξειεν
ἂν εἶναι ἀμαθία ἀσχήμων, ὁ δὲ ἄγροικος τοιοῦτός τις, [2]
οἷος κυκεῶνα πιὼν εἰς ἐκκλησίαν πορεύεσθαι. [3] καὶ τὸ μύρον φάσκειν οὐδὲν τοῦ
θύμου ἥδιον ὄζειν. [4] καὶ μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν. [5] καὶ μεγάλῃ
τῇ φωνῇ λαλεῖν. [6] καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις ἀπιστεῖν, πρὸς δὲ τοὺς αὑτοῦ
οἰκέτας ἀνακοινοῦσθαι περὶ τῶν μεγίστων, καὶ τοῖς παρ' αὐτῷ ἐργαζομένοις
μισθωτοῖς ἐν ἀγρῷ πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι. [7] καὶ ἀναβεβλημένος
ἄνω τοῦ γόνατος καθιζάνειν, ὥστε τὰ γυμνὰ αὐτοῦ φαίνεσθαι. [8] καὶ ἐπ' ἄλλῳ μὲν
μηδενὶ <μήτε ἐφίστασθαι> μήτε ἐκπλήττεσθαι ἐν ταῖς ὁδοῖς, ὅταν δὲ ἴδῃ
βοῦν ἢ ὄνον ἢ τράγον, ἑστηκὼς θεωρεῖν. [9] καὶ προαιρῶν δέ τι ἐκ τοῦ ταμιείου
δεινὸς φαγεῖν, καὶζωρότερον πιεῖν. [10] καὶ τὴν σιτοποιὸν
πειρῶν λαθεῖν, κᾆτ' ἀλέσαι μετ' αὐτῆς τοῖς ἔνδον πᾶσι καὶ αὑτῷ τὰ ἐπιτήδεια.
[11] καὶ ἀριστῶν δὲ ἅμα τοῖς ὑποζυγίοις ἐμβαλεῖν. [12] καὶ τὴν θύραν ὑπακοῦσαι
αὐτός, καὶ τὸν κύνα προσκαλεσάμενος καὶ ἐπιλαβόμενος τοῦ ῥύγχους εἰπεῖν· Οὗτος
φυλάττει τὸ χωρίον καὶ τὴν οἰκίαν. [13] καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν ἀποδοκιμάζειν,
λίαν γὰρ λέγων λεπτὸν [Duport: λεπρὸν, Foss: λυπρὸν] εἶναι, καὶ ἕτερον ἅμα ἀλλάττεσθαι. [14] καὶ εἰ τὸ ἄροτρον
ἔχρησεν ἢ κόφινον ἢ δρέπανον ἢ θύλακον, [ἀπαιτῆσαι] ταῦτα τῆς νυκτὸς κατὰ ἀγρυπνίαν
ἀναμιμνησκόμενος. [15] καὶ εἰς ἄστυ καταβαίνων ἐρωτῆσαι τὸν ἀπαντῶντα, πόσου ἦσαν
αἱ διφθέραι καὶ τὸ τάριχος καὶ εἰ τήμερον [ὁ ἀγὼν]
νουμηνίαν ἄγει, καὶ εἰπεῖν εὐθὺς ὅτι βούλεται καταβὰς ἀποκείρασθαι
καὶ ἐν βαλανείῳ δὲ ᾆσαι καὶ εἰς τὰ ὑποδήματα δὲ ἥλουςἐγκροῦσαι καὶ
τῆς αὐτῆς ὁδοῦ παριὼν κομίσασθαι παρ' Ἀρχίου τοῦ
ταρίχους. καὶ ἐν βαλανείῳ δὲ ᾆσαι· καὶ εἰς τὰ ὑποδήματα δὲ ἥλους ἐγκροῦσθαι.
|
Ἡ ἀγροικία [1] ἠμπορεῖ νὰ φανῇ ὅτι εἶναι χονδροειδὴς ἄγνοια τῶν
καλῶν τρόπων. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ ἀγροῖκος. Πρὶν νὰ ὑπάγῃ εἰς τὴν
ἐκκλησίαν τοῦ δήμου πίνει κυκεῶνα [2] καὶ <ὅταν
οἱ παρακαθήμενοι ἐκεῖ στενοχωροῦνται διὰ τὴν ὀσμήν>, λέγει εἱς αὐτοὺς ὅτι
δὲν ὑπάρχει καλύτερο μυρωδικὸ ἀπὸ τὸ θυμάρι· — φορεῖ ὑποδήματα μεγαλύτερα ἀπὸ
τὰ πόδια του· — ὁμιλεῖ πολὺ δυνατά· — ἐνῷ δὲν πιστεύει εἰς φίλους καὶ ἰδικούς
του, ἀνακοινώνει εἰς δούλους του τὰς σπουδαιοτέρας ὑποθέσεις του·-διηγεῖται εἰς
τοὺς μισθωτοὺς ποὺ ἐργάζονται εἰς τὸν ἀγρόν του ὅλα, ὅσα ἤκουσεν εἰς τὴν ἐκκλησίαν
τοῦ δήμου·— ὅταν κάθεται, σηκώνει τὸ φόρεμά του ὑψηλότερα ἀπὸ τὰ γόνατα, ὥστε
φαίνονται τὰ ἀπόκρυφα μέλη του·— εἰς τὸν δρόμον, ἐνῷ τίποτε δὲν προκαλεῖ τὸν
θαυμασμόν του οὔτε τοῦ προξενεῖ ἐντύπωσιν, ὅταν ἴδῃ βόδι ἢ ὄνον ἢ τράγον στέκει
καὶ τὰ παρατηρεῖ. — Παίρνει κρυφὰ ἀπὸ τὴν ἀποθήκην τῶν τροφίμων κάτι καὶ τὸ
τρώγει <ἐπὶ τόπου>· —πίνει κρασὶ χωρὶς νερό·— ἐρωτοτροπεῖ κρυφὰ μὲ τὴν ἀρτοποιόν,
ἔπειτα τὴν βοηθεῖ νὰ ἑτοιμάσῃ τὰ ἀναγκαῖα τρόφιμα διὰ τὸν ἑαυτόν του καὶ ὅλους
τοὺς σπιτικούς·— ἐνῷ προγευματίζει δίδει συγχρόνως χόρτον εἰς τὰ κτήνη του·— ὅταν
κτυποῦν τὴν θύραν, ἀνοίγει ὁ ὶδιος, συγχρόνως δὲ ἀφοῦ καλέσῃ τὸν σκύλον κρατεῖ
αὐτὸν ἀπὸ τὸ ρύγχος καὶ λέγει “αὐτὸς φυλάττει τὸ σπίτι καὶ τὁ χωράφι μου [3]”. — ὅταν λαμβάνῃ χρήματα ἀπὸ ὀφειλέτην δὲν τὰ δέχεται,
διότι, λέγει, εἶναι πάρα πολὺ λεπτά, καὶ ζητεῖ νὰ τὰ ἀλλάξουν— ἂν δανείσῃ εἰς
κάποιον τὸ ἄροτρόν του ἢ κοφίνι ἢ δρεπάνι ἢ σάκκον καὶ τὸ ἐνθυμηθῇ τὴν νύκτα,
δὲν ἠμπορεῖ νὰ κοιμηθῇ καὶ σηκώνεται διὰ νὰ τὰ ζητήσῃ· ὅταν καταβαίνῃ εἰς τὴν
πόλιν ἐρωτᾷ τὸν πρῶτον ποὺ συναντᾷ πόσο κοστίζουν τὰ δέρματα καὶ τὰ παστὰ καὶ
ἂν σήμερον ὁ ἄρχων τελῇ τὴν ἑορτὴν τῆς νέας Σελήνης· ἔπειτα προσθέτει ὅτι, ὅταν
καταβῇ εἰς τὴν πόλιν, θὰ κουρευθῇ καὶ ὅτι περνώντας ἀπὸ τὸ παντοπωλεῖον τοῦ Ἀρχίου,
ποὺ εἶναι εἰς τὸν δρόμον του, θὰ ἀγοράσῃ τὰ παστά· — μέσα εἰς τό λουτρὸν
τραγουδεῖ· — εἰς τὰ ὑποδήματά του ἔχει καρφιά.
|
|
|
|
|
|
V
ΑΡΕΣΚΕΙΑΣ
|
|
Ἡ δὲ ἀρέσκειά ἐστι
μέν, ὡς ὅρῳ περιλαβεῖν, ἔντευξις οὐκ ἐπὶ τῷ βελτίστῳ ἡδονῆς παρασκευαστική, ὁ
δὲ ἄρεσκος ἀμέλει τοιοῦτός τις, [2] οἷος πόρρωθεν προσαγορεύσας καὶ ἄνδρα κράτιστον
εἰπὼν καὶ θαυμάσας ἱκανῶς, ἀμφοτέραις ταῖς χερσὶ λαβόμενος μὴ ἀφιέναι καὶ
μικρὸν ἔτι προπέμψας καὶ ἐρωτήσας, πότε αὐτὸν ὄψεται, ἐπαινῶν ἀπαλλάττεσθαι.
[3] καὶ παρακληθεὶς δὲ πρὸς δίαιταν μὴ μόνον ᾧ πάρεστι βούλεσθαι ἀρέσκειν, ἀλλὰ
καὶ τῷ ἀντιδίκῳ, ἵνα κοινός τις εἶναι δοκῇ. [4] καὶ τοὺς ξένους δὲ εἰπεῖν ὡς
δικαιότερα λέγουσι τῶν πολιτῶν. [5] καὶ κεκλημένος δὲ ἐπὶ δεῖπνον κελεῦσαι
καλέσαι τὰ παιδία τὸν ἑστιῶντα, καὶ εἰσιόντα φῆσαι σύκου ὁμοιότερα εἶναι τῷ
πατρί, καὶ προσαγόμενος φιλῆσαι καὶ παρ' αὑτὸν καθίστασθαι, καὶ τοῖς μὲν
συμπαίζειν αὐτὸς λέγων· Ἀσκός, πέλεκυς,
τὰ δὲ ἐπὶ τῆς γαστρὸς ἐᾶν καθεύδειν ἅμα θλιβόμενος.
|
Ἡ ἀρέσκεια εἶναι,
ἂν θέλῃ τις νὰ τὴν ὁρίσῃ, συνάντησις ἱκανὴ νὰ προξενήσῃ εὐχαρίστησιν ἀλλ' ὄχι
μὲ εἰλικρίνειαν [1]. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι
ὁ ἄρεσκος. Ὅταν ἴδῃ ἀπὸ μακρὰν ἕνα πρόσωπον, τὸ χαιρετᾷ μὲ τὸ ὄνομά του, τὸ ἐγκωμιάζει,
τοῦ κάμνει ἀρκετὰς φιλοφρονήσεις, τὸ κρατεῖ μὲ τὰ δύο χέρια χωρὶς νὰ τὸ ἀφήνῃ
καὶ, ἀφοῦ τὸ συνοδεύσῃ ὀλίγον καὶ τὸ ἐρωτήσῃ πότε θὰ τὸ ξαναδῇ, τὸ ἀφήνει τέλος
ἐπαινώντας το ἀκόμη μίαν φοράν— ὅταν προσκληθῇ ὡς διαιτητής [2], προσπαθεῖ νὰ ἀρέσῃ ὄχι μόνον εἰς ἐκεῖνον ποὺ ἀντιπροσωπεύει
ἀλλὰ καὶ εἰς τὸν ἀντίδικον, διὰ νὰ φανῇ ἀμερόληπτος·— εἰς τοὺς ξένους λέγει ὅτι
ἔχουν περισσότερον δίκαιον ἀπὸ τοὺς συμπολίτας του·— ὅταν προσκληθῇ εἰς δεῖπνον,
παρακαλεῖ τὸν οἰκοδεσπότην νὰ καλέσῃ τὰ τέκνα του [3],
καὶ ὅταν εἰσέλθουν λέγει ὅτι εἶναι ἀπαράλλακτα μὲ τὸν πατέρα των (ὁμοιάζουν σὰν
σῦκο μὲ σῦκο)· ἀφοῦ δὲ τὰ σύρῃ κοντά του, τὰ φιλεῖ καὶ τὰ τοποθετεῖ στὸ πλάγι
του καὶ μὲ ἄλλα μὲν συμπαίζει λέγων 'ἀσκὸς ἢ πέλεκυς' [4],
ἄλλα δὲ ἀφήνει νὰ κοιμηθοῦν ἐπάνω εἰς τὴν κοιλίαν του, ἂν καὶ πιέζεται [5].
|
|
|
|
|
|
VI
ΑΠΟΝΟΙΑΣ
|
|
Ἡ δὲ ἀπόνοιά ἐστιν
ὑπομονὴ αἰσχρῶν ἔργων καὶ λόγων, ὁ δὲ ἀπονενοημένος τοιοῦτός τις, [2] οἷος ὀμόσαι
ταχύ, κακῶς ἀκοῦσαι, λοιδορηθῆναι δυναμένοις, τῷ ἤθει ἀγοραῖός τις καὶ ἀνασεσυρμένος καὶ παντοποιός. [3] ἀμέλει
δυνατὸς καὶ ὀρχεῖσθαι νήφων τὸν κόρδακα κοὐ προσωπεῖον ἔχων ἐν κωμαστικῷ χορῷ.
[4] καὶ ἐν θαύμασι δὲ τοὺς χαλκοῦς ἐκλέγειν καθ' ἕκαστον
παριὼν καὶ μάχεσθαι τούτοις τοῖς τὸ σύμβολον φέρουσι καὶ προῖκα θεωρεῖν ἀξιοῦσι.
[5] δεινὸς δὲ καὶ πανδοκεῦσαι καὶ πορνοβοσκῆσαι καὶ τελωνῆσαι καὶ μηδεμίαν αἰσχρὰν
ἐργασίαν ἀποδοκιμάσαι, ἀλλὰ κηρύττειν, μαγειρεύειν, κυβεύειν. [6] τὴν μητέρα
μὴ τρέφειν, ἀπάγεσθαι κλοπῆς, τὸ δεσμωτήριον πλείω χρόνον οἰκεῖν ἢ τὴν αὑτοῦ
οἰκίαν. [7] καὶ τούτων ἂν εἶναι δόξειε τῶν περιισταμένων τοὺς ὄχλους καὶ
προσκαλούντων, μεγάλῃ τῇ φωνῇ καὶ παρερρωγυίᾳ λοιδορουμένων
καὶ διαλεγομένων πρὸς αὐτούς, καὶ μεταξὺ οἱ μὲν προσίασιν, οἱ δὲ ἀπίασι πρὶν ἀκοῦσαι
αὐτοῦ, ἀλλὰ τοῖς μὲν τὴν ἀρχήν, τοῖς δὲ συλλαβήν, τοῖς
δὲ μέρος τοῦ πράγματος λέγει, οὐκ ἄλλως θεωρεῖσθαι ἀξιῶν τὴν ἀπόνοιαν αὐτοῦ, ἢ
ὅταν ᾖ πανήγυρις. [8] ἱκανὸς δὲ καὶ δίκας τὰς μὲν φεύγειν, τὰς δὲ διώκειν, τὰς
δὲ ἐξόμνυσθαι, ταῖς δὲ παρεῖναι ἔχων ἐχῖνον ἐν
τῷ προκολπίῳ καὶ ὁρμαθοὺς γραμματιδίων ἐν ταῖς χερσίν.
[9] οὐκ ἀποδοκιμάζει δὲ οὐδ' ἅμα πολλῶν ἀγοραίων στρατηγεῖν καὶ εὐθὺς τούτοις
δανείζειν καὶ τῆς δραχμῆς τόκον τρία ἡμιωβόλια τῆς ἡμέρας πράττεσθαι καὶ ἐφοδεύειν τὰ μαγειρεῖα, τὰ ἰχθυοπώλια, τὰ ταριχοπώλια, καὶ
τοὺς τόκους ἀπὸ τοῦ ἐμπολήματος εἰς τὴν γνάθον ἐκλέγειν. [10]
|
Ἡ ἀπόνοια εἶναι ἀνοχὴ
αἰσχρῶν ἔργων καὶ λόγων. Ὁ ἄνθρωπος μὲ τοιοῦτον χαρακτῆρα [1] ἠμπορεῖ
νὰ ὁρκισθῇ γρήγορα, νὰ κακολογηθῇ, νὰ ὑβρισθῇ, εἶναι χυδαῖος κατὰ τοὺς τρόπους
καὶ ἀδιάντροπος καὶ ἱκανὸς δι' ὅλα·— δύναται νὰ χορεύσῃ καὶ τὸν κόρδακα [2] ἀμέθυστος καὶ χωρὶς προσωπεῖον εἰς κωμικὸν χορόν·—
εἰς θεάματα ταχυδακτυλουργικὰ συλλέγει τὰ νομίσματα περιφερόμενος ἀπὸ τοὺς
θεατὰς καὶ φιλονικεῖ μὲ ἐκείνους, ποὺ δὲν ἔχουν εἰσιτήριον καὶ ζητοῦν νὰ βλέπουν
δωρεάν·— εἶναι ἰκανὸς νὰ γίνῃ καὶ ξενοδόχος [3]καὶ
πορνοβοσκὸς καὶ τελώνης [4] καὶ καμμίαν αἰσχρὰν
ἐργασίαν νὰ μὴ ἀποδοκιμάσῃ, ἀλλὰ καὶ αὐτὸ τὸ ἐπάγγελμα τοῦ κήρυκος [5], τοῦ μαγείρου [6], τοῦ χαρτοπαίκτου [7] νὰ ἐξασκήσῃ·— ἀφήνει τὴν μητέρα του νὰ ἀποθάνῃ ἀπὸ
τὴν πεῖναν [8]·— καταμηνύεται εἰς τὸ δικαστήριον ὡς
κλέπτης καὶ μένει περισσότερον καιρὸν εἰς τὴν φυλακὴν παρὰ εἰς τὸ σπίτι του·—
ἠμπορεῖ νὰ θεωρηθῇ ἕνας ἀπὸ ἐκείνους ποὺ καλοῦν τὰ πλήθη γύρω των καὶ μὲ φωνὴν
μεγάλην καὶ βραχνὴν ὑβρίζουν τοὺς διαβάτας καὶ συζητοῦν μαζί των, καὶ ἐν τῷ
μεταξὺ ἄλλοι μὲν προσέρχονται, ἄλλοι δὲ ἀναχωροῦν πρὶν νὰ τὸν ἀκούσουν· ἀλλὰ
εἰς ἄλλους μὲν λέγει τὴν ἀρχήν, εἰς ἄλλους τὸ σύνολον, εἰς ἄλλους μέρος τῆς ὑποθέσεως,
διότι κρίνει ὀρθὸν νὰ ἐπιδεικνύῃ τὴν ἀδιαντροπίαν του μόνον ὅταν εἶναι πανήγυρις
(συναγερμός)·— εἶναι ἀκόμη ἱκανὸς νὰ ἔχῃ δίκας πολλὰς εἰς τὸ δικαστήριον, ἄλλοτε
ὡς κατηγορούμενος ἄλλοτε ὡς κατήγορος, καὶ ἄλλοτε μὲν νὰ διαφεύγῃ ἀρνούμενος
μὲ ὅρκον ὅτι γνωρίζει τι, ἄλλοτε δὲ νὰ παρίσταται κρατῶν εἰς τὸν κόλπον του ἐχῖνον [9] καὶ δέσμας δικογράφων εἰς τὰς χεῖράς του·— εὑρίσκει
ὀρθὸν καὶ τὸ νὰ εἶναι ἀρχηγὸς πολλῶν ἀνθρώπων τῆς ἀγορᾶς (χυδαίων) καὶ προθύμως
νὰ τοὺς δανείζῃ καὶ νὰ λαμβάνῃ ἀπὸ αὐτοὺς τόκον τρία ἡμιωβόλια [10] διὰ κάθε δραχμὴν τὴν ἡμεραν·— ἐπιθεωρεῖ καθημέραν
τὰ μαγειρεῖα, τὰ ἰχθυοπωλεῖα, τὰ ταριχοπωλεῖα [11] καὶ
τοὺς τόκους ποὺ εἰσπράττει ἀπὸ τὸ ἐμπόρευμα αὐτὸ τοὺς θέτει εἰς τὸ στόμα του [12].
|
|
[Ἐργώδεις δέ εἰσιν
οἱ τὸ στόμα εὔλυτον ἔχοντες πρὸς λοιδορίαν καὶ
φθεγγόμενοι μεγάλῃ τῇ φωνῇ, ὡς συνηχεῖν αὐτοῖς τὴν ἀγορὰν καὶ τὰ ἐργαστήρια.]
|
(Εἶναι πολὺ ὀχληροὶ)
ἐκεῖνοι ποὺ ἔχουν τὴν γλῶσσαν εὐκίνητον εἰς ὕβρεις καὶ φωνάζουν τόσον δυνατά,
ὥστε νὰ ἀντηχοῦν ἡ ἀγορὰ καὶ τὰ ἐργαστήρια ).
|
|
|
|
|
|
|
|
|
VII
ΛΑΛΙΑΣ
|
|
Ἡ δὲ λαλιά, εἴ
τις αὐτὴν ὁρίζεσθαι βούλοιτο, εἶναι ἂν δόξειεν ἀκρασία τοῦ λόγου, ὁ δὲ λάλος
τοιοῦτός τις, [2] οἷος τῷ ἐντυγχάνοντι εἰπεῖν, ἂν ὁτιοῦν πρὸς αὐτὸν φθέγξηται,
ὅτι οὐθὲν λέγει καὶ ὅτι αὐτὸς πάντα οἶδεν καὶ, ἂν ἀκούῃ αὐτοῦ, μαθήσεται· καὶ
μεταξὺ δὲ ἀποκρινομένῳ ἐπιβάλλειν εἴπας· Σὺ μὴ ἐπιλάθῃ, ὃ μέλλεις λέγειν, καὶ
Εὖ γε, ὅτι με ὑπέμνησας, καὶ Τὸ λαλεῖν ὡς χρήσιμόν που, καὶ Ὃ παρέλιπον, καὶ
Ταχύ γε συνῆκας τὸ πρᾶγμα, καὶ Πάλαι σε παρετήρουν, εἰ ἐπὶ τὸ αὐτὸ ἐμοὶ
κατενεχθήσῃ· καὶ ἑτέρας ἀρχὰς τοιαύτας πορίσασθαι, ὥστε μηδὲ ἀναπνεῦσαι τὸν ἐντυγχάνοντα.
