ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΑΝΑΙΡΕΣΕΩΣ ΝΙΚΗ-
ΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ
ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ
ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ.
ΕΔΩ Ο ΑΡΧΑΙΟΓΝΩΜΩΝ ΠΑΡΟΥΣΙΑΖΕΙ ΤΟ ΨΗΦΙΑΚΟ ΚΕΙΜΕΝΟ «ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ »
ΑΠΟ ΤΟ ΕΘΝΙΚΟ ΚΑΙ ΚΑΠΟΔΙΣΤΡΙΑΚΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΑΘΗΝΩΝ
ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΑΝΑΙΡΕΣΕΩΣ ΝΙΚΗΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ
ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ
ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ.
[pro.1] Τὴν ἐπιτομὴν τῆς ἱστορίας ἄριστα μετὰ τοὺς παλαιοὺς ἐπραγμα-
τεύσαντο πρῶτον μὲν ὁ μοναχὸς Γεώργιος καὶ σύγκελλος χρηματίσας
Ταρασίου τοῦ ἁγιωτάτου πατριάρχου, μετ' ἐκεῖνον δὲ ὁ ὁμολογητὴς
Θεοφάνης καὶ τοῦ Ἀγροῦ ἡγούμενος, ἐπιστατικώτερον τὰς ἱστορικὰς
ἐπιδραμόντες βίβλους καὶ συνοψίσαντες λόγῳ μὲν ἀφελεῖ καὶ ἀπεριέργῳ,
μονονουχὶ δὲ τῆς οὐσίας αὐτῆς ἐφαπτομένῳ τῶν πεπραγμένων. ἀλλ'
ὁ μέν, ὁ Γεώργιος, ἀπὸ καταβολῆς ἀρξάμενος κόσμου ἐς τοὺς τυράν-
νους κατέληξε, Μαξιμιανόν φημι καὶ τὸν τούτου υἱὸν Μαξιμῖνον. ὁ δέ,
ὁ Θεοφάνης, τὸ ἐκείνου τέλος οἰκείαν ἀρχὴν ποιησάμενος καὶ τὴν ἐπίλοι-
πον συντεμὼν χρονογραφίαν καὶ ἐς τὴν τελευτὴν τοῦ βασιλέως Νικη-
φόρου τοῦ ἀπὸ γενικῶν καταντήσας ἔστη τοῦ δρόμου. μετὰ δὲ τοῦτον
οὐδεὶς ἄλλος ἐπέδωκεν ἑαυτὸν τῷ τοιούτῳ σπουδάσματι. ἐπεχείρησαν
μὲν γάρ τινες, οἷον ὁ Σικελιώτης διδάσκαλος, καὶ ὁ καθ' ἡμᾶς ὕπατος
τῶν φιλοσόφων καὶ ὑπέρτιμος ὁ Ψελλός, καὶ πρὸς τούτοις ἕτεροι. ἀλλὰ
παρέργως ἁψάμενοι τοῦ ἔργου τῆς τε ἀκριβείας ἀποπεπτώκασι, τὰ
πλεῖστα τῶν καιριωτέρων παρέντες, καὶ ἀνόνητοι τοῖς μετ' αὐτοὺς
γεγόνασιν, ἀπαρίθμησιν μόνην ποιησάμενοι τῶν βασιλέων καὶ διδά-
ξαντες, τίς μετὰ τίνα τῶν σκήπτρων γέγονεν ἐγκρατής, καὶ πλεῖον οὐδέν.
εἰ γὰρ καί τινων δοκοῦσιν ἐπιμνησθῆναι πράξεων, ἀλλὰ καὶ ταύτας
οὐκ ἐστοχασμένως συγγραψάμενοι ἔβλαψαν τοὺς ἐντυγχάνοντας, οὐκ
ὠφέλησαν. ὁ γὰρ Δαφνοπάτης Θεόδωρος, Νικήτας ὁ Παφλαγών,
Ἰωσὴφ Γενέσιος, καὶ Μανουὴλ οἱ Βυζάντιοι, Νικηφόρος διάκονος ὁ
Φρύξ, ὁ Ἀσιανὸς Λέων, Θεόδωρος ὁ τῆς Σίδης γενόμενος πρόεδρος, καὶ
ὁ τούτου ἀνεψιὸς καὶ ὁμώνυμος ὁ τῆς ἐν Σεβαστείᾳ καθηγησάμενος
ἐκκλησίας, καὶ ἐπὶ τούτῳ Δημήτριος ὁ τῆς Κυζίκου, καὶ ὁ μοναχὸς
Ἰωάννης ὁ Λυδὸς οἰκείαν ἕκαστος ὑπόθεσιν προστησάμενοι, ὁ μὲν ἔπαι-
νον φέρε εἰπεῖν βασιλέως, ὁ δὲ ψόγον πατριάρχου, ἅτερος δὲ φίλου
ἐγκώμιον καὶ ἐν ἱστορίας σχήματι τὸν ἑαυτοῦ ἕκαστος ἀποπληροῦντες
σκοπὸν πόρρω τῆς τῶν εἰρημένων θεοφόρων ἀνδρῶν ἀποπεπτώκασι
διανοίας. ἀποτάδην γὰρ τὰ κατὰ τοὺς αὐτῶν χρόνους συνενεχθέντα,
καὶ μικρὸν ἄνωθεν, ἱστορικῶς συγγραψάμενοι, καὶ ὁ μὲν συμπαθῶς, ὁ
δ' ἀντιπαθῶς, ὁ δὲ καὶ κατὰ χάριν, ἄλλος δὲ καὶ ὡς προσετέτακτο,
τὴν ἑαυτοῦ συνθεὶς ἱστορίαν καὶ πρὸς ἀλλήλους ἐν τῇ τῶν αὐτῶν ἀφη-
γήσει διαφερόμενοι ἰλίγγου καὶ ταραχῆς τοὺς ἀκροατὰς ἐμπεπλήκασιν.
ἡμεῖς δὲ τῷ πόνῳ τῶν εἰρημένων ἀνδρῶν ἐκείνων ἀρεσθέντες καὶ λυσιτε-
λήσειν οὐ μικρὰ τὴν σύνοψιν τοῖς φιλιστοροῦσιν ἐλπίσαντες καὶ μάλιστα
τοῖς τὸ ῥᾷστον τοῦ ἐπιπονωτέρου προτιθεμένοις, συντομωτάτην διδοῦ-
σαν κατάληψιν τῶν ἐν διαφόροις συμβεβηκότων καιροῖς καὶ τοῦ βάρους
τῶν ὑπομνημάτων ἐλευθεροῦσαν, τὰς τῶν ἄνωθεν λεχθέντων συγγρα-
φέων ἐπ' ἀκριβὲς ἱστορίας ἀναλεξάμενοι καὶ τὰ ἐμπαθῶς ἢ καὶ πρὸς
χάριν λεχθέντα ἀποδιοπομπήσαντες καὶ τὰς διαφορὰς καὶ διαφωνίας
παρέντες, ἀποξέσαντες δὲ καὶ ὅσα ἐγγὺς ἐρχόμενα εὕρομεν τοῦ μυθώ-
δους, τὰ δὲ εἰκότα καὶ ὁπόσα μὴ τοῦ πιθανοῦ ἀπέπιπτε συλλεξάμενοι,
προσθέντες δὲ καὶ ὁπόσα ἀγράφως ἐκ παλαιῶν ἀνδρῶν ἐδιδάχθημεν,
καὶ ὑφ' ἓν ἐπιδρομάδην συνθέμενοι τοῖς μεταγενεστέροις καταλελοίπαμεν
τροφὴν ἁπαλὴν καὶ τοῦτο δὴ τὸ τοῦ λόγου ἀληλεσμένην, ἵν' οἱ μὲν τὰς
τῶν ῥηθέντων ἱστορικῶν βίβλους ἐπελθόντες ὑπομνήματα ἔχοιεν συνέκ-
δημον φέροντες καὶ ἐπιόντες τουτὶ τὸ βιβλίον-οἶδε γὰρ ἡ ἀνάγνωσις
ἀνάμνησιν ἐμποιεῖν, ἡ δ' ἀνάμνησις τρέφειν καὶ μεγαλύνειν τὴν μνήμην,
ὥσπερ τοὐναντίον ἡ ἀμέλεια καὶ ῥαστώνη ἐπιφέρειν ἀμνηστίαν, ᾗτινι
πάντως ἕπεται λήθη ἀμαυροῦσα καὶ συγχέουσα τὴν μνήμην τῶν πεπραγ-
μένων-οἱ δὲ μήπω ἐντετυχηκότες ταῖς ἱστορίαις ὁδηγὸν ἔχοιεν τήνδε
τὴν ἐπιτομὴν καὶ ἀναζητοῦντες τὰ πλατικῶς γεγραμμένα ἐντελεστέραν
τῶν πεπραγμένων λαμβάνοιεν εἴδησιν. ἀλλ' ἀρκτέον ἐντεῦθεν.
[Mich1.t] ΜΙΧΑΗΛ Ο ΚΟΥΡΟΠΑΛΑΤΗΣ Ο ΡΑΓΓΑΒΕ
[Mich1.1] Νικηφόρου τοῦ βασιλέως ἐν Βουλγαρίᾳ ἀναιρεθέντος, Σταυρακίου
τε τοῦ υἱοῦ αὐτοῦ καιρίαν πληγέντος κἀν τῇ βασιλίδι ἀνασωθέντος καὶ
μετὰ δύο μῆνας πρὸς τῇ βασιλείᾳ ἀποθεμένου καὶ τὴν ζωήν, ὁ κουρο-
παλάτης Μιχαὴλ ὁ τοῦ βασιλέως γαμβρός, ᾧ Ῥαγγαβὲ ἦν ἡ προση-
γορία, ἐγκρατὴς τῶν Ῥωμαϊκῶν διὰ τοῦ δήμου καὶ τῆς συγκλήτου
ἀναδείκνυται σκήπτρων, ἀπωθούμενος μὲν τὴν ἀρχὴν καὶ μὴ ἱκανὸς
εἶναι λέγων ὄγκον τοσούτων πραγμάτων προσαναζώσασθαι, τῷ
πατρικίῳ δὲ Λέοντι τῷ ἐξ Ἀρμενίων, ἀνδρὶ θυμοειδεῖ δοκοῦντι καὶ
δραστηρίῳ καὶ τοῦ στρατεύματος τῶν Ἀνατολικῶν ἄρχοντι τηνικαῦτα,
παρεχώρει τῆς ἐξουσίας, κἂν ἐκεῖνος διδομένην λαβεῖν οὐκ ἠθέλησεν,
ἀνάξιον ἑαυτὸν ἀποκαλῶν τοῦ βασιλικοῦ θρόνου, προὐτρέπετο δὲ μᾶλ-
λον τὸν Μιχαὴλ ὡς αὐτῷ πρέπον ἀναδέξασθαι τὸ κράτος, καὶ αὐτὸς
ὑπισχνεῖτο οἰκέτης ἔσεσθαι διὰ βίου καὶ λειτουργὸς πιστότατός τε καὶ
δραστικώτατος καὶ ὅρκοις φρικωδεστάτοις ἐνεπέδου τὰς ὑποσχέσεις.
[Mich1.2] Οὕτω δὲ τοῦ Μιχαὴλ καὶ παρὰ τὸν οἰκεῖον σκοπὸν τὰς ἡνίας
ἀναδεξαμένου τῆς βασιλείας, Κρούμου τε τοῦ Βουλγάρων ἄρχοντος
ταῖς ἔμπροσθεν εὐτυχίαις ἐπαρθέντος καὶ τῶν Βουλγάρων φρονηματι-
σθέντων ταῖς νίκαις τὰ τῆς δύσεως ἐπυρπολοῦντο καὶ ἐληΐζοντο. ἔδοξεν
οὖν τῷ βασιλεῖ Μιχαὴλ ἐκστρατεῦσαι κατ' αὐτῶν καὶ καθ' ὅσον οἷόν
τε ἐπισχεῖν καὶ ἀναχαιτίσαι τὰς Βουλγαρικὰς προνομάς. ταχύ τε οὖν
διατάγματα ἐπέμποντο πανταχοῦ καὶ ταχὺ τὰ στρατεύματα συνη-
θροίζοντο. καὶ ὁ Κροῦμος δὲ τὴν τοῦ βασιλέως πυθόμενος κίνησιν τὸν
ἑαυτοῦ λαὸν ἐκ τῆς προνομῆς ἀνακαλεσάμενος καὶ ὑφ' ἓν συναθροίσας
στρατόπεδόν τε καρτερὸν μάλα ἐπήξατο καὶ ἐπιόντα προσέμενε τὸν
βασιλέα. ὡς δὲ καὶ οὗτος ἀφίκετο καὶ παρεστρατοπέδευσε τῷ Κρούμῳ
ἀγχοῦ που τῆς Ἀδριανουπόλεως αὐλιζομένῳ, ἀκροβολισμοὶ μὲν ἐγί-
νοντο συνεχεῖς καὶ ὅσον ἐν ἑκηβολίαις μάχαι καὶ ἐν πάσαις αὐταῖς ἐπι-
κρατέστερα τὰ Ῥωμαίων ἐφαίνοντο, ὡς καὶ φυσηθέντας διὰ τοῦτο τοὺς
στρατιώτας ὁρμᾶν καὶ σφαδᾴζειν πρὸς ἀγχέμαχον καὶ καθολικὴν συμ-
πλοκήν. ἐπέχοντος δὲ τοῦ βασιλέως καὶ διατρίβοντος, εἴτε διὰ δειλίαν,
ὥσπερ ἐλέγετο, εἴτε καὶ καιρὸν ζητοῦντος τὸν ἐπιτήδειον, εἰς ἀναισχυν-
τίαν τὸ πλῆθος ἐτράπη καὶ κατεβόων εἰς πρόσωπον τοῦ βασιλέως, καὶ
εἰ μὴ ἐξάξοι, ἠπείλουν αὐτοί τε διαρρῆξαι τὸν χάρακα καὶ συρράξαι
τοῖς ἐναντίοις. τούτοις κατακλασθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἀνοίγνυσί
τε τὰς πύλας τοῦ στρατοπέδου καὶ πρὸς παράταξιν ἵσταται. τὸ δ'
αὐτὸ τοῦτο καὶ ὁ Κροῦμος εἰργάσατο καὶ τὸν ἑαυτοῦ συντάξας λαὸν
ἀντίρροπος ἔστη τῷ βασιλεῖ. πολλὰ δ' οὗτός τε κἀκεῖνος τὸν ἑαυτοῦ
ἕκαστος παρακαλέσαντες στρατὸν καὶ λόγους ἐπαγωγοὺς καὶ παραινέ-
σεις εἰπόντες παρακαλέσαι δυναμένας πρὸς ἀλκήν, τέλος τὸ πολε-
μικὸν ταῖς σάλπιγξι σημηνάμενοι ἀλλήλοις προσέρραξαν· εὐρώστως
δὲ τῶν Ῥωμαίων ὑποστάντων τοὺς πολεμίους ἡρωϊκῶς τε καὶ ἀνδρικῶς
ἀγωνιζομένων ἐδαπανᾶτο τὰ τῶν Βουλγάρων καὶ κἂν εἰς παντελῆ
ἀπεῖδεν ὑπαγωγήν (ἤδη γὰρ καὶ αὐτὸς ὁ Κροῦμος ἀπέκαμεν ἁπαντα-
[Mich1.2.30] χοῦ ἐξιππαζόμενος καὶ τὰ πονοῦντα τῶν στρατευμάτων ἀναλαμβάνων),
εἰ μὴ Λέων ὁ τῶν Ἀνατολικῶν στρατηγὸς τῆς βασιλείας ἐρῶν καὶ τὰ
ὑπ' αὐτὸν διαφθείρας τάγματα σὺν αὐτοῖς τὴν τάξιν ἀπολιπὼν ᾤχετο
φεύγων αἰτίας χωρίς. τοῦτο δὲ καὶ ὁ λοιπὸς στρατὸς κατιδὼν ἐξεπλάγη
καὶ τὸν τόνον τῆς ἀνδρείας ἐχαύνωσε. καὶ οἱ Βούλγαροι ὅσον οὐδέπω
φεύγειν ἐπίδοξοι ὄντες ἀναθαρρήσαντες ἐπῆλθον μετ' ἀλαλαγμοῦ τοῖς
Ῥωμαίοις καὶ παλίντροπον τὴν νίκην εἰργάσαντο. τῷ συμβάντι γὰρ
οἱ Ῥωμαῖοι καταβληθέντες τὰς ψυχὰς τὴν τῶν Βουλγάρων οὐκ ἐδέξαντο
προσβολήν, ἀλλ' εὐθὺς πρὸς φυγὴν ἐτράπησαν. ἀπώλοντο μὲν οὖν
καὶ τῶν στρατιωτῶν πολλοί, πίπτουσι δὲ καὶ τῶν στρατηγῶν οὐκ
ὀλίγοι. ὁ δὲ βασιλεὺς μόλις μετά τινος μέρους ἀθραύστου εἰς Ἀδριανού-
πολιν ἀνασῴζεται ἐκεῖθέν τε τὴν βασιλίδα καταλαμβάνει τὸν εἰρημένον
Λέοντα μετὰ τῶν ἀμφ' αὐτὸν ἐν Θρᾴκῃ καταλιπών, ὥστε προσμένειν
καὶ τὰς λεηλασίας τῶν Βουλγάρων καὶ τὰς ἐκδρομὰς ἀνακόπτειν. ὁ
δὲ καθ' ἑαυτὸν ἄρτι γενόμενος, ἣν ὤδινεν ἐν τῷ κρυπτῷ εἰς φῶς ἐξάγει
ἀποστασίαν. κοινωσάμενος γὰρ τοῖς αὐτοῦ θιασώταις καὶ καιρὸν ἐπι-
τήδειον εἶναι φήσας εἰς τὸ πληρῶσαι τὸ σπουδαζόμενον καὶ δι' αὐτῶν
λόγους ὑποσπείρας ἅπαντι τῷ στρατῷ, ὡς τῇ ἀφελείᾳ τοῦ βασιλέως
καὶ τῇ πρὸς τὰς στρατηγικὰς μελέτας ἀνασκησίᾳ τά τε Ῥωμαϊκὰ ἠφα-
νίσθη πλήθη καὶ ἡ παλαιὰ δόξα καὶ εὔκλεια ᾤχετο τῶν Ῥωμαίων, καὶ
οὕτω διαφθείρας τοὺς στρατιώτας, ἄρτι σποράδας ἐκ τῆς τροπῆς
ἐπανερχομένους πεζοὺς καὶ γυμνοὺς καὶ μιγνυμένους τῷ σὺν αὐτῷ
στρατεύματι, πείθει πρὸς ἀνταρσίαν ἰδεῖν. ἐκ μιᾶς γὰρ ὁρμῆς τὴν
σκηνὴν τούτου περιστοιχίσαντες λόγους μὲν ἀπρεπεῖς καὶ ἀναισχύν-
τους ἀπερρίπτουν εἰς βασιλέα, δειλὸν αὐτὸν ἀποκαλοῦντες καὶ ἄνανδρον
καὶ ἐξ ἀφελείας τά τε Ῥωμαϊκὰ ἀπολλύντα στρατεύματα καὶ τὸ κλέος
καὶ τὴν δόξαν ἀχρειοῦντα τῆς βασιλείας, αὐτόν τε ἀναφανδὸν εὐφήμουν
καὶ βασιλέα Ῥωμαίων ἐκήρυττον. θρυπτομένου δὲ τούτου καὶ τὴν
ἀρχὴν ἀποσειομένου Μιχαὴλ ὁ ἐξ Ἀμωρίου ὁ τραυλός, τάγματός
τινος καὶ αὐτὸς Ῥωμαϊκοῦ ἐξηγούμενος, τὸ ξίφος σπασάμενος, τοῦτο
δὲ καὶ ἄλλοις τοῖς τοῦ ἔργου μετόχοις ποιεῖν ἐπιτρέψας, ἀναιρήσειν
ἠπείλει, εἰ μὴ ἑκουσίως προσδέξοιτο τὴν ἀρχήν. καὶ οὗτος μὲν οὕτως
διάδημά τε περιτίθεται καὶ βασιλεὺς Ῥωμαίων ἀναγορεύεται.
[Mich1.3] Πρὶν ἢ δὲ ταῦτα γενέσθαι, ἐκ τῆς τροπῆς ἐπανήκοντι τῷ βασιλεῖ
Μιχαὴλ καὶ γενομένῳ τῆς βασιλίδος ἄγχιστα Ἰωάννης ὁ Ἐξαβούλιος
συναντήσας αὐτῷ τό τε ἀτύχημα εὐγενῶς φέρειν καὶ μεγαλοψύχως
παρῄνει καὶ ἐπυνθάνετο, τίνα εἴη καταλιπὼν τοῦ στρατεύματος ἐξη-
γούμενον. ὁ δὲ Λέοντα εἶπε τὸν στρατηγὸν τῶν Ἀνατολικῶν, ἄνδρα τε
ἀγχινούστατον καὶ εὔνουν τῇ βασιλείᾳ. ὅπερ ἀκούσας ὁ Ἐξαβούλιος
‘φαίνῃ μοι, ὦ βασιλεῦ’, ἔφη, ‘πολὺ διαμαρτάνων τῆς τοῦ ἀνδρὸς δια-
νοίας.’ καὶ ὁ μὲν εἶπε ταῦτα, οὔπω δὲ ὁ βασιλεὺς ἔφθη τοῖς βασιλείοις
ἐπιβῆναι, καὶ ἡ τοῦ Λέοντος ἀνάρρησις κατηγγέλλετο. διαταραχθέντος
δὲ τοῦ αὐτοκράτορος πρὸς τὴν ἀκοὴν καὶ σκοπουμένου τὸ ποιητέον
τινὲς μὲν παρῄνουν πᾶσι τρόποις ἔχεσθαι τῆς ἀρχῆς καὶ τῷ τυράννῳ
ὡς ἀνυστὸν ἀντικαθίστασθαι. οὗτος δὲ εἰρηνικός τις ἄνθρωπος ὢν καὶ
πράγμασιν ἑαυτὸν ἐπιρρῖψαι μὴ θέλων ἄδηλον ἔχουσιν ἀποτέλεσμα τοῖς
μὲν οὕτω λέγουσιν ἐπετίμα, μὴ ἐρεθίζειν αὐτὸν πρὸς ἐμφυλίους χωρῆσαι
μιαιφονίας, τῶν τινα δὲ οἰκειοτάτων ἐξέπεμψε πρὸς τὸν Λέοντα τὰ τῆς
βασιλείας ἐπαγόμενον σύμβολα, τὸ διάδημα, τὴν ἁλουργίδα καὶ τὰ
κοκκοβαφῆ πέδιλα, αὐτὸς μὲν ὑπισχνούμενος παραχωρῆσαι τούτῳ τοῦ
θρόνου καὶ βέλτιον εἶναι κρίνων καὶ αὐτὴν προήκασθαι τὴν ζωήν, ἢ
χεομένην ἰδεῖν ῥανίδα μικρὰν αἵματος Χριστιανικοῦ, αὐτὸν δὲ πᾶσαν ἀπο-
θέμενον πτοίαν καὶ δισταγμὸν ἐλθεῖν καὶ παραλήψεσθαι τὰ βασίλεια.
Προκοπία δὲ ἡ βασιλὶς ἀντιπράττουσα τοῖς δρωμένοις καὶ καλὸν ἐντά-
φιον τὴν βασιλείαν λέγουσα εἶναι, ἐπεὶ μὴ ἔπειθεν, ἔσχατον ἐπειποῦσα
λόγον, ὅτι δεινὸν καὶ πέρα δεινοῦ, εἴπερ ἡ τοῦ τυράννου σύζυγος
περιβάλοιτο τὸν βασιλικὸν μοδίολον, ἐπισκώψασα καὶ πρὸς τὸ ταύτης
ὄνομα, Βάρκαν αὐτὴν ὀνομάσασα, ἐσκέπτετο, πῶς ἂν διάθοιτο τὰ κατ'
αὐτήν. καὶ οἱ μὲν περὶ τὸν βασιλέα ἐν τούτοις ἦσαν, ὁ δὲ τύραννος διὰ
τῆς Χρυσῆς πόρτης εὐφημούμενος ὑπό τε τοῦ στρατοῦ καὶ τοῦ δήμου
καὶ τῆς συγκλήτου ἦλθεν εἰς τὸν ἐν τοῖς Στουδίοις τοῦ προδρόμου ναόν,
κἀκεῖθεν δορυφορούμενος κατέλαβε τὰ βασίλεια. μέλλων δὲ ἐπιβατήριον
εὐχὴν ἐν τῷ χρυσοτρικλίνῳ ἀποδοῦναι τῷ θεῷ, ἐκδυσάμενος ἣν ἔτυχε
φορῶν ἐσθῆτα, παρέσχετο τῷ τῶν ἱπποκόμων πρωτεύοντι Μιχαήλ.
τούτου δὲ αὐτὴν ἐξ αὐτῆς ἀμφιασαμένου οἰωνὸς ἔδοξε τὸ γεγονὸς τοῖς
θεασαμένοις, ὡς μετὰ Λέοντα τῆς βασιλείας αὐτὸς ἐπιβήσεται. ἑτέραν
δὲ μεταλαβόντος ἐσθῆτα τοῦ βασιλέως καὶ ἀπιόντος εἰς τὸν ἐν τοῖς
παλατίοις νεὼν ὄπισθεν ὁ Μιχαὴλ ἑπόμενος καὶ ἀπροσέκτως βαίνων καὶ
προπετῶς τὸ ἄκρον τῆς βασιλικῆς ἐσθῆτος ἐπάτησε. τοῦτο κακὸν
οἰωνὸν ὁ Λέων ἡγήσατο καὶ νεωτερισμὸν ἔσεσθαι ἐξ αὐτοῦ καθυπώ-
πτευσεν. εἰσελθόντος δ' ὅμως τοῦ τυράννου εἰς τὰ βασίλεια καὶ τὴν ἀπραγ-
μόνως διδομένην αὐτῷ βασιλείαν μετὰ πραγμάτων καὶ ταραχῆς οὐ
μικρᾶς κατεσχηκότος Μιχαὴλ ὁ βασιλεὺς καὶ ἡ σύνευνος Προκοπία σὺν
τοῖς σφετέροις παισὶν εἰς τὸν τῆς θεοτόκου ναόν, ὃς Φάρος κατονομά-
ζεται, προσφυγόντες ἱκέται γίνονται. οὓς ἐκεῖθεν ἀποσπάσας ὁ τύραν-
νος ἀπ' ἀλλήλων διέστησε, καὶ Μιχαὴλ μὲν ὑπερόριον ἐν τῷ κατὰ τὴν
νῆσον Πρώτην μοναστηρίῳ ἐποιήσατο, ἐν ᾧ τὴν κοσμικὴν ἀποθέμενος
τρίχα τὸν λοιπὸν τῆς ζωῆς διήνυσε χρόνον, Θεοφύλακτον δὲ τὸν πρε-
σβύτερον τῶν τούτου υἱῶν ἐκτεμὼν συνάμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς
ἐξορίᾳ παρέπεμψε.
[Mich1.4] Καὶ ταῦτα μὲν ἐπράττετο τῇδε, ἄξιον δὲ καὶ τῆς τοῦ μοναχοῦ
τοῦ κατὰ τὸ Φιλομίλιον ἀσκουμένου ἐπιμνησθῆναι προρρήσεως. ἀνήρ
τις τῶν ἄγαν διαφανῶν Βαρδάνιος τοὔνομα, Τοῦρκος τὴν προσηγορίαν,
ἐν τοῖς πρώτοις τῆς συγκλήτου τελῶν, πατρικιότητι τετιμημένος καὶ
δομέστικος τυγχάνων τῶν σχολῶν τῆς ἀνατολῆς, ἀεὶ τυραννίδι μελετῶν
ἐπιθέσθαι καὶ τῆς βασιλείας, εἰ δύναιτο, γενέσθαι ἐγκρατὴς καὶ ἐναν-
τίοις διὰ παντὸς βαλλόμενος λογισμοῖς καὶ φλεγόμενος μὲν ὑπὸ τοῦ
τῆς βασιλείας ἔρωτος, δεδιὼς δὲ καὶ φρίσσων πρὸς τὸ τοῦ συμπεράσματος
ἄδηλον, ἐπείπερ ἐπύθετο κατὰ τὸ Φιλομίλιον ἔγκλειστόν τινα εἶναι
μοναχὸν ἀρετῆς τε εἰς ἄκρον ἐληλακότα καὶ προλέγειν τὰ μέλλοντα
φήμην ἔχοντα, ἐγνώκει δέον εἶναι κοινώσασθαι τούτῳ τὸ βούλευμα
καὶ τὴν ἐξ αὐτοῦ δέξασθαι κρίσιν. σκεψάμενος δ' οὕτως καὶ σκηψάμενος
κυνηγέσιον μεθ' ἑαυτοῦ τε λαβὼν τὸν Λέοντα, δι' εὐπρέπειάν τε προσώ-
που καὶ γενναῖον κατάστημα καὶ τὸ πολλοῖς ἐμπρέψαι πολιτικοῖς προ-
τερήμασιν ὑπηρετοῦντά τε αὐτῷ καὶ τῶν ἱπποκόμων κατάρχοντα, σὺν
τούτῳ δὲ καὶ Μιχαὴλ τὸν ἐξ Ἀμωρίου τὸν τραυλόν, ὃν προείπομεν,
καί τινα πρὸς τούτοις Θωμᾶν ἕλκοντα μὲν τὸ γένος ἐξ Ἀρμενίων, τὴν
οἴκησιν δ' ἔχοντα κατὰ τὴν λίμνην τοῦ Γαζουροῦ, τὸ παρεπόμενον αὐτῷ
πολὺ πλῆθος ἔν τινι τόπῳ προσμένειν παραγγείλας, αὐτὸς μετὰ τῶν
εἰρημένων ἀνδρῶν τὸν φωλεὸν καταλαμβάνει τοῦ μοναχοῦ, πρὸς ἐκεῖ-
νόν τε μόνος εἰσελθὼν κοινοῦται τὰ τῆς μελέτης. καὶ ὁ μοναχὸς τούτων
ῥηθέντων αὐτῷ εὐθύς τε ἀπέτρεπε τῶν δεδογμένων καὶ διεμαρτύρετο,
ὡς, εἰ μὴ πεισθεὶς ἀπόσχοιτο τοῦ σκοποῦ, τό τε φῶς τῶν οἰκείων ὀφθαλμῶν
[Mich1.4.24] ἀποβαλεῖται καὶ περιουσίας ἔκπτωσιν ὑποστήσεται. τούτων ῥηθέντων ὁ
στρατηγὸς ἀθυμίᾳ τε κατεσχέθη πολλῇ καὶ μικροῦ δεῖν καὶ αὐτῶν
ἐξεστηκὼς ἐγένετο τῶν φρενῶν. ὅμως τῆς συνήθους ἀποδοθείσης εὐχῆς,
καὶ μέλλοντος ἀπαίρειν ἤδη τοῦ στρατηγοῦ, καὶ τοῦ ἵππου, ᾧ ἐπω-
χεῖτο, διακομισθέντος, οὗ τὸν μὲν χαλινὸν κατεῖχεν ὁ Μιχαήλ, τὴν δὲ
δεξιὰν τῆς ἐφεστρίδος βάσιν ὁ Θωμᾶς, ὁ δὲ Λέων ἀνεβάσταζεν ἀναβαί-
νοντα τὸν ἵππον τὸν στρατηγόν, προκύπτων ἐκ τῆς θυρίδος ὁ μοναχὸς
καὶ ἄνωθεν κατιδὼν τοὺς ἄνδρας ὑποστρέφειν ἐκέλευε τὸν Βαρδάνιον.
ὁ δὲ μετὰ περιχαρείας ἐδέξατο τὴν ἀνάκλησιν καὶ θᾶττον ἢ λόγος
ἀποβὰς τοῦ ἵππου εἴσεισι δρομαῖος πρὸς τὸν μονάζοντα, προσδοκήσας
καταθύμιόν τι ἀκούσεσθαι. ἔγγιον δὲ τοῦτον πάλιν παραστησάμενος
‘σοὶ μέν, ὦ στρατηγέ’, ἔφη ὁ μοναστής, ‘καὶ πάλιν συμβουλεύω καὶ
παραινῶ, μηδ' εἰς ἐνθύμιον ὅλως ἀγαγεῖν τὰ βεβουλευμένα, ἢ μὴν
εἰδέναι, ὡς πήρωσίς τε ὀμμάτων καὶ οὐσίας ἀφαίρεσις ἕψεταί σοι. οἱ
δὲ τρεῖς ἄνδρες οἱ κομίσαντές σοι τὸν ἵππον, ὅ τε μετεωρίσας σε ἐποχεῖ-
σθαι μέλλοντα πρῶτος, καὶ ὁ τὸν χαλινὸν δὲ κατέχων δεύτερος ἐπιλή-
ψεται τῆς βασιλείας, καὶ ὁ τρίτος ὁ τὴν τοῦ δεξιοῦ σου ποδὸς βάσιν
κατέχων ἐπιτεύξεται μὲν ἀναρρήσεως, οὐ μήν γε καὶ βασιλείας, ἀλλ'
οἰκτίστῳ θανάτῳ καταστρέψει τὸ ζῆν’. τούτων ἀκούσας ὁ Βαρδάνιος
ἐν γέλωτι τὰ λελεγμένα ἐτίθετο καὶ τῆς ἐπὶ τῷ μοναχῷ μετέπιπτεν
ὑπολήψεως, ἀντὶ θεοπρόπου καὶ τῶν μελλόντων προβλεπτικοῦ γόητα
τοῦτον ἀποκαλῶν καὶ μηδενὸς τῶν ἔσεσθαι μελλόντων προγνωστικόν,
συλλογιζόμενος, ὡς εἰκός, ἀπὸ τῆς τῶν προσώπων ποιότητος καὶ
κακίζων τὴν πρόρρησιν, εἰ ὁ μὲν ἀνὴρ πατρίκιος καὶ ἐς τὸν τῶν δομε-
στίκων θρόνον κεκαθικὼς καὶ πλείστην ὅσην δύναμιν περιεζωσμένος καὶ
γένους λαμπροῦ καὶ οἰκίας ἐπιφανοῦς ἀστοχήσει τοῦ ἐφετοῦ, ἄνδρες
δὲ ἀφανεῖς καὶ θητεύοντες καὶ μηδ' εἰπεῖν ἔχοντες, ἐξ οἵων ἔφυσαν τῶν
προγόνων, εἰς τὸ βασίλειον ἀναχθεῖεν ὕψος. οὕτω δὲ διαπαίξας καὶ
μυκτηρίσας τὰ λεγόμενα ἐπάνεισι πρὸς τὴν οἰκείαν ἀρχὴν καὶ τοῖς συνω-
μόταις διαλεχθεὶς ἀνταίρει χεῖρα κατὰ τοῦ βασιλέως (Νικηφόρος ἦν
ὁ ἀπὸ γενικῶν τὰς ἡνίας τότε τῆς βασιλείας ἰθύνων) χεῖρά τε οὖν ὡς
πλείστην ἁθροίσας καὶ βασιλεὺς ἀναγορευθεὶς περὶ Βιθυνίαν στρατο-
πεδεύεται. καὶ ὁ βασιλεὺς δὲ ἄρτι τὴν κίνησιν τοῦ Βαρδανίου μεμαθη-
κὼς ἀξιόχρεων αὐτῷ ἐπαφίησι δύναμιν. συρράξαι δὲ μελλόντων ἀλλή-
λοις τῶν στρατευμάτων συγγνώμην ὁ Βαρδάνιος ἐξαιτεῖ καὶ ἀμνηστίαν
κακῶν, ἣν αὐτῷ ἐνωμότως ὁ Νικηφόρος παρεσχηκὼς ἐν τῇ νήσῳ Πρώτῃ
εἰς τὸν ἐκεῖσε φιλοπονηθέντα αὐτῷ ἀγρὸν ὑπερόριον τίθησι. χρόνος οὐ
πολύς, καὶ στρατιῶταί τινες ἐκ Λυκαονίας εἴτ' ἐξ οἰκείας ὁρμῆς, εἴτε
καὶ τοῦ βασιλέως ἀφανῶς ἐπισκήψαντος, ἐπιθέμενοι τῷ ἀγρῷ τὸν Βαρ-
δάνιον ἐκτυφλοῦσι καὶ τῇ μεγάλῃ τοῦ θεοῦ προσφεύγουσιν ἐκκλησίᾳ.
Λέων δὲ καὶ Μιχαὴλ καὶ Θωμᾶς, ὡς ἔφαμεν, τῷ Βαρδανίῳ διακονοῦντες,
τῆς στάσεως ἀναφθείσης τῷ βασιλεῖ προσεχώρησαν Νικηφόρῳ, ὧν ὁ
μὲν Λέων τοῦ τῶν φοιδεράτων ἡγεμὼν ἀνεδείχθη τάγματος, Μιχαὴλ δ'
ὁ τραυλὸς τὴν τοῦ κόμητος κόρτης ἀρχὴν ἐγχειρίζεται, Θωμᾶς δὲ καὶ
μέχρι τέλους τὴν πίστιν τῷ οἰκείῳ δεσπότῃ τηρῶν διέμεινεν. ἐκδρο-
μῆς δέ τινος τηνικαῦτα Σαρακηνῶν γενομένης κατὰ Ῥωμαίων, ὑποστρα-
τηγῶν τῷ τότε τῷ τῶν Ἀνατολικῶν ἄρχοντι, τὴν ἀρχὴν ὁ Λέων καὶ
δύναμιν ὑφ' ἑαυτὸν ἔχων συμπλέκεται τοῖς Ἀγαρηνοῖς καὶ τρόπαιον
ἵστησιν. ὀνόματός τε οὖν ἐκ τούτου τυγχάνει καὶ πρὸς τοῦ βασιλέως
Μιχαήλ, ἤδη τοῦ Νικηφόρου ἀναιρεθέντος, τὸ τῶν πατρικίων λαμβάνει
ἀξίωμα. καὶ ταῦτα μὲν συνηνέχθη γενέσθαι ὧδε.
[Mich1.5] Οὐ παρέλκον δὲ ἴσως ἱστορῆσαι καὶ ὅπως τῷ βασιλεῖ Μιχαὴλ
προδεδήλωτο ἡ τῆς βασιλείας ἀποβολή. παιδίσκη τις ἦν οἰκογενὴς
τῷ βασιλεῖ Μιχαήλ. αὕτη κατὰ τὰς σεληνιακὰς συνόδους πάθει μα-
νίας ἡλίσκετο. ὁπότε οὖν ἁλῴη τῷ πάθει, εἰς τὸν τόπον ἐρχομένη,
ἐν ᾧ βοῦς τε καὶ λέων ἵδρυνται λίθινοι (κἀκ τούτων ἔχει τὴν προσηγο-
ρίαν ὁ τόπος Βουκολέων ὀνομαζόμενος), ἐβόα γεγωνοτέρᾳ φωνῇ πρὸς
τὸν βασιλέα ‘κάτελθε, κάτελθε, ὑποχώρει τῶν ἀλλοτρίων.’ τοῦτο πολ-
λάκις γινόμενον θάμβος ἐνεποίει τῷ βασιλεῖ καὶ εἰς φροντίδας οὐ τὰς
τυχούσας ἐνέβαλλε. διὸ καὶ κοινολογεῖται περὶ τοῦ πράγματος τῶν
συνήθων τινὶ καὶ οἰκείων Θεοδότῳ τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ
Μελισσηνοῦ, ὃν δὴ καὶ Κασσιτηρᾶν κατωνόμαζον, καὶ διάπειραν ἔσπευσε
τῶν λεγομένων λαβεῖν. ὁ δὲ γνώμην δίδωσι τοιάνδε, ἐπειδὰν κάτοχον
τῇ μανίᾳ γένηται τὸ κοράσιον, κατασχεθῆναι τοῦτο καὶ διερωτᾶσθαι,
τίνι προσήκουσα ἡ οἰκία τοῦ παλατίου ἐστί, καὶ ὁποῖον εἴη τούτῳ τὸ
γνώρισμα. ἐγένετο τοῦτο τοῦ Θεοδότου τῇ πράξει ὑπηρετοῦντος.
καὶ τὸ τῇ κατοχῇ κατάσχετον γύναιον ἐρωτηθὲν τήν τε κλῆσιν ἐμφαίνει
τοῦ Λέοντος καὶ τὸν χαρακτῆρα καὶ τὴν μορφήν, προστίθησί τε ἀπελ-
θεῖν κατὰ τὴν ἀκρόπολιν, ἐν ᾗ συναντήσειε δυσὶν ἀνδράσιν, ὧν ὁ τῷ
ἡμιόνῳ ἔποχος ἐπιβήσεται πάντως τῆς βασιλείας. ἡ μὲν οὖν εἶπεν, ὁ
δὲ Θεόδοτος ἠκριβώσατο εἰς τὸν εἰρημένον ἀπελθὼν τόπον τὸν ἄνδρα
τε κατεφώρασεν ἐκ τῶν γνωρισμάτων καὶ κατ' οὐδὲν διαψεύσασθαι
ἔγνω τὴν ἄνθρωπον. τῷ μὲν οὖν βασιλεῖ ἀπήγγειλε τῶν ἐγνωσμένων
οὐδέν, κενολογίαν δὲ τὰ τῆς γυναικὸς ἐκάλει ῥήματα καὶ φλυαρίαν,
μηδὲν ἴχνος φέρουσαν ἀληθείας. τὸν Λέοντα δὲ λαβὼν τῆς χειρὸς καὶ
εἰς τὸν ναὸν εἰσελθὼν Παύλου τοῦ ἀποστόλου κατὰ τὸ ὀρφανοτρο-
φεῖον καὶ πίστεις δοὺς αὐτῷ καὶ λαβὼν ἀνακαλύπτει τὰ ἔκφορα, τὴν
μὲν ἀλήθειαν ἐπικαλύψας, εἰπὼν δ' ἐκ θείας ἀποκαλύψεως πεπληροφο-
ρῆσθαι, ὡς τῆς Ῥωμαίων ἡγεμονίας πάντως ὁ Λέων γενήσεται ἐγκρα-
τής. ἐκβεβηκυίας δὲ τῆς προρρήσεως ἐζήτει μὴ ἄμισθον αὐτῷ γενέσθαι
τὸ εὐαγγέλιον. καὶ ὁ Λέων, εἰ ὁ λόγος εἰς ἔργον ἐκβαίη, ὑπέσχετο, ὧν
δέοιτο, μὴ ἀτυχήσειν αὐτόν.
[Mich1.6] Ἀλλὰ ταῦτα μὲν συνετίθετο οὕτως. συνέβη δὲ καὶ δι' ἄλλας
μὲν αἰτίας Ῥωμαίοις τε καὶ Βουλγάροις ἀναρριπισθῆναι τὸν προρρη-
θέντα πόλεμον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὴν ῥηθήσεσθαι μέλλουσαν.
Βούλγαροί τινες ἐξ ἠθῶν ἀναστάντες τῶν πατρῴων τὴν Ῥωμαίων
καταλαμβάνουσι παγγενεὶ καὶ παρὰ τοῦ βασιλέως προσδεχθέντες
Μιχαὴλ ἐν διαφόροις κατοικίζονται χώραις. καί τινες δὲ Ῥωμαῖοι τῶν
ἐν τοῖς προηγησαμένοις αἰχμαλωτισθέντων πολέμοις τὰ δεσμὰ διαρρή-
ξαντες εἰς τὰς ἑαυτῶν ἐπανῆκον πατρίδας. τούτους ἅπαντας ὁ τῶν
Βουλγάρων ἀρχηγὸς Κροῦμος ἐκδοθῆναί οἱ ἀπῄτει. τισὶ μὲν οὖν τῶν
Ῥωμαίων ἐπαινετὴ ἐδόκει ἡ ἔκδοσις, ᾗτινι καὶ ὁ βασιλεὺς καί τινες
ἀξιόλογοι συγκατετίθεντο μοναχοί (ᾤοντο γὰρ διὰ τῆς τῶν προσφύγων
ἐκδόσεως τῆς βαρβαρικῆς ἀπαλλαγήσεσθαι λεηλασίας) τινὲς δ' ἀπηρέ-
σκοντο πρὸς τὴν γνώμην, ὧν κορυφαῖος ἐτύγχανε Νικηφόρος ὁ πατριάρ-
χης καὶ ὁ μάγιστρος Θεόκτιστος ἐπ' ἀρετῇ καὶ συνέσει πρωτεύων τῷ
τότε, καὶ ἄλλοι δὲ οὐκ ὀλίγοι, ἐφεῖναι λέγοντες τὰ καθ' ἑαυτοὺς τῷ
θεῷ, καὶ μὴ διὰ προσφύγων ἐκδόσεως τὴν τοῦ θεοῦ παραλιπόντας
παναλκῆ βοήθειαν τὴν τοῦ βαρβάρου ἐξευμενίζεσθαι ἀλαζονείαν. μηδαμῶς
δὲ τῆς τοιαύτης ἐπιτάσεως συμβάσης τοῦ Κρούμου ὁ προλεχθεὶς ἀνερ-
ριπίσθη πόλεμος, καὶ ἡ τροπὴ καὶ ὁ πολὺς φθόρος τῶν Ῥωμαίων ἐπη-
κολούθησεν, ἄλλο τι τοῦ θεοῦ, ὡς ἔοικε, προοικονομοῦντος.
[Leo5.t] ΛΕΩΝ Ο ΑΡΜΕΝΙΟΣ
[Leo5.1] Τέως δὲ τὴν βασίλειον ἀρχὴν περιζωσάμενος ὁ Λέων Θωμᾶν μὲν
ἕνα τῶν τριῶν ὄντα, οὓς ὁ λόγος φθάσας ἱστόρησε συνεῖναι τῷ Βαρ-
δανίῳ, ὁπηνίκα πρὸς τὸν μοναχὸν ἐν τῷ Φιλομιλίῳ ἐφοίτησεν, ἄνδρα
νέον καὶ ὁρμητίαν, τουρμάρχην ἀνέδειξε τοῦ φοιδεράτων τάγματος,
Μιχαὴλ δὲ τὸν τραυλόν, καὶ αὐτὸν ἕνα τῶν τριῶν ὄντα, οὗ τὸν υἱὸν
ἐκ τῆς ἁγίας ἀνεδέξατο κολυμβήθρας, πατρίκιον ἀνεῖπε καὶ κόμητα τῆς
τῶν ἐξκουβίτων σχολῆς καὶ τἆλλα διεπόνει τῆς βασιλείας, καθώσπερ
ἦν αὐτῷ βουλητόν. οἱ Βούλγαροι δὲ πλέον τῇ πρὸ μικροῦ τῶν Ῥωμαίων
ἥττῃ ἐκφυσηθέντες τὴν Θρᾴκην κατέτρεχον καὶ τὰ ἐν ποσὶν ἐδῄουν καὶ
ἐληΐξοντο. ἔδοξεν οὖν τῷ βασιλεῖ πρεσβείαν στεῖλαι καὶ λόγον κινῆσαι
περὶ εἰρήνης. τοῦ δὲ Βουλγάρου φρυαξαμένου καὶ τὴν εἰρήνην παρωσα-
μένου ἐδέησε μάχης ἐξ ἀνάγκης τῷ βασιλεῖ. καὶ οὖν καὶ συναλισθέντων
τῶν στρατευμάτων, μάχη συνέστη καρτερὰ καὶ πάλιν ἡττήθη τὰ Ῥω-
μαϊκὰ στρατεύματα. τῶν δὲ Βουλγάρων τῇ διώξει ἐπικειμένων ὁ βασι-
λεὺς ἔν τινι ὑπερδεξίῳ τόπῳ ἑστὼς μετὰ τῆς περὶ αὐτὸν ἑταιρείας κατε-
σκόπει τὰ δρώμενα. καὶ κατανοήσας, ὡς ἀσύντακτοι καὶ πᾶσαν τάξιν
ἀπολιπόντες οἱ Βούλγαροι ἐπιδιώκουσι τοὺς φεύγοντας, παρακαλέσας
τοὺς ἀμφ' αὐτὸν καὶ ἄνδρας ἀγαθοὺς γενέσθαι καθικετεύσας, καὶ μὴ
τὴν Ῥωμαίων εὔκλειαν περιϊδεῖν χωροῦσαν εἰς τὸ μηδέν, ἐπιτίθε-
ται ῥαγδαῖος αὐτοῖς. καὶ τῷ παραδόξῳ τῆς ἐπιθέσεως τρεψάμενος
τοὺς παρατυχόντας, καὶ τὸ λοιπὸν τῶν Βουλγάρων στράτευμα τῷ
αἰφνιδίῳ κατέπληξε καὶ ταραχῆς καὶ πτοίας ἐνέπλησε, καὶ ἀλκῆς
οὐδεὶς ἐμέμνητο. τούτων ἔπεσον μὲν ἐν τῇ προσβολῇ πολλοὶ καὶ αὐτὸς
ὁ τῶν ὅλων ἀρχηγός, εἰ καὶ ταχέως ὑπὸ τῶν οἰκείων ἵππῳ κέλητι ἀνα-
χθεὶς δρασμῷ τὴν σωτηρίαν ἐπραγματεύσατο, ἑάλωσαν δὲ καὶ τῶν
πεσόντων πολλῷ πλείους. τοῦτο τὸ ἔργον τὰ μὲν τῶν Βουλγάρων
ἐταπείνωσε φρονήματα, τὰ δὲ τῶν Ῥωμαίων κεκυφότα καὶ πρὸς γῆν
νεύοντα ἀναθαρρῆσαι πεποίηκεν. ὁ δὲ βασιλεὺς μετὰ λαμπρῶν τρο-
παίων καὶ λείας ὅτι πολλῆς τὴν βασιλίδα καταλαβὼν τῶν ἐν χερσὶν
εἴχετο πραγμάτων.