[3] καὶ ὅταν γε τοὺς καθ' ἕνα ἀπογυμνώσῃ, δεινὸς καὶ ἐπὶ
τοὺς ἀθρόους [καὶ] συνεστηκότας πορευθῆναι καὶ φυγεῖν ποιῆσαι μεταξὺ χρηματίζοντας.
[4] καὶ εἰς τὰ διδασκαλεῖα δὲ καὶ εἰς τὰς παλαίστρας εἰσιὼν κωλύειν τοὺς παῖδας
προμανθάνειν· τοσαῦτα καὶ προσλαλεῖν τοῖς παιδοτρίβαις καὶ διδασκάλοις. [5]
καὶ τοὺς ἀπιέναι φάσκοντας δεινὸς προπέμψαι καὶ ἀποκαταστῆσαι εἰς τὴν οἰκίαν.
[6] καὶ πυθόμενος [τὰ ἀπὸ] τῆς ἐκκλησίας ἀπαγγέλλειν, προσδιηγήσασθαι δὲ καὶ
τὴν ἐπ' Ἀριστοφῶντος τότε γενομένην τῶν ῥητόρων μάχην
[καὶ τὴν Λακεδαιμονίοις ὑπὸ Λυσάνδρου],
καὶ οὕς ποτε λόγους αὐτὸς εἴπας εὐδοκίμησεν ἐν τῷ δήμῳ, καὶ κατὰ τῶν πληθῶν
γε ἅμα διηγούμενος κατηγορίαν παρεμβαλεῖν, ὥστε τοὺς ἀκούοντας ἤτοι ἐπιλαθέσθαι
ἢ νυστάξαι ἢ μεταξὺ καταλιπόντας ἀπαλλάττεσθαι. [7] καὶ συνδικάζων δὲ κωλῦσαι
κρῖναι καὶ συνθεωρῶν θεάσασθαι καὶ συνδειπνῶν φαγεῖν λέγων, ὅτι χαλεπὸν τῷ λάλῳ
ἐστὶ σιωπᾶν, καὶ ὡς ἐν ὑγρῷ ἐστιν ἡ γλῶττα, καὶ ὅτι
οὐκ ἂν σιωπήσειεν, οὐδ' εἰ τῶν χελιδόνων δόξειεν εἶναι λαλίστερος. [8] καὶ
σκωπτόμενος ὑπομεῖναι καὶ ὑπὸ τῶν αὑτοῦ παιδίων, ὅταν αὐτὸν ἤδη καθεύδειν
βουλόμενα κελεύῃ λέγειν· Τάτα, λαλεῖν τι ἡμῖν, ὅπως ἂν ἡμᾶς ὕπνος λάβῃ.
|
Ἡ λαλιά [1], ἂν ἤθελε κανεὶς νὰ τὴν ὁρίσῃ, εἶναι ἀκράτεια λόγου
(λογοδιάρροια ). Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ λάλος· ὅ,τιδήποτε νὰ τοῦ εἴπῃ
ἐκεῖνος ποὺ συναντᾷ εἰς τὸν δρόμον, λέγει ἀμέσως “σὺ δὲν λέγεις τίποτε· ἐγὼ τὰ
γνωρίζω ὅλα καὶ ἂν μὲ ἀκούσῃς θὰ μάθῃς”· ἂν ἐν τῷ μεταξὺ ἐκεῖνος ἀποκριθῇ τι,
τὸν διακόπτει καὶ προσθέτει “σὺ μὴ λησμονῇς ἐκεῖνο ποὺ θὰ εἴπῃς” καὶ “καλὰ ἔκαμες
καὶ μοῦ τὸ ἐνθύμισες” καὶ “πόσον βέβαια ὠφέλιμον εἶναι νὰ ὁμιλῇ κανεὶς” καὶ
“αὐτὸ μὲ διέφυγε” καὶ “γρήγορα βέβαια κατάλαβες τὴν ὑπὁθεσιν” καὶ “τὸ περίμενα
ὅτι θὰ καταλήξῃς εἰς τὸ αὐτὸ συμπέρασμα μὲ ἐμέ”· καὶ ἄλλας τοιαύτας αἰτίας εὑρίσκει,
ὥστε ἐκεῖνος ποὺ ὁμιλεῖ μαζί του νὰ μὴ λάβῃ καιρὸν οὔτε νὰ ἀναπνεύσῃ. Καὶ ἀφοῦ
ἔτσι καταπονέσῃ ἄτομα, εἶναι ἱκανὸς νὰ στραφῇ καὶ εἰς ὁμάδας καὶ νὰ ἀναγκάσῃ
νὰ τραποῦν εἰς φυγὴν ἀνθρώπους ποὺ συνῆλθον νὰ συζητήσουν διὰ τὰς ὑποθέσεις
των·— εἰσέρχεται εἰς τὰ διδασκαλεῖα καὶ εἰς τὰς παλαίστρας [2], καὶ ἐμποδίζει τὴν πρόοδον τῶν μαθητῶν· τόσον πολὺ ὁμιλεῖ
μὲ τοὺς γυμναστὰς καὶ τοὺς διδασκάλους των.— Ἂν μερικοὶ εἴπουν ὅτι θὰ ἀναχωρήσουν
δι' ἐργασίαν των, εἶναι ἰκανὸς νὰ τοὺς ἀκολουθήσῃ καὶ τοὺς συνοδεύσῃ ἕως εἰς
τὰ σπίτια των· εἰς ἐκείνους ποὺ ἐρωτοῦν νὰ μάθουν, τί συνέβη εἰς τὴν ἐκκλησίαν
τοῦ δήμου, δὲν περιορίζεται μόνον εἰς αὐτό, ἀλλὰ προσθέτει καὶ τὴν λογομαχίαν
τῶν ρητόρων [3] ποὺ ἔγινε ἐπὶ τοῦ ἄρχοντος Ἀριστοφῶντος
καὶ ... — καὶ τοὺς λόγους ποὺ αὐτὸς ἐξεφώνησε ποτε ἐνώπιον τοῦ δήμου καὶ ἐχειροκροτήθη·
ἐνῷ δὲ διηγεῖται, παρεμβάλλει καὶ ὕβρεις κατὰ τοῦ πλήθους, ὥστε οἱ ἀκροαταὶ ἢ
λησμονοῦν τοὺς λόγους του ἢ νυστάζουν ἢ τὸν ἀφήνουν καὶ φεύγουν·— ὅταν εἶναι
μὲ ἄλλους δικαστὰς τοὺς ἐμποδίζει (μὲ τὴν φλυαρίαν τοὐ νὰ κρίνουν— ὅταν εὑρίσκεται
μαζί μὲ ἄλλους εἰς τὸ θέατρον, τοὺς ἐμποδίζει νὰ βλέπουν καὶ ὅταν συντρώγει μὲ
ἄλλους τοὺς ἐμποδίζει νὰ φάγουν, λέγων ὅτι εἶναι δύσκολον εἰς τὸν λάλον νὰ
σιωπᾷ καὶ ὅτι ἡ γλῶσσα εἶναι εὐκίνητος (σὰν τὸ ψάρι στὸ νερό), καὶ ὅτι δὲν ἠμπορεῖ
νὰ σιωπήσῃ καὶ ἂν ἀκόμη φανῇ ὅτι εἶναι περισσότερον λάλος παρὰ τὰ χελιδόνια·
— ὑπομένει μάλιστα καὶ τὰ πειράγματα αὐτῶν τῶν παιδιῶν του, ποὺ ὅταν θέλουν νὰ
κοιμηθοῦν τοῦ λέγουν “πάππα, πές μας κάτι, γιὰ νὰ μᾶς πάρῃ ὁ ὕπνος”.
|
|
|
|
|
|
|
|
|
VIII
ΛΟΓΟΠΟΙΙΑΣ
|
|
Ἡ δὲ λογοποιία ἐστὶ
σύνθεσις ψευδῶν λόγων καὶ πράξεων, ὧν [πιστεύεσθαι] βούλεται ὁ λογοποιῶν, ὁ δὲ
λογοποιὸς τοιοῦτός τις, [2] οἷος ἀπαντήσας τῷ φίλῳ εὐθὺς καταβαλὼν τὸ
ἦθος καὶ μειδιάσας ἐρωτῆσαι· Πόθεν σύ; καὶ Λέγεις τι; [τί] καὶ πῶς; Ἔχεις περὶ
τοῦδε εἰπεῖν καινόν; καὶ ὡς ἐπιβαλὼν ἐρωτᾶν· Μὴ λέγεταί τι καινότερον; καὶ μὴν
ἀγαθά γέ ἐστι τὰ λεγόμενα. [3] καὶ οὐκ ἐάσας ἀποκρίνασθαι εἰπεῖν· Τί λέγεις;
οὐθὲν ἀκήκοας; δοκῶ μοί σε εὐωχήσειν καινῶν λόγων. [4] καὶ ἔστιν αὐτῷ ἢ
στρατιώτης [τις] ἢ παῖς Ἀστείου τοῦ αὐλητοῦ ἢ Λύκων ὁ ἐργολάβος παραγεγονὼς ἐξ αὐτῆς τῆς μάχης, οὗ φασιν ἀκηκοέναι·
αἱ μὲν οὖν ἀναφοραὶ τῶν λόγων τοιαῦταί εἰσιν αὐτοῦ, ὧν οὐθεὶς ἂν ἔχοι ἐπιλαβέσθαι.
[5] διηγεῖται δὲ τούτους φάσκων λέγειν, ὡς Πολυπέρχων καὶ
ὁ βασιλεὺς μάχῃ νενίκηκε, καὶ Κάσανδρος ἐζώγρηται. [6] καὶ ἂν εἴπῃ τις αὐτῷ,
Σὺ δὲ ταῦτα πιστεύεις; φήσει, τὸ πρᾶγμα βοᾶσθαι γὰρ
ἐν τῇ πόλει, καὶ τὸν λόγον ἐπεντείνειν, καὶ πάντας
συμφωνεῖν, ταὐτὰ γὰρ λέγειν περὶ τῆς μάχης, καὶ πολὺν τὸν ζωμὸν γεγονέναι.
[7] εἶναι δ' ἑαυτῷ καὶ σημεῖον τὰ πρόσωπα τῶν ἐν τοῖς πράγμασιν· ὁρᾶν γὰρ αὐτῶν
πάντων μεταβεβληκότα. λέγει δ', ὡς καὶ παρακήκοε παρὰ τούτοις κρυπτόμενόν
τινα ἐν οἰκίᾳ, ἤδη πέμπτην ἡμέραν ἥκοντα ἐκ Μακεδονίας, ὃς
πάντα ταῦτα οἶδε. [8] καὶ πάντα διεξιὼν πῶς οἴεσθε πιθανῶς σχετλιάζει λέγων·
Δυστυχὴς Κάσανδρος· ὢ ταλαίπωρος· ἐνθυμῇ τὸ τῆς τύχης; ἄλλ<ως>
οὖν ἰσχυρὸς γενόμενος· [9] καὶ Δεῖ δ' αὐτόν σε μόνον εἰδέναι. πᾶσι δὲ τοῖς ἐν
τῇ πόλει προσδεδράμηκε λέγων. [10]
|
Ἡ λογοποιία [1] εἶναι διήγησις πλαστῶν λόγων καὶ πράξεων ποὺ ὁ
λογοποιὸς θέλει νὰ τὰς κάμῃ πιστευτάς. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι αὐτός·
ὅταν συναντήσῃ τὸν φίλον του, ἀφήνει ἀμέσως τὸ σοβαρὸν ὕφος καὶ μὲ χαμόγελο ἐρωτᾷ
“ἀπὸ ποῦ ἔρχεσαι;” καὶ “τί λέγεις;” καὶ “πῶς δὲν γνωρίζεις τίποτε διὰ τὰ νέα
τῆς ἡμέρας;” καὶ χωρὶς νὰ περιμένῃ ἀπάντησιν ἐξακολουθεῖ “μήπως λέγουν τίποτε
νεώτερον; καὶ ὅμως καλὰ βεβαίως εἶναι τὰ λεγόμενα”· καὶ χωρὶς νὰ τὸν ἀφήσῃ νὰ
ἀποκριθῇ, προσθέτει “πῶς δὲν ἤκουσες τίποτε; λοιπὸν θὰ σὲ χορτάσω μὲ σπουδαῖα
νέα, πιστεύω”· καὶ τότε λέγει ὅτι τὰ ἔχει ἀκούσει ἀπὸ ἕνα στρατιώτην ἢ ἀπὸ τὸν
δοῦλον τοῦ αὐλητοῦ Ἀστείου ἢ ἀπὸ τὸν ἐργολάβον Λύκωνα [2],
ποὺ ἔχουν ἐπιστρέψει ἀπὸ τὴν μάχην· ἐκεῖνοι λοιπὸν εἰς τοὺς ὁποίους ἀναφέρονται
οἱ λόγοι του εἶναι τοιοῦτοι, ποὺ δὲν ἠμπορεῖ κανεὶς νὰ ἐξακριβώσῃ τὴν ἀλήθειαν.
Διηγεῖται λοιπόν, κατὰ τὴν μαρτυρίαν των, ὅτι ὁ Πολυπέρχων [3] καὶ ὁ βασιλεὺς ἔχουν νικήσει καὶ ὅτι ὁ Κάσσανδρος ἔχει
συλληφθῆ αἰχμάλωτος· καὶ ἂν κανεὶς τὸν ἐρωτήσῃ “σὺ δὲ τὰ πιστεύεις;” θὰ ἀπαντήσῃ
“τὸ πρᾶγμα εἶναι φανερόν, διότι τὸ συζητοῦν μεγαλοφώνως εἰς ὅλην τὴν πόλιν καὶ
ὅτι ἡ φήμη διαδίδεται καὶ ὅλοι εἶναι σύμφωνοι, διότι δίδουν τὰς ἰδίας
λεπτομερείας περὶ τῆς μάχης καὶ ὅτι ἔχει γίνει μεγάλη αἱματοχυσία. Ἀπόδειξις,
λέγει, εἶναι καὶ τὰ πρόσωπα τῶν ἀρχόντων, διότι τὰ βλέπει ὅλων ἀλλαγμένα·
προσθέτει δὲ ὅτι ἤκουσε κρυφὰ πὼς ἔχουν κρύψει εἰς ἕνα σπίτι κάποιον ποὺ ἦλθε
πρὸ πέντε ἡμερῶν ἀπὸ τὴν Μακεδονίαν καὶ αὐτὸς τὰ γνωρίζει ὅλα· καὶ ἐνῷ τὰ
διηγεῖται μὲ ὅσον τὸ δυνατὸν πειστικὸν τρόπον, ἐλεεινολογεῖ καὶ λέγει “δυστυχῆ,
ταλαίπωρε Κάσσανδρε, συλλογίζεσαι τὴν μεταβολὴν τῆς τύχης; ἀλλ' ὅμως (συνελήφθη)
ἀφοῦ ὑπῆρξε γενναῖος”· “αὐτὰ ποὺ σοῦ λέγω” λέγει εἰς τὸν φίλον του “πρέπει νὰ
τὰ γνωρίζῃς μόνος”, ἀλλὰ εὐθὺς τρέχει καὶ τὰ διαδίδει εἰς ὅλην τὴν πόλιν.
|
|
[Τῶν τοιούτων ἀνθρώπων
τεθαύμακα, τί ποτε βούλονται λογοποιοῦντες· οὐ γὰρ μόνον ψεύδονται, ἀλλὰ καὶ
[ἀ]λυσιτελῶς ἀπαλλάττουσι. [11] πολλάκις γὰρ αὐτῶν οἱ μὲν ἐν τοῖς βαλανείοις περιστάσεις ποιούμενοι τὰ ἱμάτια ἀποβεβλήκασιν, οἱ δ' [ἐν]
τῇ στοᾷ πεζομαχίᾳ καὶ ναυμαχίᾳ νικῶντες ἐρήμους δίκας ὠφλήκασιν. [12] εἰσὶ δ'
οἳ καὶ πόλεις τῷ λόγῳ κατὰ κράτος αἱροῦντες παρεδειπνήθησαν. [13] πάνυ δὴ
ταλαίπωρον αὐτῶν ἐστι τὸ ἐπιτήδευμα. ποία γὰρ οὐ στοά, ποῖον δὲ ἐργαστήριον,
ποῖον δὲ μέρος τῆς ἀγορᾶς, [οὗ] οὐ διημερεύουσιν ἀπαυδᾶν ποιοῦντες τοὺς ἀκούοντας.