[Leo5.2] Ἄρτι δὲ καὶ εἰς μνήμην ἐλθὼν τοῦ κατὰ τὸ Φιλομίλιον μοναχοῦ
ἔγνω δώροις καὶ ἀναθήμασιν αὐτὸν τῆς ἐπ' αὐτῷ προφητείας ἀμείψα-
σθαι. ἐξαπέστειλε γοῦν τινα τῶν οἱ πιστοτάτων, ἀναθήματά τε ὡς
αὐτὸν κομίζοντα καὶ ἔπιπλα καὶ σκεύη ἀργύρεα καὶ χρύσεα καὶ εἴδη
εὐώδη τῶν εἰς ἡμᾶς ἐξ Ἰνδίας κομιζομένων. ἀλλ' ἐκεῖνος μὲν ὁ μοναχὸς
ἔτυχε προαποθανών, κατέστη δὲ τῇ κέλλῃ αὐτοῦ διάδοχος μοναχός
τις ἄλλος τὴν κλῆσιν Σαββάτιος, τῆς ἀθέου τῶν εἰκονομάχων αἱρέσεως
ἀνάπλεως ὤν. ἐς τοῦτον ὁ παρὰ βασιλέως πεμφθεὶς ἀφικόμενος τά τε
ἀπεσταλμένα τῷ αὐτοῦ καθηγητῇ παρὰ βασιλέως δῶρα δέξασθαι
παρηγγύα καὶ γράμμασι καὶ εὐχαῖς τὸν πέμψαντα ἀνταμείψασθαι. ὁ
δὲ τὰ μὲν ἀπεσταλμένα λαβεῖν οὐκ ἠθέλησεν, αὐτὸν δὲ ὀπισθόρμητον
ἀπιέναι παρεκελεύετο, ἀνάξιον εἶναι λέγων καὶ τὸν βασιλέα τῆς ἁλουρ-
γίδος, ὡς εἰδώλοις προστετηκότα καὶ τοῖς λόγοις ἑπόμενον Εἰρήνης τῆς
βασιλίδος καὶ Ταρασίου τοῦ πατριάρχου, ὧν τὴν μὲν παρδὼ καὶ θυάδα
τὴν Εἰρήνην, τὸν δὲ τὸν ἐν πατριάρχαις ἀοίδιμον Ταράξιον κατωνόμαζεν
ὁ παμμίαρος, ἠπείλει δὲ καὶ ταχεῖαν ἔκπτωσιν τῆς βασιλείας τῷ βασιλεῖ
καὶ τοῦ βίου καταστροφήν, εἰ μὴ θᾶττον τοῖς αὐτοῦ λόγοις πεισθεὶς
τὰς θείας καταστρέψειε στηλογραφίας. δεξάμενος δὲ τὰ γράμματα ὁ
αὐτοκράτωρ καὶ παρὰ τοῦ ἀγγέλου δὲ μαθών, ὅσα τε ὁ μοναχὸς εἶπε,
καὶ ὅσα αὐτὸς ἤκουσε, καὶ ταραχῆς ἀνάπλεως γεγονὼς Θεόδοτον μετε-
πέμψατο τὸν Μελισσηνὸν καὶ περὶ τοῦ σκέμματος ἀνεκοινοῦτο τὰ
ποιητέα. ὁ δὲ καὶ πάλαι τῇ τοιαύτῃ αἱρέσει κατισχημένος, καὶ καιρὸν
ζητῶν παρρησιάσασθαι τὴν ἀσέβειαν, ὑποτίθησι τῷ βασιλεῖ τοιάνδε
τινὰ συμβουλίαν· μοναχόν τινα φήσας εἶναι ἔργων παραδόξων δημιουρ-
γὸν τὰς οἰκήσεις ποιούμενον ἀνὰ τὸν Δαγιστέα, ‘τούτῳ δεῖ’, φησί,
‘προσαναθέσθαι τὴν πρᾶξιν· καὶ ὅπερ ἂν ἐκεῖνος ὑπόθοιτο, τοῦτο
δὴ καὶ ποιητέον.’ καὶ ταῦτα μὲν εἶπε πρὸς τὸν βασιλέα, ἐκεῖθεν δὲ ἐξ-
ελθὼν ἄπεισι ταχέως πρὸς τὸν μονάζοντα καὶ φησὶ πρὸς αὐτόν, ὡς
‘τῇ ἐπιούσῃ νυκτὶ ἐλεύσεταί σοι ὁ βασιλεὺς ἐν εὐτελεῖ τῇ περιβολῇ
ἐρωτήσων περί τε πίστεως καὶ ἄλλων ἀναγκαιοτάτων πραγμάτων. σὺ
δὲ ἀλλὰ μέμνησο ταχεῖάν τε τοῦ βίου καταστροφὴν καὶ τῆς βασιλείας
ἔκπτωσιν ἀπειλῆσαι αὐτῷ, εἰ μὴ ἑκών γε αἱροῖτο τῷ τοῦ βασιλέως
Λέοντος τοῦ ἐξ Ἰσαυρίας προσθεῖναι δόγματι καὶ τὰ εἴδωλα τῶν θείων
σηκῶν ἐξορίσαι (τὰς ἱερὰς εἰκόνας οὕτω καλέσας), ἐπαγγείλασθαί τε
τοῦ εἰρημένου βίου γενόμενον ζωῆς τε μακρὰν βιοτὴν καὶ τῆς βασιλείας
κυβέρνησιν εὐτυχῆ τε καὶ πολυχρόνιον. οὕτω παιδαγωγήσας τὸν
μοναχὸν καὶ ἃ μέλλοι λέγειν ὡς βασιλέα παιδεύσας ἐπάνεισι. μετὰ
μικρὸν δὲ καὶ τὸν βασιλέα νυκτὸς ἐν ταπεινῷ τῷ σχήματι προσλαβό-
μενος ἔρχεται πρὸς τὸν μοναχὸν καί, τῆς διαλέξεως ἤδη λαμβανούσης
ἀρχήν, ἔγγιστα τὸν βασιλέα παραστησάμενος ὁ μοναχὸς ὡς τάχα
προεγνωκὼς ἐκ θείας ἐπιπνοίας τὸ βασιλικὸν ἀξίωμα ’οὐκ εὔλογα‘ ἔφη,
’ποιεῖς, ὦ βασιλεῦ, παραλογιζόμενος ἡμᾶς τῇ ἰδιωτικῇ ἀμπεχόνῃ καὶ
τὸν ἔνδον αὐτῆς κρυπτόμενον ἐπικαλύπτων βασιλέα. ἀλλ' εἰ καὶ σὺ
μὲν οὕτως, ἀλλ' ἡ τοῦ θείου πνεύματος χάρις ἡμᾶς οὐκ εἴασεν ἐπὶ πλέον
οὕτω κατασοφίζεσθαι ὑπὸ σοῦ‘. τοῦτο ὡς ἤκουσεν ὁ βασιλεύς, καὶ
ὡς οὐκ ἔλαθεν ἐν εὐτελεῖ προσχήματι τὸ βασιλικὸν κρύπτων ἀξίωμα,
κατεπλάγη τε, ὡς ἦν εἰκὸς τὸν τὸ σκαιώρημα ἀγνοοῦντα, καὶ τόν τε μονα-
χὸν ὡς θεῖον ἄνδρα ἐγνώρισε καὶ τὰ προσταττόμενα παρ' αὐτοῦ εὐπειθῶς
καὶ μετὰ ταχυτῆτος ποιήσειν ἐπήγγελτο καὶ τῶν σεβασμίων εἰκόνων
ἐπιψηφίζει καθαίρεσιν. καὶ πρότερον μὲν ἐν τῷ λεληθότι διεσκοπεῖτο,
πῶς ἂν αὐτῷ ἐκτελεσθείη τὸ σπούδασμα, καὶ μή τις στάσις ἀνεγερθείη
περὶ τὴν ἐκκλησίαν, ἔπειτα καὶ εἰς τοὐμφανὲς τὸ δόγμα ἐξήνεγκε καὶ τῶν
ἐν τέλει καὶ τῶν τῆς ἐκκλησίας οἱ μὲν ἑκόντες, οἱ δὲ καὶ ἄκοντες ὑπέκυπτον
τῷ προστάγματι. ἠναγκάζετο δὲ καὶ ὁ μέγας ἐν πατριάρχαις ἀοίδιμος
Νικηφόρος ἐν τῷ τῆς καθαιρέσεως τῶν ἁγίων εἰκόνων ὑποσημήνασθαι
τόμῳ. ὃν μηδαμῶς πειθαρχήσαντα ὑπερόριον ἀνὰ τὴν Προικόννησον
τίθησι πάλαι προαισθόμενον τὴν τοῦ Λέοντος σκαιοτροπίαν, καὶ ὡς
κυκήσοι οὗτος καὶ συνταράξοι τὰ τῆς ἐκκλησίας. ἔδοξε γὰρ τῷ μακαρίτῃ
Νικηφόρῳ, ὁπηνίκα τὸ διάδημα περιετίθει τῇ τοῦ Λέοντος κεφαλῇ,
ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι, καὶ τοῦτο σύμβολον
καὶ οἰωνὸν ἔθετο τῶν μετὰ ταῦτα συμβεβηκότων κακῶν. ἀπαγομένῳ
δὲ τῷ μεγάλῳ πρὸς τὴν ὑπερορίαν ὁ ὁμολογητὴς Θεοφάνης ὁ τῆς τοῦ
Ἀγροῦ μονῆς καθηγούμενος, αἰσθόμενος ἐξ ἐπιπνοίας θεϊκῆς τὴν διέ-
λευσιν τούτου κατ' ἀγρόν τινα ἐνδιατρίβων, θυμιάμασι καὶ κηροῖς
προὔπεμπεν αὐτὸν μετὰ τῆς νηὸς διϊόντα. αὐτός τε ὁ πατριάρχης
προσκυνήσεσιν ἐσχάταις ἐδεξιοῦτο καὶ ἐκτάσει χειρὸς καὶ εὐλογίαις αὐτὸν
ἀντησπάζετο, μὴ θεώμενος μὴ θεώμενον, ἀλλὰ τοῖς πνευματικοῖς ὀφθαλ-
μοῖς ἀλλήλους ἰδόντες καὶ τὸ προσῆκον ἕκαστος ἀπονέμοντες σέβας. τῶν
συμπλεόντων δέ τινος ἠρωτηκότος τὸν πατριάρχην ’πρὸς τίνα, ὦ
δέσποτα, τὰς χεῖρας αἴρων εἰς ὕψος τὸν ἀσπασμὸν ἐποίου;‘ ’πρὸς τὸν
ὁσιώτατον‘, ἔφη, ’καὶ ὁμολογητὴν Θεοφάνην τὸν καθηγητὴν τοῦ Ἀγροῦ
λαμπάσι καὶ θυμιάμασιν ἡμᾶς δεξιούμενον.‘ μετ' οὐ πολὺ δὲ καὶ ἡ τοῦ
[Leo5.2.73] πατριάρχου ἐξέβη εἰς ἔργον πρόρρησις. μετὰ πολλῶν γὰρ καὶ ἄλλων
ἐν οὐ μακρῷ τῆς ἐκκλησίας ἀφορισθεὶς καὶ πολλαῖς καὶ ἀπείροις κακώ-
σεσιν ὑποβληθεὶς τὸν τῆς ὁμολογίας ἀνεδήσατο στέφανον, μηκέτι θεά-
σασθαι τοῦ λοιποῦ τὸν πατριάρχην ἀξιωθείς, ἵνα μηδ' ἐν τούτῳ δια-
πέσῃ ἡ τούτου πρόρρησις. ὑπερορίᾳ δὲ τοῦ πατριάρχου παραπεμ-
φθέντος, ὡς εἴπομεν, ἄνεισιν ἀναξίως εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον
κατ' αὐτὴν τὴν τῆς ἀναστάσεως τοῦ κυρίου ἡμέραν Θεόδοτος ὁ Μελισ-
σηνός, ὃν καὶ Κασσιτηρᾶν προσαγορεύεσθαι ὁ λόγος φθάσας παρέστησε,
καὶ τοῦ θρόνου ἐπιβάς, ἔχων δὲ συνεπαρήγουσαν καὶ τὴν βασιλικὴν
ἐξουσίαν οὐκ ἐν σκότῳ καὶ γωνίαις ἔτι, ἀλλ' ἐν ὑπαίθρῳ καὶ παρρησίᾳ
τὴν αἵρεσιν τῶν εἰκονομάχων ἐδημοσίευε.
[Leo5.3] Λέων δὲ ὁ βασιλεὺς τῇ τε προηγησαμένῃ κατὰ Βουλγάρων νίκῃ
ἐξωγκωμένος, καὶ κατὰ τῶν Ἀράβων δὲ μικρῷ πρότερον εὐτυχήσας,
ἀκατάσχετος ἦν τὸ φρόνημα καὶ πρὸς τὸ σκληρὸν ἀπένευε καὶ ὠμότερον.
ἀπαραίτητός τε γὰρ τὴν ὀργὴν ἐγεγόνει καὶ τῶν ἁμαρτημάτων κολα-
στὴς αὐστηρότατος, τοῖς τε ἐντυγχάνειν ἐθέλουσιν ἀνέντευκτος καὶ
δυσξύμβουλος ἐπί τε μικροῖς ἁμαρτήμασι μεγάλας ἐπιφέρων τὰς κατα-
δίκας, ὧν μὲν χεῖρας ἀφαιρούμενος, ὧν δὲ πόδας, ὧν δέ τινα ἕτερα τῶν
καιριωτάτων μερῶν, ἅπερ ἀποτέμνεσθαι ἀποφαινόμενος ἀνὰ τὴν λεω-
φόρον ἀνακρεμαννύειν ἐκέλευεν εἰς κατάπληξιν τάχα τῶν ὁρώντων καὶ
δέος. ἐκ τούτου μισητὸς κατέστη τῷ ὑπὸ χεῖρα παντί.
[Leo5.4] Πλέον δ' ἐπέτεινε τὸ μῖσος τὰ μετὰ ταῦτα. οὐ μόνον γὰρ κατὰ
τῶν ὁμοτίμων τὴν φύσιν ἀνθρώπων ἐπῆρτο καὶ ἠγριαίνετο, ἀλλὰ καὶ
κατ' αὐτῆς ἐκορυβαντία τῆς εὐσεβοῦς πίστεως καὶ τοῦ θεοῦ. ὄργανον
δ' ἐπιτήδειον πρὸς τοῦτο ἔσχεν ἄνδρα τινὰ διαβόητον ἐπὶ πανουργίᾳ,
τοῦ τάγματος τῶν ἐν τῷ παλατίῳ ψαλλόντων τὴν προστασίαν ἔχοντα,
ἔξωθεν μὲν ἱεροπρεπῆ φαινόμενον καὶ θεοσεβῆ, ἔνδοθεν δὲ ὡς ἐν βαθεῖ
κωδίῳ τὸν λύκον ἐπικαλύπτοντα. οὗτος ὁ βέβηλος καιρὸν ἐπιτήδειον
εὑρηκώς, καθ' ὃν εἰς ἐπήκοον ἐν τῇ ἐκκλησίᾳ εἴωθεν ἡ τοῦ μεγαλοφωνο-
τάτου Ἡσαΐου ἀναγινώσκεσθαι προφητεία ἡ λέγουσα ’τίνι ὡμοιώσατε
κύριον; καὶ τίνι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυ-
σοχόος χρυσίον χωνεύσας περιεχρύσωσεν αὐτήν, ἢ ὁμοίωμα κατεσκεύα-
σεν αὐτῷ;‘ καὶ τὰ λοιπὰ τῆς προφητείας, παραστὰς πρὸς οὖς λέγει
τῷ βασιλεῖ ’σύνες τοῖς λεγομένοις, ὦ βασιλεῦ, καὶ μὴ λάθῃ σε τὸ ἀληθές,
καὶ τοιαύτης ἔχου λατρείας, ὁποίαν σοι ὑποτίθησιν ὁ προφήτης.‘
τοιαῦτα εἰπὼν ἐνέσταξε τῇ διανοίᾳ αὐτοῦ πλείονα ἰὸν τῆς αἱρέσεως,
ὡς ἣν πρότερον μετὰ φειδοῦς καὶ ἐνδοιασμοῦ κηρύττειν ἠπείγετο λα-
τρείαν, ταύτην ἀνακεκαλυμμένῳ προσώπῳ καὶ ἀναιδῶς, εἰπεῖν δὲ πλέον
μετὰ ἀπειλῶν καὶ κινδύνων αἱρεῖσθαι ἠνάγκαζεν. ὅσοι μὲν οὖν μαλακι-
ζόμενοι προὐδίδοσαν τὴν ἀλήθειαν, ἐν ἀδείαις ἦσαν. οἱ μὴ πειθαρχοῦν-
τες δὲ τῷ αὐτοῦ δυσσεβεστάτῳ προστάγματι ἀνηκέστοις αἰκίαις καὶ
συμφοραῖς παρεδίδοντο.
[Leo5.5] Καίπερ δὲ οὕτως ἔχων δυσσεβείας καὶ παρανομίας, ἀλλά γε πρὸς
τὴν τῶν δημοσίων πραγμάτων ἀντίληψιν ἀγρυπνότατος ἧν, ὡς μη-
δέν τι τῶν δεόντων καὶ ὀνησιφόρων ἐᾶν ἀτημέλητον. φασί γέ τοι μετὰ
τὸν ἐκείνου θάνατον Νικηφόρον εἰπεῖν τὸν πατριάρχην, ὡς ἡ πολιτεία
Ῥωμαίων ἄρα, εἰ καὶ δυσσεβῆ, ἀλλά γε μέγαν προστάτην ἀπώλεσε.
πρὸς τῷ ἐπιμελῶς δὲ καὶ ἀγρύπνως τὰ δημόσια διοικεῖν καὶ τοῖς ἀδι-
κοῦσι λίαν ἐπαχθέστατος ἦν. ἐξιόντι γοῦν ποτε τοῦ παλατίου τῷ βασι-
λεῖ προσῄει τις ἐγκαλῶν, ὡς τὸ αὐτοῦ γύναιον ἁρπαγείη ὑπό τινος
τῶν συγκλητικῶν. ’ἐμοὶ δέ‘, φησί, ’καὶ τῷ ἐπάρχῳ τῆς πόλεως περὶ
τούτου διεγκαλέσαντι οὐδεμία ἐπηκολούθησεν ἐκδίκησις.‘ ὁ οὖν βασι-
λεὺς τὸν τοῦ ἀνδρὸς λόγον ἐνωτισθεὶς εὐθέως προσέταξε καὶ τὸν ἐγκα-
λούμενον συγκλητικὸν καὶ τὸν ἔπαρχον εἰς πρόσωπον αὐτῷ παρα-
στήσεσθαι ἐπανιόντι. ἤδη δὲ καὶ ἐπαναζευγνύντος τοῦ βασιλέως παρέ-
στησαν ἐνώπιον αὐτοῦ ὅ τε παθὼν καὶ τὴν ἐκδίκησιν ἐκζητῶν, καὶ ὁ
τὸ ἐξάγιστον δράσας ἔργον, καὶ αὐτὸς ὁ ἔπαρχος, καὶ τοῦ βασιλέως
κελεύσαντος λέγειν τῷ δεομένῳ, ἃ πεπόνθει, ὁ μὲν διεξῄει τὰ ἀπ' ἀρχῆς
ἄχρι τέλους, ὁ δ' ἔνοχος τῷ ἐγκλήματι, ἐπειδὴ μὴ οἷός τε ἦν τοὺς ἐλέγ-
χους διαδιδράσκειν, ταῖς ἀποδείξεσι πάντοθεν συνειλημμένος, ὡμολόγησε
τὸ ἀνοσιούργημα. ἐρομένου δὲ τοῦ βασιλέως καὶ τὸν ἔπαρχον, διὰ τί μὴ
πρέπουσαν ἐπενέγκοι τῷ ἀτοπήματι τὴν ἐκδίκησιν, ἐπεὶ καὶ οὗτος ἐνεὸς
ἐγεγόνει πρὸς τὴν ἀπολογίαν, τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς, τὸν
δὲ μοιχὸν ταῖς τοῦ νόμου παραδέδωκε τιμωρίαις. ἐχρημάτιζε δὲ τὰ πλείω
ἐν τῷ Λαυσιακῷ καθήμενος τρικλίνῳ προεβάλλετό τε στρατηγοὺς καὶ
στρατηλάτας καὶ ἄρχοντας τῶν ἀξιολογωτέρων καὶ ἀδωροτάτων,
χρημάτων ὑπερόπτης ὢν καὶ αὐτὸς ἀκριβέστατος.
[Leo5.6] Ἐφιλοτιμεῖτο δὲ καὶ περὶ τὴν ἑαυτοῦ φωνὴν εὔρυθμός τις εἶναι
βουλόμενος, εἰ καὶ μὴ τὴν φύσιν συνᾴδουσαν εἶχεν. ἄρρυθμος γὰρ ἦν
καὶ πρὸς τὰ ἐν ἁρμονίᾳ μέλη ἀνεπιτήδειος, εἰώθει δὲ κἀν ταῖς ψαλμῳ-
δίαις ἐξάρχειν τῶν αἴνων, καὶ μᾶλλον ὅτε ἐν τῇ τοῦ Χριστοῦ γεννήσει
οἱ τῆς ἑορτῆς κανόνες ἐψάλλοντο. ἐξῆρχε γὰρ τῶν ᾠδῶν τορωτέρᾳ καὶ
ἀγρίᾳ τῇ φωνῇ, καὶ ὅτε τῆς ἑβδόμης ᾠδῆς κατήρχετο τοῦ εἱρμοῦ τοῦ
λέγοντος ’τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ‘, ᾧ δὴ καὶ γέλωτα
ὠφλίσκανε παρὰ τοῖς ἀκούουσι τὸν
πόλει δυνάμεις ἐπάνεισι καὶ γράμμασιν
ἐπιστέλλων ἁπανταχοῦ ἐπεφήμιζεν, ὡς εἴη νενικηκώς, ὅπερ οὐκ ἦν, καὶ
ὅπερ εἶχε κατὰ τὴν Ἑλλάδα ναυτικὸν ταχέως ἐκέλευεν ἀναχθῆναι, ὡς
αὖθις τῶν κατὰ θάλατταν ἀνθεξόμενος πραγμάτων. καὶ τὸ μὲν ναυτικὸν
εὐθυπλοῆσαν ταχέως ἀνάγεται καὶ τῷ χωρίῳ προσορμίζεται τῷ Βη-
ρύδων, ἐκ πεντήκοντα καὶ τριακοσίων συνιστάμενον πλοίων πολεμικῶν
τε καὶ σιταγωγῶν. οἱ δὲ τοῦ βασιλικοῦ στόλου κατάρχοντες τὴν τού-
των ἐπεγνωκότες ἔλευσιν νυκτὸς ἐπιτίθενται ναυλοχοῦσι τοῖς ἐναντίοις,
καὶ τῷ αἰφνιδίῳ καταπληξάμενοι πολλὰς μὲν αὐτάνδρους ἔσχον τῶν
νηῶν, τινὰς δὲ καὶ τῷ σκευαστῷ πυρπολοῦσι πυρί, ὀλίγων παντελῶς
ἔξω γενομένων τοῦ πάθους καὶ πρὸς τὸν κόλπον τῶν Βλαχερνῶν κατᾶ-
ραι ἐπειγομένων, ὡς ἂν εἶεν ἡνωμέναι τῇ κατὰ γῆν στρατιᾷ. ὃ δὴ καὶ
γέγονε.
[Mich2.11] Καὶ τὰ μὲν κατὰ θάλατταν τοῦτον εἶχε τὸν τρόπον. κατὰ γῆν
δὲ ἀκροβολισμῶν συνεχῶν γινομένων, νῦν μὲν τοῦ Μιχαήλ, νῦν δὲ τοῦ
υἱοῦ αὐτοῦ Θεοφίλου ἐπεξιόντος τοῖς ἀποστάταις μετὰ τοῦ Ὀλβιανοῦ
καὶ τοῦ Κατάκυλα, ποτὲ μὲν τὰ τοῦ βασιλέως ἐπικρατέστερα ἦν, ποτὲ
δὲ τὰ τοῦ ἀποστάτου, οὐ μὴν ἀγῶνές τινες λαμπροὶ καὶ νεανικοὶ ἐκ παρα-
τάξεως συνέστησαν, ἅτε δὴ πολλῷ τοῦ βασιλέως ἐλαττουμένου τῷ πλή-
θει καὶ μὴ πρὸς τὴν τοῦ τυράννου δύναμιν ἀντιτάσσεσθαι δυναμένου.
[Mich2.12] Ἐν τούτοις ὄντων αὐτῶν Μορτάγων ὁ τῶν Βουλγάρων βασι-
λεύς (καὶ γὰρ ἔφθασεν ἡ φήμη πληρῶσαι τὴν οἰκουμένην, ὡς ὁ βασιλεὺς
τῶν Ῥωμαίων συγκλεισθεὶς τειχήρης ἐστὶ καὶ πολιορκεῖται) λάθρᾳ τινὰ
πεπομφὼς εἰς αὐτὸν ἐξαποστεῖλαι βοήθειαν αὐτομάτῳ ἐπηγγέλλετο
γνώμῃ καὶ συμμαχίαν. ὁ δὲ Μιχαήλ, εἴτε τῇ ἀληθείᾳ τὸ τῶν ὁμοφύλων
οἰκτείρων πλῆθος, εἴτε καὶ χρημάτων φειδόμενος (ἐτύγχανε γὰρ τῶν
πώποτε βασιλέων σμικρολογώτατος), τὴν μὲν γνώμην τοῦ Βουλγάρου
ἠξίου ἀποδοχῆς, τὴν δὲ βοήθειαν παρῃτεῖτο. ἀλλ' ὅ γε Μορτάγων
χαίρων μὲν καὶ ἄλλως πολέμοις καὶ τὰς ἐκ τούτων λείας καρποῦσθαι
φιλῶν, καὶ τὰς πρὸς τὸν βασιλέα δὲ τριακοντούτεις σπονδὰς παρὰ τοῦ
προβεβασιλευκότος Λέοντος γεγενημένας ἐπιβεβαιῶσαι καὶ ἰσχυροτέρας
[Mich2.12.12] ποιῆσαι ζητῶν, τὴν κατὰ τοῦ τυράννου στρατιὰν ηὐτρέπιζε, καὶ δὴ
τῶν Ῥωμαίων ὅρων ἔντοσθεν γεγονὼς κατὰ τὸν Κηδούκτου χῶρον οὕτω
καλούμενον τὴν παρεμβολὴν ἐπήξατο. ἠκούετο δέ, καὶ λαθεῖν ταῦτα τὸν
ἀποστάτην οὐκ ἦν. καὶ ἐδονήθη μὲν, ὡς εἰκός, καὶ τὰς φρένας κατεκτυ-
πήθη, ἐν ἑαυτῷ δ' ὅμως πάλιν γενόμενος τὴν ἑαυτοῦ στρατιὰν ἐξώ-
πλιζεν. ἐπεὶ δὲ εἰς δύο μεριζόμενος ἐδόκει παντελῶς ἀσθενής τε εἶναι
καὶ εὐχείρωτος (ἥ τε γὰρ βασιλὶς τῶν πόλεων οὐκ εὐαριθμήτου, ἀλλὰ
πλείστου καὶ ἀξιολόγου στρατοῦ ἐδέετο πολιορκουμένη), ἤδη καὶ τοῦ
βασιλέως συνειλοχότος δυνάμεις οὐκ ἀγεννεῖς καὶ κατὰ πρόσωπον
ἵστασθαι δυναμένου, καὶ ἡ τῶν Βουλγάρων δὲ δύναμις οὐ μικρᾶς τινος,
πολλῆς δὲ καὶ οὐ τῆς τυχούσης ἐδέετο ἀντιπαρατάξεως, ὡς ἂν μὴ εἰς
δύο τινὰ διαιρούμενος εὐχείρωτος γένηται, ἀπαίρει μὲν τῆς πόλεως,
πρὸς τὸν Βούλγαρον δὲ ἀξιόμαχον κρίνας ἑαυτὸν κατὰ τὸν εἰρημένον
ἀντιπαρατάσσεται τόπον. καὶ δῆτα συμβολῆς γενομένης ἡττᾶται κατὰ
κράτος ὁ τύραννος καὶ φόνος γίνεται πολὺς τῶν περὶ αὐτόν, οἱ δὲ περι-
σωθέντες φυγῇ τὴν σωτηρίαν πορίζονται καὶ ἔν τινι χώρῳ δυσβάτῳ
συναχθέντες τὸ μέλλον ἐσκόπουν. ὁ δὲ τῶν Βουλγάρων ἀρχηγὸς τά τε
σώματα, ὧν ἐγένετο κύριος, καὶ λείαν πολλὴν προσλαβόμενος πρὸς τὴν
οἰκείαν ὑπέστρεψε χώραν, τῇ νίκῃ ἐπαιρόμενός τε καὶ γαυριῶν. τὸ δὲ
καταλειφθὲν ναυτικὸν ἐν τῇ πολιορκίᾳ τῆς πόλεως πυθόμενον τὴν
ἧτταν τοῦ ἀποστάτου προσκεχώρηκεν ἅπαν τῷ βασιλεῖ. ὁ δ' ἀποστά-
της ἐς τοῦτο ἀφῖκτο μανίας παρὰ τῶν συμμαχούντων, ὡς ἔοικεν, αὐτῷ
δαιμόνων, καὶ τὴν τῆς βασιλείας εἰσέτι ὠνειροπόλει κατάσχεσιν, ὅτι
πάντοθεν συντριβόμενος καὶ μικρὸς ἐκ μεγάλου γινόμενος, ἔτι προσελι-
πάρει τῇ πολιορκίᾳ. ὡς δ' ἐγνώκει μάτην πονῶν, ἄρας παντὶ τῷ στρα-
τῷ εἴς τι πεδίον Διάβασιν κατονομαζόμενον, σταδίους ἀπέχον τῆς
πόλεως ἱκανούς, εὐφυῶς ἔχον πρός τε νομὰς καὶ ὑδάτων ἐπιρροάς,
στρατοπεδείαν ἐπήξατο, κἀκεῖθεν ποιούμενος προνομὰς τῶν τῆς πόλεως
προαστείων τὰς ἀγλαΐας ἀπέκειρεν. ἐνεφανίζετο δὲ τοῖς κατὰ τὴν
πόλιν, ὡς τὸ πρότερον, οὐδαμῶς. τοῦτο δὲ συνεὶς ὁ Μιχαὴλ ἀξιόλογον
συστησάμενος στράτευμα καὶ στρατηγοὺς ἐπιστήσας αὐτῷ τὸν Κατά-
κυλαν καὶ τὸν Ὀλβιανόν, αὐτός τε τὰς φυλαττούσας ἐν τῷ παλατίῳ
σχολὰς εἰληφὼς καὶ τὰς ἑταιρείας ἔξεισι κατὰ τοῦ τυράννου, διὰ σταδαίας
μάχης κρῖναι τὸ πᾶν βουληθείς. ἔνθα δὴ καὶ ὁ τύραννος κατεστρατοπε-
δευμένος εὐρώστως ὑπεδέξατο τὸν βασιλέα, καὶ συμπλοκῆς γενομένης
καταστρατηγῆσαι τάχα τοὺς ἀντιπάλους βουλόμενος ὁ Θωμᾶς ἅμα τῇ
συμβολῇ νῶτα δοῦναι τοῖς περὶ αὐτὸν προσέταξεν, εἶτα τῶν ἐναντίων
εἰς διωγμὸν τραπέντων ἐκ παλιώξεως ἐπιστραφῆναι τούτους καὶ τῷ
παραδόξῳ τρέψασθαι τῆς ὑποστροφῆς. καὶ ἦν μὲν αὐτῷ τοιαύτη παρ-
αγγελία, οὐκ ἔμελλε δὲ ἄρα εἰς ἔργον ἐκβῆναι τὰ μεμελετημένα. οἱ γὰρ σὺν
αὐτῷ στρατιῶται πολὺν χρόνον γυναικῶν καὶ τέκνων στερισκόμενοι
δι' αὐτὸν καὶ τὰς χεῖρας χραίνοντες ὁμογνίοις αἵμασιν, ἅμα δὲ καὶ τῷ
χρόνῳ πεπιεσμένοι (τρίτος γὰρ ἐξηνύετο καὶ ἀνηνύτοις ἐδόκουν ἐπι-
χειρεῖν, ἀνδρὸς ἑνὸς ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ δουλεύοντες), τὸ κελευσθὲν
ὡς ἕρμαιόν τι λαβόντες, τῆς σάλπιγγος ἠχησάσης τὸ ἐνυάλιον καὶ εἰς
χεῖρας συμπλοκῆς τῶν ταγμάτων ἐλθόντων οὐ δοκήσει τὴν τροπήν, ὡς
παρηγγέλθησαν, ἐποιοῦντο, ἀλλ' ἀτάκτως καὶ κόσμου χωρὶς τὴν τάξιν
διαλελυκότες ἐσκεδάννυντο. καὶ οὕτως νῦν μὲν ὀλίγοι, αὖθις δὲ πλείους
τῷ βασιλεῖ προσχωροῦσιν. ὁ δὲ Θωμᾶς σὺν ὀλίγοις τισὶν εἰς Ἀδρια-
νούπολιν διασῴζεται. ὁ δὲ τούτου παράγραπτος καὶ νόθος υἱὸς Ἀνα-
στάσιος τὸ τῆς Βιζύης φεύγων κατέσχε φρούριον.
[Mich2.13] Ὁ δὲ βασιλεὺς ἐκ ποδὸς τούτοις ἑπόμενος πρῶτον ἔγνω πολιορ-
κεῖν τὸν Θωμᾶν. ὅθεν ἐπάγει αὐτῷ πολιορκίαν, οὐ διὰ μηχανῶν καὶ
ἑλεπόλεων σπουδάζων αὐτὸν καθελεῖν, ἅμα μὲν τὸν ἐμφύλιον εὐλαβού-
μενος πόλεμον, ἅμα δὲ καὶ τοὺς προσοικοῦντας τῇ Ἀδριανουπόλει
Σκύθας μὴ ἐθέλων τῶν πολιορκητικῶν ὀργάνων πεῖραν λαβεῖν, ἀλλὰ
λιμῷ καὶ ἀνάγκῃ τῶν ἐπιτηδείων ἐπειγόμενος τὸν ἀντίπαλον παρα-
στήσασθαι. καὶ δὴ περικαθίσας τὴν Ἀδριανούπολιν καὶ χάρακι καὶ
σταυρώμασι στεφανώσας ἐνεργῶς ἐπολιόρκει. ὁ δὲ Θωμᾶς πρῶτον μὲν
πᾶσαν ἄχρηστον ἡλικίαν καὶ πᾶν ζῷον ἀνεπιτήδειον τῆς πόλεως
ἐξωθεῖ, ἔπειτα, ὡς ἤδη ἤκμαζεν ὁ λιμὸς καὶ σωτηρίας ἐλπὶς οὐδαμοῦ,
οἱ μὲν τῶν συνόντων αὐτῷ λάθρᾳ διά τινων πυλίδων κλέπτοντες τὴν
ἐξέλευσιν, οἱ δὲ διὰ τῶν τειχῶν καθιμώμενοι νύκτωρ φέροντες ἑαυτοὺς
τῷ βασιλεῖ παρεδίδοσαν, ἄλλοι δὲ πρὸς τὸν τοῦ ἀποστάτου νόθον
υἱὸν Ἀναστάσιον εἰς τὸ Βιζύης πτολίεθρον ἀπεδίδρασκον. ἐπεὶ δὲ τοῖς
πολιορκουμένοις ἤδη τὰ ἀναγκαῖα κατεδήδοτο, ἥψαντο δὴ καί τινων
ἀήθων βρωμάτων, ἐχώρει δὲ ἡ ἀνάγκη καὶ μέχρι τῶν σεσημμένων
σκυτῶν καὶ τῶν κασσυμάτων, καὶ τούτοις ἀναγκαζόμενοι ἐσιτοῦντο,
λάθρᾳ πρὸς λόγους ἐλθόντες τῷ Μιχαήλ, καὶ τῶν ἡμαρτημένων συγ-
χώρησιν ἐξαιτήσαντες καὶ λαβόντες, περισχόντες τὸν Θωμᾶν πεδήτην
προσάγουσι τῷ ἐχθρῷ. ὁ δὲ τὸ δόξαν πάλαι τοῖς βασιλεῦσι καὶ εἰς
συνήθειαν ἤδη ἐλθὸν πρῶτον τελέσας καὶ ἐπ' ἐδάφους ἁπλώσας αὐτὸν
καὶ τῷ ποδὶ τὸν αὐχένα τούτου πατήσας ἀκρωτηριάζει ποδῶν αὐτὸν
καὶ χειρῶν, ὄνῳ τε ἐπικαθίσας θεατρίζει διὰ τοῦ στρατοπέδου, οὐδὲν
ἄλλο ἐπιβοώμενον, ἀλλ' ἢ ‘ἐλέησόν με, ἀληθῶς βασιλεῦ.’ ἐρομένου δὲ
τοῦ βασιλέως, εἴ τινες τῶν αὐτῷ συνόντων φίλων καὶ ἕτεροι εἶεν τὰ
αὐτοῦ φρονοῦντες, τάχα ἂν κατεῖπε πολλῶν, εἰ μὴ ὁ πατρίκιος Ἰωάννης
ὁ Ἑξαβούλιος ‘οὐ δέον’, ἔφησεν, ‘ὦ βασιλεῦ, ἀλλὰ καὶ λίαν ἀλόγιστον
ἐχθροῖς πιστεύειν κατὰ τῶν φίλων’, καὶ τούτῳ τῷ λόγῳ διέλυσε τὰς
κατὰ τῶν ταλαιπώρων πολιτῶν καὶ φίλων αὐτοῦ μελλούσας ἐγείρεσθαι
τιμωρίας. καὶ ὁ ἀποστάτης δὲ κατέλυσε τὸν βίον ἀπορρήξας τὸ πνεῦμα
ταῖς κατὰ μικρὸν ποιναῖς, μεσοῦντος Ὀκτωβρίου μηνός, κατὰ μὲν τὰς
ἀρχὰς μεγαλεπήβολος δοκῶν γενέσθαι καὶ τολμηρὸς καὶ τοῦ προτε-
θέντος ἐξεργαστικός, προβαίνων δὲ ἐπὶ τὰ ἔμπροσθεν πολὺ καταδεέστε-
ρος ἑαυτοῦ φανεὶς καὶ τῆς τῶν ἐκτὸς προσδοκίας. καὶ οἱ ἐκ Βιζύης δὲ
τοῦ φρουρίου ἑτέρας ταχέως ἐγένοντο γνώμης, τὸν ἐπηρτημένον ὑφο-
ρώμενοι κίνδυνον. ἅμα γὰρ τῷ πυθέσθαι τὰ κατὰ τὸν Θωμᾶν ἀτυχή-
ματα τὰ ὅμοια πεποιηκότες καὶ τὸν Ἀναστάσιον συσχόντες δεδεμένον
χεῖρας καὶ πόδας προσήγαγον τῷ βασιλεῖ. πέπονθε δὲ καὶ οὗτος τὰ
παραπλήσια τῷ πατρὶ καὶ τὸν βίον βιαίως μετήλλαξε. καὶ τῶν τυράν-
νων δὲ καθαιρεθέντων αἱ παράλιοι τῆς Θρᾴκης πόλεις, τό τε Πάνιον καὶ
ἡ Ἡράκλεια, ἔτι τὰ τοῦ τυράννου φρονοῦσαι ἀντεῖχον μίσει τε τῷ πρὸς
τὸν Μιχαὴλ καὶ διὰ τὸ μὴ ἐθέλειν τοῦτον τὰς θείας ἀναστηλῶσαι εἰκό-
νας. καὶ τὸ μὲν Πάνιον ἑάλω τοῦ τείχους καταβληθέντος ἀπό τινος ἐπι-
γενομένου σεισμοῦ, ἡ δ' Ἡράκλεια ἐκυριεύθη ἀπὸ τῶν ἐκ θαλάσσης μερῶν.
[Mich2.14] Καὶ τὰ μὲν κατὰ τὸν Θεμᾶν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ οὕτως
ὁ βασιλεὺς τροπαιοφόρος ἐκ τῶν κατὰ Θρᾴκην ἔρχεται πόλεων οὐδὲν
ἕτερον κατὰ τῶν συναποστατησάντων τῷ Θωμᾷ ἐννοήσας καὶ τῷ
πολέμῳ ἁλόντων, ἀλλ' ἱπποδρομίας γενομένης ὄνοις ἐποχουμένους
περιαχθῆναι καὶ ὑπερορίᾳ παραπεμφθῆναι.
[Mich2.15] Ἔμεινε δὲ ζώπυρον τῆς ἀποστασίας τὸ φρούριον ἡ Καβάλα
καὶ ἡ Σανίανα, ὧν τὴν μὲν ὁ Χοιρέας κατεῖχε, τὸ δ' ὁ Γαζαρηνός, ἐξ
ὧν ὁρμώμενοι λῃστείας ἐποιοῦντο καὶ προνομάς. ἀλλὰ καὶ οὗτοι, ὡς
[Mich2.15.4] οὐκ ἐδέξαντο τὰς ἀθῳούσας αὐτοὺς βασιλικὰς συλλαβὰς καὶ τὰ πεμ-
φθέντα ἀξιώματα (καὶ ἄμφω γὰρ μαγίστρω πεποίηκεν ὁ βασιλεύς),
ὑποφθαρέντων τῶν ἔσω, ὡς ἐξῆλθον οὗτοι πρὸς τὰς συνήθεις διαρπα-
γάς, ἐκλείσθησαν τῶν φρουρίων αἱ πύλαι αὐτοῖς, καὶ φεύγοντες πρὸς
Συρίαν ὑπὸ τῶν τὰς ἄκρας διεπόντων στρατηγῶν κατασχεθέντες ἀνεσκο-
λοπίσθησαν.
[Mich2.16] Καὶ οὕτω μὲν τὰ τῆς ἀποστασίας ἀπέσβη τελέως καὶ ᾤχετο,
οὐκ ἔμελλε δὲ ἄχρι τούτων στήσεσθαι ἡ φορὰ τῶν κακῶν, ἀλλὰ τῶν
δύο ἠπείρων, Ἀσίας φαμὲν καὶ Εὐρώπης, ἐν θυμῷ κυρίου οἷόν τινος
κεφαλῆς καὶ οὐρᾶς, εἰ καὶ μὴ συνίεσαν, παιδευθεισῶν φόνοις, ἐμπρησμοῖς,
σεισμοῖς, ἁρπαγαῖς, ἐμφυλίοις καταδρομαῖς, πόλεων ἀνελπίστοις μετα-
ναστάσεσι, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, τέλος καὶ ταῖς ταλαι-
πώροις νήσοις, οἷόν τινα μέσην, ἵν' ὁλόσωμος εἴη ἡ πληγή, ἐπέδραμε
τὰ δεινά. ἀλλ' οὐκ ἦν παιδευθῆναι τοὺς τὴν θεάνθρωπον ἐξηρνημένους
μορφὴν προσκυνεῖν. ἄρτι γὰρ τοῦ κατὰ τὸν Θωμᾶν ἄρξαντος νεωτερι-
σμοῦ, ἐπεὶ ταῦτα ἠκούετο πανταχοῦ, οἱ τὸν ἑσπέριον κόλπον τῆς Ἰβη-
ρίας οἰκοῦντες Ἀγαρηνοί, πρόσχωροι τῷ Ὠκεανῷ ὄντες (Ἱσπάνους
τούτους κατονομάζουσιν), εἰς εὐανδρίαν ἐληλακότες καὶ ἣν ᾤκουν γῆν
λυπρὰν οὖσαν καὶ μετρίως εὐδαίμονα ὁρῶντες καὶ διὰ τοῦτο τρέφειν
μὴ δυναμένην αὐτούς, προσελθόντες τῷ ἑαυτῶν ἄρχοντι Ἀπόχαψ
(ἀμερμουμνῆν οἶδε τοῦτον ἡ ἐγχώριος γλῶσσα καλεῖν) ἀποικίαν καὶ
γῆς μετανάστασιν ἀπῄτουν γενέσθαι αὐτοῖς, πλήθει τε στενοχωρου-
μένοις καὶ τῶν ἀναγκαίων σπανίζουσιν. ὁ δὲ ἀσπασίως τὸν λόγον
δεξάμενος πλοῖα εὐθέως ἐπισκευάσας μακρὰ καὶ δύναμιν τούτοις ἐξ αὐτῶν
ἐμβιβάσας ἐπὶ λῃστείαν, τέως λανθάνουσαν ἔχων τὴν ἔννοιαν, τῶν πρὸς
τὴν ἕω κειμένων νήσων καὶ ἡμετέρων ἐτράπετο, ὁμοῦ μὲν τὸ τοῖς ὑπη-
κόοις ὀρεκτὸν ἐκπληρῶν καὶ ἐκ τῶν ἀλλοτρίων αὐτοὺς κορεννύς, ὁμοῦ
δὲ κατασκεψόμενος, εἴ τίς ἐστιν εὔφορος τῶν νήσων καὶ πρὸς μετοικίαν
ἐπιτηδεία αὐτοῖς. ποιησάμενος δὲ τὸν ἀπόπλουν ἔαρος ὥρᾳ, καὶ πολλὰς
ἐπιὼν τῶν νήσων, οὐδένα εὕρισκε τὸν ἀντιπαραταττόμενον. ἐχήρευον
γὰρ πᾶσαι βοηθείας, τοῦ εἰωθότος φυλάττειν στόλου παντὸς συστρα-
τευομένου τῷ Θωμᾷ. διὸ καὶ μεγάλας ὠφελείας ἐκ πασῶν, αἷς καὶ προσ-
ώρμιζεν, ἐκαρποῦτο. ἧκε δέ ποτε καὶ εἰς Κρήτην καὶ ταύτην καταδρα-
μὼν καὶ ἀνδραποδισάμενος, ὡς ἐνῆν, καὶ τὴν τῆς νήσου καταμαθὼν
ἀρετὴν καὶ χάριν, τοῦτο ἔφη πρὸς τοὺς ὑπηκόους· ‘ἰδοὺ γῆ ἡ ῥέουσα μέλι
καὶ γάλα.’ καὶ τότε μὲν ἔφη πλέον οὐδέν, παντοίων δὲ τὸν στόλον ἐμ-
πεπληκὼς ἀγαθῶν τῶν ἐπ' οἴκου νόστων ἐμέμνητο. ὡς δ' ὁ χειμὼν
ὑπέληγε καὶ τὸ ἔαρ ὑπέλαμπε, τεσσαράκοντα ναῦς πληρώσας ἀνδρῶν
μαχίμων καὶ οὔριον ἄνεμον ἐπιτηρήσας πρὸς Κρήτην ἀπέπλει, τὰς ἄλλας
τῶν νήσων παρατρέχων ἐπιεικῶς. καταλαβὼν δὲ τὴν νῆσον τῷ ἀκρω-
τηρίῳ τῷ καλουμένῳ Χάρακι προσορμίζεται. ὡς δ' οὐδὲν αὐτῷ οὔτε
κατὰ τὴν ἀπόβασιν οὔτε κατὰ τὴν καταγωγὴν ἐφάνη πολέμιον, παρεμ-
βολὴν ὀχυρὰν πηξάμενος τοὺς μὲν ἐπιτηδείους εἰς προνομὰς ἐξαπέστει-
λεν, αὐτὸς δὲ τοὺς λοιποὺς ἔχων, ἄρτι δὴ τοῦ πνεύματος ἐπακμάζοντος
κἀκείνων πορρωτέρω σταδίων δέκα ἢ καὶ δεκαπέντε γενομένων, πῦρ
ἐμβαλὼν ταῖς ναυσὶ τὰς πάσας κατέφλεξε) φεισάμενος τὸ παράπαν
οὐδεμιᾶς. ὁ δὲ στρατὸς (καὶ γὰρ ἐπαλινόστουν εὐθέως ἐκδειματωθέντες,
τῷ παραδόξῳ τοῦ πράγματος καταπλαγέντες) τὴν αἰτίαν ἐπυνθάνοντο
καὶ εἰς λόγους ἦλθον νεωτερικούς. ἐπεὶ δὲ ἤκουον, ἃ πάλαι ὤδινον,
ὡς ‘αὐτοί τε τούτων ὑμεῖς αἴτιοι, ἀποικίαν ζητοῦντες καὶ γῆν ἀγαθήν,
ἐμοὶ δὲ ταύτης οὐδετέρα νενόμισται κρείττων, εἰς ταύτην ἦλθον τὴν
ὁδὸν τὰ ὑμῖν τε θυμήρη πράττων καὶ ἐμαυτὸν τῆς ἐξ ὑμῶν ἀπαλλάττων
ὀχλήσεως.’ ὡς δὲ καὶ γυναικῶν καὶ παίδων ἐμέμνητο, ‘καὶ γυναῖκες’,
ἔφη ὁ Ἀπόχαψ, ‘ὧδε ὑμέτεραι αἱ αἰχμάλωτοι, καὶ παῖδες οὐ μετὰ μικρὸν
ἐξ αὐτῶν.’ τούτοις τοῖς λόγοις κατασιγασθέντες καὶ ἀποδοχῆς ἄξια
κρίναντες τὰ λεγόμενα, τάφρον μὲν ἤγειραν πρῶτον βαθεῖαν, καὶ χάρα-
κας ἐν ταύτῃ καταπήξαντες, ἔνθα καὶ νῦν λαβὼν τὴν ἐπωνυμίαν ὁ τόπος
σῴζει τὴν προσηγορίαν, Χάνδαξ ὀνομαζόμενος, ἐκεῖσε διενυκτέρευον.