[14] οὕτως καὶ καταπονοῦσι ταῖς ψευδολογίαις.]
|
(Θαυμάζω διὰ τοὺς
τοιούτους ἀνθρώπους, τί ἆρά γε ἐπιζητοῦν καὶ πλάττουν ψευδεῖς εἰδήσεις· διότι
ὄχι μόνον ψεύδονται, ἀλλὰ καὶ δὲν κερδίζουν τίποτε. Πολλάκις μάλιστα ἄλλοι μὲν
ἀπὸ αὐτούς, ἐνῷ συναθροίζουν πολλοὺς γύρω των εἰς τὸ λουτρόν, χάνουν τὰ φορέματά
των [4], ἄλλοι δέ, ἐνῷ νικοῦν μάχας κατὰ ξηρὰν καὶ
κατὰ θάλασσαν εἰς τὴν Στοάν, καταδικάζονται ἐρήμην εἰς τὸ δικαστήριον, ἄλλοι
πάλιν, ἐνῷ μὲ τὰ λόγια κυριεύουν κατὰ κράτος πόλεις, ἔχασαν τὸ δεῖπνόν των. Εἶναι
πραγματικῶς πάρα πολὺ ἐλεεινὸν τὸ ἐπάγγελμά των διότι ποία στοὰ καὶ ποῖον ἐργαστήριον
καὶ ποῖον μέρος της ἀγορᾶς ὑπάρχει, ὅπου δὲν περνοῦν ὅλην τὴν ἡμέραν των ἐνοχλοῦντες
τοὺς ἀκροατάς των; τόσον πολὺ κουράζουν μὲ τὰς ψευδολογίας των).-
|
|
[Οἱ ἐντὸς τοῦ κειμένου ἀριθμοὶ ἀντιστοιχοῦν πρὸς τοὺς ἀριθμοὺς
τῶν ἑρμηνευτικῶν σημειώσεων.]
[1] Τὸ προοίμιον
τοῦτο, ὡς εἴπομεν ἤδη (ἴδε εἰσαγωγήν), δὲν προέρχεται ἐξ αὐτοῦ του Θεοφράστου.
Οἱ κυριώτεροι λόγοι κατὰ τῆς γνησιότητός του εἶναι οἱ ἑπόμενοι· 1) Πῶς εἶναι
δυνατὸν ὁ πολυμαθέστατος καὶ ὀξυδερκὴς μαθητὴς τοῦ Ἀριστοτέλους νὰ διατυπώσῃ τὴν
γνώμην, ὅτι ἡ Ἑλλὰς εὑρίσκεται ὑπὸ τὸ αὐτὸ κλῖμα καὶ ὅτι ὅλοι οἱ Ἕλληνες λαμβάνουν
τὴν αὐτὴν ἀνατροφήν; 2) Ὁ Διογένης Λαέρτιος λέγει, ὅτι ὁ Θεόφραστος ἀπέθανεν εἰς
ἡλικίαν 85 ἐτῶν, ἐνῷ εἰς τὸ προοίμιον ἀναφέρεται ὅτι ἦτο 99. 3) Ὁ Θεόφραστος τοῦ
προοιμίου γράφων πρὸς τὸν φίλον του Πολυκλῆ λέγει, ὅτι συνέγραψε τοὺς χαρακτῆρας
ὡς ὑπομνήματα διὰ τοὺς υἱούς των, ἐνῷ ὁ πραγματικὸς Θεόφραστος εἶναι γνωστὸν ὅτι
ἦτο ἄγαμος. 4) Εἰς τὸ προοίμιον γίνεται λόγος περὶ ἀγαθῶν καὶ φαύλων χαρακτήρων,
ἐνῷ τὸ ἔργον τοῦ Θεοφράστου περιέχει μόνον φαύλους. 5) Τὸ ὕφος του προοιμίου
διαφέρει καὶ κατὰ τὸ λεκτικὸν καὶ κατὰ τὴν σύνταξιν τοῦ γνωστοῦ ὕφους τοῦ Θεοφράστου.
Ὡς πρὸς τὸν χρόνον
κατὰ τὸν ὁποῖον συνετάχθη τὸ προοίμιον διαφωνοῦν οἱ κριτικοί· τινὲς παραδέχονται
ὅτι ἐγράφη κατὰ τὸν τρίτον αἰῶνα μ.Χ. ὑπό τινος γραμματικοῦ τῆς Ἀλεξανδρείας, ἄλλοι
δε ὑπὸ βυζαντινοῦ κατὰ τὸν ἕκτον αἰῶνα μ.Χ.
Ι
[1]. Ὁ ὁρισμὸς
τοῦ Θεοφράστου στηρίζεται ἐπὶ τοῦ ὁρισμοῦ τοῦ Ἀριστοτέλους, ὁ ὁποῖος ἔχει ὡς ἐξῆς·
“ἡ μεσότης ἀλήθεια λεγέσθω· ἡ δὲ προσποίησις ἐπὶ μὲν τὸ μεῖζον ἀλαζονεία, ἐπὶ δὲ
τὸ ἔλαττον εἰρωνεία” (Ἠθικ. Νικ. Β, 7, 12) καὶ “ὁ μὲν γὰρ ἐπὶ τὰ χείρω καθ' ἑαυτοῦ
ψευδόμενος μὴ ἀγνοῶν εἴρων, ὁ δὲ ἐπὶ τὰ βελτίω ἀλαζών” (Ἠθικ. Εὐδ. 37).
Κατὰ τὸν ὁρισμόν λοιπὸν τοῦτον ἡ εἰρωνεία δὲν
ὁμοιάζει μὲ τὴν λεγομένην Σωκρατικήν· ὁ εἴρων τοῦ Θεοφράστου εὐχαριστεῖται ἄλλα
λέγων καὶ ἄλλα φρονῶν νὰ ἐμπαίζῃ τοὺς ἄλλους.
[2]. Ἡ λέξις ἔρανος
(ἐξ ἧς καὶ ρῆμα ἐρανίζω) σημαίνει· 1) συνεισφοράν, 2) δεῖπνον διὰ συνεισφορᾶς,
3) σύλλογον τοῦ ὁποίου τὰ μέλη καταβάλλουν ποσόν τι κατὰ μῆνα διὰ κοινὸν δεῖπνον,
4) σωματεῖον τοῦ ὁποίου τὰ μέλη συνεισφέρουν πρὸς βοήθειαν καὶ ὑποστήριξιν φίλου
ποὺ δυστυχεῖ· τὴν βοήθειαν ὅμως ταύτην ὤφειλεν οὗτος νὰ ἀποδώση, ὅταν ἐβελτιοῦτο
ἡ θέσις του, ἄλλως ἐτιμωρεῖτο δικαστικῶς, 5) συνεισφορὰν ὑπὲρ τῶν ἀναγκῶν τῆς πόλεως.
Τὸ χωρίον τοῦτο παρουσιάζει εἰς τὰ χειρόγραφα χάσμα, τὸ ὁποῖον ὁ Naνarre
συμπληροῖ ὡς ἐξῆς “καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας [λέγειν δοὺς ὅτι
λαθεῖν βούλεται”, καὶ ἄλλοι ἄλλως.
[3]. Ὁ ἐπίλογος
ἐνταῦθα, ὡς καὶ εἰς ἄλλους τινὰς χαρακτῆρας, εἶναι προσθήκη μεταγενεστέρα καὶ ἀποδεικνύει,
ὅτι οἱ Χαρακτῆρες τοῦ Θεοφράστου εἶχον εἰσαχθῆ κατὰ τὴν Βυζαντινὴν ἐποχὴν ὡς
βιβλίον ἠθικῆς διδασκαλίας εἰς τὰ σχολεῖα.
ΙΙ
[1]. Ὁ Ἀριστστέλης
ὁρίζει τὴν κολακείαν ὡς ἑξῆς· “ἐν τῷ βίῳ ὁ μὲν ὡς δεῖ ἡδὺς ὢν φίλος καὶ ἡ μεσότης
φιλία· ὁ δὲ ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα ἄρεσκος, εἰ δ' ὠφελείας τῆς αὐτοῦ
κόλαξ, ὁ δὲ ἐλλείπων καὶ ἐν πᾶσιν ἀήθης, δύσερίς τις καὶ δύσκολος (Ἠθικ. Νικ.
Β. 7, 13). Συμφώνως λοιπὸν πρὸς τὸν ὁρισμὸν τοῦτον καὶ ὁ Θεόφραστος διακρίνει εἰς
τὴν κολακείαν δύο τύπους, τὸν κόλακα, ποὺ ἀποβλέπει εἰς τὸ συμφέρον του, καὶ τὸν
ἄρεσκον, ποὺ θέλει νὰ εὐχαριστῇ ὅλους.
Οἱ κωμικοὶ
ποιηταὶ πρὸ τοῦ Θεοφράστου εἶχον ἤδη εὶσαγάγει τὸν τύπον του κόλακος εἰς τὰ ἔργα
των. Κατὰ τὁν 6ον αἰῶνα π.Χ. ὁ ποιητὴς Ἐπίχαρμος περιέγραφε ἕνα τοιοῦτον τύπον
εἰς τὸ ἔργον του Ἐλπὶς ἢ Πλοῦτος· κατὰ τὸν 5ον αἰῶνα ὁ Εὔπολις παρέστησε κωμῳδίαν
ὑπὸ τὸν τίτλον Κόλακες (421). Ὑπὸ τὸν τίτλον Κόλαξ ἔγραψεν ἐπίσης κωμῳδίαν ὁ Μένανδρος·
ἀλλὰ κατὰ κόρον ἐχρησιμοποίησε τὸν χαρακτῆρα τοῦτον ἡ Μέση καὶ Νέα κωμῳδία. Φαίνεται
ὅτι ὁ κόλαξ ἢ παράσιτος δὲν ἦτο φυτὸν σπάνιον εἰς τὰς αὐλὰς τῶν τυράννων καὶ τὰς
οἰκίας τῶν πλουσίων.
[2]. Εἰς τὰς Ἀθήνας
ὑπῆρχον πολλαὶ στοαὶ, τῶν ὁποίων ἐπισημοτέρα ἦτο ἡ Ποικίλη, διότι οἱ τοῖχοι αὐτῆς
ἐκαλύπτοντο μὲ εἰκόνας τῶν περιφημοτέρων ζωγράφων. Εἰς τὰς στοὰς συνηθροίζοντο
οἱ ἄεργοι καὶ συνεζήτουν· εἰς δὲ τὴν Ποικίλην ἐδίδασκεν ὁ φιλόσοφος Ζήνων τοὺς
μαθητάς του, διὰ τοῦτο οἱ ὀπαδοὶ τοῦ φιλοσοφικοῦ του συστήματος ὠνομάσθησαν
Στωϊκοί.
[3]. Οἱ δοῦλοι
κατὰ τὴν ἀρχαίαν ἐποχὴν κατωνόμαζον τοὺς κυρίους των μὲ τὴν λέξιν αὐτὸς (=κύριος)·
ὁμοίως οἱ μαθηταὶ τοῦ Πυθαγόρου ὁμιλοῦντες περὶ τοῦ διδασκάλου των ἔλεγον “αὐτὸς
ἔφα”.
[4]. Εἰς τὴν ἀγοράν,
ὅπου ἐπωλοῦντο γυναικεῖα εἴδη, ἡ ἐμφάνισις ἀνδρὸς ἦτο ἀσυνήθης· ὁ κόλαξ ὅμως χάριν
τῆς συζύγου τοῦ κολακευομένου μεταφέρει ὁ ἵδιος τὰ ἀγορασθέντα.
[5]. Ἐπειδὴ τὰ
καθίσματα τοῦ θεάτρου ἦσαν λίθινα, οἱ δοῦλοι τῶν πλουσίων ἔφερον ἐκεῖ προσκεφάλαια
καὶ τὰ ἔστρωναν εἰς τὰς θέσεις τῶν κυρίων των.
[6]. Οἱ ζωγράφοι
κατεσκεύαζον συνήθως τὰς εἰκόνας ὡραιοτέρας ἀπὸ τὸ πρότυπον· ἐκ τούτου ἐξηγεῖται
ἡ φιλοφρόνησις τοῦ κόλακος.
ΙΙΙ
[1]. Ὁ Ἀριστοτέλης
περὶ τοῦ χαρακτῆρος τούτου λέγει· “ἀδολέσχους λέγομεν τοὺς φιλομύθους καὶ
διηγητικοὺς καὶ περὶ τῶν τυχόντων κατατρίβοντας την ἡμέραν” (Ἠθικ Νικ. Γ'
10,2)· ὁ Θεόφραστος διακρίνει τέσσαρα εἴδη φλυαρίας, τὴν ἀδολεσχίαν, τὴν λαλιάν,
τὴν λογοποιΐαν καὶ τὴν κακολογίαν· ὁ ἀδολέσχης ἢ ἀδόλεσχος λέγει ὅ,τι τύχη καὶ ἀσυνάρτητα,
ὁ λάλος νομίζει ὅτι εἶναι γνώστης ὅλων καὶ ὁμιλεῖ πολλά, ἀλλὰ μὲ κάποιον
συνειρμόν, ὁ λογοποιὸς πλάττει καὶ διαδίδει ψευδεῖς εἰδήσεις καὶ ὁ κακολόγος ἀγαπᾷ
νὰ κακολογῇ ὅλους. Ὁ Πλούταρχος εἰς τὸ ἔργον του “περὶ ἀδολεσχίας” ὀνομάζει ἀδολέσχους
ὅλους τοὺς φλυάρους.
[2]. Πρὸς τιμὴν
τοῦ Διονύσου ἢ Βάκχου ὑπῆρχον εἰς τὰς Ἀθήνας πολλαὶ ἑορταί· αἱ ἐπισημότεραι ἦσαν
τὰ μεγάλα Διονύσια ἢ τὰ ἐν ἄστει κατὰ τὸν μῆνα Ἐλαφηρολιῶνα (Μαρτ.—Ἀπριλ.) καὶ
τὰ μικρὰ ἢ κατ' ἀγροὺς Διονύσια κατὰ τὸν μῆνα Ποσιδεῶνα (Δεκέμβ.—Ἰανουάρ.)
[3]. Ἡ ναυσιπλοΐα
διεκόπτετο κατὰ τοὺς μῆνας τοῦ χειμῶνος καὶ ἤρχιζε πάλιν περὶ τὰ τέλη τοῦ
Φεβρουαρίου.
[4]. Τὰ Ἐλευσίνια
Μυστήρια ἐτελοῦντο πρὸς τιμὴν τῆς Δήμητρος κατὰ τὸν μῆνα Βοηδρομιῶνα (Σεπτ.—Ὀκτωβρ.)
καὶ διήρκουν ἐννέα ἡμέρας· κατὰ τὴν πέμπτην ἡμέραν ἄνδρες καὶ γυναῖκες ἤναπτον
τὴν νύκτα πρὸ τῶν θυρῶν λαμπάδας εἰς ἀνάμνησιν τῆς Δήμητρος, ἡ ὁποία κατὰ τὴν
μυθολογίαν ἤναψε λαμπάδα ἀπὸ τὴν Αἴτναν πρὸς ἀναζήτησιν τῆς θυγατρός της Περσεφόνης
ποὺ ἥρπασεν ὁ Πλούτων.
[5]. Τὸ ᾨδεῖον ἦτο
θέατρον κλειστὸν διὰ μουσικοὺς ἀγῶνας, τὸ ὁποῖον ἔκτισεν ὁ Περικλῆς. Ἦτο
κυκλοτερὲς οἰκοδόμημα μὲ θόλον στηριζόμενον εἰς στήλας· λέγεται ὅτι κατεσκευάσθη
κατα' ἀπομίμησιν τῆς σκηνῆς τοῦ Ξερξου.
[6]. Τὰ Ἀπατούρια
πρὸς τιμὴν τῆς Ἀθηνᾶς καὶ τοῦ Ἡφαίστου ἐτελοῦντο κατὰ τὸν μῆνα Πυανοψιῶνα (Ὀκτ.—Νοέμβρ.)
καὶ ἦσαν ἑορτὴ οἰκογενειακὴ κατὰ τὴν ὁποίαν ἀντήλλασσον ἐπισκέψεις· διἥρκουν δὲ
τρεῖς ἡμέρας ἐκ τῶν ὁποίων ἡ τρίτη ὠνομάζετο κουρεῶτις, διότι κατ' αὐτὴν οἱ πολῖται
ἔκοπτον τὴν κόμην τῶν υἱῶν των, ἐὰν εἰσήρχοντο εἰς τὴν ἐφηβικὴν ἡλικίαν, καὶ ἀφιέρωνον
αὐτὴν εἴς τινα θεὸν ἢ ἥρωα.
[7]. Οἱ ἀρχαῖοι
(ἰδίως χωρικοὶ) ἐλάμβανον ἐμετικὰ εἰς διαφόρους ἐποχὰς τοῦ ἔτους ὡς μέσον
προφυλακτικόν, ὅπως καὶ σήμερον κατὰ τὸν Μάϊον πολλοὶ ὑφίστανται ἀφαιμάξεις (παίρνουν
αἷμα ) διὰ τὸν αὐτὸν σκοπόν.
[8]. Ἡ φράσις
τοῦ ἀρχαίου κειμένου “παρασείσαντα καὶ.. . διαράμενον” (=ἀφοῦ κινήσῃ τὰ χέρια
καὶ ἀνοίξῃ τὰ πόδια ) ἀντιστοιχεῖ, νομίζω, πρὸς τὴν σημερινὴν “τρέχω μὲ τὰ τέσσερα”.
IV
[1]. Ὁ Ἀριστοτέλης
θεωρεῖ ὡς μεσότητα, δηλ. ἀρετήν, τὴν εὐτραπελίαν, ὡς ἀκρότητας δέ, δηλ. ἐλαττωματα,
τὴν βωμολοχίαν καὶ τὴν ἀγροκίαν· “περὶ δὲ τὸ ἡδὺ τὸ ἐν παιδιᾷ ὁ μὲν μέσος εὐτράπελος
καὶ ἡ διάθεσις εὐτραπελία, ἡ δὲ ὑπερρολὴ βωμολοχία καὶ ὁ ἔχων βωμολόχος, ὁ δὲ ἐλλείπων
ἀγροῖκός τις καὶ ἡ ἕξις ἀγροικία” (Ἠθικ. Νικ. Β', 7, 13). Ἀγροῖκος εἶναι 1) ὁ
κατοικῶν εἰς τοὺς ἀγρούς, χωρικός, καὶ 2) ὁ ἀνάγωγος, χωριάτης· καὶ τὰς δύο ταύτας
ἰδιότητας ἔχει ἐνταῦθα. Οἱ κωμικοὶ ποιηταὶ πολλάκις ἐχρησιμοποίησαν καὶ τὸ πρόσωπον
τοῦ ἀγροίκου εἰς τὰ ἔργα των ὁ Ἀναξανδρίδης, Φιλήμων καὶ Μένανδρος ἔγραψαν κωμῳδίας
ὑπὸ τὸν τίτλον Ἄγροικοι ἢ Ἀγροικος.
[2]. Ὁ κυκεὼν
(=μῖγμα, κρᾶμα ) ἦτο εἶδος ζωμοῦ ποὺ περιεῖχε διαφόρους οὐσίας (κρασὶ, μέλι, γάλα,
κριθάλευρον, θυμάρι κλπ.)· τροφὴ πολὺ συνήθης καὶ ἀρεστὴ εἰς τοὺς χωρικοὺς τῆς Ἀττικῆς.
[3]. Ἡ ἀγροικία
εἰς τὴν σκηνὴν αὐτὴν φαίνεται ἐκ τῶν ἑττομένων· 1) πηγαίνει νὰ ἀνοίξῃ ὁ ἶδιος τὴν
θύραν, ἐνῷ τοῦτο ἦτο ἔργον τῶν δούλων 2) ἔχει μαζί του καὶ τὸν σκύλον του 3) τὸν
κρατεῖ ἀπὸ τὸ ρύγχος, χειρονομία χυδαία 4) πρῶτοι λόγοι του πρὸς τὸν ἐπισκέπτην
ὁμοιάζουν μὲ ἀπειλήν.
V
[1]. Ὁ ὁρισμὸς
της ἀρεσκείας εἶναι ἐλλιπής· ὁ ἄρεσκος (=ὑποχρεωτικός, περιποιητικὸς) σχετίζεται
μὲ τὸν κόλακα, ὡς φαίνεται εἰς τὸν ὁρισμὸν τῆς κολακείας (3).