χρόνος οὐκ ἐρρύη πολύς, καὶ τὰ πραττόμενα ἡ φήμη τὸν βασιλέα ἐδί-
δασκε. καὶ ὃς τῷ πρωτοσπαθαρίῳ Φωτεινῷ τῶν Ἀνατολικῶν στρατη-
γοῦντι τὰ τῆς Κρήτης ἅπαντα ἀνατίθησιν. οὗτος ἐκεῖσε παραγενόμενος
καὶ τὰ πάντα καταμαθὼν τὸν βασιλέα ἀνεδίδασκε τὰ πραττόμενα, καὶ
δύναμιν ἠξίου πέμπειν τὴν ἐκεῖθεν ἀποσοβήσουσαν τοὺς ἐχθρούς.
Δαμιανὸν γοῦν τινα κόμητα ὄντα τοῦ βασιλικοῦ ἱπποστασίου καὶ
πρωτοσπαθάριον μετὰ πολλῆς δυνάμεως καὶ παρασκευῆς ὁ βασιλεὺς
ἀπέστειλεν εἰς βοήθειαν τοῦ στρατηγοῦ Φωτεινοῦ, οἳ καὶ ἑνωθέντες
κατὰ τῶν Ἀγαρηνῶν ὡπλίζοντο. εἰς οὐδὲν δὲ χρήσιμον αὐτοῖς τὸ
τέλος ἐνεπεράνθη. αὐτός τε γὰρ ὁ Δαμιανὸς κατὰ τὴν πρώτην προσ-
βολὴν καιρίαν πληγεὶς καὶ θανὼν καὶ τοῖς λοιποῖς τροπῆς γέγονεν
αἴτιος, καὶ ὁ Φωτεινὸς μόλις ἐν δρόμωνι διασώζεται καὶ τῷ βασιλεῖ
τῶν πραχθέντων αὐτάγγελος γίνεται. ἀλλ' οὗτος μέν, ἐπεὶ διὰ τιμῆς
ἤγετο τῷ βασιλεῖ πάντοτε, τὴν τῆς Σικελίας στρατηγίδα αὖθις τῆς
Κρήτης ἀλλάσσεται. τοῖς δὲ Σαρακηνοῖς, ἐν ταραχῇ καὶ μερίμνῃ διάγουσιν
ἔτι, μοναχός τις ἐκ τῶν ὀρέων τῆς νήσου ἐπικαταβὰς ἁμαρτάνειν ἔφησεν,
εἰ ἀσφαλῶς οἴονται ἕξει ἱδρυθέντες ἐν τῷδε τῷ τόπῳ καὶ ἅμα λέγων
τὸν Χάνδακα τούτοις ὑπέδειξε, δεξιὸν τόπον καὶ εὐφυῆ πρὸς πᾶσαν
εὐετηρίαν. ἐν τούτῳ πόλιν ἱδρύσαντες, καὶ οἷόν τινα πάσης ἀκρόπο-
λιν τῆς νήσου, καὶ ἐκ ταύτης ὁρμώμενοι τὴν ὅλην κατέτρεχον νῆσον
καὶ τὰς λοιπάς. ἐδουλώσαντο δὲ τοὺς αὐτόχθονας καὶ τὰς ἐν τῇ Κρήτῃ
πόλεις πλὴν μιᾶς. τότε δὴ καὶ Κύριλλος ὁ Γορτύνης πρόεδρος στέφει
τελειοῦται μαρτυρικῷ, μὴ θελήσας ἀρνήσασθαι τὸν Χριστόν. καὶ Κρήτη
μὲν ἑάλω τοῦτον τὸν τρόπον.
[Mich2.17] Τῶν ἐμφυλίων δὲ πολέμων ἀπαλλαγεὶς ὁ βασιλεὺς Μιχαὴλ οὐ
τῷ θεῷ τὴν νίκην ἐπέγραφεν, ἀλλὰ τῇ ἑαυτοῦ φρονήσει καὶ στρατηγίᾳ.
διὸ καὶ ὑπὸ φρονήματος φυσηθεὶς ἀκάθεκτος ἦν ταῖς ὁρμαῖς. τῆς γαμετῆς
οὖν τελευτησάσης αὐτοῦ ὑπεποιεῖτο μὲν τὸν ἄζυγα βίον, λάθρᾳ δὲ πρὸς
τοὺς προὔχοντας τῆς συγκλήτου μηνύματα πέμπων ἀνέπεισεν ὑπ' αὐτῶν
παρακαλεῖσθαι ἑτέρᾳ συζευχθῆναι γυναικί, εἰ μὴ πεισθείη δέ, καὶ βίαν
ἐπενεγκεῖν ἀπειλούντων. πρόφασιν δῆθεν εὔσχημον προτεινομένων, ὡς
οὐ δέον αὐτοὺς μὲν ὑπὸ βασιλέα τάττεσθαι, τὰς δὲ αὐτῶν συζύγους
δεσποίνης στερεῖσθαι καὶ βασιλίδος. ἐπέπειστο οὖν ὀψέ ποτε διὰ τῶν
ἐπιπλάστων λόγων. καὶ πρῶτον μὲν ἀπῄτει χειρόγραφα τοὺς ὑπηκόους
εὐνοίας, ὡς αὐτὴν μὲν τὴν ἐσομένην αὐτῷ γυναῖκα καὶ τὰ ἐξ αὐτῆς
τεχθησόμενα μετὰ τὸν αὐτοῦ θάνατον ὑπερβαλλόντως τιμήσουσι καὶ μετ'
ἐκεῖνον βασιλέας ἔχοιεν, κἀκείνην δέσποιναν. οὕτως οὐ τοῦ κατ' ἐκεῖνον,
ἀλλὰ καὶ τοῦ μετ' αὐτὸν ᾤετο κρατήσειν αἰῶνος. εἶτα καὶ ταῖς μετὰ
τέχνης αἰτήσεσι πείθεται τῆς συγκλήτου καὶ ἠγάγετο πρὸς γάμον
γυναῖκά τινα πάλαι νυμφευθεῖσαν Χριστῷ καὶ τὸν μοναδικὸν ἀσπασα-
μένην βίον κἀν τῷ ἐν Πριγκίπῳ μοναστηρίῳ μονάζουσαν ἐκ παιδός.
Εὐφροσύνη ταύτης ἡ κλῆσις, πατρὸς δ' ἐλέγετο εἶναι Κωνσταντίνου
τοῦ βασιλέως, ὃν ἡ μήτηρ Εἰρήνη δικαίως διὰ τὰς σφετέρας ἀπετύφλω-
σεν ἀκολασίας. καὶ ταῦτα μὲν ἐπράττετο τῇδε.
[Mich2.18] Ὁ δὲ Μιχαὴλ ἕτερον στόλον ἐκπέμπει κατὰ τῶν ἐν Κρήτῃ Σαρα-
[Mich2.18.2] κηνῶν, στρατηγὸν ἐπιστήσας αὐτοῖς Κρατερὸν τὸν τῶν Κιβυρραιωτῶν
διέποντα τὴν ἀρχήν. ὃς ἑβδομήκοντα διήρεις τὰς ὑφ' ἑαυτὸν λαβὼν καὶ
τὰς ἐκ τῶν ἄλλων νήσων ἁπάσας, κἀν τῇ Κρήτῃ γενόμενος μετὰ μεγί-
στου φρυάγματος οὐδὲ τοὺς Ἀγαρηνοὺς ὑποκλινομένους εὗρεν, ἀλλὰ καὶ
αὐτοὺς γενναίως ὑποστάντας τὸν κίνδυνον. συμπλοκῆς δὲ γενομένης,
ἤδη τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος, ἄχρι μεσούσης ἡμέρας οὐδέ-
τερον μέρος ἀπέκλινεν, ἀλλὰ γενναίως ἀντέχοντες ἐκαρτέρουν. ἄρτι δὲ
τῆς ἡμέρας κλινούσης πονήσαντες οἱ Κρῆτες ἐνέδωκαν εἰς φυγήν, καὶ
πολλοὶ μὲν αὐτῶν ἐν τῷ πολέμῳ ἀπέθανον, πλείονες δὲ τὰ ὅπλα ῥίψαν-
τες ᾐχμαλωτίσθησαν. τάχα δ' ἂν ἑάλω καὶ ἡ πόλις αὐθημερόν, εἰ μὴ
νὺξ ἐπιγενομένη ἀνέτρεψε τελέως τὰ πράγματα. Ῥωμαῖοι μὲν γάρ, ὡς
ἤδη τάχα νενικηκότες καὶ πάντας αὔριον ἐν βραχεῖ βραχεῖς ὄντας ἐλπί-
σαντες συλλαβεῖν, ὡς ἐν οἰκείᾳ, ἀλλ' οὐκ ἐν ἀλλοτρίᾳ διάγοντες, πρὸς
πότους καὶ τρυφὰς ἐξεβάκχευον, μήτε τινὸς φυλακῆς μήτ' ἄλλης σωτη-
ρίας φροντίσαντες, ὕπνου δὲ μόνου καὶ τῆς πάντα ῥᾳδίως ἀνατρεπούσης
ἀναπαύλης τε καὶ ῥᾳστώνης. ὅθεν περὶ μέσας νύκτας οἱ Κρῆτες, ἐπεὶ διὰ
τῶν ἑαυτῶν φυλάκων, ὡς ἐν ἀπορίᾳ ἀγρυπνοῦντες, ὕπνῳ καὶ οἴνῳ
τοὺς τῆς Ῥωμαϊκῆς παρεμβολῆς ἐμάνθανον κατεχομένους, αὐθωρὸν ἐπι-
πεσόντες μετ' ἀλαλαγμοῦ καὶ μέθῃ κατισχημένους εὑρόντες ἅπαντας
ἄρδην ἀπώλεσαν, ὡς μηδ' ἄγγελον, τοῦτο δὴ τὸ τοῦ λόγου, περι-
λειφθῆναι. μόνος δ' ὁ στρατηγὸς ἐμπορικοῦ τινος ἐπιβὰς πλοίου τὴν
σωτηρίαν ἑαυτῷ ἐμνηστεύετο. ὡς δὲ πολλὰ ζητήσας ὁ τῶν Σαρακηνῶν
ἀρχηγὸς τοῦτον οὐχ εὕρισκεν οὔτ' ἐν τοῖς πεσοῦσιν, οὔτ' ἐν τοῖς αἰχ-
μαλώτοις, ἔμαθε δ', ὅτι φυγὰς ᾤχετο, τοὺς καταδιώξοντας ἔπεμψεν.
οἳ καὶ καταλαβόντες αὐτὸν ἐν Κῷ τῇ νήσῳ ξύλῳ κρεμάσαντες ἀπέκτει-
ναν.
[Mich2.19] Μετὰ δὲ ταῦτα ἀνήρ τις πολεμικὸς καὶ φρονήσεως καὶ ἀγχινοίας
οὐκ ἄμοιρος, ᾧ τὸ ἐπώνυμον Ὠορύφας, στρατόν τινα προστάξει ἀθροί-
σας βασιλικῇ, τὸν τεσσαρακοντάριον τότε καλούμενον ἐκ τοῦ διανεμη-
θῆναι αὐτοῖς ἀνὰ τεσσαράκοντα χρυσίνους, τάς τε ἄλλας νήσους ἐπιὼν
ἀνῄρει τοὺς προνομεύοντας Ἀραγηνούς, τοῖς μὲν λόχους ἐπάγων, τοῖς
δὲ φανερῶς πολεμῶν, καὶ τοὺς Κρῆτας συνέστειλε καὶ τῆς πολλῆς καὶ
ἀσχέτου ὁρμῆς ἀνεχαίτισε.
[Mich2.20] Καὶ ταῦτα μὲν συνηνέχθη τῇδε. κατὰ δὲ τὸν αὐτὸν καιρὸν Εὐ-
φήμιός τις ἀνὴρ κατὰ Σικελίαν λαοῦ τινος ἐξηγούμενος ἐρασθεὶς παρθένου
τινὸς τὸ μοναχικὸν ἐκ παιδὸς ἀναλαβούσης σχῆμα περὶ πολλοῦ ἐποι-
εῖτο τὸν οἰκεῖον ἔρωτα ἐκπληρῶσαι, τῶν νόμων οὐδὲ φροντίζων ὅλως,
ἀλλ' ὡς εἰς παράδειγμα μόνον ἀποβλέπων τὸν βασιλέα, τοιοῦτόν τι
τολμήσαντα καὶ αὐτόν. ἁρπάζει γοῦν τὴν παρθένον τοῦ ἀσκητηρίου
καὶ πρὸς ἑαυτὸν ἄκουσαν ἄγει. ταύτης οὖν οἱ ἀδελφοὶ προσίασι τῷ
Μιχαὴλ τὰ τοῦ δράματος διηγούμενοι. ὁ δὲ κελεύει τῷ στρατηγῷ, εἰ
οὕτως καταλάβοι ἔχουσαν τὴν ἀλήθειαν, τὴν ῥῖνα τοῦ τετολμηκότος
Εὐφημίου ἀποτεμεῖν. ὅπερ μαθὼν ὁ Εὐφήμιος συνωμότας λαβὼν τού-
τους τε τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα καί τινας τῶν συντουρμαρχῶν, τὸν
στρατηγὸν ἐπὶ τούτῳ παραγενόμενον ἀπελαύνει καὶ πρὸς τὸν τῆς
Ἀφρικῆς ἀποδιδράσκει ἡγούμενον, πᾶσαν τὴν Σικελίαν ὑπ' ἐκείνῳ
ποιῆσαι καθυπισχνούμενος καὶ διδόναι φόρους αὐτῷ πολλούς, εἰ μόνον
ἀναγορευθείη Ῥωμαίων βασιλεύς. δεξάμενος οὖν τὸν λόγον ὁ ἀμηρᾶς
ἀναγορεύει τοῦτον βασιλέα Ῥωμαίων, καὶ χεῖρα δίδωσι πολλήν, καὶ
τῆς Σικελίας γίνεται ἐγκρατὴς παρ' αὐτοῦ τούτου λαβὼν αὐτήν. πλὴν
ὁ μὲν Εὐφήμιος οὐ πολὺν χρόνον τοῦ βασιλικοῦ ἀπολαύσας ἀξιώματος
ἀφαιρεῖται τὴν κεφαλὴν τῆς οἰκείας ἀποστασίας καὶ παρανομίας τοῦτον
λαβὼν τὸν μισθόν. ἄξιον δὲ καὶ τὸν τρόπον εἰπεῖν τῆς αὐτοῦ ἀναιρέσεως.
ὡς γὰρ ἐν σχήματι βασιλικῷ περιῄει τὴν Σικελίαν ἀνευφημούμενος,
ἀπῄει καὶ κατὰ τὴν Συράκουσαν. ἄποθεν δὲ γενόμενος τῆς ἑαυτοῦ τά-
ξεως καὶ τῶν δορυφόρων καὶ ὅσον ἀπὸ τόξου βολῆς τῇ πόλει προσεγ-
γίσας ὡμίλει τοῖς πολίταις καὶ πρὸς ἑαυτὸν λόγοις τὴν ἐκείνων ἐφείλ-
κετο εὔνοιαν. μεμονωμένον δὲ τοῦτον ἰδόντες ἀδελφοὶ δύο Συρακούσιοι
πρὸς ἑαυτοὺς βουλευσάμενοι καὶ σύμπνοοι γενόμενοι καὶ τὸ ἓν φρονή-
σαντες προσέρχονται τούτῳ εἰρωνικῶς τε καὶ τωθαστικῶς, ὡς βασιλεῖ
τάχα τὴν προσήκουσαν τιμὴν ἀπονέμοντες. ὁ δ' Εὐφήμιος μὴ συνεὶς
τὸν δόλον τὴν παρ' αὐτῶν ἀναγόρευσιν καὶ τὸν ἀσπασμὸν προσδεξά-
μενος προσεκάλει τούτους μετὰ φιλοφροσύνης, ὡς καὶ αὐτὸς τὸν οἰκεῖον
ἀσπασμὸν ἀποδώσων. καὶ δὴ κλίνας τὴν κεφαλὴν καὶ τὸ στόμα προσε-
ρείσας τῷ στόματι θατέρου τῶν ἀδελφῶν, θριξὶ μὲν κατέχεται ἰσχυρῶς
παρὰ τούτου, πρὸς δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τὴν κεφαλὴν ἀποτέ-
μνεται. καὶ οὗτος μὲν ταύτην ἔτισε δίκην τῆς οἰκείας ἀπονοίας.
[Mich2.21] Οἱ δ' Ἀγαρηνοὶ οὐ τῆς Σικελίας ἔκτοτε μόνον, ἀλλὰ καὶ Καλα-
βρίας καὶ τῶν πλειόνων τῆς Ἰταλίας ἐγένοντο ἐγκρατεῖς, πάντα κατα-
τρέχοντες καὶ διαπορθοῦντες.
[Mich2.22] Ὁ Μιχαὴλ δὲ ἐπὶ μῆνας ὀκτὼ καὶ ἔτη ἐννέα τῆς βασιλείας γενό-
μενος ἐγκρατὴς δυσεντερίας ἁλοὺς ἀρρωστήματι καταστρέφει τὸν βίον,
τοσούτων παραίτιος τῇ πολιτείᾳ Ῥωμαίων γενόμενος κακῶν, δι' ἣν
εἶχεν ἀσέβειαν πρὸς θεὸν καὶ πρὸς τὰ πράγματα μοχθηρίαν, ὅσων
προλαβὼν ἐπεμνήσθη ὁ λόγος. ἀπεστάτησε δ' ἐπ' αὐτοῦ καὶ πᾶσα
ἡ Δαλματία. ἐφέρετο δὲ καὶ χρησμὸς παλαιὸς περὶ αὐτοῦ περιέχων
οὕτως·
ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί,
ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων
δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν.
ἐτάφη δὲ ὁ τούτου νεκρὸς ἐν τῷ κατὰ τοὺς ἁγίους ἀποστόλους μεγάλῳ
ἡρῴῳ Ἰουστινιανοῦ ἐν λάρνακι πρασίνῳ Θετταλικῇ.
[Theoph.t] ΘΕΟΦΙΛΟΣ
[Theoph.1] Μετὰ δὲ τὸν τοῦ Μιχαὴλ θάνατον ὁ υἱὸς αὐτοῦ Θεόφιλος, ἀνδρὸς
ἤδη ἡλικίαν ἔχων, διεδέξατο τὴν πατρῴαν ἀρχὴν κατὰ τὸν Ὀκτώβριον
μῆνα τῆς ὀγδόης ἰνδικτιῶνος, λόγῳ μὲν τῆς δικαιοσύνης ἔμπυρος ἐραστὴς
καλεῖσθαι βουλόμενος νόμων τε φύλαξ πολιτικῶν ἀκριβής, τῇ δ' ἀλη-
θείᾳ ἔξωθεν ἑαυτὸν τῶν ἐπιβουλευόντων διατηρῶν, ὡς ἂν μή τις κατ'
αὐτοῦ νεανικόν τι τολμήσειε, ταῦτα ὑπεκρίνετο. εὐθὺς οὖν ἐκ προοι-
μίων τοὺς τῷ πατρὶ αὐτοῦ συναραμένους εἰς τὸν τοῦ Λέοντος θάνατον
ἔγνω πάντας ὀλέθρῳ παραδοῦναι καὶ ἀπωλείᾳ. ὅθεν ἐξέθετο δόγμα,
τοὺς τῶν βασιλικῶν ἅπαντας ἀπολαύοντας φιλοτιμιῶν, προσέτι δὲ
καὶ βασιλικῆς τιμῆς μετασχόντας τῆς οἱασοῦν κατὰ τὴν Μαγναύραν
ἤτοι τὸ Πενταπύργιον συναθροισθῆναι. ὡς δὲ τοῦτο ἐγένετο καὶ πάντες
ἠθροίσθησαν, ὡς ἐκέλευσεν, ὡς ἐν σκότῳ τέως τὴν τῆς ψυχῆς κρύψας
θηριωδίαν, πραείᾳ καὶ ἠρεμαίᾳ φωνῇ ἔφη πρὸς τοὺς συνειλεγμένους·
‘ἐβούλετο μὲν καὶ δι' ἐπιθυμίας εἶχεν, ὦ λαὸς καὶ κλῆρος ἐμός, ὁ ἐμὸς
μακαρίτης πατὴρ τοὺς ἀντιλαβομένους καὶ τῆς βασιλείας ὑπερμαχή-
σαντας πολλῶν μὲν τιμῶν, πολλῶν δὲ τούτους ἀγαθῶν καὶ ἑτέρων κατ-
αξιῶσαι γερῶν, καταχθεὶς δ' ὑπὸ τοῦ χρεὼν ἐμὲ τὸν τῆς βασιλείας διά-
δοχον, ἵνα μὴ ἀχάριστος δόξῃ τοῖς εὐεργέταις, ὀφειλέτην κατέλιπε.