[2]. Δίαιτα λέγεται
ἡ ἰδιωτικὴ δίκη, τὴν ὁποίαν ἐδίκαζον δύο ἐκλεγόμενοι ὑπὸ τῶν διαφερομένων καὶ
λεγόμενοι διαιτηταί, μαζὶ τους δὲ καὶ τρίτος, ὁ ἐπιδιαιτητής· αἱ δίκαι αὐταὶ ἐγίνοντο
συνήθως μέσα εἰς ναούς, αἱ δὲ ἀποφάσεις τῶν διαιτητῶν ἦσαν ἀνέκκλητοι. Οἱ
διαιτηταὶ ἦσαν αἱρετοὶ καὶ κληρωτοί· οἱ πρῶτοι ἐχρησίμευον μᾶλλον ὡς διαλλακταί,
οἱ δεύτεροι ἀπετέλουν ἕνα εἶδος πρωτοδικείου.
[3]. Αἱ γυναῖκες
καὶ τὰ παιδία δὲν παρευρίσκοντο εἰς τὸ δεῖπνον.
[4]. Εἶναι ἀκόμη
ἄλυτον πρόβλημα τί σημαίνουν ἐδῶ αἱ λέξεις ἀσκὸς — πέλεκυς. Ἀπὸ τὰς πολλὰς
διορθώσεις καὶ ἑρμηνείας παραθέτω τὰς κυριωτέρας. Ὁ Casaubon, τὸν ὁποῖον ἀκολουθεῖ
καὶ ὁ Fischer, ὑποθέτει ὅτι πρόκειται περὶ μικροσκοπικῶν ἀθυρμάτων τὰ ὁποῖα οἱ ἀρχαῖοι
συνήθιζον, ὡς καὶ σήμερον συμβαίνει, νὰ κρεμοῦν ὡς περιδέραιον εἰς τὸν λαιμὸν τῶν
μικρὼν παιδίων, καὶ ἐκ τῶν ὁποίων μερικὰ εἶχον τὸ σχῆμα ἀσκοῦ ἢ πελέκεως· Ὁ
Groningen νομίζει ὅτι πρόκειται περὶ ὑποκοριστικῶν τῶν λέξεων ἄρτος καὶ πέλιξ
(= ποτήριον), τὰς ὁποίας τὰ μικρὰ παιδιὰ εἰς τὴν γλῶσσάν των προφέρουν μὲ φθορὰν
(ἄρτος - ἀρτίσκος - ἀσκὸς - ἄσκος) μεταχειρίζεται δὲ αὐτὰς καὶ ὁ ἄρεσκος παίζων
μαζί των. Ὁ Σ. Κουγέας (Hermes XLI, 1906, p. 248) ἔχων ὑπ' ὅψιν τὰς φράσεις τῆς
νέας Ἑλληνικῆς “πλέει σὰν ἀσκί” καὶ εἰρωνικῶς “πλέει σὰν τὸ τσικοῦρι” ἑρμηνεύει
τὰς λέξεις ὡς ἑξῆς· ὁ ἄρεσκος σηκώνει τὸ παιδὶ ὑψηλὰ καὶ ὑποκρινόμενος ὅτι τὸ εὑρίσκει
ἐλαφρὸν λέγει “ἀσκός”, ἔπειτα τὸ καταβιβάζει καὶ ὑποκρινόμενος πάλιν ὅτι τὸ εὑρίσκει
βαρὺ προσθέτει “πέλεκυς”. Τὸ πιθανώτερον εἶναι ὅτι πρόκειται περὶ παιδιᾶς ποὺ ἔπαιζον
τὰ μικρὰ παιδία μὲ τὰ χέρια, ὡς συμβαίνει καὶ σήμερον, μιμεῖται δὲ αὐτὴν καὶ ὁ ἄρεσκος.
[5]. Τὰ χειρόγραφα
ἔχουν καὶ συνέχειαν ἡ ὁποία δὲν ἁρμόζει εἰς τὸν χαρακτῆρα τοῦτον καὶ ὀρθῶς
μετετέθη ὑπὸ τῶν ἐκδοτῶν εὶς τὸν Χαρακτῆρα μικροφιλοτιμίας (21).
VI
[1]. Ὁ ἔχων τὸν
Χαρακτῆρα τοῦτον εἶναι ἀνόητος, ἀλόγιστος, ἀσυνείδητος, διὰ τοῦτο ἀνέχεται ὅλα
τὰ αἰσχρά· ὁμοιάζει κάπως μὲ τὸν ἀναίσχυντον καὶ βδελυρόν, ἀλλ' ὁ μὲν ἀναίσχυντος
ὠθεῖται εἰς τὰς αἰσχρὰς πράξεις ἕνεκα κέρδους, ὁ δὲ βδελυρὸς ἀπὸ κακὴν ἀνατροφήν,
ἐνῷ ὁ ἀπονενοημένος εὑρίσκει εὐχαρίστησιν νὰ προσβάλῃ τὴν ἀξιοπρέπειάν του.
[2]. Ὁ κόρδαξ ἦτο
ἄσεμνος χορὸς τῆς κωμῳδίας, ὁ ὁποῖος εἰσήχθη καὶ εἰς τὰ συμπόσια, ἀλλ' ἐχορεύετο
ἀπὸ τοὺς συμπότας μόνον εἰς κατάστασιν μέθης.
[3]. Τὰ πανδοχεῖα
(ξενῶνες), ὅπου κατέλυον ἄνθρωποι κατωτέρας κοινωνικῆς τάξεως, εἶχον κακὴν φήμην
καὶ ἐθεωροῦντο μέρη διαφθορᾶς· “πάντα τὰ περὶ τὴν καπηλίαν καὶ ἐμπορίαν καὶ
πανδοκείαν γένη διαβέβληται καὶ ἐν αἰσχροῖς γέγονεν ὀνείδεσι” (Πλάτ. Νομ. XI,
918d).
[4]. Oἱ περισσότεροι
φόροι εἰς τὰς Ἀθήνας κατεκυροῦντο κατ' ἔτος εἰς ἰδιῶτας, τοὺς τελώνας λεγομένους·
οὗτοι ἕνεκα τῆς ἀδικίας των καὶ τῆς βίας, τὴν ὁποίαν ἐξήσκουν κατὰ τὴν εἴσπραξιν,
περιεφρονοῦντο καὶ ἐμισοῦντο γενικῶς.
[5]. Κήρυκες ὑπῆρχον
διαφόρων κατηγοριῶν· ἐδῶ πρόκειται περὶ τῶν κηρύκων τῆς ἀγορᾶς ποὺ διεφήμιζον τὰ
ἐμπορεύματα μὲ τὴν ἠχηρὰν φωνήν των.
[6]. Οἱ ἀρχαῖοι
δὲν εἶχον μαγείρους· τὰ φαγητὰ παρεσκεύαζον αἱ γυναῖκες τοῦ σπιτιοῦ· ἐξ ἐπαγγέλματος
μάγειροι ἐχρησιμοποιοῦντο μόνον εἰς ἐπίσημα γεύματα· ἀλλὰ κατὰ τὴν Ἀλεξανδρινὴν
ἐποχὴν οἱ πλούσιοι ἤρχισαν νὰ προσλαμβάνουν μαγείρους· ὁ μάγειρος συνήθης τύπος
τῆς μέσης κωμῳδίας παριστάνεται ὡς ἀπατεών, λαίμαργος καὶ κλέπτης.
[7]. Τὸ πάθος τῆς
κυβείας ἦτο πολὺ διαδεδομένον εἰς ὅλας τὰς τάξεις, διὰ τοῦτο καὶ πολλὰ κυβεῖα ὑπῆρχον.
Ἡ μανία αὐτὴ ἔδωσε ἀφορμὴν καὶ ὕλην εἰς τὴν μέσην κωμῳδίαν· κωμῳδίαι τινὲς ἔφερον
τὸν τίτλον κυβευταί.
[8]. Ἡ ἐγκατάλειψις
τῶν γονέων ἐθεωρεῖτο ἔγκλημα καὶ ἐτιμωρεῖτο διὰ νόμου τοῦ Σόλωνος.
[9]. Ὁ ἐχῖνος ἦτο
θήκη ποὺ εἶχε τὴν μορφὴν τοῦ γνωστοῦ ζῴου· μέσα εἰς αὐτὴν ἔθεταν μαρτυρίας καὶ ἄλλα
δικαστικὰ ἔγγραφα, τὰ ὁποῖα ἐσφράγιζον καὶ κατέθεταν εἰς τὸ δικαστήριον διὰ νὰ
χρησιμοποιηθοῦν κατὰ τὴν δίκην.
[10]. Δηλαδὴ 25
%, ἐνῷ ὁ νόμιμος τόκος εἰς τὰς Ἀθήνας ἦτο 16-18%.
[11]. Ἦτο συνήθεια
τῶν μικροπωλητῶν, τὴν ὁποίαν συχνὰ ἀναφέρουν οἱ κωμικοὶ ποιηταί, νὰ θέτουν εἰς
τὸ στόμα των μικρὰ νομίσματα· ἡ συνήθεια αὕτη παρατηρεῖται καὶ σήμερον ἀκόμη.
[12]. Τὰ
μαγειρεῖα, ἰχθυοπωλεῖα, ταριχοπωλεῖα ἦσαν μέρη ὅπου ἐσύχναζον ἄνθρωποι κατωτέρας
κοινωνικῆς τάξεως.
VII
[1]. Ἡ λαλιὰ
διαφέρει τῆς ἀδολεσχίας κατὰ ποιόν ὄχι κατὰ ποσόν. Ὁ λάλος λέγει πολλά, ἀλλ' ὑπάρχει
κάποιος συνειρμὸς εἰς τοὺς λόγους του, ἐνῷ ὁ ἀδολέσχης εἶναι ἀσυνάρτητος (ἴδε ὁρισμὸν
ἀδολεσχίας 3).
[2]. Φαίνεται ὅτι
κατὰ τὴν ἐποχὴν τοῦ Θεοφράστου δὲν ἴσχυε ὁ νόμος τοῦ Σόλωνος ποὺ ἀπηγόρευε μὲ
ποινὴν θανάτου τὴν εἴσοδον εἰς τὰ γυμναστήρια καὶ διδασκαλεῖα.
[3]. Ταῦτα ἀναφέρονται
εἰς τὴν δίκην περὶ Στεφάνου ἐπὶ ἄρχοντος Ἀριστοφῶντος 330 π.Χ. Οἱ ρήτορες λοιπόν,
περὶ τῶν ὁποίων γίνεται λόγος, εἶναι ὁ Δημοσθένης καὶ ὁ Αἰσχίνης. Εἰς τὴν ἑπομένην
ἐλλιπῆ φράσιν φαίνεται ὅτι πρόκειται περὶ τῆς περιφήμου ἐκκλησίας τοῦ δήμου, ὅτε
ὑπὸ τὴν πίεσιν τοῦ Λυσάνδρου οἱ Ἀθηναῖοι ἐδέχθησαν τὴν ὁλιγαρχίαν τῶν 30 τυράννων.
Ὁ Κοραῆς ὅμως νομίζει, ὅτι πρόκειται περὶ τῆς μάχης μεταξὺ Λακεδαιμονίων ὑπὸ τὴν
ἀρχηγίαν τοῦ Ἄγιδος καὶ τῶν Μακεδόνων ὑπὸ τὴν ἀρχηγίαν τοῦ Ἀντιπάτρου ἐπὶ ἄρχοντος
Ἀριστοφῶντος. Τὸ πιθανώτερον εἶναι, ὅτι δὲν ἀναφέρονται εἰς πραγματικὴν μάχην ἀλλὰ
εἰς λογομαχίαν ρητόρων.
VIII
[1]. Ἡ λέξις
λογοποιὸς σημαίνει ἐπὶ καλοῦ τὸν ἱστοριογράφον, λογογράφον, ἐπὶ κακοῦ δὲ ἄνθρωπον
ποὺ πλάττει καὶ διαδίδει ψευδεῖς εἰδήσεις καὶ σχετίζεται μὲ τὸν ἀδολέσχην, τοῦ ὁποίου
ἴδε τὸν ὁρισμὸν (3). Οἱ λογοποιοὶ φαίνεται ὅτι εἶχον εἰς τὰς Ἀθήνας κατάλληλον ἔδαφος
πρὸς ἀνάπτυξιν τοῦ χαρακτῆρός των. Ὁ Ἀριστοφάνης (Ἱππεῖς 1262) ὀνομάζει αὐτὰς
Κεχηναίων πόλιν, ὁ δε Δημοσθένης περιγράφει τοιούτους λογοποιοὺς εἰς τὸν Α'
Φιλιππικὸν (49) λέγων· “ἡμων δὲ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον
πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν, οἱ δὲ ὡς πρέσβεις πέπομφεν
ὡς βασιλέα, οἱ δὲ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν, οἱ δὲ — λόγους πλάττοντες
περιερχόμεθα— ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες”. Ἡ τάσις αὕτη τῶν Ἀθηναίων
ἐξηκολούθει καὶ κατὰ τοὺς μεταγενεστέρους χρόνους, ὡς φαίνεται ἐκ τῶν Πράξεων τῶν
Ἀποστόλων (XVII, 21) “Ἀθηναῖοι δὲ πάντες εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι
καὶ ἀκούειν καινότερον”
[2]. Αὐλητὴς τοῦ
στρατοῦ ἦτο ὁ συνοδεύων μὲ τὸν αὐλὸν τὰς ἱεροτελεστίας πρὸ καὶ μετὰ τὴν μάχην.
Οἱ Λακεδαιμόνιοι μόνον ἐχρησιμοποίουν αὐλητὰς καὶ διὰ τὰ στρατιωτικὰ ἐμβατήρια
κατὰ τὰς ἐξόδους. Ἐργολάβος δὲ ὁ προμηθεύων διάφορα στρατιωτικὰ εἴδη ἢ ἀναλαμβάνων
τὴν κατασκευὴν διαφόρων ἔργων κατὰ τὰς πολιορκίας.
[3]. Ὁ Πολυπέρχων,
στρατηγὸς τοῦ Μ. Ἀλεξάνδρου καὶ διοικητὴς τῆς Μακεδονίας μετὰ τὸν Ἀντίπατρον,
περιῆλθεν εἰς πόλεμον πρὸς τὸν Κάσσανδρον, υἱὸν τοῦ Ἀντιπάτρου, ἐπὶ 10 ἔτη
(319-309 π.Χ.). Ἐκ τῶν τριῶν βασιλέων ποὺ κατεῖχον κατ' ὄνομα μόνον τὸν θρόνον
τῆς Μακεδονίας κατὰ τὴν περίοδον ταύτην, ἤτοι Ἀλεξάνδρου Δ', Ἡρακλέους υἱοῦ τοῦ
Μ. Ἀλεξάνδρου, καὶ Φιλίππου Ἀρριδαίου, εἶναι δύσκολον νὰ ὁρισθῇ ποῖος ἦτο ὁ σύμμαχος
τοῦ Πολυπέρχοντος· πιθανῶς πρόκειται περὶ τοῦ τελευταίου· ἡ ἀναφερομένη ἐδῶ μάχη
ὑπὸ τοῦ λογοποιοῦ καὶ ἡ αἰχμαλωσία τοῦ Κασσάνδρου ἐννοεῖται ὅτι εἶναι πλασταί.
[4]. Εἰς τὰ ἀποδυτήρια
τῶν δημοσίων λουτρῶν ὑπῆρχον ὑπηρέται πρὸς φύλαξιν τῶν ἐνδυμάτων τῶν λουομένων,
ἀλλ' ὅμως κλοπαὶ φορεμάτων ἐγίνοντο συχνότατα, ἂν καὶ αὐστηρότατα ἐτιμωροῦντο οἱ
δρᾶσται, τοὺς ὁποίους ὠνόμαζον λωποδύτας (ἐκ τοῦ λῶπος = ἱμάτιον καὶ δύτης)
δηλ. βουτηχτὰς ξένων φορεμάτων. Ἡ λέξις εἶναι καὶ σήμερον εὔχρηστος ἐπὶ τῶν ἀφαιρούντων
ἐπιτηδείως ὄχι μόνον ἱμάτια ἀλλὰ καὶ βαλλάντια.— Χαρακτηριστικὸν εἶναι τὸ ἀνέκδοτον
τοῦ φιλοσόφου Διογένους, ὁ ὁποῖος παρατηρήσας μίαν φορὰν κάποιον πρόσωπον ὕποπτον
νὰ εἰσέρχεται εἰς τὸ ἀποδυτήριον τοῦ λουτροῦ τὸν ἠρώτησεν εἰρωνικῶς μὲ τὸ λογοπαίγνιον
“ποῖ πορεύη; ἐπ' ἀλλειμμάτιον ἢ ἐπ' ἀλλ' ἱμάτιον;
ΘΕΟΦΡΑΣΤΟΥ ΧΑΡΑΚΤΗΡΕΣ 9-16 (IX-XVI)
Μετάφραση-Σχόλια: Εμμανουήλ Δαϋίδ
|
IX
ΑΝΑΙΣΧΥΝΤΙΑΣ
|
Ἡ δὲ ἀναισχυντία ἐστὶ μέν, ὡς ὅρῳ λαβεῖν, καταφρόνησις δόξης αἰσχροῦ ἕνεκα κέρδους, ὁ δὲ ἀναίσχυντος τοιοῦτος, [2] οἷος πρῶτον μὲν ὃν ἀποστερεῖ πρὸς τοῦτον ἀπελθὼν δανείζεσθαι, εἶτα ... [3] [καὶ] θύσας τοῖς θεοῖς αὐτὸς μὲν δειπνεῖν παρ' ἑτέρῳ, τὰ δὲ κρέα ἀποτιθέναι ἁλσὶ πάσας, καὶ προσκαλεσάμενος τὸν ἀκόλουθον δοῦναι ἀπὸ τῆς τραπέζης ἄρας κρέας καὶ ἄρτον καὶ εἰπεῖν ἀκουόντων πάντων· Εὐωχοῦ,Τίβειε. [4] καὶ ὀψωνῶν δὲ ὑπομιμνήσκειν τὸν
κρεωπώλην, εἴ τι χρήσιμος αὐτῷ γέγονε, καὶ ἑστηκὼς πρὸς τῷ σταθμῷ μάλιστα μὲν κρέας, εἰ δὲ μή, ὀστοῦν εἰς τὸν ζωμὸν ἐμβαλεῖν, καὶ ἐὰν μὲν λάβῃ, εὖ ἔχει, εἰ δὲ μή, ἁρπάσας ἀπὸ τῆς τραπέζης χολίκιον ἅμα γελῶν ἀπαλλάττεσθαι. [5] καὶ ξένοις δὲ αὑτοῦ θέαν ἀγοράσας μὴ δοὺς τὸ μέρος θεωρεῖν, ἄγειν δὲ καὶ τοὺς [υἱεῖς] εἰς τὴν ὑστεραίαν καὶ τὸν παιδαγωγόν. [6] καὶ ὅσα ἐωνημένος ἄξιά τις φέρει, μεταδοῦναι κελεῦσαι καὶ αὑτῷ. [7] καὶ ἐπὶ τὴν ἀλλοτρίαν οἰκίαν ἐλθὼν δανείζεσθαι κριθάς, ποτὲ [δὲ] ἄχυρα, καὶ ταῦτα [τοὺς] χρήσαντας ἀναγκάσαι ἀποφέρειν πρὸς αὑτούς. [8] δεινὸς δὲ καὶ πρὸς τὰ χαλκεῖα τὰ ἐν τῷ βαλανείῳ προσελθὼν καὶ βάψας ἀρύταιναν βοῶντος τοῦ βαλανέως αὐτὸς αὑτοῦ καταχέασθαι καὶ εἰπεῖν, ὅτι λέλουται, ἀπιὼν [δὲ]· Κακίζεις; οὐδεμία σοι χάρις.