διὸ ἕκαστος χωρισθεὶς τοῦ πλήθους δεικνύτω ἡμῖν ἑαυτὸν ἐμφανῆ, ἵνα
γνόντες τοὺς φίλους ἀξίως ὑμᾶς ἀμειψαίμεθα.’ τούτοις τοῖς λόγοις
παρακλαπέντες οἱ δείλαιοι καὶ συλαγωγηθέντες τὸν νοῦν ἕκαστος τῶν
ὅσοι τῷ φόνῳ συνήργησαν τοῦ Λέοντος ἑαυτὸν παρεγύμνου. εὐθὺς οὖν
ὁ Θεόφιλος, ἐντὸς σαγήνης ἔχων τὴν θήραν, ἐγκελεύεται τῷ ἐπάρχῳ
τοῖς πολιτικοῖς χρήσασθαι νόμοις, οὕτως εἰπών· ‘ἄγε δή, ὦ ἔπαρχε,
[Theoph.1.25] ἐκ θεοῦ καὶ τῆς ἡμῶν γαληνότητος τὸ κρίνειν λαβὼν τούτοις ἀξίας τῶν
ἔργων ἀπόδος τὰς ἀμοιβάς, οὐχ ὅτι τὰς χεῖρας ἐμίαναν αἵματι ἀνθρω-
πίνῳ, ἀλλ' ὅτι καὶ χριστὸν κυρίου ἀνεῖλον ἔνδον θυσιαστηρίου.’ ταῦτα
δὲ φθεγξάμενος διέλυσε τὸν θαυμαστὸν ἐκεῖνον καὶ πρῶτον σύλλογον,
οἱ ἄθλιοι δ' ἐκεῖνοι συλληφθέντες παρὰ τοῦ ἐπάρχου ποιναῖς καθυπε-
βλήθησαν ἀνδροφόνων.
[Theoph.2] Ὁ δὲ Θεόφιλος καὶ τὴν αὐτοῦ μητρυιὰν ἀπελάσας τῶν βασιλείων
εἰς τὸ μοναστήριον ἠνάγκασεν ἀπελθεῖν, ἐν ᾧ τὸ πρῶτον τὴν κοσμικὴν
ἀπέθετο τρίχα, μηδὲν ὠφελησάντων τῶν ὅρκων, οὓς ἡ σύγκλητος πρὸς
τὸν Μιχαὴλ ἐποιήσατο.
[Theoph.3] Καὶ ταῦτα μὲν ἐν προοιμίοις τῷ Θεοφίλῳ, τὰ δ' ἑξῆς οὐκ ἐπαίνων
ἀνάξια. ἀντιποιούμενος γὰρ τῆς δικαιοσύνης ἅπασιν ἦν τοῖς πονηροῖς
φοβερός, τοῖς δ' ἀγαθοῖς θαυμαστός, τοῖς μὲν ὅτι μισοπόνηρός τε καὶ
δίκαιος ἐδόκει, τοῖς δ' ὅτι ἐμβριθής τε καὶ αὐστηρός. οὐκ ἦν δὲ πάντως
αὐτὸν πάντων τῶν κακῶν καθαρεύειν. εἴχετο μὲν γὰρ τῆς ἐπὶ θεὸν
πίστεως, εἴχετο δὲ πλέον τῆς πατροπαραδότου μιαρᾶς τῶν εἰκονομά-
χων αἱρέσεως καὶ τὸν εὐσεβῆ καὶ πανάγιον ἐκάκου λαὸν παρὰ πάντα
τὸν τῆς βασιλείας αὐτοῦ χρόνον ἠρεμῆσαι μὴ συγχωρήσας. ὅθεν οὐδ'
ἐν πολέμοις εὐτύχησέ ποτε, ἀεὶ δὲ ἥττητο καὶ οὐ κατὰ βασιλέα ὑπέστρε-
φεν. ἐχόμενος δ' οὖν τῆς δικαιοσύνης καὶ τῆς πρὸς Χριστὸν καὶ τὴν
αὐτοῦ μητέρα, ὡς ᾤετο, πίστεως καὶ προθυμίας ἀπῄει ἑκάστης ἑβδο-
μάδος ἔφιππος διὰ τῆς λεωφόρου ἐπὶ τὸν ἐν Βλαχέρναις τῆς θεομήτορος
θεῖον ναόν, ὑπὸ τῶν δορυφόρων παραπεμπόμενος. ἀπῄει δὲ πᾶσι μέν,
προηγουμένως τοῖς ἀδικουμένοις διδοὺς ἑαυτόν, ὡς ἂν ἔχοιεν τὰ αὐτῶν
ἐκτραγῳδεῖν ἀδικήματα καὶ μὴ παρά τινων ἀδίκων κωλύοιντο ὑφορω-
μένων τὴν ἐξ αὐτοῦ τιμωρίαν, εἶθ' ἵνα καὶ κατὰ τὴν ἀγορὰν διερχό-
μενος θεατὴς γίνοιτο τῶν ὠνίων. ἠρώτα γοῦν περὶ ἑκάστου τῶν πιπρα-
σκομένων, πόσου πωλεῖται γινόμενος κατὰ τὴν ἀγοράν. ἠρώτα δὲ οὐ
παρέργως, οὐδὲ ἑνὶ εἴδει, ἀλλ' ἐπί τε τοῖς βρωτοῖς εἴδεσι καὶ τοῖς ποτοῖς
καὶ τοῖς εἰς θάλψιν καὶ ἀμφίασιν ἐπιτηδείοις καὶ πᾶσιν ἁπλῶς τοῖς κατὰ
τὴν ἀγορὰν προκειμένοις. καὶ διὰ πάντων πολλὴν ἐνεδείκνυτο σπουδὴν
καὶ ἐπιμέλειαν πρὸς τὰ κοινά, νῦν μὲν ἐν κριτηρίοις, νῦν δέ, ὡς εἴρηται,
κατὰ τὰς προόδους τῆς ἑβδομάδος.
[Theoph.4] Καί ποτε δὲ ψυχαγωγίας χάριν προκύπτων ἀπὸ τῶν πρὸς θά-
λασσαν τοῦ παλατίου τειχῶν ἐθεάσατο ναῦν τινα μυριοφόρον ἐξ οὐρίων
πλέουσαν ἀναπεπταμένοις δὴ τοῖς ἱστίοις, μεγέθει τε ἀνυπέρβλητον
καὶ ἀπαράμιλλον κάλλει. ἣν θεασάμενος εἰς θάμβος ἐνέπιπτεν. ἠρώτα
δ' ὅμως, τίνος τε ἡ ὁλκὰς εἴη καὶ ὅ τι φέροι τῶν ἀγωγίμων. ὡς δὲ τῆς
αὐγούστης εἶναι ἐμάνθανε, τότε μὲν ἐφησύχασε καὶ παρέπεμψε τὸν
καιρὸν ἄχρι καὶ ἧς εἴωθεν ἡμέρας ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις θεῖον
ναόν. ὡς δ' ἤδη παρῆν ἡ κυρία καὶ ὁ τοῦ πλοίου ὅρμος δῆλος ἐγεγόνει
τῷ βασιλεῖ πυθομένῳ παρά τινος, τῆς εἰς αὐτὸ φερούσης ὁδοῦ εἴχετο καὶ
πλησιάσας ἔστη παρὰ τὴν πρύμναν καὶ τοὺς παρόντας ἠρώτα πολλά-
κις, ὅτου τις ἔχοι χρείαν τῶν ἀγωγίμων, σίτου τυχὸν ἢ οἴνου ἢ ἄλλου
τινὸς εἴδους. ὡς δὲ πολλάκις ἐρωτηθέντες ἅπαξ ἀπεκρίθησαν μόλις
‘μηδενὸς λείπεσθαι τοὺς ὑπὸ τῆς σῆς προμηθουμένους δεσποτείας καὶ
βασιλείας’, ‘ἀλλ' οὐκ ἴστε δή’, ἔφησεν ὁ βασιλεύς, ‘ὅτι με ὑπὸ θεοῦ βασι-
λέα γεγενημένον ἡ αὐγοῦστά μου καὶ σύμβιος ναύκληρον εἰργάσατο;’
προσέθετο δὲ μετὰ πικρίας καὶ τοῦτο· ‘τίς ποτε βασιλέα Ῥωμαίων ἢ
τὴν αὐτοῦ γαμετὴν ἔμπορον ἐθεάσατο;’ ταῦτα δὲ εἰπὼν ἐκέλευσεν
αὐθωρὸν μόνους ἐξελθεῖν τοὺς ἀνθρώπους, τὴν δὲ ναῦν ἐκείνην παρα-
δοῦναι πυρὶ αὐτοῖς ἱστίοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀγωγίμοις. περιέ-
βαλε καὶ τὴν δέσποιναν ὕβρεσι καὶ τῆς ζωῆς ἐξαγαγεῖν ἠπείλησεν, εἰ
φωραθείη ἔκτοτε τοιοῦτόν τι ποιοῦσα.
[Theoph.5] Ὥρμητο δ' ἡ βασιλὶς Θεοδώρα ἐκ τῆς χώρας τῶν Παφλαγόνων
γεννήτορας αὐχοῦσα Μαρῖνον οὐκ ἄσημον ἄνδρα καὶ μητέρα Θεοκτί-
στην, τὴν οὕτω Φλωρῖναν κατονομαζομένην, ἀμφοτέρους εὐσεβείᾳ ἐκ-
τεθραμμένους καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν οὐκ ἐξαρνου-
μένους, ὡς οἱ κατ' ἐκεῖνο πάντες καιροῦ, ἀσπαζομένους δὲ καὶ ἐνστερνι-
ζομένους ὑπερφυῶς. διαδήματι δὲ τῆς Θεοδώρας καταστεφθείσης καὶ
ἡ ταύτης μήτηρ Θεοκτίστη ζωστή τε καὶ πατρικία τετίμητο. αὕτη
δὴ οὖν ἡ Θεοκτίστη κατὰ τὸν ἑαυτῆς οἶκον, ἔγγιστα διακείμενον τῆς
μονῆς τῶν Γαστρίων, τὰς τῆς Θεοδώρας μετακαλουμένη παῖδας (πέν-
τε δὲ ἦσαν τὸν ἀριθμόν, ἥ τε Θέκλα, Ἄννα, Ἀναστασία, Πουλχερία
τε καὶ Μαρία) ἄλλαις τε δωρεαῖς, αἷς ὑποσύρεσθαι τὸ θῆλυ πέφυκεν,
ἐδεξιοῦτο καὶ ἰδίᾳ παραλαμβάνουσα μὴ μαλακίζεσθαι, μηδὲ μένειν θη-
λείας, ὅπερ ἦσαν, ἐξελιπάρει, ἀνδρίζεσθαι δὲ καὶ τῆς μητρῴας θηλῆς
ἄξια διανοεῖσθαι καὶ πρέποντα, τὴν πατρῴαν μὲν αἵρεσιν μυσαττο-
μένας, κατασπαζομένας δὲ τὰς τῶν ἁγίων εἰκόνων μορφάς. καὶ ἅμα
ταύτας εἰς χεῖρας ἐμβάλλουσα (ἐφύλαττε δὲ ἔν τινι κιβωτίῳ) τῷ τε
προσώπῳ, καὶ τοῖς χείλεσιν αὐτῶν ἐπιτιθεμένη ἡγίαζε καὶ πρὸς τὸ
ἐκείνων ἀνηρέθιζε φίλτρον. τοῦτο οὖν ἐνδελεχῶς ποιοῦσα καὶ ταῖς
ἐγγόνοις τὸν περὶ τὰς θείας εἰκόνας πόθον ἀνάπτουσα οὐκ ἔλαθε τὸν
Θεόφιλον πυνθανόμενον, ὅ τι τε αὐταῖς παρὰ τῆς μάμμης δεδώρηται
καὶ ὅ τι χάριτος ἐξείργασται ἄξιον. αἱ μὲν οὖν ἄλλαι τὰς τούτου πεύσεις,
σταθηρὸν ἔχουσαι φρόνημα, ὥσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρε-
χον. ἡ δὲ Πουλχερία κατὰ τὴν ἡλικίαν νηπιάζουσα τάς τε φιλοφρο-
σύνας κατέλεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, προσετίθει δὲ καὶ τὴν τῶν
σεπτῶν εἰκόνων προσκύνησιν, οὕτω δὴ ἁπαλὰ φρονοῦσα καὶ λέγουσα,
ὡς νινία πολλὰ εἴη αὐτῇ κατὰ τὸ κιβώτιον, ‘καὶ ταῦτα τῇ κεφαλῇ καὶ
τοῖς προσώποις ἡμῶν ἐπιτίθησι μετὰ τὰ φιλήματα’. ταῦτα τὸν βασιλέα
εἰς μανίαν διήγειρε, πρᾶξαι δέ τι τῶν δραστικωτέρων εἰς αὐτὴν ἐκω-
λύετο τῇ τε πρὸς τὴν γυναῖκα αἰδοῖ καὶ εὐλαβείᾳ, καὶ πλέον, ᾗ ἐκέχρητο
παρρησίᾳ εἰργόμενος (καὶ γὰρ ἦν ἀριδήλως ἐπισκώπτουσα τοῦτον καὶ
διελέγχουσα ἐπί τε τοῖς καθ' ἡμέραν τῶν ὁμολογητῶν διωγμοῖς καὶ τῇ
δηλωθείσῃ αἱρέσει καὶ μόνη μικροῦ φανερὰν ποιοῦσα τὴν πρὸς αὐτὸν
τῶν ἁπάντων ἀπέχθειαν), ἐκώλυε δὲ μόνον τὴν πρὸς τὴν Θεοκτίστην
τῶν θυγατέρων αὐτοῦ ἄφιξιν. τούτοις παραπλήσια συμβέβηκε καὶ τῇ
βασιλίδι Θεοδώρᾳ. ἐτρέφετο παρὰ τοῖς βασιλείοις ἀνδράριον παρακε-
κομμένον καὶ τῷ Ὁμηρικῷ Θερσίτῃ παρόμοιον, Δένδερις ὄνομα τού-
τῳ, ἄσημά τε φθεγγόμενον καὶ γέλωτας κινοῦν καὶ θυμηδίας ἕνεκεν τοῖς
βασιλείοις ἐνδιαιτώμενον. τοῦτο γοῦν εἰσπηδῆσάν ποτε κατὰ τὸν τῆς
αὐγούστης κοιτωνίσκον θείας εἰκόνας κατέλαβεν αὐτὴν περιπτυσσο-
μένην. ταύτας ἰδὼν οὗτος ὁ παραπαίων τί τε εἰσὶν ἐπυνθάνετο καὶ
πλησιαίτερον ἐλθὼν κατεμάνθανεν. ἡ δὲ βασιλίς, ‘τὰ καλά μου’, ἔφησεν
ἀγροικικῶς οὕτως, ‘νινία, καὶ ἀγαπῶ ταῦτα πολλά.’ εἱστιᾶτο τηνι-
καῦτα ὁ βασιλεὺς καὶ δὴ πρὸς αὐτὸν διαβάντα τὸν αἰσχρὸν τοῦτον
νεανίσκον ἤρετο, ὅποι ποτὲ ἐτύγχανεν ὤν. ὁ δὲ παρὰ τὴν μάνναν ἔφησεν
εἶναι, τὴν Θεοδώραν οὕτω καλῶν, καὶ θεάσασθαι ἐν αὐτῇ καλὰ νινία
τοῦ προσκεφαλαίου ἐξαίρουσαν. συνῆκεν οὖν ὁ βασιλεὺς καὶ πλήρης
ὀργῆς γενόμενος ἐξανέστη τε τῆς τραπέζης καὶ πρὸς αὐτὴν ἀπῆλθεν
εὐθὺς ἄλλαις τε πολλαῖς ὕβρεσι πλύνων καὶ εἰδώλων λάτριν ἀκολάστῳ
γλώσσῃ ἀποκαλῶν. καὶ ἅμα διεξῄει τοὺς λόγους τοῦ μυσαροῦ. ἡ δὲ
[Theoph.5.50] τέως μὲν τὸν θυμὸν καταστορεννῦσα τοῦ βασιλέως· ‘κακῶς ὑπείληφας,’
ἔλεγεν, ‘ὦ βασιλεῦ. οὐχ ὡς ὑπώπτευσας ἔχει καὶ ἡ ἀλήθεια. τῷ δὲ
κατόπτρῳ μου ἤμην ἐνατενίζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς
τικτομένας ἰδὼν ὁ Δένδερις ἐκ τούτου μορφὰς ἐλθὼν ἀπήγγειλεν ἀφρό-
νως τὰ μηνυθέντα’. καὶ τὸν μὲν βασιλέως θυμὸν τοῖσδε κατεπράϋνε
τοῖς λόγοις, τὸν Δένδεριν δὲ παιδείᾳ καθυπέβαλε πρεπούσῃ, πείσασα
μή ποτε λέγειν περὶ τῶν νινίων τινί. διὸ τῆς δεσποίνης κατεπαιρόμενός
ποτε ὁ Θεόφιλος ἠρώτα τὸν Δένδεριν, εἰ πάλιν ἄρα τὰ καλὰ νινία ἡ
μάννα ἀσπάζεται. ὁ δὲ τοῖς χείλεσιν ἐπιθεὶς τὴν δεξιάν· ‘σίγα, σίγα
περὶ τῶν νινίων,’ ἀντέφησε, ‘βασιλεῦ’. καὶ ταῦτα μὲν συνεκύρησεν
ὧδε.
[Theoph.6] Στρατιώτου δέ τινος χεῖρά τε νεανικὴν καὶ ἵππον ἔχοντος δεξιὸν
ὁ στρατηγός, ὑφ' ὃν οὗτος ἐτέλει, ἔρωτι κατασχεθεὶς τοῦ ἵππου, ὑφ'
οὗ πολλάκις ὁ ἄνθρωπος ἐκ πολέμου ἐρρύσθη, ἐζήτει τοῦτον, καθυπισ-
χνούμενος δώσειν πολλά. ἀπαναινομένου δ' ἐκείνου καὶ βίαν προσῆγε.
μηδ' οὕτω δὲ πείθων ἀποδοθῆναί οἱ τὸν ἵππον, ἀνανδρίας ἔγκλημα
προσάψας εἰς βασιλέα μετεκίνησε τοῦτον ἧς μετῄει στρατείας. ἐγένετο
ζήτησις παρὰ Θεοφίλου ἵππου ἀκροφυοῦς καὶ διατάγματα κατεπέμ-
πετο πανταχοῦ, τοιόνδε ἵππον εὑρεθῆναι καὶ πεμφθῆναι αὐτῷ. δρα-
ξάμενος ἀφορμῆς ὁ στρατηγὸς ἀφαιρεῖται καὶ ἄκοντος τοῦ ἀνδρὸς τὸν
ἵππον καὶ πρὸς βασιλέα ὡς οἰκεῖον ἐκπέμπει κτῆμα. χρείας γενομένης
ἐν πολέμῳ πλειόνων στρατιωτῶν, καὶ τοῦ βασιλέως κελεύσαντος ἁπαξ-
απλῶς πάντα στρατεύεσθαι τὸν ὅπλον κινεῖν δυνάμενον, ἐστρατεύσατο
καὶ ὁ ῥηθεὶς στρατιώτης, τροπῆς δὲ γενομένης ἔπεσε, μὴ ἔχων ἵππον
σῶσαι τοῦτον δυνάμενον. ἔπεσε δὲ γυναῖκα καταλελοιπὼς καὶ τέκνα.
ἥτις τὸ φιλοδίκαιον ἀκούουσα τοῦ βασιλέως, ἐκκαιομένη δὲ καὶ τῷ τοῦ
ἀνδρὸς φίλτρῳ, καὶ τοῖς τέκνοις ἐπιχορηγεῖν ἀτονοῦσα τὰ ἀναγκαῖα,
τὴν βασιλίδα καταλαμβάνει. καὶ τὸν Θεόφιλον καθ' ἣν ἡμέραν εἴθιστο
ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναόν, ἔποχον τῷ τοῦ ἀνδρὸς
αὐτῆς ἵππῳ κατιδοῦσα, δρόμῳ πολλῷ τὸν χαλινὸν κατέχει τοῦ ἵππου,
οἰκεῖον εἶναι τοῦτον λέγουσα, καὶ μὴ ἄλλον τινὰ αἴτιον, ἀλλ' αὐτὸν
ὑπάρχειν τὸν βασιλέα τῆς τοῦ ἀνδρὸς ταύτης σφαγῆς. ἐκπλαγεὶς οὖν
ὁ βασιλεὺς τέως μὲν αὐτὴν προσμένειν διωρίσατο ἄχρι τῆς ἐπὶ τὰ ἀνά-
κτορα ἐπανόδου αὐτοῦ, ἤδη δὲ ἐπαναδραμὼν εὐθέως αὐτὴν παρεστή-
σατο καὶ διεπυνθάνετο σαφέστερόν τι περὶ τῶν λεγομένων μαθεῖν.
ἀναλαβοῦσα δὲ ἡ γυνὴ τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους διδάσκει τὸν βασιλέα.
παρεστήσατο γοῦν εὐθέως τὸν στρατηγὸν καὶ ζήτησιν περὶ τοῦ
ἵππου ποιεῖται νεανικήν, τῆς γυναικὸς τέως προστάξει κρυπ�
Θεόφιλος πρὸς τὴν βασιλεύουσαν, τὸν Θεόφοβον
κατόπιν λιπών, ἐφ' ᾧ τε διαθέσθαι τὰ τοῦ στρατοῦ καλῶς καὶ διὰ τα-
χέων πρὸς αὐτὸν ἐπαναδραμεῖν. ἀλλ' οἱ Πέρσαι, διὰ τὸ σφῶν σιτηρέ-
σιον ὑστερῆσαν ὄντες περιαλγεῖς, ἐν Σινώπῃ συσχόντες αὐτὸν βασιλέα
καὶ ἄκοντα ἀνεκήρυξαν, πολλὰ λιπαροῦντα καὶ ποτνιώμενον ἀποσχέ-
σθαι τῆς τοιαύτης ὁρμῆς, καὶ ἀπειλοῦντα δεινὰ πείσεσθαι τούτους ὅσον
οὔπω χάριν τοῦ τοιούτου τολμήματος. ὡς δ' οὐ προσεῖχον αὐτῷ, ἀλλ'
ὅλῃ γνώμῃ καὶ προαιρέσει τοῦ ἐγχειρήματος εἴχοντο, λάθρᾳ τὰ τελε-
σθέντα γνωρίζει τῷ βασιλεῖ, καὶ ἐνόρκως πληροφορεῖ, ὡς οὐκ αὐτός,
οἱ Πέρσαι δὲ τῶν τολμηθέντων αἴτιοι. τότε μὲν τὴν ἐκείνου προαίρεσιν
ὁ βασιλεὺς ἀποδέχεται καὶ πρὸς τὰ βασίλεια αὐτὸν εἰσκαλεῖ, τὴν προ-
τέραν εὐκληρίαν ἀποδιδούς, συγγνώμην τε ἅπασι τοῖς Πέρσαις δίδωσι
καὶ κακῶν ἀμνηστίαν. οὓς καὶ πεισθέντας ταῖς ὑποσχέσεσι καὶ τῆς
Σινώπης ἀποδημήσαντας ἔγνω δεῖν ὁ βασιλεὺς διαστῆσαι καὶ μὴ
τοσοῦτον πλῆθος ὁμοῦ διάγειν. καὶ ἐπείπερ εἰς τρεῖς μυριάδας τὸ πᾶν
ἐκορυφοῦτο τῶν Περσῶν πλῆθος, καλῶς σκεψάμενος ἑκάστῳ θέματι
χιλιάδας ἐξαπέστειλε δύο, ὑπὸ χεῖρα τελεῖν προστάξας τοῖς ἐν αὐτοῖς
στρατηγοῦσιν. αὕτη ἡ αἰτία ὑπόπτους τε τοὺς Πέρσας ἐποίησε καὶ
μετ' οὐ πολὺ τὸν Θεόφοβον ἐξήγαγε τῆς ζωῆς. ἐγένετο δέ τις καὶ δευ-
τέρα αἰτία, ἣν ὁ λόγος δηλώσει κατὰ τὸν οἰκεῖον καιρόν. ὁ δ' ἀμερμου-
μνῆς τοσοῦτον ἐτρώθη τὴν ψυχὴν ἐπὶ τῇ καταλήψει τῆς ἐκπορθηθείσης
πατρίδος αὐτοῦ, ὡς πανταχοῦ θεσπίσαι πᾶσαν ἡλικίαν ἔκ τε Βαβυ-
λῶνος καὶ Φοινίκης καὶ Παλαιστίνης καὶ κοίλης Συρίας, ἔτι δὲ καὶ τῆς
πορρωτέρω Λιβύης ἀθροίζεσθαι. πάντα δὲ τὸν στρατευόμενον γράφειν
ἐπὶ τῆς οἰκείας ἀσπίδος Ἀμώριον, τὴν κατ' αὐτοῦ ὁρμὴν αἰνιττόμενος.
συνήχθη γοῦν αὐτῷ πᾶς ὁ στρατὸς ἀνὰ τὴν Ταρσόν. ἐπεξῄει δὲ καὶ ὁ
Θεόφιλος κατὰ τὸ Δορύλαιον, τριῶν ἡμερῶν ὁδὸν Ἀμωρίου ἀπέχον.
πολλῶν οὖν συμβουλευόντων μετοικίσαι τὸν ἐν Ἀμωρίῳ οἰκοῦντα λαὸν
καὶ ὑπενδοῦναι τῇ ἀσχέτῳ φορᾷ τῶν Σαρακηνῶν, τοῦτο μὲν ἄδοξον
ἐδόκει τῷ Θεοφίλῳ καὶ ἄνανδρον, καλὸν δὲ καὶ πρὸς ἀνδρείαν εὔοδον
τὸ μᾶλλον ἐποχυρῶσαι αὐτὸ καὶ στρατηγοῦ γενναίου διασῶσαι βου-
λαῖς. ἐξαπέστειλε γοῦν Ἀέτιον τὸν πατρίκιον καὶ τῶν Ἀνατολικῶν στρα-
τηγόν, δοὺς αὐτῷ καὶ χεῖρα ἀρκοῦσαν εἰς ἀποτροπὴν τῶν ἐχθρῶν.
ἐδίδου δὲ καὶ ἡγεμόνας τοῦ λαοῦ τοὺς μετὰ βραχὺ μαρτυρήσαντας,
Θεόδωρον τὸν Κρατερὸν καὶ Θεόφιλον καὶ τὸν Βαβούτζικον καὶ τοὺς
λοιπούς, οἵτινες οὐ μόνον τοῦ πεμφθέντος τότε λαοῦ, ἀλλὰ καὶ τῆς
φάλαγγος τῶν τεσσαρακονταδύο μαρτύρων γεγόνασιν ἀρχηγοί. ὡς
δὲ κατὰ τὴν Ταρσὸν ἐπέστη μετὰ παντὸς τοῦ λαοῦ ὁ τῶν Σαρακηνῶν
ἡγεμών, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ καὶ μαντευσάμενος
δέον ἔκρινε, μὴ εὐθέως χωρεῖν πρὸς Ἀμώριον, ἀποπειράσασθαι δὲ πρό-
τερον τῆς τοῦ βασιλέως δυνάμεως διὰ τοῦ υἱοῦ αὐτοῦ, μέρος λαβόντος
<τοῦ στρατοῦ>, τοῦτο λογισάμενος, ὡς εἰ περιγένηται τοῦ βασιλέως
οὗτος, ἕψεται πάντως ἡ νίκη καὶ τῷ πατρί, εἰ δὲ μή, βέλτιον ἡσυχάζειν.
ταῦτα βουλευσάμενός τε καὶ κρίνας ἐξέπεμψε τὸν υἱόν, λαβόντα μεθ'
ἑαυτοῦ καὶ Ἄμερα τὸν τηνικαῦτα διέποντα τὴν Μελιτηνὴν καὶ Τούρ-
κους ὡσεὶ χιλιάδας δέκα καὶ πᾶσαν τὴν ἐξ Ἀρμενίων στρατιὰν καὶ τὸν
ἄρχοντα τῶν ἀρχόντων. ὃς κατὰ τὸν λεγόμενον Δαζιμῶνα γενόμενος
παρεμβολὴν ἐπήξατο. ἀπῄει γοῦν καὶ ὁ Θεόφιλος κατ' αὐτοῦ στρατό-
πεδον ἐπαγόμενος οὐκ ἀγεννές, ἔκ τε Περσῶν καὶ τῶν δυτικῶν καὶ τῶν
πρὸς ἀνίσχοντα ἥλιον συνιστάμενον. γενόμενος δὲ κατὰ τὸν οὕτω
καλούμενον χῶρον Ἀνζῆν ἐπεθύμει κατασκοπεῦσαι πρὸ τοῦ πολέμου
καὶ τῆς προσβολῆς τὸ τῶν ἐναντίων ἄθροισμα. εἴς τινα δὲ ὑψηλοτάτην
περιωπὴν ὑπὸ τοῦ δομεστίκου τῶν σχολῶν ἀνενεχθεὶς Μανουὴλ κατε-
σκόπει τὸ πλῆθος τῶν ἐναντίων καί πως ἐκ στοχασμοῦ βαρύτερον
ἐδόκει τὸ τῶν Σαρακηνῶν πλῆθος. ἀλλ' ὁ Μανουήλ· ‘μὴ πρὸς τὸ πλῆ-
θος, ὦ βασιλεῦ, ἀπόβλεπε, πρὸς δὲ τὸν ἐκ τῶν δοράτων διάθρει καλα-
μῶνα τῶν ἀμφοτέρων.’ ἐπεὶ δὲ ἰσχυρότερος ἐδόκει ὁ τῶν ἐναντίων στρατός,
ἐβουλεύετο, ὅπως ἂν αὐτοῖς ἐπίθηται μετὰ δόλου. ὁ μὲν οὖν Μανουὴλ
ἅμα τῷ Θεοφόβῳ νυκτὸς ἐπιθέσθαι τούτοις παρῄνει, οἱ δ' ἄλλοι τῶν
στρατηγῶν ἡμέρας τὴν συμβολὴν γενέσθαι προέτρεπον, οἷς ἐπέπειστο
καὶ ὁ βασιλεύς. ταύτης δὲ ἐπικρατεστέρας γενομένης τῆς γνώμης, ὡς
ἤδη ἡ ἡμέρα ἐπέλαμπε, μάχη συρρήγνυται φοβερά. καὶ τῶν βασιλικῶν
ταγμάτων ἐκθύμως ἀγωνισαμένων οἱ Ἰσμαηλῖται ἐνέκλιναν εἰς φυγήν.
τῶν δὲ Τούρκων ἐπιμόνῳ χρωμένων τῇ τοξείᾳ, καὶ τὸ καταδιῶκον τῶν
Ῥωμαίων ἀνακεκρουκότων, παλίντροπον συνέβη γενέσθαι τὴν μάχην.
μὴ δυνάμενοι γὰρ οἱ Ῥωμαῖοι τὰ Τούρκων φέρειν τοξεύματα τῷ βάλ-
λεσθαι καρτερῶς νῶτα δόντες τὸν βασιλέα κατέλιπον. οὐ μὴν οἱ τῶν
ταγμάτων ἔξαρχοι, οὐδ' οἱ Πέρσαι τοῦτο δρᾶσαι ἠνέσχοντο, ἀλλὰ
περιστάντες τὸν βασιλέα εὐρώστως σῴζειν ἠπείγοντο. καὶ κἂν ἀπώ-
[Theoph.23.78] λοντο πανδημεί, εἰ μὴ νὺξ ἐπῆλθε καὶ βραχὺς ἐξ οὐρανοῦ κατενεχθεὶς
ὑετὸς τὰς μὲν νευρὰς τῶν τόξων χαλαρὰς εἰργάσατο, τοῖς δὲ Ῥωμαίοις
ἄνεσιν τὴν ἐκ τῶν βελῶν περιεποίησε καὶ σωτηρίας ἐνέδωκεν ἀφορμάς.
βαθείας δὲ νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ,
γλώττῃ πως ᾔσθετο τῇ Σαρακηνῶν τοὺς Πέρσας τοῖς Σαρακηνοῖς σπεν-
δομένους καὶ τὸ στράτευμα τῶν Ῥωμαίων προδοῦναι καὶ πρὸς τὴν
ἐνεγκοῦσαν παλινδρομῆσαι. δῆλα γοῦν εὐθὺς ταῦτα ποιεῖ τῷ βασιλεῖ
καὶ σῴζειν ἑαυτὸν μετὰ τῶν λογάδων ἠξίου, καὶ μὴ περιμένειν τὴν
ἅλωσιν. τοῦ δὲ βασιλέως ‘καὶ πῶς τοῦτο ἔσεται’ ἐπερωτήσαντος, ‘τῶν
δι' ἐμὲ προσμεινάντων ἀπολομένων;’ ὑπολαβὼν ὁ Μανουὴλ ‘σοὶ μόνον
ἔστω, βασιλεῦ;’ ἔφη, ‘τὸ σῴζεσθαι ἐκ θεοῦ, οὗτοι δὲ ταχέως τὰ κατ'
αὐτοὺς διοικήσουσιν.’ ὀψὲ γοῦν κατὰ τὸ περίορθρον τοῦ βασιλέως φυγῇ
χρησαμένου καὶ πρὸς τὸ λεγόμενον Χιλιόκωμον διασωθέντος οἱ λειπο-
τάκται ὑπήντων αὐτῷ καὶ ἀναξίους ἑαυτοὺς ἔφασκον τῆς ζωῆς, βασι-
λέα ἐν πολέμῳ καταπροέντες, καὶ ἅμα τοῖς ἑαυτῶν ἐγυμνοῦντο ξίφεσιν.
ἀλλ' ὁ Θεόφιλος τῷ θεάματι τρωθεὶς τὴν ψυχήν, ‘εἰ ἐγώ’, φησί, ‘σέσῳ-
σμαι ἐκ θεοῦ, σώθητε καὶ ὑμεῖς.’ αὕτη ἡ τῶν Περσῶν πρὸς τοὺς ἐξ Ἄγαρ
κοινολογία τοῖς Θεοφόβου ἐχθροῖς καὶ θάνατον αὐτοῦ ψηφιζομένοις
δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ εὔκαιρος εἰς διαβολήν. τῷ δ'
ἀμερμουμνῇ ἀκηκοότι τὴν νίκην ἔδοξε μὴ μέλλειν, ἀλλ' ἀπιέναι πρὸς τὸ
Ἀμώριον. ἀγείρας οὖν τό τε οἰκεῖον στράτευμα, καὶ τῷ υἱῷ ἐπιστείλας
παραπλησίως ποιεῖν, εἴχετο τῆς ὁδοῦ. ἑνωθέντων οὖν τῶν στρατευ-
μάτων χάραξ τε ἐπήγνυτο ὀχυρὸς καὶ ἡ πόλις τάφρῳ βαθείᾳ ἐστεφα-
νοῦτο καὶ ἡ πολιορκία ἔμπρακτος καὶ ἐνεργὸς ἐγίνετο, τῶν μὲν Τούρκων
ἐπιμόνοις καὶ συνεχέσι χρωμένων τοξεύμασι, τῶν δὲ Σαρακηνῶν τὰς
ἑλεπόλεις προσαγόντων τοῖς τείχεσι, τῶν δ' ἔνδον τοῦ τείχους ἐναπ-
ειλημμένων Ῥωμαίων εὐψύχως καὶ ἡρωϊκῶς ἀγωνιζομένων καὶ τὰ
τῆς πολιορκίας ἀποκρουομένων εὐπετῶς ὄργανα. ἡ μὲν οὖν πολιορκία
τῆς πόλεως ἐκ διαδοχῆς ἐνηργεῖτο καὶ συνεχὴς ἦν καὶ ἀδιάκοπος, Θεόφι-
λος δὲ ἐκ τῆς τροπῆς μόλις διαφυγὼν καὶ πρὸς τῷ Δορυλαίῳ γενόμενος
ἐκεῖσε προσεκαρτέρει, τὴν ἔκβασιν ἐκδεχόμενος. ἀπεπειρᾶτο τῆς τοῦ
ἀμερμουμνῆ γνώμης, εἴ πως δυνηθείη τοῦτον μεταστῆσαι τῆς πολιορ-
κίας. ἐκπέμπονται οὖν πρεσβευταὶ μετὰ δώρων τιμίων καὶ ὑποσχέσεων
οὐκ ὀλίγων τοῦτον ἐκδυσωπήσοντες, οἳ δὴ καὶ τὸ στρατόπεδον κατα-
λαβόντες τῶν Σαρακηνῶν καὶ εἰς ὄψιν τῷ ἄρχοντι καταστάντες τὰ παρὰ
τοῦ βασιλέως μηνυθέντα παρίστων. ὁ δὲ θυμῷ κατεχόμενος ἀσχέτῳ
διὰ τὴν τῆς πατρίδος ἅλωσιν τὸν μὲν βασιλέα τῆς δειλίας κατεκερτόμει,
ἐξουθένει δὲ καὶ τὴν πρεσβείαν καὶ ἐκωμῴδει καὶ τοὺς πρεσβευτὰς ἐν
δεσμοῖς κατεῖχε, περιμένων τὴν τῆς πράξεως ἔκβασιν. τὴν δὲ πολιορ-
κίαν ἐπὶ πλέον ἐπέτεινεν εἰς πολλὰ μέρη διελὼν τὸν στρατὸν καὶ ἐκ
διαδοχῆς τὰς προσβολὰς ποιούμενος, ἵνα τῷ πλήθει καὶ τῇ ἀκμαιότητι
τῶν ὑπαλλαττομένων ἀποκαμόντες οἱ ἔνδον καὶ πρὸς τοὺς πόνους
ἀπειρηκότες ἐνδώσουσι. καρτερῶς δὲ καὶ τῶν ἔνδον ἀμυνομένων ἄπρα-
κτοι αἱ ἐπιχειρήσεις τῆς πολιορκίας ἐγίνοντο. καὶ κἂν διέφυγεν ἡ πόλις
τὴν ἅλωσιν, εἰ μή τις τῶν εἴσω δώροις ὑποκλαπεὶς καὶ τὴν τῶν Χριστια-
νῶν ἐξομοσάμενος πίστιν, διά τινα φιλονεικίαν εἰς τοσοῦτον κίνδυνον
ὀλισθήσας, προδοσίᾳ προὔδωκε τὴν πατρίδα. Βοϊδίτζης κλῆσις τῷ
ἀνδρί. οὗτος γὰρ λάθρᾳ τοῖς Σαρακηνοῖς ἐντυχών, καὶ ἔνθα τὸ τεῖχος
εὐέφοδον ἦν ποιεῖσθαι τὰς προσβολὰς ὑποθέμενος, αἴτιος γέγονε τοῦ
τὴν πόλιν ἁλῶναι. ἧς δὴ πολέμου νόμῳ ληφθείσης ποῖος ἱκανὸς λόγος
ἐξειπεῖν τὸ πλῆθος τῶν ἀναιρεθέντων καὶ τῶν αἰχμαλωτισθέντων;
θυμῷ γὰρ βαλλόμενοι οἱ Σαρακηνοὶ διὰ τὸ πολλοὺς τῶν ἐπιφανῶν κατὰ
τὸν καιρὸν τῆς πολιορκίας ἀναιρεθῆναι οὐδένα οἶκτον τῶν προστυχόν-
των ἐλάμβανον, ἀλλ' ἀνῃροῦντο μὲν ἄνδρες, ἤγοντο δὲ γυναῖκες σὺν
μειρακίοις καὶ νεανίσκοις, ἐπυρπολοῦντο τὰ κάλλιστα τῶν οἰκημάτων,
καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ ἡ τῶν ἑῴων πόλεων διαπρεπεστέρα ἐκλε-
λειμμένον ἐδείκνυτο ἐρείπιον. ἤγοντο δὲ ζωγρίαι καὶ οἱ τῶν στρατευ-
μάτων ἐξάρχοντες, Καλλιστός τε καὶ Κωνσταντῖνος καὶ Θεόδωρος ὁ Κρα-
τερὸς οἱ πατρίκιοι καὶ ἄλλοι πλεῖστοι τῶν ἐν στρατηγίαις διαφανῶν,
μεγίστοις ἐμπρέποντες ἀξιώμασιν. οὕτω δὲ χειρωθείσης τῆς πόλεως
τοὺς πρέσβεις ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς τῶν πραχθέντων ἕκαστον
ἐπισκοπῆσαι ἐγκελευσάμενος, ὥσπερ τις ἐντρυφῶν καὶ ἐνευωχούμενος
τοῖς πραχθεῖσιν, αὐταγγέλους τῆς συμφορᾶς ἐκπέμπει τῷ βασιλεῖ.
οὓς πάλιν ἐκεῖνος πρὸς τὸν ἀμερμουμνῆν ἐξαπέστειλεν, ἀποδοθῆναί οἱ
ζητῶν τούς τε ληφθέντας διαφανεῖς ἄνδρας ἐν τῇ πολιορκίᾳ καὶ τοὺς
κατὰ γένος αὐτῷ προσήκοντας καὶ τοὺς λοιποὺς αἰχμαλώτους, εἴκοσιν
ἐπὶ τέσσαρσι κεντηνάρια δώσειν ὑπισχνούμενος ὑπὲρ λύτρων αὐτῶν.
ὁ δὲ τὴν πρεσβείαν δεξάμενος πάλιν μεθ' ὕβρεων τοὺς πρέσβεις ἀπέπεμ-
ψεν, ἀνόητος ἂν εἶναι εἰπών, εἰ χίλια καταναλώσας κεντηνάρια ἐπὶ συλ-
λογῇ τοῦ οἰκείου στρατοῦ τοσούτων ἀποδώσει τοὺς ἡλωκότας κεν-
τηναρίων.
[Theoph.24] Ἀπράκτων δὲ τῶν πρέσβεων ὑποστρεψάντων τῇ ἀπληστίᾳ τῆς
συμφορᾶς πληγεὶς ὁ Θεόφιλος πᾶσάν τε βρῶσιν καὶ πόσιν ἀποστρε-
φόμενος καὶ σχεδὸν ἀπόσιτος γεγονὼς καὶ μηδὲν ἕτερον προσιέμενος, ἢ
τὸ ἐκ χιόνος ἀποθλιβόμενον ὕδωρ, δυσεντερίας ἑάλω νοσήματι. ἀλλὰ
καίπερ οὕτως ἔχων πονήρως, οὐκ ἠρέμει, οὐδὲ μετρίως ἔφερε τὴν τοῦ
Ἀμωρίου καταστροφήν, ἀλλὰ καιρὸν καὶ τρόπον ἐζήτει, πῶς ἂν ἀμύ-
ναιτο τὸν ἐχθρόν. διὸ καὶ στέλλει πρὸς τὸν ῥῆγα Φραγγίας τὸν πατρί-
κιον Θεοδόσιον, ἐκ τοῦ τῶν Βαβουτζίκων καταγόμενον γένους, ἐπι-
κουρίαν τε ἐξαιτῶν πεμφθῆναι αὐτῷ καὶ ἀποστεῖλαι δύναμιν ἀξιόμαχον
καὶ κακῶσαι μέρη τινὰ τῆς Λιβύης τῷ ἀμερμουμνῇ διαφέροντα. ἀλλ'
αὕτη μὲν ἡ πρεσβεία ἄπρακτος ἔμεινε, τοῦ Θεοδοσίου καθ' ὁδὸν τὴν
ζωὴν καταστρέψαντος. ὁ δὲ Θεόφιλος καὶ ταύτης διεκπεσὼν τῆς ἐλ-
πίδος ἐπὶ πλέον τε ὑπὸ τῆς νόσου σφιγγόμενος ἄνεισι κλινήρης πρὸς
τὴν Μαγναύραν, ἐν ᾗ τήν τε σύγκλητον ἐκκλησιάσας καὶ τὸ λοιπὸν
ἐμφανὲς μέρος τῆς πόλεως τὰ καθ' ἑαυτὸν ἐξετραγῴδει καὶ ὠλοφύρετο
καὶ τοὺς συνειλεγμένους ἐζήτει τὴν εἰς αὐτὸν ἀπομνημονεύειν εὔνοιαν
ἐν τῷ πίστιν καὶ εὐμένειαν τηρῆσαι πρός τε τὴν αὐτοῦ σύζυγον καὶ
τὸν παῖδα καὶ διαφυλάξαι τούτοις τὴν βασιλείαν ἀνεπιβούλευτον.
ἐπικλασθέντων δὲ τῶν συνηθροισμένων τοῖς ἐλεεινοῖς τούτοις ῥήμασι
τοῦ βασιλέως ὀδυρμὸς ἤρθη καὶ κωκυτὸς παρὰ πάντων. καὶ πάντες
θεοκλυτοῦντες ηὔχοντο μὲν τῷ βασιλεῖ ὑγείαν τε καὶ ζωήν, εἰ δ', ὅπερ
ἀπευκτὸν ἦν αὐτοῖς, θάνατος, ἔλεγον, ἐπακολουθήσει, ὑπὲρ τῆς αὐτοῦ
γαμετῆς, σφῶν δὲ δεσποίνης, καὶ τῶν παίδων ὑπισχνοῦντο καὶ αὐτάς,
εἰ δεήσοι, προέσθαι τὰς ψυχὰς καὶ τηρῆσαι τούτοις τὴν βασιλείαν
ἀδιαλώβητον. καὶ οἱ μὲν κατεπηγγείλαντο ταῦτα, ὁ δὲ βασιλεὺς ὑπὸ
τῆς νόσου τελέως τακεὶς καὶ μικρὸν ἐπιβιοὺς τὸ κοινὸν ἀνεπλήρωσεν
ὄφλημα, ἐπὶ δώδεκα ἔτεσι καὶ μησὶ τρισὶ τὴν βασιλείαν ἰθύνας.
[Theoph.25] Ἐπεὶ δέ, ὡς φθάσας ὁ λόγος ἐδήλωσε, χώραν ἔσχον οἱ διαβάλ-
λοντες τὸν Θεόφοβον ἀπὸ τῶν εἰρημένων αἰτιῶν, ὡς ἔγνω Θεόφιλος
τὸ τέλος τῆς ἑαυτοῦ βιοτῆς, ἐν δεσμωτηρίῳ τίθησιν αὐτὸν ζοφωδεστάτῳ
κατὰ τὸν Βουκολέοντα. καὶ ἤδη τοῦ τέλους ἐγγίζοντος προσέταξεν ἀπο-
τεμεῖν τούτου τὴν κεφαλὴν καὶ αὐτῷ ἐνεγκεῖν. ἥνπερ δεξάμενος καὶ ταῖς
[Theoph.25.6] χερσὶ τῶν τριχῶν ἐπαφώμενος ἔσχατον ἐπεῖπε λόγον, ὡς ‘ἀπὸ τοῦ
νῦν οὔτ' ἐγὼ Θεόφιλος, οὔτε σὺ Θεόφοβος.’ τινὲς δὲ τῷ Ὠορύφᾳ
δρουγγαρίῳ τῆς βίγλας τυγχάνοντι ἀνατιθέασι τὴν τοῦ Θεοφόβου
σφαγήν, αὐθαιρέτως αὐτὴν ἐργασαμένῳ μηδενὸς κελεύσαντος.
[Mich3.t] ΜΙΧΑΗΛ Ο ΥΙΟΣ ΘΕΟΦΙΛΟΥ ΣΥΝ Τῌ ΜΗΤΡΙ ΑΥΤΟΥ
[Mich3.1] Καταστρέψαντος δὲ τοῦ Θεοφίλου τὴν ζωὴν ὁ υἱὸς αὐτοῦ Μιχαὴλ
τὰ σκῆπτρα τῆς βασιλείας ἀναδέχεται σὺν τῇ μητρὶ Θεοδώρᾳ, ἐπιτρό-
πους ἔχων καὶ ῥυθμιστάς, οὓς αὐτῷ ἐν διαθήκαις ἐπέστησεν ὁ πατήρ,
τόν τε μάγιστρον Μανουὴλ καὶ δομέστικον χρηματίσαντα τῶν σχολῶν,
καὶ τὸν πατρίκιον Θεόκτιστον καὶ λογοθέτην τοῦ δρόμου. οἳ παραχρῆμα
τοῦ θανεῖν τὸν Θεόφιλον ἐξελθόντες εἰς τὸν ἱππόδρομον κἀκεῖσε τὸν
δῆμον ἐκκλησιάσαντες λόγους τε διῆλθον τῆς πρὸς αὐτοὺς ἀναμιμνή-
σκοντες εὐνοίας τοῦ βασιλέως καὶ ἐπαγωγὰ πολλὰ καὶ θελκτήρια λέξαντες
τὴν τῶν ἀκουόντων εὐμένειαν ἐπεσπάσαντο, ὑποσχομένων τὸ ἑαυτῶν
ἐκχέαι αἷμα ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως. καὶ ὅρκοις εὐθὺς ἐνε-
πέδουν τοὺς λόγους.