|
Ἡ ἀναισχυντια ἠμπορεῖ νὰ ὁρισθῇ ὡς καταφρόνησις τῆς κοινῆς γνώμης χάριν αἰσχροῦ κέρδους 1. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ ἀναίσχυντος. Πρῶτον μὲν πηγαίνει νὰ δανεισθῇ χρήματα ἀπὸ ἄνθρωπον, εἰς τὸν ὁποῖον δὲν ἐπλήρωσε προηγούμενον χρέος του·— ἔπειτα, ἀφοῦ θυσιάσῃ εἰς τοὺς θεούς 2, αὐτὸς μὲν δειπνεῖ εἰς τὸ σπίτι ἄλλου, τὰ δὲ κρέατα ἁλατίζει καὶ τὰ ἀποθηκεύει·—(ἐνῷ δειπνεῖ εἰς ξένο σπίτι) προσκαλεῖ τὸν δοῦλον ποὺ τὸν συνοδεύει, παίρνει ἀπὸ τὴν τράπεζαν ψωμὶ καὶ κρέας, τὰ δίδει εἰς αὐτὸν καὶ λέγει, ἐνῷ τὸν ἀκοῦν ὅλοι “χόρτασε καλά, Τίβειε” 3.— ὅταν ἀγοράζῃ κρέας, ἐνθυμίζει εἰς τὸν κρεοπώλην ἂν τοῦ ἐφάνη ποτὲ χρήσιμος εἰς τίποτε, καὶ ἀφοῦ σταθῇ κοντὰ εἰς τὴν ζυγαριὰν ρίπτει εἰς αὐτὴν πρὸ πάντων κρέας, ἂν δὲ αποτύχῃ, κανένα κόκκαλο διὰ τὸν ζωμόν· καὶ ἂν μὲν τὸ πάρῃ, ἔχει καλῶς, εἰ δὲ μή, ἁρπάζει ἀπὸ τὸ τραπέζι (τοῦ κρεοπώλου) κανένα ἐντεράκι καὶ φεύγει γελῶντας·— ὅταν ἀγοράσῃ διὰ τοὺς ξένους του 4 εἰσιτήρια διὰ τὸ θέατρον, πηγαίνει καὶ ὁ ἴδιος χωρὶς νὰ πληρώσῃ 5, καὶ τὴν ἑπομένην ὁδηγεῖ ἐκεῖ καὶ αὐτὰ τὰ τέκνα του μὲ τὸν παιδαγωγόν των·— ἂν κανεὶς ἀγοράσῃ φθηνὰ πράγματα καὶ τὰ φέρῃ εἰς τὸ σπίτι του, ζητεῖ νὰ δώση ἕνα μέρος καὶ εἰς αὐτόν— ὅταν ὑπάγῃ εἰς γείτονά του νὰ δανεισθῇ κριθάρι ἢ ἄχυρον, τὸν ἀναγκάζει νὰ τοῦ τὰ μεταφέρῃ εἰς τὸ σπίτι του· εἶναι δὲ ἱκανὸς καὶ μέσα εἰς δημόσιον λουτρὸν νὰ πλησιάσῃ τὰ χαλκεῖα 6 (ὅπου θερμαίνεται τὸ νερὸ) καὶ ἀφοῦ βυθίσῃ ἕνα μικρὸν κάδον, παρὰ τὰς διαμαρτυρίας τοῦ λουτράρη, νὰ περιχυθῇ ὁ ἴδιος καὶ φεύγοντας νὰ εἴπῃ εἰς αὐτὸν ὅτι ἔχει λουσθῆ καὶ “ἐκεῖ δὲν σοῦ χρεωστῶ τίποτε”.
|
|
|
|
X
ΜΙΚΡΟΛΟΓΙΑΣ
|
Ἔστι δὲ ἡ μικρολογία φειδωλία τοῦ διαφόρου ὑπὲρ τὸν καιρόν, ὁ δὲ μικρολόγος τοιοῦτός τις, [2] οἷος ἐν τῷ μηνὶ ἡμιωβόλιον ἀπαιτεῖν [ἐλθὼν] ἐπὶ τὴν οἰκίαν. [3] καὶ ὁμοσιτῶν ἀριθμεῖν τὰς κύλικας, πόσας ἕκαστος πέπωκε, καὶ ἀπάρχεσθαι ἐλάχιστον τῇ Ἀρτέμιδι τῶν συνδειπνούντων. [4] καὶ ὅσα μικροῦ τις πριάμενος λογίζεται, περιττὰ φάσκειν εἶναι. [5] καὶ οἰκέτου χύτραν ἔνην ἢ λοπάδα κατάξαντος εἰσπρᾶξαι ἀπὸ τῶν ἐπιτηδείων. [6] καὶ τῆς γυναικὸς ἐκβαλούσης τρίχαλκον οἷος μεταφέρειν τὰ σκεύη καὶ τὰς κλίνας καὶ τὰς κιβωτοὺς καὶ διφᾶν τὰ καλύμματα. [7] καὶ ἐάν τι πωλῇ, τοσούτου ἀποδόσθαι, ὥστε μὴ λυσιτελεῖν τῷ πριαμένῳ. [8] καὶ οὐκ ἂν ἐᾶσαι οὔτε συκοτραγῆσαι ἐκ τοῦ αὑτοῦ κήπου οὔτε διὰ τοῦ αὑτοῦ ἀγροῦ πορευθῆναι οὔτε ἐλάαν ἢ φοίνικα τῶν χαμαὶ πεπτωκότων ἀνελέσθαι. [9] καὶ τοὺς ὅρους δ' ἐπισκοπεῖσθαι ὁσημέραι εἰ διαμένουσιν οἱ αὐτοί. [10] δεινὸς δὲ καὶ ὑπερημερίαν πρᾶξαι καὶ τόκον τόκου. [11] καὶ ἑστιῶν δημότας μικρὰ τὰ κρέα κόψας παραθεῖναι. [12] καὶ ὀψωνῶν μηθὲν πριάμενος εἰσελθεῖν. [13] καὶ ἀπαγορεῦσαι τῇ γυναικὶ μήτε ἅλας χρηννύειν μήτε ἐλλύχνιον μήτε κύμινον μήτε ὀρίγανον μήτε ὀλὰς μήτε στέμματα μήτε θυηλήματα, ἀλλὰ λέγειν, ὅτι τὰ μικρὰ ταῦτα πολλά ἐστι τοῦ ἐνιαυτοῦ. [14]
|
Μικρολογία εἶναι οἰκονομία ὑπέρμετρος χάριν τοῦ συμφέροντος 1. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ μικρολόγος. Πρὶν νὰ τελειώσῃ ὁ μὴν 2 ἔρχεται εἰς τὸ σπίτι τοῦ ὀφειλέτου καὶ ζητεῖ (τόκον) ἥμισυ ὀβολόν·— ὅταν τρώγῃ εἰς συσσίτιον 3 μὲ ἄλλους, μετρᾷ πόσα ποτήρια ἔχει πίει ὁ καθένας , καὶ ἀπὸ ὅλους τοὺς συνδαιτημόνας προσφέρει ὀλιγίστας ἀπαρχὰς εἰς τὴν Ἄρτεμιν 4.—Ἂν κανεὶς ἀπὸ τοὺς συνδαιτημόνας περνᾷ εἰς τὴν μερίδα του πράγματα ποὺ ἐκόστιζαν πολὺ φθηνά, λέγει ὅτι αὐτὰ ἦσαν περιττά.—Ἂν ὁ ὑπηρέτης σπάσῃ χύτραν ἢ πινάκιον εἰσπράττει τὸ ἀντίτιμον ἀπὸ τὰ ἔξοδα τῆς διατροφῆς του.— Ἂν ἡ γυναῖκα του χάσῃ μικρὸν νόμισμα (ἀξίας τριῶν χαλκῶν) 5, εἶναι ἱκανὸς νὰ μετακινήσῃ τὰ ἔπιπλα, τὰ κρεββάτια, τὰ κιβώτια καὶ νὰ ἐρευνήσῃ τὰ σκεπάσματα·— ὅταν πωλῇ κάτι, ζητεῖ τόσον μεγάλην τιμήν, ὥστε νὰ μὴ ὑπάρχῃ καμμία ὠφέλεια εἰς τὸν ἀγοραοτήν.— Δὲν ἐπιτρέπει νὰ κόψῃ κανεὶς σῦκον ἀπὸ τὸν κῆπόν του, οὔτε νὰ περάσῃ ἀπὸ τὸν ἀγρόν του, οὔτε νὰ σηκώσῃ καὶ πάρῃ καμμία ἐλῃὰ ἢ κανένα φοίνικα ποὺ εἶχαν πέσει κατὰ γῆς.—Ἐπιβλέπει καθ’ ἡμέραν τὰ σύνορα τῶν κτημάτων του ἂν μένουν εἰς τὴν θέσιν των.— Εἶναι δὲ ἱκανὸς νὰ εἰσπράξῃ καὶ τόκον τόκου διὰ ὑπερημερίαν.— Ὅταν προσκαλῇ εἰς δεῖπνον τοὺς συνδημότας του, 6 κόπτει τὸ κρέας εἰς μικρὰ τεμάχια καὶ τὸ παραθέτει εἰς τὴν τράπεζαν.-Μεταβαίνει εἰς τὴν ἀγορὰν διὰ ὀψώνια καὶ ἐπιστρεφει χωρὶς νὰ ἀγοράσῃ τίποτε.— Δὲν ἐπιτρέπει εἰς τὴν γυναῖκά του νὰ δανείσῃ 7 τίποτε, οὔτε ἅλας, οὔτε φυτίλι, οὔτε κύμινον 8, οὔτε ὀρίγανον, οὔτε ὀλάς 9, οὔτε ταινίας, οὔτε πλακούντια, καὶ λέγει ὅτι αὐτὰ τὰ ὀλίγα γίνονται πολλὰ τὸν κάθε χρόνο.
|
[καὶ τὸ ὅλον δὲ τῶν μικρολόγων καὶ τὰς ἀργυροθήκας ἔστιν ἰδεῖν εὐρωτιώσας καὶ τὰς κλεῖς ἰωμένας καὶ αὐτοὺς δὲ φοροῦντας ἐλάττω τῶν μηρῶν τὰ ἱμάτια καὶ ἐκ ληκυθίων μικρῶν πάνυ ἀλειφομένους καὶ ἐν χρῷ κειρομένους καὶ τὸ μέσον τῆς ἡμέρας ὑποδουμένους καὶ πρὸς τοὺς γναφεῖς διατεινομένους, ὅπως τὸ ἱμάτιον αὐτοῖς ἕξει πολλὴν γῆν, ἵνα μὴ ῥυπαίνηται ταχύ.]
|
Καὶ ἐν γένει ἠμπορεῖ κανεὶς νὰ ἴδῃ ὅτι τῶν μικρολόγων καὶ τὰ χρηματοκιβώτια εἶναι μουχλιασμένα καὶ τὰ κλειδιὰ σκουργιασμένα, αὐτοὶ δὲ οἱ ἴδιοι φοροῦν κοντὰ φορέματα καὶ ἀλείφονται ἀπὸ πολὺ μικρὰ φιαλίδια καὶ κουρεύονται σύρριζα 10 καὶ βάζουν τὰ ὑποδήματα των τὸ μεσημέρι 11 καὶ ὅταν δώσουν τὸ φόρεμα των εἰς τὸν καθαριστὴν ἐπιμένουν νὰ βάλῃ πολὺν γῦψον, διὰ νὰ μὴ λερώσῃ πολὺ γρήγορα 12.
|
|
|
|
XI
ΒΔΕΛΥΡΙΑΣ
|
Οὐ χαλεπὸν δέ ἐστι τὴν βδελυρίαν διορίσασθαι· ἔστι γὰρ παιδιὰ ἐπιφανὴς καὶ ἐπονείδιστος, ὁ δὲ βδελυρὸς τοιοῦτος, [2] οἷος ἀπαντήσας γυναιξὶν ἐλευθέραις ἀνασυράμενος δεῖξαι τὸ αἰδοῖον. [3] καὶ ἐν θεάτρῳ κροτεῖν, ὅταν οἱ ἄλλοι παύωνται, καὶ συρίττειν, οὓς ἡδέως θεωροῦσιν οἱ λοιποί· καὶ ὅταν σιωπήσῃ τὸ θέατρον, ἀνακύψας ἐρυγεῖν, ἵνα τοὺς καθημένους ποιήσῃ μεταστραφῆναι. [4] καὶ πληθούσης τῆς ἀγορᾶς προσελθὼν πρὸς τὰ κάρυα ἢ τὰ μύρτα ἢ τὰ ἀκρόδρυα ἑστηκὼς τραγηματίζεσθαι, ἅμα τῷ πωλοῦντι προσλαλῶν· καὶ καλέσαι δὲ τῶν παρόντων ὀνομαστί τινα, ᾧ μὴ συνήθης ἐστί· [5] καὶ σπεύδοντας δέ ποι ὁρῶν [περιμεῖναι κελεῦσαι]· [6] καὶ ἡττωμένῳ δὲ μεγάλην δίκην ἀπιόντι ἀπὸ τοῦ δικαστηρίου προσελθεῖν καὶ συνησθῆναι. [7] καὶ ὀψωνεῖν ἑαυτῷ καὶ αὐλητρίδα μισθοῦσθαι καὶ δεικνύειν δὲ τοῖς ἀπαντῶσι τὰ ὠψωνημένα καὶ παρακαλεῖν ἐπὶ ταῦτα· [8] καὶ διηγεῖσθαι προσστὰς πρὸς κουρεῖον ἢ μυροπώλιον, ὅτι μεθύσκεσθαι μέλλει.
|
Δὲν εἶναι δύσκολον 1 νὰ δώσῃ κανεὶς ὁρισμὸν τῆς βδελυρίας· εἶναι δηλ. ἀστεϊσμὸς βωμολόχος καὶ ἀξιοκατάκριτος. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ βδελυρός. Ὅταν συναντήσῃ γυναῖκας ἐλευθέρας (κυρίας), ἠμπορεῖ νὰ σηκώσῃ τὸ φόρεμα του καὶ νὰ δείξη τὰ ἀπόκρυφα μέλη του. — Εἰς τὸ θέατρον χειροκροτεῖ, ὅταν οἱ ἄλλοι παύσουν καὶ σφυρίζει τοὺς ἠθοποιοὺς τοὺς ὁποίους ἀγαπᾷ τὸ πλῆθος καὶ μέσα εἰς τὴν γενικὴν σιωπὴν τῶν θεατῶν σηκώνει ὑψηλὰ τὸ κεφάλι καὶ ἐρεύγεται δυνατά, διὰ νὰ κάμῃ τοὺς παρακαθημένους νὰ γυρίσουν νὰ τὸν ἴδουν· — ὅταν ὑπάρχῃ πλῆθος εἰς τὴν ἀγοράν, πλησιάζει τὰ μέρη ὅπου πωλοῦνται καρύδια 2 ἢ μύρτα καὶ ἀφοῦ σταματήσῃ τρωγαλίζει μερικὰ ἀπὸ αὐτά, ἐνῷ συγχρόνως ὁμιλεῖ εἰς τὸν πωλητήν. — Ἂν περνᾷ κανεὶς ὄχι γνωστός του, τὸν καλεῖ μὲ τὸ ὄνομά του. — Ἂν βλέπῃ ὅτι μερικοὶ βιάζονται, τοὺς λέγει νὰ περιμένουν.-Πλησιάζει καὶ συγχαίρει ἄνθρωπον, ποὺ ἔχασε μεγάλην δίκην καὶ φεύγει ἀπὸ τὸ δικαστήριον. — Ὀψωνίζει ὁ ἴδιος 3 καὶ μισθώνει αὐλητρίδας, 4 δείχνει τὰς προμηθείας εἰς ὅσους συναντᾷ καὶ τοὺς προσκαλεῖ εἰς τὸ τραπέζι 5.— Σταματᾷ ἐμπρὸς εἰς κουρεῖον ἢ μυροπωλεῖον 6 καὶ διηγεῖται ὅτι ἔχει σκοπὸν νὰ κάμῃ εὐωχίαν μὲ τοὺς φίλους του . . .
|
|
|
|
ΧII
ΑΚΑΙΡΙΑΣ
|
Ἡ μὲν οὖν ἀκαιρία ἐστὶν ἐπίτευξις [χρόνου] λυποῦσα τοὺς ἐντυγχάνοντας, ὁ δὲ ἄκαιρος τοιοῦτός τις, [2] οἷος ἀσχολουμένῳ προσελθὼν ἀνακοινοῦσθαι. [3] καὶ πρὸς τὴν αὑτοῦ ἐρωμένην κωμάζειν πυρέττουσαν. [4] καὶ δίκην ὠφληκότα ἐγγύης προσελθὼν κελεῦσαι αὑτὸν ἀναδέξασθαι. [5] καὶ μαρτυρήσων παρεῖναι τοῦ πράγματος ἤδη κεκριμένου. [6] καὶ κεκλημένος εἰς γάμους τοῦ γυναικείου γένους κατηγορεῖν. [7] καὶ ἐκ μακρᾶς ὁδοῦ ἥκοντα ἄρτι παρακαλεῖν εἰς περίπατον. [8] δεινὸς δὲ καὶ προσάγειν ὠνητὴν πλείω διδόντα ἤδη πεπρακότι. [8] καὶ ἀκηκοότας καὶ μεμαθηκότας ἀνίστασθαι ἐξ ἀρχῆς διδάσκων. [9] καὶ προθύμως δὲ ἐπιμεληθῆναι, ἃ μὴ βούλεταί τις γενέσθαι, αἰσχύνεται δὲ ἀπείπασθαι. [10] καὶ θύοντας καὶ ἀναλίσκοντας ἥκειν τόκον ἀπαιτήσων. [11] καὶ μαστιγουμένου οἰκέτου παρεστὼς διηγεῖσθαι, ὅτι καὶ αὑτοῦ ποτε παῖς οὕτως πληγὰς λαβὼν ἀπήγξατο. [12] καὶ παρὼν διαίτῃ συγκρούειν, ἀμφοτέρων βουλομένων διαλύεσθαι. [13] καὶ ὀρχησόμενος ἅψασθαι ἑτέρου μηδέπω μεθύοντος.
|
Ἡ ἀκαιρία 1 εἶναι ἀπώλεια τοῦ καταλλήλου καιροῦ, ἡ ὁποία λυπεῖ ἐκείνους ποὺ συναντῶνται μὲ τὸν ἄκαιρον (φορτικόν, ἐνοχλητικόν). Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι αὐτός. Ἔρχεται νὰ σᾶς ἀνακοινώσῃ κάτι, ἐνῷ ἔχετε ἀσχολίας·— κάνει καντάδα 2 εἰς τὴν ἐρωμένην του, ὅταν αὐτὴ ἔχει πυρετόν.— Ζητεῖ νὰ γίνῃ ἐγγυητής του ἄνθρωπος ποὺ κατεδικάσθη διὰ ἐγγύησιν 3.— Παρουσιάζεται ὡς μάρτυς εἰς τὸ δικαστήριον διὰ ὑπόθεσιν ποὺ ἔχει πλέον κριθῆ.— Προσκαλεσμένος εἰς γάμον 4 κατηγορεῖ τὸ γυναικεῖον φῦλον.— Προτρέπει εἰς περίπατον ἄνθρωπον ποὺ μόλις ἐπέστρεψεν ἀπὸ μακρὰν ὁδοιπορίαν.— Εἶναι δὲ ἱκανὸς νὰ φέρῃ καὶ ἀγοραστὴν ποὺ προσφέρει περισσότερα εἰς ἐκεῖνον ποὺ ἔχει πλέον πωλήσει τὸ ἐμπόρευμά του.— Εἰς δημοσίαν συνέλευσιν σηκώνεται καὶ ὁμιλεῖ ἐξ ἀρχῆς διὰ τὸ ζήτημα ποὺ εἶχον ἀκούσει καὶ ἐννοήσει οἱ ἀκροαταί.— Προσφέρει μὲ προθυμίαν τὰς ὑπηρεσίας του εἰς ἐκεῖνον ποὺ δὲν τὰς θέλει, ἀλλ’ ἐντρέπεται νὰ τὰς ἀρνηθῇ.— Ἔρχεται νὰ ζητήσῃ τόκον ἀπὸ ἀνθρώπους ποὺ προσφέρουν θυσίαν καὶ ἀσχολοῦνται εἰς τὴν εὐωχίαν.— Ὅταν ἐμπρός του μαστιγώνεται 5 κάποιος δοῦλος, διηγεῖται ὅτι καὶ ἰδικός του δοῦλος κάποτε ἔτσι ἐτιμωρήθη καὶ πῆγε καὶ ἐκρεμάσθη·— ὅταν παρευρίσκεται ὡς διαιτητής, ἐρεθίζει τοὺς δύο ἀντιπάλους, ἐνῷ αὐτοὶ θέλουν νὰ συμβιβασθοῦν.— Σηκώνεται νὰ χορεύσῃ καὶ σύρει καὶ ἄλλον ὁ ὁποῖος δὲν εἶχεν ἀκόμη μεθύσει 6.
|
|
|
|
XIII
ΠΕΡΙΕΡΓΙΑΣ
|
Ἀμέλει <ἡ> περιεργία δόξει εἶναι προσποίησίς τις λόγων καὶ πράξεων μετὰ εὐνοίας, ὁ δὲ περίεργος τοιοῦτός τις, [2] <οἷος> ἐπαγγέλλεσθαι ἀναστάς, ἃ μὴ δυνήσεται. [3] καὶ ὁμολογουμένου τοῦ πράγματος δικαίου εἶναι ἐντείνας ἐλεγχθῆναι. [4] καὶ πλείω δὲ ἐπαναγκάσαι τὸν παῖδα κεράσαι, ἢ ὅσα δύνανται οἱ παρόντες ἐκπιεῖν. [5] καὶ διείργειν τοὺς μαχομένους, <καὶ> οὓς οὐ γινώσκει. [6] καὶ ἀτραποῦ ἡγήσασθαι, εἶτα μὴ δύνασθαι εὑρεῖν, οὗ πορεύεται. [7] καὶ τὸν στρατηγὸν προσελθὼν ἐρωτῆσαι, πότε μέλλει παρατάττεσθαι, καὶ τί μετὰ τὴν αὔριον παραγγελεῖ. [8] καὶ προσελθὼν τῷ πατρὶ εἰπεῖν, ὅτι ἡ μήτηρ ἤδη καθεύδει ἐν τῷ δωματίῳ. [9] καὶ ἀπαγορεύοντος τοῦ ἰατροῦ, ὅπως μὴ δώσει οἶνον τῷ μαλακιζομένῳ, φήσας βούλεσθαι διάπειραν λαμβάνειν, εὖ ποτίσαι τὸν κακῶς ἔχοντα. [10] καὶ γυναικὸς δὲ τελευτησάσης ἐπιγράψαι ἐπὶ τὸ μνῆμα τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ αὐτῆς τῆς γυναικὸς τοὔνομα καὶ ποδαπή ἐστι, καὶ προσεπιγράψαι, ὅτι οὗτοι πάντες χρηστοὶ ἦσαν. [11] καὶ ὀμνύναι μέλλων εἰπεῖν πρὸς τοὺς περιεστηκότας, ὅτι Καὶ πρότερον πολλάκις ὀμώμοκα.
|
Ἡ περιέργεια βεβαίως θὰ φανῇ ὅτι εἶναι προσποιητὸς ζῆλος εἰς λόγους καὶ πράξεις, τὸν ὁποῖον προσπαθεῖ κανεὶς νὰ δείξῃ ὡς εὔνοιαν πρὸς ἄλλους. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ περίεργος 1· ὑπόσχεται πράγματα ποὺ δὲν εἶναι δυνατὸν νὰ τὰ ἐκτελέσῃ.— Ἐνῷ εἰς μίαν ὑπόθεσιν εἶναι ὅλοι σύμφωνοι ὅτι εἶναι δικαία, μόνος αὐτὸς φέρει κάποιαν ἀντίρρησιν, ἡ ὁποία ὅμως ἀπορρίπτεται.— Ἀναγκάζει τὸν ὑπηρέτην νὰ ἑτοιμάσῃ περισσότερο κρασὶ ἀπὸ ὅσον ἠμποροῦν νὰ πιοῦν οἱ συνδαιτημόνες.— Χωρίζει ἀνθρώπους ποὺ φιλονεικοῦν χωρὶς νὰ τοὺς γνωρίζῃ.—Ἀναλαμβάνει νὰ ὁδηγήσῃ ὁ ἶδιος ἀπὸ ἕνα μονοπάτι καὶ χάνει τὸν δρόμον·— ἔρχεται εἰς τὸν στρατηγὸν καὶ τὸν ἐρωτᾷ πότε θὰ συνάψῃ μάχην καὶ τί σύνθημα θὰ διατάξῃ μεθαύριον 2.— Πλησιάζει τὸν πατέρα του καὶ λέγει ὅτι ἡ μητέρα του εὑρίσκεται ἤδη εἰς τὴν κλίνην 3.— Ἂν ὁ ἰατρὸς ἀπαγορεύσῃ νὰ δώσῃ κρασὶ εἰς τὸν ἀσθενῆ, ἐκεῖνος τὸν ποτίζει καλά, διὰ νὰ κάμῃ, καθὼς λέγει, δοκιμήν.— Κατὰ τὸν θάνατον κάποιας γυναικὸς γράφει ἐπάνω εἰς τὸ μνῆμα της τὸ ὄνομα τοῦ ἀνδρός της, τοῦ πατρός, τῆς μητρὸς καὶ αὐτῆς καὶ τῆς πατρίδος της, καὶ προσθέτει ὅτι ὅλοι αὐτοὶ ἦσαν ἄνθρωποι χρηστοι 4.— Ὅταν μέλλῃ νὰ ὁρκισθῇ λέγει εἰς τοὺς εὑρισκομένους γύρω του ‘ἔχω ὁρκισθῆ πολλάκις ἕως τώρα’.
|
|
|
|
XIV
ΑΝΑΙΣΘΗΣΙΑΣ
|
Ἔστι δὲ ἡ ἀναισθησία, ὡς ὅρῳ εἰπεῖν, βραδυτὴς ψυχῆς ἐν λόγοις καὶ πράξεσιν, ὁ δὲ ἀναίσθητος τοιοῦτός τις, [2] οἷος λογισάμενος ταῖς ψήφοις καὶ κεφάλαιον ποιήσας ἐρωτᾶν τὸν παρακαθήμενον· Τί γίνεται; [3] καὶ δίκην φεύγων καὶ ταύτην εἰσιέναι μέλλων ἐπιλαθόμενος εἰς ἀγρὸν πορεύεσθαι. [4] καὶ θεωρῶν ἐν τῷ θεάτρῳ μόνος καταλείπεσθαι καθεύδων. [5] καὶ πολλὰ φαγὼν καὶ τῆς νυκτὸς ἐπὶ θάκου ἀνιστάμενος <ἀποπλανώμενος> ὑπὸ κυνὸς τῆς τοῦ γείτονος δηχθῆναι. [6] καὶ λαβών <τι> καὶ ἀποθεὶς αὐτός, τοῦτο ζητεῖν καὶ μὴ δύνασθαι εὑρεῖν. [7] καὶ ἀπαγγέλλοντος αὐτῷ, ὅτι τετελεύτηκέ τις αὐτοῦ τῶν φίλων, ἵνα παραγένηται, σκυθρωπάσας καὶ δακρύσας εἰπεῖν· Ἀγαθῇ τύχῃ. [8] δεινὸς δὲ καὶ ἀπολαμβάνων ἀργύριον ὀφειλόμενον μάρτυρας παραλαβεῖν. [9] καὶ χειμῶνος ὄντος μάχεσθαι τῷ παιδί, ὅτι σικύους οὐκ ἠγόρασεν. [10] καὶ τὰ παιδία ἑαυτοῖς παλαίειν ἀναγκάζων καὶ τροχάζειν [καὶ] εἰς κόπους ἐμβάλλειν. [11] καὶ ἐν ἀγρῷ αὐτὸς φακῆν ἕψων δὶς ἅλας εἰς τὴν χύτραν ἐμβαλὼν ἄβρωτον ποιῆσαι. [12] καὶ ὕοντος τοῦ Διὸς εἰπεῖν· † ἡδύ γε τῶν ἄστρων νομίζει, ὅτι δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης † [13] καὶ λέγοντός τινος· Πόσους οἴει κατὰ τὰςἨριαίας [Meursius: Ἱερὰς] πύλας ἐξενηνέχθαι νεκρούς; πρὸς τοῦτον εἰπεῖν· Ὅσοι ἐμοὶ καὶ σοὶ γένοιντο.
|
Ἡ ἀναισθησία, ἂν θέλῃς νὰ τὴν ὁρίσῃς, εἶναι νωθρότης τῆς ψυχῆς εἰς λόγους καὶ πράξεις. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ ἀναίσθητος 1. Ἀφοῦ λογαριάσῃ μὲ τὰς ψήφους 2 καὶ κάμῃ τὸ ἄθροισμα, ἐρωτᾷ τὸν παρακαθήμενον “πόσον εἶναι”.— Ἐνῷ κατηγορεῖται καὶ μέλλει νὰ παρουσιασθῇ εἰς τὸ δικαστήριον πρὸς ἀπολογίαν, λησμονεῖ τὴν δίκην καὶ φεύγει εἰς τὸν ἀγρόν του.— Εἰς τὸ θέατρον κοιμᾶται κατὰ τὴν παράστασιν καὶ εἰς τὸ τέλος μένει μόνος.— Ἀφοῦ ἔφαγε πολύ, σηκώνεται τὴν νύκτα διὰ φυσικήν του ἀνάγκην καὶ τὸν δαγκάνει ὁ σκύλος τοῦ γείτονός του 3.— Λαμβάνει ὁ ἴδιος κάτι καὶ τὸ ἀποθέτει, ἔπειτα δὲν ἠμπορεῖ νὰ τὸ εὕρη.— Ὅταν εἰδοποιηθῇ ὅτι κάποιος φίλος του ἀπέθανε, διὰ νὰ παρευρεθῇ εἰς τὴν κηδείαν, ἀφοῦ μελαγχολήσῃ καὶ κλαύσῃ λέγει ‘ἀγαθῇ τύχῃ 4’ (ἡ ὥρα ἡ καλή).— Εἶναι ἱκανὸς νὰ πάρῃ μαζί του καὶ μάρτυρας, ὅταν πηγαίνῃ νὰ εἰσπράξῃ χρήματα ποὺ τοῦ χρεωστοῦν.— Ἐνῷ εἶναι χειμών, ἐπιπλήττει τὸν δοῦλον, διότι δὲν τοῦ ἀγόραοε ἀγγούρια.— Ἀναγκάζει τὰ παιδία του νὰ γυμνάζωνται εἰς τὸ τρέξιμο καὶ τὴν πάλην καὶ προξενεῖ εἰς αὐτὰ ὑπερκόπωσιν.— Εἰς τὸν ἀγρόν του βράζει ὁ ὶδιος φακῆν καὶ ρίπτει εἰς τὴν χύτραν δύο φορὰς ἅλας, ὥστε τὴν κάνει νὰ μὴ τρώγεται.— Ἐνῷ βρέχει 5 (τὴν νύκτα), λέγει ‘εὐχάριστον εἶναι (τὸ φῶς) τῶν ἄστρων’ ὅταν οἱ ἄλλοι λέγουν “εἶναι σκοτάδἰ πίσσα”. Ἂν κανεὶς τὸν ἐρωτήσῃ ‘πόσοι νεκροὶ νομίζεις ὅτι ἐπέρασαν ἀπὸ τὴν πύλην 6 τοῦ νεκροταφείου, ἀποκρίνεται ‘τόσοι, ὅσους εἴθε νὰ εἴχαμε ἐγὼ καὶ σύ’.
|
|
|
|
XV
ΑΥΘΑΔΕΙΑΣ
|
Ἡ δὲ αὐθάδειά ἐστιν ἀπήνεια ὁμιλίας ἐν λόγοις, ὁ δὲ αὐθάδης τοιοῦτός τις, [2] οἷος ἐρωτηθείς· Ὁ δεῖνα ποῦ ἐστιν; εἰπεῖν· Πράγματά μοι μὴ πάρεχε. [3] καὶ προσαγορευθεὶς μὴ ἀντιπροσειπεῖν. [4] <καὶ> πωλῶν τι μὴ λέγειν τοῖς ὠνουμένοις, πόσου ἂν ἀποδοῖτο, ἀλλ' ἐρωτᾶν· Τί εὑρίσκει; [5] καὶ τοῖς τιμῶσι καὶ πέμπουσιν εἰς τὰς ἑορτὰς εἰπεῖν, ὅτι οὐκ ἂν γένοιτο διδόμενα <τὰ ἀποδιδόμενα>. [6] καὶ οὐκ ἔχειν συγγνώμην οὔτε τῷ ῥυπώσαντι αὐτὸν ἀκουσίως οὔτε τῷ ὤσαντι οὔτε τῷ ἐμβάντι. [7] καὶ φίλῳ δὲ ἔρανον κελεύσαντι εἰσενεγκεῖν εἰπών, ὅτι οὐκ ἂν δοίη, ὕστερον ἥκειν φέρων καὶ λέγειν, ὅτι ἀπόλλυσι καὶ τοῦτο τὸ ἀργύριον. [8] καὶ προσπταίσας ἐν τῇ ὁδῷ δεινὸς καταράσασθαι τῷ λίθῳ. [9] καὶ ἀναμεῖναι οὐκ ἂν ὑπομείναι πολὺν χρόνον οὐθένα. [10] καὶ οὔτε ᾆσαι οὔτε ῥῆσιν εἰπεῖν οὔτε ὀρχήσασθαι ἂν ἐθελήσειεν· [11] δεινὸς δὲ καὶ τοῖς θεοῖς μὴ ἐπεύχεσθαι.
|
Ἡ αὐθάδεια 1 εἶναι τραχύτης συναναστροφῆς ποὺ φαίνεται εἰς λόγους (καὶ εἰς πράξεις). Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ αὐθάδης. Ἂν ἐρωτηθῇ ‘ποῦ εἶναι ὁ τάδε’, ἁποκρίνεται ‘μὴ μὲ ἐνοχλῇς’.— Ὅταν τὸν χαιρετίσουν, δὲν ἀνταποδίδει τὸν χαιρετισμόν.— Ὅταν πωλῇ κάτι, δὲν λέγει τὴν τιμήν του ἀλλ’ ἐρωτᾷ τοὺς ἀγοραστὰς πόσον ἀξίζει.— Εἰς ἐκείνους ποὺ τὸν τιμοῦν κατὰ τὰς ἑορτὰς καὶ τοῦ στέλλουν δῶρα λέγει ὅτι δὲν δίδονται (δωρεάν).—Δὲν συγχωρεῖ οὔτε ἐκεῖνον ποὺ τὸν ἔσπρωξε χωρὶς νὰ θέλῃ οὔτε ἐκεῖνον ποὺ ἐπάτησε τὸ πόδι του, ἂν τοῦ ζητήσουν συγγνώμην.— Εἰς φίλον ποὺ τὸν προτρέπει νὰ δώσῃ ἔρανον 2, ἀφοῦ ἀρνηθῇ, ἔρχεται ἔπειτα, τοῦ προσφέρει καὶ ψιθυρίζει ‘εἶναι χαμένα καὶ τὰ χρήματα αὐτά’.— Ἂν σκοντάψῃ εἰς τὸν δρόμον, εἶναι ἱκανὸς νὰ ὑβρίσῃ τὴν πέτραν εἰς τὴν ὁποίαν ἐσκόνταψε.— Δὲν περιμένει πολλὴν ὥραν κανένα.— Δὲν καταδέχεται (ὅταν τὸν ζητήσουν εἰς συμπόσιον) οὔτε νὰ τραγουδήσῃ οὔτε νὰ ἀπαγγείλῃ κάτι οὔτε νὰ χορεύσῃ 3.— Εἶναι ἱκανὸς νὰ μὴ προσεύχεται καὶ εἰς τοὺς θεούς.
|
|
|
|
XVI
ΔΕΙΣΙΔΑΙΜΟΝΙΑΣ
|
Ἀμέλει ἡ δεισιδαιμονία δόξειεν <ἂν> εἶναι δειλία πρὸς τὸ δαιμόνιον, ὁ δὲ δεισιδαίμων τοιοῦτός τις [2] οἷος, ἐπὶ Χοῶν ἀπονιψάμενος τὰς χεῖρας καὶ περιρρανάμενος ἀπὸ ἱεροῦ δάφνην εἰς τὸ στόμα λαβὼν οὕτω τὴν ἡμέραν περιπατεῖν. [3] καὶ τὴν ὁδὸν ἐὰν ὑπερδράμῃ γαλῆ, μὴ πρότερον πορευθῆναι, ἕως διεξέλθῃ τις ἢ λίθους τρεῖς ὑπὲρ τῆς ὁδοῦ διαβάλῃ. [4] καὶ ἐὰν ἴδῃ ὄφιν ἐν τῇ οἰκίᾳ, ἐὰν παρείαν, Σαβάζιον καλεῖν, ἐὰν δὲ ἱερόν, ἐνταῦθα ἡρῷον εὐθὺς ἱδρύσασθαι. [5] καὶ τῶν λιπαρῶν λίθων τῶν ἐν ταῖς τριόδοις παριὼν ἐκ τῆς ληκύθου ἔλαιον καταχεῖν καὶ ἐπὶ γόνατα πεσὼν καὶ προσκυνήσας ἀπαλλάττεσθαι. [6] καὶ ἐὰν μῦς θύλακον ἀλφίτων διαφάγῃ, πρὸς τὸν ἐξηγητὴν ἐλθὼν ἐρωτᾶν, τί χρὴ ποιεῖν, καὶ ἐὰν ἀποκρίνηται αὐτῷ ἐκδοῦναι τῷ σκυτοδέψῃ ἐπιρράψαι, μὴ προσέχειν τούτοις, ἀλλ' ἀποτραπεὶς ἐκθύσασθαι. [7] καὶ πυκνὰ δὲ τὴν οἰκίαν καθᾶραι δεινὸς Ἑκάτης φάσκων ἐπαγωγὴν γεγονέναι. [8] κἂν γλαῦκες βαδίζοντος αὐτοῦ ταράττωνται, [καὶ] εἴπας· Ἀθηνᾶ κρείττων, παρελθεῖν οὕτω. [9] καὶ οὔτε ἐπιβῆναι μνήματι οὔτ' ἐπὶ νεκρὸν οὔτ' ἐπὶ λεχὼ ἐλθεῖν ἐθελῆσαι, ἀλλὰ τὸ μὴ μιαίνεσθαι συμφέρον αὑτῷ φῆσαι εἶναι. [10] καὶ ταῖς τετράσι δὲ καὶ ἑβδόμαις προστάξας οἶνον ἕψειν τοῖς ἔνδον, ἐξελθὼν ἀγοράσαι μυρσίνας, λιβανωτόν, πόπανα καὶ εἰσελθὼν εἴσω στεφανοῦν τοὺς Ἑρμαφροδίτους [Steinmetz: Ἑρμᾶς, ἀφρονεῖν] ὅλην τὴν ἡμέραν. [11] καὶ ὅταν ἐνύπνιον ἴδῃ, πορεύεσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους, ἐρωτήσων, τίνι θεῶν -ἢ θεᾷ- προσεύχεσθαι δεῖ. καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφεοτελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικός -ἐὰν δὲ μὴ σχολάζῃ ἡ γυνή, μετὰ τῆς τίτθης- καὶ τῶν παιδίων. [12] [καὶ τῶν περιρραινομένων ἐπὶ θαλάττης ἐπιμελῶς δόξειεν ἂν εἶναι.] [13] κἄν ποτε ἐπίδῃ σκορόδῳ ἐστεμμένον τῶν ἐπὶ ταῖς τριόδοις, ἀπελθὼν κατὰ κεφαλῆς λούσασθαι καὶ ἱερείας καλέσας σκίλλῃ ἢ σκύλακι κελεῦσαι αὑτὸν περικαθᾶραι. [14] μαινόμενον δὲ ἰδὼν ἢ ἐπίληπτον φρίξας εἰς κόλπον πτύσαι.
|
Ἡ δεισιδαιμονία 1 φαίνεται ὅτι εἶναι φόβος πρὸς τὸ θεῖον. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ δεισιδαίμων. Κατὰ τὴν ἑορτὴν τῶν Χοῶν 2, ἀφοῦ νίψῃ καλὰ τὰς χεῖρας καὶ ραντίσῃ ὅλον τὸ σῶμα, ἐξέρχεται ἀπὸ τὸ ἱερὸν κρατώντας φύλλα δάφνης 3 εἰς τὸ στόμα του καὶ ἔτσι περιφέρεται ὅλην τὴν ἡμέραν.— Ἂν γάτα διακόψῃ τὸν δρόμον του, δὲν προχωρεῖ πρὶν διαβῇ ἄλλος κανεὶς ἢ ρίψῃ τρεῖς πέτρας ὑπεράνω τοῦ μέρους, ὅπου ἐπέρασε ἡ γάτα.— Ἂν εἰς τὸ σπίτι του παρατηρήσῃ φίδι, ἐὰν μὲν τοῦτο εἶναι παρείας 4, ἐπικαλεῖται τὸν Σαβάζιον 5, ἐὰν δὲ εἶναι ἀπὸ τὰ λεγόμενα ἱερὰ φίδια, κτίζει εἰς τὸ μέρος ἐκεῖνο ναΐσκον.— Ὅταν περνᾶ ἐμπρὸς ἀπὸ τὰς ἀλειμμένας πέτρας 6 τῶν τριόδων, χύνει ἐπάνω λᾷδι μὲ τὸ ἐλαιοδοχεῖον του, γονατίζει καὶ ἀφοῦ προσκυνήσῃ ἀναχωρεῖ.— Ἂν ποντικὸς 7 τρυπήσῃ σάκκον τοῦ ἀλεύρου, πηγαίνει εἰς τὸν ἐξηγητὴν 8 καὶ τὸν ἐρωτᾶ τί πρέπει νὰ κάμῃ· καὶ ἂν ἐκεῖνος ἀποκριθῇ, ὅτι πρέπει νὰ δώσῃ τὸν σάκκον εἰς τὸν δερματορράφον νὰ τὸν μπαλώσῃ, δὲν δίδει προσοχὴν εἰς τοὺς λόγους του, ἀλλὰ τὸν ἀφήνει καὶ πηγαίνει νὰ προσφέρῃ θυσίαν πρὸς ἐξαγνισμόν.— Εἶναι δε ἱκανὸς νὰ κάνῃ συχνὰ καθαρμοὺς εἰς τὸ σπίτι μὲ τὴν ἰδέαν ὅτι εἰσώρμησεν ἐκεῖ ἡ Ἑκάτη 9.— Ἂν εἰς τὸν δρόμον του φωνάζουν γλαῦκες, ταράσσεται καὶ δὲν προχωρεῖ πρὶν νὰ ψιθυρίσῃ ‘ἡ Ἀθηνᾶ εἶναι ἀνωτέρα’.— Ἀποφεύγει νὰ πατήσῃ τάφον ἢ νὰ πλησιάσῃ νεκρὸν ἢ λεχώ 10, διότι εἶναι, λέγει, συμφέρον νὰ μὴ μολύνεται.— Κάθε τετάρτην καὶ εἰκοστὴν τετάρτην τοῦ μηνός 11, ἀφοῦ διατάξῃ εἰς τὸ σπίτι του νὰ θερμάνουν κρασί, ἐξέρχεται καὶ ἀγοράζει κλάδους μυρσίνης, λιβανωτόν, πλακούντια, ἔπειτα ἐπιστρέφει καὶ περνᾷ ὅλην τὴν ἡμέραν στεφανώνοντας τοὺς Ἑρμαφροδίτους 12.— Ἂν ἴδῃ ὄνειρον ἔρχεται εἰς τοὺς ὀνειροκρίτας,τοὺς μάντεις, τοὺς οἰωνοσκόπους, διὰ νὰ ἐρωτήσῃ εἰς ποῖον θεὸν ἢ ποίαν θεὰν πρέπει νὰ προσευχηθῇ.— Κάθε μῆνα πηγαίνει εἰς τοὺς ἱερεῖς τοῦ Ὀρφέως 13, διὰ νὰ ἀνανεώσῃ τὴν μύησιν του μαζὶ μὲ τὴν γυναῖκά του (ἂν δὲ αὐτὴ δὲν εὐκαιρῇ, μὲ τὴν τροφὸν) καὶ τὰ τέκνα του.—Φαίνεται δὲ ὅτι εἶναι καὶ ἕνας ἀπὸ ἐκείνους, ποὺ φροντίζουν νὰ ραντίζωνται συχνὰ πρὸς καθαρμὸν εἰς τὴν ὄχθην τῆς θαλάσσης 14.— Ἂν ἴδῃ κάποιον στεφανωμένον μὲ σκόροδα 15, ἀπὸ ἐκεῖνα ποὺ βλέπει κανεὶς εἰς τὰς τριόδους, ἐπιστρέφει εἰς τὸ σπίτι του, λούεται ‘ἀπὸ τὴ κορφὴ ὡς τὰ νύχια’ καὶ ἀφοῦ προσκαλέσῃ ἱερείας διατάσσει νὰ τὸν ἀπολυμάνουν μέ σκυλοκρόμμυδο 16 καὶ μὲ τὸ πτῶμα σκυλακίου περιφέροντας αὐτὸ τρεῖς φορὰς γύρω του.—Ὅταν ἴδῃ τρελλὸν ἢ ἐπιληπτικόν, ἀνατριχιάζει καὶ πτύει τρεῖς φορὰς εἰς τὸν κόλπον του.
|
ΣΗΜΕΙΩΣΕΙΣ
IX
1. Ὁ Ἀριστοτέλης λέγει περὶ τοῦ χαρακτῆρος τούτου. “Ὁ μηδεμιᾶς φροντίζων δόξης ἀναίσχυντος” (Ἠθικ. Εὐδ. ΙΙΙ 7 1233β 26)· ὁ δὲ Πλάτων ὁρίζει τὴν ἀναισχυντίαν ὡς ἑξῆς· “ἕξις ψυχῆς ὑπομονετικῆς ἕνεκα κέρδους” (Ὁρισμ. 417). Ὁ ὁρισμὸς τοῦ Θεοφράστου συμφωνεῖ μᾶλλον μὲ τὸν ὁριομὸν τοῦ Πλάτωνος- ἡ ἀναισχυντία δηλ. δὲν λαμβάνεται ἐδῶ μὲ τὴν συνήθη γενικὴν σημασίαν (ἀδιαντροπιά) ἀλλὰ μὲ ἔννοιαν περιωρισμένην ποὺ ἀναφέρεται εἰς τὸ κέρδος ἢ τὸ συμφέρον. Εἶναι λοιπὸν φιλαργυρία τῆς ὁποίας ὁ Θεόφραστος εἰς τοὺς Χαρακτῆράς του διακρίνει τέσσαρα εἴδη, ἀναισχυντίαν, αἰσχροκέρδειαν (30) ἀνελευθερίαν (22) καὶ μικρολογίαν (10). Ὁ μικρολόγος καὶ ἀνελεύθερος εἶναι γλίσχροι, ὁ δὲ αἰσχροκερδὴς καὶ ἀναίσχυντος πλεονέκται, ὅλοι δὲ μαζὶ ἀποβλέπουν εἰς τὸ κέρδος.
2. Ὁ προσφέρων θυσίαν ἔπρεπε κατὰ τὴν συνήθειαν νὰ στείλῃ τεμάχιον κρέατος εἰς φίλους του ἢ νὰ προσκαλέσῃ αὐτοὺς εἰς δεῖπνον.
3. Τὸ Τίβειος ὡς ὄνομα δούλου ἀναφέρεται ὑπὸ τῶν κωμικῶν ποιητῶν.
4. Κατὰ τὴν ἑορτὴν τῶν Μεγάλων Διονυσίων συνέρρεον εἰς τὰς Ἀθήνας πολλοὶ ξένοι, εἰς τοὺς ὁποίους ἐνοικίαζον οἱ κάτοικοι δωμάτια εἰς τὰ σπίτια των, διότι δὲν ὑπῆρχον ἀρκετὰ ξενοδοχεῖα.
5. Ὁ ἀναίσχυντος εἰσήρχετο εἰς τὸ θέατρον χωρὶς εἰσιτήριον ἢ ἀπαρατήρητος ἕνεκα τοῦ συνωστισμοῦ ἢ πιθανὸν καὶ κατόπιν συμφωνίας μὲ τὸν θεατρώνην, διότι εἶχεν ἀγοράσει ἀρκετὰ εἰσιτήρια διὰ τοὺς ξένους του.
6. Χαλκεῖον ἐλέγετο τὸ χάλκινον σκεῦος ἰδίως ὅμως ὁ λέβης τοῦ λουτροῦ, ὅπου ἐθερμαίνετο τὸ νερὸ πρὸς λοῦσιν, ὁ καὶ ἄλλως λεγόμενος ἰπνολέβης. Ὁ λουόμενος μετὰ τὸ λουτρὸν ἐστέκετο ἐκεῖ κοντὰ καὶ ὁ ὑπάλληλος τοῦ λουτροῦ τὸν περιέχυνε μὲ τὸν κάδον ἀντὶ μικρᾶς ἀμοιβῆς ποὺ ἐλέγετο ἐπίλουτρον· τοῦτο κάμνει μόνος του ὁ ἀναίσχυντος, διὰ νὰ μὴ πληρώση.
Χ
1. Περὶ τῆς μικρολογίας ὁ Ἀριστοτέλης λέγει “ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη πλείω, οἷον κίμβικάς τινας καλοῦμεν καὶ κυμινοπρίστας καὶ αἰσχροκερδεῖς καὶ μικρολόγους (Μεγ. Ἠθικ. Α, 24, 1192 α,8)· ὥστε ὁ μικρολόγος εἶναι παραλλαγὴ τοῦ ἀνελευθέρου· (ἴδε ὁρισμὸν προηγουμένου χαρακτῆρος).
2. Οἱ τόκοι ἐπληρώνοντο ὄχι εἰς τὸ τέλος τοῦ ἔτους ἀλλ’ εἰς τὸ τέλος ἑκάστου μηνός· ὁ μικρολόγος ὅμως ζητεῖ νὰ πληρωθῇ πρὸ τοῦ τέλους.
3. Οἱ λαμβάνοντες μέρος εἰς συσσίτια (κοινὰ γεύματἀ ἐπλήρωνον διὰ τὴν δαπάνην ἐν γένει τὸ ἀναλογοῦν εἰς καθένα ποσόν· διὰ τοῦτο ὁ μικρολόγος μετρᾷ τὰ ποτήρια ποὺ πίνουν οἱ ἄλλοι.
4. Ἀπαρχαὶ ἦσαν τὰ πρῶτα καὶ κάλλιστα ἐκ τῶν καρπῶν, τροφίμων κ.λ. τὰ ὁποῖα ἐπρόσφερον εἰς τοὺς θεοὺς. Ἐδῶ φαίνεται ὅτι πρόκειται περὶ συσσιτίου Ἀρτεμισιαστῶν (ἤτοι κυνηγῶν), οἱ ὁποῖοι καθ’ ἑκάστην νουμηνίαν (νέαν Σελήνην) ἐπρόσφερον ἀπαρχὰς εἰς τὴν Ἄρτεμιν (Ἑκάτην)· τὰς ἀπαρχὰς αὐτὰς ἔθεταν εἰς τὰς τριόδους, ἀπὸ ἐκεῖ δὲ τὰς ἐλάμβανον καὶ τὰς ἔτρωγον οἱ πτωχοί.
5. Τὸ τρίχαλκον ἦτο μικρὸν νόμισμα ἀξίας τριῶν χαλκῶν, ὁ δὲ χαλκοῦς ἦτο τὸ 1/8 τοῦ ὀβολοῦ.
6. Οἱ πλουσιώτεροι τοῦ δήμου ἀνελάμβανον πολλάκις νὰ προσφέρουν δι’ ἐξόδων των δεῖπνον εἰς τοὺς συνδημότας των· τοῦτο ἐλέγετο ἑστίασις.
7. Τὸ χρηννύναι, χρηννύειν, εἶναι ρῆμα μεταγενέστερον γνωστὸν ἐξ ἐπιγραφῶν καὶ γλωσσαρίων ἀντὶ τοῦ κίχρημῖδανείζω. (πρβλ. ὅμοιον σχηματισμόν: στανύειν==ἱστάναι.
8. Τὸ κύμινον καὶ ὀρίγανον ἐχρησιμοποιοῦντο πολὺ εἰς τὴν ἀρχαίαν ἑλληνικὴν μαγειρικὴν ὡς καὶ σήμερον.
9. Αἱ ὀλαὶ ἦσαν κριθάρι χονδροαλεσμένο μὲ ἅλας, ἐρράντιζον δὲ μὲ αὐτὰς τὴν κεφαλὴν τοῦ θύματος πρὸ τῆς θυσίας, ἀφοῦ τὴν ἐκόσμουν μὲ στέμματα καὶ ταινίας.
10. Σύρριζα ἔκοπτον τὰ μαλλιά των οἱ δοῦλοι, οἱ φιλόσοφοι καὶ οἱ ἀθληταί· ὁ μικρολόγος τὸ κάμνει διὰ νὰ μὴ πληρώνη συχνὰ τὸν κουρέα.
11. Ἀπὸ οἰκονομίαν διὰ νὰ μὴ φθείρωνται.
12. Οἱ γναφεῖς πρὸς λεύκανσιν καὶ καθαρισμὸν τῶν φορεμάτων μετεχειρίζοντο γῆν Κιμωλίαν, Μηλιάδα, ἄργιλον, γύψον κλ. Ὁ μικρολόγος ἀπαιτεῖ ἀπὸ τὸν καθσριστὴν νὰ βάλῃ πολὺ χῶμα εἰς τὸ φόρεμά του, διὰ νὰ ἀντέχῃ περισσότερον εἰς τὸν ρύπον.
XI
1. Ἡ ἀρχὴ τοῦ ὁρισμοῦ τούτου εἶναι ἀσυνήθης· τοῦτο δεικνύει ὅτι ἔγινε εἰς αὐτὸν κάποια διασκευή. Ἡ λέξις βδελυρία ἔχει ἐδῶ περιωρισμένην σημασίαν· βδελυρὸς κατὰ τὸν Θεόφραστον εἶναι ἐκεῖνος ποὺ δὲν λαμβάνει ὑπ’ ὅψιν ἂν οἱ λόγοι ἢ αἱ πράξεις του εἶναι ἀπρεπεῖς· ἑπομένως ἀναιδής, βωμολόχος, σιχαμμένος.
2. Μὲ τὴν λέξιν κάρυα ὠνόμαζον οἱ Ἀττικοὶ ὅλους τοὺς καρποὺς μὲ κέλυφος (κάστανα, ἀμύγδαλα κλ).
3. Ἐθεωρεῖτο ἀπρεπὲς νὰ μεταφέρη ὁ ίδιος ὁ ἀγοραστης τὰ ὀψώνια ἀπὸ τὴν ἀγορὰν εἰς τὸ σπίτι του· τοῦτο ἐξετέλουν οἱ δοῦλοι ἢ ἰδιαίτεροι ὑπηρέται τῆς ἀγορᾶς, οἱ ὁποῖοι ἐλέγοντο προὔνεικοι (πρὸ καὶ ἤνεικα=ἤνεγκα).
4. Αἱ αὐλητρίδες ἦσαν ἀπαραίτητοι εἰς τὰ συμπόσια διὰ τὰς σπονδὰς καὶ τὸν παιᾶνα, τὸν ὁποῖον συνώδευον μὲ τὸν αὐλόν των· ἐκτὸς τῆς μουσικῆς μετήρχοντο καὶ τὸ ἐπάγγελμα τῶν ἑταιρῶν.
5. Ἐννοεῖται ὅτι ἡ πρόσκλησις γίνεται εἰρωνικῶς.
6. Τὰ κουρεῖα καὶ μυροπωλεῖα ἦσαν μέρη, ὅπου ἐσύχναζον οἱ ἄνεργοι, ὅπως συμβαίνει σήμερον εἰς τὰ καφενεῖα. Ἐκεῖ συνεζήτουν περὶ διαφόρων ζητημάτων διὰ τοῦτο ὁ Θεόφραστος “ἄοινα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων” Θεοφρ. ἀποσπ. ἐκδ. Wimmer LXVI σ. 182.
XII
1. Τοῦ φορτικοῦ ἢ ἐνοχλητικοῦ διακρίνει ὁ Θεόφραστος τρία εἴδη· τὸν ἄκαιρον, τὸν ἀηδῆ καὶ τὸν περίεργον· ὁ πρῶτος εἶναι ἐνοχλητικὸς ἀπὸ ἀπερισκεψίαν καὶ ἔλλειψιν ἀνατροφῆς, ὁ δεύτερος ἀπὸ ἐγωϊσμόν, καὶ ὁ τρίτος ἀπὸ ζῆλον ποὺ γίνεται μὲ καλὴν μὲν πρόθεσιν ἀλλ΄ εἰς ἀκατάλληλον καιρόν.
2. Κῶμος (καντάδα) συνήθως ἐλέγετο ἡ θορυβώδης παρέλασις νέων μεθυσμένων ποὺ διέτρεχον τὴν νύκτα κατόπιν συμποσίου τοὺς δρόμους τῆς πόλεως χορεύοντες καὶ τραγουδοῦντες.
3. Ἐγγυηταὶ ἐζητοῦντο διὰ τὰ δάνεια, τὰς πωλήσεις, τὰς μισθώσεις κλπ. ἀντικαθίστων δὲ τοὺς ὀφειλέτας εἰς ὅλας των τὰς ὑποχρεώσεις καὶ ἐτιμωροῦντο ἀντ΄ αὐτῶν.
4. Τὸ γαμήλιον γεῦμα ἐδίδετο εἰς τὸ σπίτι τοῦ πατρὸς τῆς νύμφης· κατ΄ ἐξαίρεσιν δὲ αὐτὴν τὴν ἡμέραν αἱ γυναῖκες ἔτρωγον μαζὶ μὲ τοὺς ἄνδρας ἀλλ΄εἰς ἰδιαιτέραν τράπεζαν.
5. Εἰς τὴν ἀρχαίαν Ἑλλάδα ὁ κύριος εἶχεν ἀπόλυτον ἐξουσίαν ἐπὶ τῶν δούλων του καὶ ἠδύνατο νὰ τιμωρήσῃ αὐτοὺς αὐστηρότατα καὶ κατὰ διαφόρους τρόπους· εἰς τὰς Ἀθήνας ὅμως μετεχειρίζοντο αὐτοὺς κάπως ἀνθρωπινώτερον.
6. Οἱ χοροὶ ῆσαν συνήθως διασκέδασις τῶν ἀρχαίων κατὰ τὰ συμπόσια, διεκρίνοντο δὲ εἰς δύο κατηγορίας· εἰς τὸν χορὸν τῶν ἐξ ἐπαγγέλματος χορευτῶν, ἰδίως γυναικῶν, τὰς ὁποίας πρὸς τέρψιν τῶν συμποτῶν ἐκάλει ὁ προσφέρων τὸ συμπόσιον, καὶ εἰς τὸν χορὸν αὐτῶν τῶν συμποτῶν, ὅταν ἤρχιζε νὰ ἐνεργῇ ἐπ΄αὐτῶν ὁ Βάκχος, διότι ἐνομίζετο ἀπρεπὲς νὰ χορεύῃ κανεὶς ἀμέθυστος.
XIII
1. Ἡ λέξις περίεργος δὲν ἔχει ἐδῶ τὴν σημερινὴν σημασίαν. Κατὰ τὴν ἐτιυμολογίαν της δηλοῖ ἄνθρωπον πολὺ προσεκτικὸν εἴς τινα ἐργασίαν· περίεργος ἑπομένως εἶναι ὁ ἔχων ζῆλον περί τι, ὁ δὲ ζῆλός του αὐτὸς συνοδεύεται καὶ μὲ εὔνοιαν προσποιητὴν πρὸς τὸ ἀντικείμενον. Περιεργία λοιπὸν εἶναι ἐπίδειξις λόγων καὶ πράξεων μὲ προσποιητὴν εὔνοιαν.
2. Ὁ περίεργος ὡς στρατιώτης ἢ ἀξιωματικὸς ζητεῖ νά μάθῃ ἀπὸ τὸν στρατηγὸν τὸ παράγγελγα τῆς μεθαύριον, δηλ. τὸ σύνθημα μὲ τὸ ὁποῖον ἀναγνωρίζονται οἱ στρατιῶται κατὰ τὴν μάχην. Τοιαῦτα συνθήματα εἶναι γνωστὰ ἀπὸ ἀρχαίους συγγραφεῖς π.χ. Ζεὺς σωτήρ, Ἡρακλῆς ἡγεμὼν, Ζεὺς σωτὴρ καὶ ἡγεμὼν κ.ἄ.
3. Εἰς τὴν περίπτωσιν αὐτὴν ὁ περίεργος ἕνεκα τοῦ ζήλου του ἐμφανίζεται, ὡς λέγει ὁ Casaubon, ὡς οἰονεὶ προαγωγὸς τῆς μητέρας του.
4. Εἰς τοὺς ἀρχαίους Ἀττικοὺς τάφους τό ὄνομα ἀποθανούσης ἐγγάμου γυναικὸς συνοδεύεται μόνον μὲ τὸ ὄνομα τοῦ συζύγου καὶ τοῦ δήμου· τὸ ὄνομα τοῦ πατρὸς ἀναφέρεται μόνον ὅταν πρόκειται περὶ ἀγάμου, ὁ δὲ τόπος τῆς γεννήσεως, ὅταν ἡ ἀποθανοῦσα ἦτο μέτοικος. Ὁ περίεργος ὅμως δὲν ἠρκέοθη μόνον νὰ γράγῃ τὰ ὀνόματα τοῦ ἀνδρός, τοῦ πατρός, τῆς μητρός, ἐπὶ τῆς ἐπιτυμβίου στήλης, ἀλλ΄ἐπρόσθεσε καὶ ὅτι ὅλοι ἦσαν χρηστοί, ὥστε ἔθαψε μαζί μὲ τὴν νεκρὰν καὶ τοὺς ἐπιζῶντας.
XIV
1. Ὁ ἀναίσθητος, ὡς περιγράφεται ὑπὸ τοῦ Θεοφράστου, εἶναι ἄνθρωπος ποὺ δέν ἐχει τὸν νοῦν εἰς τὸ κεφάλι του, ἀφῃρημένος, ξεχασμένος.
2. Οἱ ἀρχαῖοι Ἕλληνες καὶ Ρωμαῖοι ἔκαμνον τοὺς λογαριασμούς των μὲ ψήφους, δηλ. μικρὰ καὶ λεῖα λιθάρια, τὰ ὁποῖα ἐτοποθέτουν ἐπὶ ἑνὸς ἀβακίου χωρισμένου εἰς στήλας· ἔτσι ἐγίνοντο αἰσθηταὶ ἀκόμη καὶ αὐταὶ αἱ σύνθετοι ἀριθμητικαὶ πράξεις. Τοιαῦτα ἀβάκια διεσώθησαν μέχρι σήμερον.
3. Ἐπειδὴ εἰς τὰ σπίτια τῶν ἀρχαίων Ἀθηναίων δὲν ὑπῆρχον ἀποχωρητήρια, οἱ κάτοικοι (πρὸ πάντων πτωχοὶ) ἐξήρχοντο τὴν νύκτα πρὸς φυσικήν των ἀνάγκην εἰς τὸ ὕπαιθρον· ὁ ἀναίσθητος παρεπλανήθη, ὡς φαίνεται, εἰς τὸν κῆπον τοῦ γείτονός του καὶ ἐδέχθη τὴν ἐπίθεσιν τοῦ σκύλου του.
4. Ὁ ἀναίσθητος μεταχειρίζεται τὴν φράσιν “τύχῃ ἀγαθῇ” ἐπὶ δυστυχήματος, ἐνῷ, ὡς γνωστόν, ἦτο ἐν χρήσει εἰς εὐχάριστα γεγονότα καὶ ἐλέγετο ὡς εὐχὴ πρὸς ἐπιτυχίαν κατὰ τὴν ἀρχὴν μιᾶς ἐπιχειρήσεως, ἑνὸς ταξιδίου καὶ ὁποιασδήποτε ἄλλης πράξεως, ἀνάλογος πρὸς τὰ σημερινὰ “ἡ ὥρα ἡ καλή”, “μὲ τὸ καλό”.
5. Ἡ γραφὴ τῶν χειρογράφων εἶναι: “καὶ τοῦ Διὸς ὕοντος λέγειν ἡδὺ γε τῶν ἄστρων, ὅτε δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης”· ἀλλὰ τί σημαίνουν τὰ γριφώδη ταῦτα; Ὁ Κοραῆς θεωρεῖ τὸ χωρίον τοῦτο ὡς τὸ δυσκολώτατον πάντων, ὁ δὲ Casaubon τὸ ὀνομάζει locum desperatum. Αἱ πολλαὶ καὶ ποικίλαι διορθώσεις τῶν σοφῶν κριτικῶν δὲν κατώρθωσαν νὰ τὸ θεραπεύυουν διὰ τοῦτο καὶ οὐδεμία ἐξ αὐτῶν ἐπεκράτησεν, ὥστε νὰ εἰσαχθῇ εἰς τὸ κείμενον. Αἱ λέξεις ἡδύ, τῶν ἄστρων, πίσσης, φέρουν εἰς τὸν νοῦν δύο φράσεις συνήθεις τῆς νέας Ἑλληνικῆς· δηλ. τὴν “εἶναι ἀστροφεγγιά”, ὅταν πρόκειται περὶ αἰθρίας νυκτός, καὶ “εἶναι πίσσα σκοτάδι”, ὅταν πρόκειται περὶ βροχερῆς καὶ σκοτεινῆς. Αἱ φράσεις αὗται δύνανται ἴσως νὰ διαφωτίσουν τὸ ζήτημα. Ὑποθέτω δηλ. ὅτι ἡ περιεχομένη εἰς τὸ χωρίον τοῦτο ἔννοια εἶναι· ‘καὶ ὅταν τὴν νύκτα βρέχη, ὁ ἀναίσθητος λέγει· “εἶναι ἀστροφεγγιά”, ὅταν οἱ ἄλλοι λέγουν “εἶναι σκοτάδι πίσσα”’. Ἀλλὰ διὰ νὰ ἐξαχθῇ τοιαύτη ἔννοια, εἶναι ἀνάγκη νὰ μεταβλητῇ καὶ τὸ ἀρχαῖον κείμενον ὡς ἑξῆς· “καὶ τοῦ Διὸς <νυκτὸς> ὕοντος λέγειν· ἡδύ γε τῶν ἄστρων <τὸφῶς>, ὅτε δὴ καὶ οἱ ἄλλοι λέγουσι πίσσης <σκότος>.Ὁμολογῶ ὅτι ἡ ὑπόθεσίς μου εἶναι τολμηρὰ ὄχι ὅμως καὶ χειροτέρα ἄλλων.
6. Ἠριαῖαι ἢ Ἠρίαι πύλαι (ἐκ τοῦ Ἠρίον=τάφος) ἐλέγετο μία πύλη τῶν Ἀθηνῶν πρὸς ἀνατολάς, ἡ ὁποία ἔφερε πρὸς τὸ νεκροταφεῖον τοῦ Κεραμεικοῦ.
XV
1. Κατὰ τὸν Ἀριστοτέλη ἀντίθετος τῆς αὐθαδείας εἶναι ἡ ἀρέσκεια, ἡ δὲ μεσότης τούτων εἶναι ἡ σεμνότης δηλ. ἡ ἀξία, ἡ σταθερότης ποὺ χαρακτηρίζει τὸν πραγματικὸν ἄνθρωπον “σεμνότης δὲ μεσότης αὐθαδείας καὶ ἀρεσκείας” (Ἠθικ. Εὐδ. Γ,7,1233 β 34). Αὐθάδης (αὐτὸς-ἥδομαι) εἶναι λοιπὸν ὁ αὐτάρεσκος, ὁ τὸν ἑαυτόν του μόνον ἐκτιμῶν καὶ περιφρονῶν τοὺς ἄλλους· “ὅ τε γὰρ αὐθάδης τοιοῦτός ἐστιν οἷος μηθενὶ ἐντυχεῖν μηδὲ διαλεγῆναι” (Μεγ. Ἠθικὰ Α 26, 1192 β 30). Ὁ ὁρισμὸς ἐδῶ εἶναι ἐλλιπής, διότι ἡ τραχύτης τοῦ αὐθάδους ἐκδηλοῦται ὄχι μόνον διὰ λόγων ἀλλὰ καὶ πράξεων, ὡς φαίνεται εἰς τὰ παραδείγματα· διὰ τοῦτο ὀρθῶς εἰς τὸ κείμενον μετὰ τὸ ἐν λόγοις ἐπρόσθεσεν ὁ Herwerden <καὶ πράξεσι>.
2. Πρόκειται ἴσως περὶ ἐράνου ὑπὲρ δυστυχοῦντος φίλου.
3. Οἱ μετέχοντες εἰς τὰ συμπόσια ὤφειλον κατὰ τὴν συνήθειαν νὰ τραγουδήσουν, νὰ ἀπαγγείλουν στίχους ποιητῶν ἢ ἄλλας ῥήσεις, νὰ χορεύσουν· ὁ αὐθάδης ἀρνούμενος νὰ λάβη εἰς ταῦτα μέρος δεικνύει ὅτι στερεῖται καὶ κοινωνικῆς ἀγωγῆς.
XVI
1. Κατὰ τοὺς Ἀριστοτελικοὺς μεταξὺ ἀθεΐας καὶ δεισιδαιμονίας (ὡς κακιῶν) μεσότης (ὡς ἀρετὴ) ἦτο ἡ εὐσέβεια. Περὶ δεισιδαιμονίας ἔγραψε καὶ ὁ Πλούταρχος καὶ ὁρίζει αὐτὴν ὡς ‘δόξαν ἐμπαθῆ καὶ δέους ποιητικὴν ὑπόληψιν ἐκταπεινοῦντος καὶ συντρίβοντος τὸν ἄνθρωπον, οἰόμενον μὲν εἶναι θεοὺς, εἶναι δὲ λυπηροὺς καὶ βλαβερους’. Φαίνεται ὅτι καὶ ὁ χαρακτὴρ οὗτος εἰσήχθη εἰς τὴν Κωμῳδίαν· ἓν ἔργον τοῦ Μενάνδρου, τοῦ ὁποίου ἀποσπάσματα σώζονται, φέρει τὸν τίτλον Δεισιδαίμων.
2. Κατὰ τὴν ἑορτὴν τῶν Χοῶν, δευτέραν ἡμέραν τῶν Ἀνθεστηρίων, ἐγίνοντο σπονδαὶ ὑπὲρ τῶν νεκρῶν· ἐθεωρεῖτο λοιπόν ἡμέρα ἀποφράς.
3. Ἡ δάφνη, ἀφιερωμένη εἰς τὸν Ἀπόλλωνα, ἐθεωρεῖτο ὡς μέσον πρὸς ἀποτροπὴν κακοῦ διὰ τοῦτο ἐρραντίζοντο μὲ κλάδον δάφνης, τὸν ὁποῖον ἐβύθιζον εἰς ἀγγεῖον ὕδατος ποὺ εὑρίσκετο πρὸ τοῦ ναοῦ καὶ ὅπου προηγουμένως εἶχον σβήσῃ δαυλὸν ἀναμμένον ἀπὸ τὸν βωμόν.
4. Ὁ παρείας ἦτο ὄφις ἀβλαβής, ἱερὸς τοῦ Ἀσκληπιοῦ, καὶ ἔλαβε τὸ ὄνομα, ὡς λέγει ὁ Αἰλιανὸς (περὶ ζῴων ἰδιότητος 8,12) ἀπὸ τὸ πλατὺ στόμα του· οἱ δὲ ἱεροὶ λεγόμενοι ὄφεις ἦσαν μικροὶ καὶ δηλητηριώδεις· ἐνίοτε ὁ ὄφις ἐνομίζετο καὶ καλὸς οἰωνός· εὑρισκόμενος εἰς ναὸν ἢ ἄλλο κτίριον ἐθεωρεῖτο φύλαξ καὶ προστάτης αὐτοῦ, ὡς ὁ ἱερὸς ὄφις τῆς Ἀθηνᾶς εἰς τὸν Παρθενῶνα. Καὶ σήμερον ὁ λαὸς τοιοῦτον ὄφιν θεωρεῖ φύλακα τοῦ σπιτιοῦ.
5. Ὁ Σαβάζιος ἦτο θεότης Ἀσιατική, τῆς ὁποίας ἡ λατρεία εἰς τὴν Ἑλλάδα ἐταυτίσθη μὲ τὴν λατρείαν τοῦ Διονύσου καὶ ἐτιμᾶτο, ἰδίως ὑπὸ γυναικῶν μὲ νυκτερινὰς τελετάς.
6. Πρὸς τιμὴν τῆς Ἑκάτης οἱ ἀρχαῖοι ἔστηναν λίθους εἰς τὰς τριόδους, τοὺς ἤλειφον μὲ λᾷδι, τοὺς ἐστόλιζον μὲ στεφάνους καὶ τοὺς ἐπροσκύνουν· ‘οἱ αὐτοὶ πᾶν ξύλον καὶ πάντα λίθον, τὸν δὴ λεγόμενον λιπαρόν, προσκυνοῦσι’ (Κλήμης Ἀλεξανδρ. Στρωματεῖς βιβλ. 7, 4, 24).
7. Ἐὰν ποντικὸς διετρύπα σάκκον, ἐθεωρεῖτο κακὸς οἰωνός. Χαριέστατον εἶναι τὸ λεγόμενον περὶ τοῦ Βίωνος ποὺ εἰς μίαν τοιαύτην περίπτωσιν σκώπτων τὸν δεισιδαίμονα εἶπε· ‘δὲν εἶναι παράδοξον ὅτι ὁ ποντικὸς ἐτρύπησε τὸν σάκκον τὸ παράδοξον θὰ ἦτο, ἂν ὁ σάκκος ἐτρύπα τὸν ποντικόν’.
8. Ἐξηγηταὶ ἐλέγοντο οἱ γνῶσται τοῦ ἱεροῦ δικαίου καὶ φροντίζοντες διὰ τὸν καθαρμὸν τοῦ φόνου καὶ ἄλλων ἐγκλημάτων. Τὴν ἀρχὴν ταύτην εἶχον κατ’ ἀρχὰς οἱ εὐπατρίδαι, κατόπιν ἐδόθη εἰς τρεῖς ἄνδρας ὀνομαζομένους πυθοχρήστους, διότι ὑπεδεικνύοντο ὑπὸ τοῦ Πυθίου Ἀπόλλωνος.
9. Εἰσβολὴ ἡ ἐπιδρομὴ τῆς Ἑκάτης ἐλέγετο ἡ ὀλεθρία ἐπίδρασις, τὴν ὁποίαν ἐπίστευον ὅτι ἐξήσκει ἡ Σελήνη· διότι ἡ Ἑκάτη ἐλατρεύετο ὑπὸ τρεῖς μορφάς, δηλ. ὡς Σελήνη, ὡς Ἄρτεμις καὶ ὡς Περσεφόνη. Κατὰ πᾶσαν νέαν Σελήνην οἱ πλούσιοι Ἀθηναῖοι ἐπρόσφεραν ὡς θυσίαν διάφορα φαγητά, τὰ ὁποῖα ἔθετον εἰς τὰς τριόδους τὴν νύκτα, ἐλάμβανον δὲ αὐτὰ οἱ πτωχοί· ἦσαν τὰ λεγόμενα δεῖπνα Ἑκάτης.
10. Αἱ δεισιδαιμονίαι αὐταὶ ὑπάρχουν καὶ σήμερον ἀκόμη εἰς τὸν Ἑλληνικὸν λαόν.
11. Ἡ 4η καὶ ἡ 24η τῶν μηνῶν ἐλογίζοντο ἀποφράδες ἡμέραι.
12. Ἑρμαφρόδιτοι ἦσαν ἀνδριάντες τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης.
13. Ὁ Ὀρφεὺς ἀοιδὸς καὶ φιλόσοφος ἐκ Θρᾴκης εἰσήγαγεν εἰς τὴν Ἑλλάδα θρησκευτικὰς τελετὰς καὶ τὰ Ἐλευσίνια Μυστήρια. Οἱ ὀπαδοί του, ἱερεῖς καὶ μύσται τῶν τελετῶν τούτων, ἐλέγοντο Ὁρφεοτελεσταί. Αἱ γυναῖκες ἐγίνοντο δεκταὶ εἰς τὰ Ὀρφικά, τὰ Ἐλευσίνια Μυστήρια καὶ τὰς τελετὰς τοῦ Σαβαζίου.
14. Τὸ θαλάσσιον ὕδωρ ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἐθεωρεῖτο καθαρτικὸν παντὸς μολύσματος· “θάλασσα κλύζει πάντα τἀνθρώπων κακὰ” (Εὐρ. Ἰφιγ. ἐν Ταύρ. 1167.
15. Τὰ σκόροδα λαμβανόμενα ἀπὸ τὰ δεῖπνα τῆς Ἑκάτης ἐθεωροῦντο μολυσμένα.
16. Εἰς τὴν σκίλλην (σκυλοκρόμμυδο) ἀπέδιδον οἱ ἀρχαῖοι δύναμιν ἐξαγνιστικήν· “ἐκάθηρέ τέ με καὶ περιήγνιζε δᾳδὶ καὶ σκἰλλῃ καὶ ἄλλοις πλείοσι” (Λουκ. Ἐπισκοποῦντες). Τοιαύτην δύναμιν ἀπέδιδον καὶ εἰς κυνάριον, τὸ ὁποῖον ἐθυσίαζον καὶ ἔπειτα περιέφερον τρεῖς φορὰς τὸ πτῶμα του πέριξ ἐκείνου ποὺ ἤθελαν νὰ ἐξαγνίσουν τοῦτο ἐλέγετο περισκυλακισμός· “τῷ δὲ κυνὶ πάντες ὡς ἕπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταί γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμοὺς καὶ τῇ Ἑκάτη σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες”. (Πλουτ. κεφαλ. καταγραφὴ § 68).