[Mich3.2] Ἐγκρατοῦς δὲ τῆς βασιλείας σὺν τῷ υἱῷ γενομένης τῆς Θεοδώ-
ρας, εὐθὺς καὶ ἐκ προοιμίων ὑποθήκαις ἀνδρῶν εὐσεβῶν τὰ τῆς αἱρέ-
σεως ἀνεσκοπεῖτο τῶν εἰκονομάχων, ἀπὸ τῆς βασιλείας Λέοντος τοῦ
ἐξ Ἀρμενίων καὶ μέχρι τῆς τελευτῆς Θεοφίλου τὴν ὑπὸ Ῥωμαίους διανε-
μομένης. συνεπετίθετο δὲ τῇ καθαιρέσει ταύτης καὶ ὁ Θεόκτιστος. ὁ δὲ
Μανουὴλ ἐπί τινα καιρὸν ὀκλάζων ἦν, οὐδεὶς δὲ παρρησιάσασθαι ἐτόλ-
μα καὶ εἰς τοὐμφανὲς ἐνεγκεῖν λόγον περὶ τῆς ταύτης καταστροφῆς, τοῦ
πλείστου μέρους τῆς συγκλήτου καὶ τῆς συνόδου καὶ αὐτοῦ τοῦ πατριάρ-
χου τῇ αἱρέσει κατισχημένων. μόνος δὲ τοῦτο ἐτόλμησε κινηθεὶς ἐκ θείας
ἐνεργείας ὁ Μανουήλ. πρότερον μὲν γάρ, ὡς εἴρηται, ἐνδοιάζων ἦν περὶ
τὴν τῶν πανσέπτων εἰκόνων προσκύνησιν, ὕστερον δὲ ταύτην ἠσπάσατο
ἐκ τοιαύτης αἰτίας. νόσῳ κατεσχέθη χαλεπωτάτῃ καὶ ἀπέγνωστο αὐτῷ
ἡ ζωή, πάσης ἰατρικῆς τέχνης ἀποκαμούσης. ἦλθον οὖν τινες πρὸς
αὐτὸν ἀκηκοότες τοῦτον τεθνάναι εὐλαβεῖς μοναχοὶ ἀπὸ τῆς τοῦ Στουδίου
μονῆς. προσεγγίσαντες δὲ τῇ κλίνῃ καὶ γνόντες αὐτὸν ἔτι ζῆν τε καὶ
ἐμπνεῖν, εὐηγγελίζοντο ζωὴν αὐτῷ καὶ ἀνάρρωσιν καὶ πρὸς τὴν ἔμπρο-
σθεν ὑγείαν ἀποκατάστασιν. ὁ δὲ πρότερον μὲν διηπίστει. ὅμως ἐνιστα-
μένων τῶν θείων ἀνδρῶν καὶ μὴ ἐνδοιάζειν λεγόντων πρὸς τὴν δύναμιν
τοῦ θεοῦ τὴν ἀποκαλυφθεῖσαν αὐτοῖς, μικρὸν ἀνενεγκὼν τῆς νόσου
οὗτός φησι πρὸς αὐτοὺς λεπτῷ καὶ ἀδρανεῖ τῷ ἄσθματι· ‘καὶ πῶς ἔσται
μοι τοῦτο, ὦ θεῖοι πατέρες; αἱ ψυχικαὶ δυνάμεις ἀπολελοίπασι, τὸ σῶμα
τέλεον ἐξησθένησε καὶ κατέσκληκεν. ἐγὼ δὲ κεῖμαι τεταριχευμένος καὶ
σκελετός, ἐν οὐδενὶ διαφέρων ἑτέρῳ τῶν τεθνηκότων, ἢ μόνῳ τῷ ἀναπνεῖν.
τίς οὖν ἐλπὶς ἢ ποῖος λόγος ἔσεται ὁ πείσων με ἀναρρωσθήσεσθαι καὶ
εἰς τὴν προτέραν εὐεξίαν ἐλθεῖν;’ ὑπολαβόντες οὖν οἱ ὅσιοι ἔφησαν πρὸς
αὐτόν· ‘πάντα δυνατὰ καὶ οὐδὲν ἀδυνατεῖ τῷ θεῷ. εἰ οὖν σπουδάσεις
ἀναρρωσθεὶς τὴν τῶν εἰκονομάχων ἀποσβέσαι πυρκαϊὰν καὶ τὰς ἱερὰς
εἰκόνας κατὰ τοὺς παλαιοὺς καὶ πατρικοὺς θεσμοὺς ἀναστηλῶσαι,
εὐαγγελιζόμεθά σοι τὴν ζωήν.’ εἶπον, καὶ ὑπεχώρησαν. τῷ δὲ Μανουὴλ
παραδόξως καὶ ὑπὲρ πᾶσαν προσδοκίαν ἥ τε νόσος ἐρράϊσε καὶ αἱ
φυσικαὶ ἐνέργειαι ἀκωλύτως ἐπετελοῦντο καὶ ἐν βραχεῖ τῷ χρόνῳ τελέαν
τοῦ ἀρρωστήματος ἐσχήκει ἀπαλλαγήν. ῥᾴων δὲ τῆς νόσου γενόμενος
ἐξιππασάμενος εὐθὺς ἄπεισι πρὸς τὸ παλάτιον καὶ εἴσεισι πρὸς τὴν
βασιλίδα καὶ πάντα τρόπον αὐτὴν παρεκίνει τὰς θείας ἀναστηλῶσαι
εἰκόνας, πάλαι καὶ αὐτὴν ἀφορμῆς δράξασθαι γλιχομένην, διὰ παντὸς
ἐρεθιζομένην παρὰ τῆς οἰκείας μητρὸς εἰς τοῦτο καὶ τῶν μητραδέλφων
τῶν πατρικίων. ὅμως δὲ ἀντέπιπτεν ἡ Θεοδώρα τοῖς λόγοις τοῦ Μανουήλ,
εἴτε τοὺς πρὸς τὸν ἄνδρα ὅρκους εὐλαβουμένη, εἴτε, ὡς ἔφαμεν, καὶ τὸ
πλῆθος δεδοικυῖα τῶν τῇ αἱρέσει κατειλημμένων. ἐγκειμένου δὲ τοῦ
Μανουὴλ ἔφησεν ἡ Θεοδώρα, ὡς ‘ὁ ἐμός, ὦ μάγιστρε, ἀνήρ τε καὶ
βασιλεὺς ἀκριβείας ἦν ἐραστὴς καὶ οὐδὲν ἀπερισκέπτως ἔπραξε πώποτε,
καὶ τόδε τὸ δόγμα, εἰ μὴ ἀπηγορευμένον ἦν τοῖς ἱεροῖς νόμοις καὶ ταῖς
ἁγίαις γραφαῖς, οὐκ ἂν ἐξῶσε τοῦτο τῆς ἐκκλησίας.’ ταῦτα δὲ ἐκείνης
εἰπούσης ταχεῖαν ἠπείλησεν αὐτῇ καταστροφὴν τῆς ζωῆς καὶ τῆς
βασιλείας ἔκπτωσιν, καὶ οὐκ αὐτῇ μόνον, ἀλλὰ καὶ τῷ ταύτης υἱῷ, εἰ μὴ
τὸν θεῖον κόσμον τῶν ἱερῶν εἰκόνων ἀποδοίη ταῖς ἐκκλησίαις. τούτου
τοῖς λόγοις εἴτ' ἐκδειματωθεῖσα, εἴτε καὶ ἄλλως ἀρεσκομένη, ὡς εἴπομεν,
ἡ βασιλὶς ὅλη τοῦ ἔργου γίνεται. καὶ εὐθὺς ἀγείρεσθαι ἐν τοῖς σκηνώμασι
τοῦ Θεοκτίστου προσέταττε πάντας τοὺς ἐπὶ συνέσει καὶ λόγῳ κεκοσμη-
μένους ἔκ τε τῆς συγκλήτου καὶ τῆς συνόδου καὶ λόγους κινεῖν καὶ
προβάλλεσθαι περὶ ὀρθοδοξίας. πάντων δέ, ὡς ἔπος εἰπεῖν, συναθροισθέν-
των καὶ λόγων πολλῶν ῥυέντων, καὶ μαρτυριῶν ἀπὸ τῆς θείας γραφῆς
παραχθεισῶν οὐκ ὀλίγων, τὸ εὐσεβὲς ὑπερίσχυσε μέρος καὶ δόγμα γέγονε
τὰς θείας παραχρῆμα ἀναστηλοῦσθαι εἰκόνας, τῶν ἀρχιερέων καὶ
μοναχῶν καὶ συγκλητικῶν, ὅσοι τῷ πάθει κατείχοντο πρότερον, τῶν
πλειόνων τὸ κρεῖττον μεταμαθόντων καὶ μεταστοιχειωθέντων πρὸς τὴν
ἀλήθειαν, ὅσοις δὲ δευσοποιὰ καθίκετο ἡ τῆς ἀσεβείας βαφὴ καὶ ἀμετα-
θέτως εἶχον, ἀπεληλαμένων τῆς πόλεως καὶ ὑπερορίαις παραπεμφθέντων,
καθαιρεθέντος καὶ τοῦ δυσσεβοῦς πατριάρχου καὶ τοῦ ἀρχιερατικοῦ
θρόνου ἀπορριφέντος δι' ἀποστολῆς ἀξιολόγων ἀνδρῶν τῶν εἰς φυλακὴν
τεταγμένων τοῦ παλατίου. οἷς πρότερον μὲν κατελθεῖν οὐκ ἐπείθετο,
οὐδ' ἑκών γε αὐτῆς τῆς ἐκκλησίας ἐκστῆναι διεβεβαίου. ὡς δ' οὗτοι
ὑποστρέψαντες πρὸς τὴν πέμψασαν βασιλίδα γνώριμα τεθείκασι τὰ τῆς
ἀπειθείας, ὁ πατρίκιος θᾶττον ἐκπέμπεται Βάρδας, ὁ τῆς δεσποίνης
ἀδελφός, τοῦ χάριν πευσόμενος μὴ τῇ ὀρθοδόξῳ πίστει τοῦ πατριαρχείου
οὐκ ἀπανίσταται. ὁ δ' Ἰαννὴς πανοῦργος ὢν καὶ γράψαι καὶ συκοφαν-
τίας ῥάψαι εἴπερ τις εἰδὼς μολίβδῳ καταστίξας τὴν ἑαυτοῦ γαστέρα καὶ
τὰ νῶτα καὶ τοὺς γλουτούς, ὡς δοκεῖν μαστιχθῆναι παρά τινων, καὶ
παρὰ τῶν πεμφθέντων ταῦτα παθεῖν κεκραγὼς βαρβαρικῶς ἐπιθεμένων
αὐτῷ, καὶ μᾶλλον παρὰ Κωνσταντίνου τοῦ δρουγγαρίου τῆς βίγλας,
ἠντιβόλει συγχωρηθῆναι πρὸς μικρόν, ἔστ' ἂν ἀφανισθεῖεν αὐτοῦ τὰ
στίγματα. καὶ ὁ μὲν Ἰαννὴς ταῦτα, ὁ δὲ Βάρδας τοῦ σκαιωρήματος
ἀπελεγχθέντος εἰς θυμὸν κινηθεὶς καὶ ἄκοντα τοῦτον τοῦ πατριαρχείου
κατάγει. οὗ κατενεχθέντος ἡ δέσποινα ἀντεισήγαγε τῇ ἐκκλησίᾳ πατριάρ-
χην τὸν ἱερὸν καὶ θεῖον Μεθόδιον, ἔτι τῆς ὁμολογίας καὶ τοῦ μαρτυρίου
ἐν τῇ σαρκὶ τὰ στίγματα περιφέροντα, πάντων τῶν εὐσεβῶν ἱερέων,
λαϊκῶν τε καὶ μοναχῶν, ἀλλὰ καὶ τῶν ἐν τοῖς ὄρεσιν ἀσκουμένων μετὰ
πολλῆς τῆς περιχαρείας ἀποδεξαμένων τὴν προβολὴν καὶ ἀθρόον τὴν
βασιλίδα καταλαβόντων καὶ ὁμοφώνως αἰωνίῳ ἀναθέματι παραδεδω-
κότων τὴν αἵρεσιν. ταῦτα μὲν καὶ ἐν προοιμίοις τῇ ἀοιδίμῳ Θεοδώρᾳ καὶ
τῷ ταύτης υἱῷ κατεπράχθη τὰ κατορθώματα.
[Mich3.3] Ὁ δ' ἀνίερος Ἰαννὴς μοναστηρίῳ τινὶ καθειρχθεὶς καὶ ἔν τινι
μέρει τούτου ἀνεστηλωμένην θεασάμενος εἰκόνα Χριστοῦ τοῦ θεοῦ καὶ
τῆς θεομήτορος καὶ τῶν ἀρχαγγέλων, τῷ ἑαυτοῦ διακόνῳ προσέταξεν
ἀναβάντι τῶν σεβασμίων εἰκόνων ἀνορύξαι τοὺς ὀφθαλμούς, εἰπὼν μὴ
ἔχειν αὐτοὺς τὴν τοῦ ὁρᾶν δύναμιν. ὡς οὖν ἐπύθετο ταῦτα ἡ εὐσεβὴς
[Mich3.3.6] δέσποινα, ζήλῳ θείῳ ἐκπυρωθεῖσα τοὺς αὐτοῦ διορύξαι προσέταξεν
ὀφθαλμούς. ἀλλὰ τοῦτο μὲν οὐκ ἐγίνετο μεσιτευσάντων ἐπιτηδείων
τινῶν, δορυφόρους δ' ἐκπέμψασα μάστιξιν αὐτὸν κατῃκίσατο λώρων
διακοσίων. ἤνεγκε δὲ τὸν Ἰαννὴν ἡ μεγαλόπολις αὕτη καὶ πασῶν
προκαθημένη πόλεων, τῆς τῶν Μωροχαρζανίων καταγόμενον γενεᾶς.
ἁψάμενον δὲ ἤδη καὶ γεροντικῆς ἡλικίας ἡ μονὴ τῶν καλλινίκων μαρτύ-
ρων Σεργίου καὶ Βάκχου, ὥσπερ τινὰ δράκοντα ἐν ἐκκλησίᾳ ἐμφωλεύοντα
εἶχεν ἡγούμενον ἐν αὐτῇ, ἐν ταῖς κατὰ μικρὸν γενόμενον ἀναβάσεσι τῇ
τε τῶν εἰκονομάχων ἀθέῳ αἱρέσει ἰσχυρῶς προστετηκότα καὶ γοητείαις
προσανέχοντα καὶ λεκανομαντείαις διὰ βίου παντός, διαφερόντως τε
ἀγαπηθέντα τῷ πατρὶ Θεοφίλου Μιχαὴλ τῷ Τραυλῷ, εἴτε τῷ κοινωνεῖν
τῆς αὐτοῦ αἱρέσεως, εἴτε καὶ τῷ λογιότητος κτήσασθαι δόξαν, τοῦ
Θεοφίλου τε διδάσκαλον γεγονότα. καὶ ἐπεὶ οὗτος τὰς τῆς βασιλείας
κατέσχεν ἡνίας, σύγκελλον μὲν πρῶτον τοῦτον τιμᾷ, εἶθ' ὕστερον καὶ
πατριάρχην καθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ
λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλλοντα. κατέτρεχέ ποτε τὴν
Ῥωμαίων ἔθνος ἄπιστον καὶ σκληρόν, ὑφ' ἡγεμόσι τρισὶ στρατηγού-
μενον. καί, ὡς εἰκός, ἐπὶ τούτῳ τοῦ Θεοφίλου ἀνιωμένου ἀποθέσθαι τὴν
ἀθυμίαν ὁ Ἰαννὴς παρεκάλει καὶ θάρσους πληρωθῆναι, εἴγε μόνον τῇ
αὐτοῦ συμβουλῇ πειθαρχήσειεν. ἡ δὲ συμβουλὴ ἦν τοιαύτη· ἐν τοῖς εἰς
τὸν εὔριπον τοῦ ἱππικοῦ ἱσταμένοις χαλκοῖς ἀνδριᾶσι καί τις ἀνδριὰς
ἵστασθαι ἐλέγετο τρισὶ διατυπούμενος κεφαλαῖς. προστάττει τοίνυν ὁ
Ἰαννὴς ἰσαρίθμους σφύρας χαλκευθῆναι ταῖς κεφαλαῖς, ἀνδράσι τε ταύτας
ἐγχειρισθῆναι κατὰ χεῖρα γενναίοις, κατά τινα δὲ τεταγμένην ὥραν
νυκτερινὴν ἅμα αὐτῷ γενέσθαι πρὸς τὸν εἰρημένον ἀνδριάντα, καὶ
ἡνίκα τούτοις κελεύσειε, παίειν ἰσχυρῶς ταῖς σφύραις τὰς κεφαλάς, μέχρις
ἂν κατενεχθεῖεν εἰς γῆν ὡς ἐξ ἑνὸς κρούματός τε καὶ πλήξεως. ἡσθεὶς οὖν
τοῖς λόγοις ὁ βασιλεὺς οὕτω γενέσθαι προσέταξε. καὶ γενομένων ἐκεῖσε
τῶν ἀνδρῶν ἅμα τῷ Ἰαννῇ πόρρω νυκτῶν (ἦν δ' ὁ Ἰαννὴς μετὰ λαϊκοῦ
σχήματος, ἵνα μὴ κατάφωρος γένηται) τοὺς στοιχειωτικοὺς λόγους
ἐπειπὼν καὶ τὴν ἐνοῦσαν δύναμιν ἐκ τῶν τοιούτων τοῦ ἀνδριάντος
ἀφελόμενος παίειν τοὺς ἄνδρας ἐκέλευε νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν
δύο ἰσχυροτάταις χρησάμενοι ταῖς καταφοραῖς τὰς δύο τοῦ ἀνδριάντος
ἀπέκοψαν κεφαλάς, ὁ τρίτος δὲ μαλακωτέραν ποιήσας τὴν πληγὴν
μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ὅλην τοῦ σώματος ἀπέτεμε τὴν κεφα-
λήν. οἷς δὴ παραπλησίως καὶ τὰ κατὰ τοὺς ἡγεμόνας τοῦ ἔθνους ἐπη-
κολούθησε, στάσεως γάρ τινος κραταιᾶς ἐπεισπεσούσης τῷ γένει, ταύτῃ
δὲ καὶ μάχης ἐμφυλίου ἐπακολουθησάσης, οἱ δύο τῶν ἡγεμόνων πίπτου-
σιν, ἐπλήγη δὲ καὶ ὁ τρίτος, οὐ μήν γε καιρίως, ἤργησε δ' ὅμως ἐκ τῆς
πληγῆς, καὶ οὕτως τὸ ἔθνος ἠσθενηκὸς οἴκαδε ἀπενόστησε. καὶ τὰ μὲν
τῆς γοητείας οὕτως.
[Mich3.4] Τῷ δὲ γόητι τούτῳ ἀδελφὸς ἦν σαρκικός, ὄνομα τῷ ἀνδρὶ Ἀρσα-
βήρ, τὴν τύχην πατρίκιος. τούτῳ προάστειον ἦν κατὰ τὸ εὐώνυμον
μέρος τοῦ Στενοῦ, ἔγγιστα τῆς μονῆς τοῦ ἁγίου Φωκᾶ, οἰκοδομὰς ἔχον
πολυτελεῖς, στοάς τε καὶ βαλανεῖα καὶ διατριβὰς ἄλλας ἐπιτερπεῖς.
ἐκεῖσε δὴ ὁ γόης συχνὰς ποιῶν τὰς καταγωγάς, ὑπόγαιόν τι κατασκευά-
σας ἐνδιαίτημα καὶ τῷ Τροφωνίου παρόμοιον, ὄπισθεν δὲ πυλίδα δημιουρ-
γήσας εἴσω τοὺς θέλοντας παραπέμπουσαν, τοὺς βουλομένους ἐδέχετο
ἐν ἐκείνῳ τῷ πονηρῷ ἐργαστηρίῳ, νῦν μὲν ἐταμιεύοντο θαλαμηπολού-
μεναι μονάζουσαί τε καὶ ἄλλως γυναῖκες τὸ κάλλος διαπρεπεῖς, αἷς
συνεφθείρετο, νῦν δὲ ἡπατοσκοπίαι καὶ λεκανομαντεῖαι καὶ γοητεῖαι καὶ
νεκυομαντεῖαι ἐνηργοῦντο, δι' ὧν πολλάκις συνεργίᾳ δαιμόνων τινὰ τῶν
μελλόντων προέλεγεν. ἀλλὰ τοῦτο τὸ κτῆμα ἐλθὸν ὕστερον εἰς τὸν
παρακοιμώμενον εἰς ἔδαφος κατεστράφη καὶ εἰς μονὴν κατεσκευάσθη ἐπ'
ὀνόματι Φωκᾶ τοῦ μεγαλομάρτυρος. καθαιρέσει δέ, ὡς εἴπομεν, οὗτός
τε καὶ οἱ τούτου μέτοχοι καθυποβληθέντες οὐδ' οὕτως ἡσυχίαν ἦγον,
ἀλλὰ κατὰ τῶν ἁγίων ἔτι ἐνεανιεύοντο εἰκόνων καὶ πονηρὰ κατὰ τῶν
εὐσεβῶν ἐμελέτων. συκοφαντίαν γὰρ ῥάψαντες κατὰ τοῦ μεγάλου
Μεθοδίου ἐπειρῶντο διαβάλλειν τὸν ἀνεπίληπτον καὶ οὕτω τὸ τῶν
ὀρθοδόξων λυπῆσαι πλῆθος. χρυσίου γὰρ πολλοῦ ὑποφθείραντές τινα
γυναῖκα καὶ ὑποσχέσεσιν, εἰ μόνον τούτοις συμφήσειε (μήτηρ τὸ γύναιον
ἦν Μητροφάνους τοῦ μετέπειτα Σμύρνης προεδρεύσαντος), πείθουσι
κατειπεῖν τοῦ ἁγίου πρός τε τὴν δέσποιναν καὶ τοὺς ἐπιτρόπους τοῦ βα-
σιλέως, ὡς εἴη αὐτῇ πεπλησιακώς. βῆμα γοῦν εὐθέως φρίκης μεστὸν ἐκ πο-
λιτικῶν καὶ ἱερῶν ἀνδρῶν συγκροτούμενον. παρῆσαν οἱ εὐσεβεῖς κατηφείας
καὶ λύπης πεπληρωμένοι, οὐκ ἀπῆσαν οἱ ἀσεβεῖς μῶμον ἐκ τῆς πράξεως
οὐ τὸν τυχόντα προστριβῆναι τῇ τῶν ὀρθοδόξων ἐκκλησίᾳ οἰόμενοι.
παρῆσαν οἱ συκοφάνται μέγα φρονοῦντες καὶ γεγαννυμένοι, ὡς τάχα
τῆς κατηγορίας πρόχειρον ἐχούσης τὸν ἔλεγχον. παρῆγον εἰς μέσον τὸ
γύναιον καὶ ἃ ἐδιδάχθη τοῖς δικάζουσιν ἐθριάμβευεν. ἐσκυθρώπαζον
οἱ δικασταί, καὶ τῶν ἄλλων πλέον ὁ μάγιστρος Μανουήλ, εἰ δι' ἑνὸς
ἀνθρώπου κινδυνεύσει τὸ τῶν ὀρθοδόξων πλήρωμα γέλως γενέσθαι
τοῖς ἀντιθέτοις. τούτων πάντων ἐπῃσθημένος ὁ ἱερὸς Μεθόδιος, καὶ τοὺς
μὲν ἀσεβεῖς τῶν ἐλπίδων μεταστῆσαι βουλόμενος, τοὺς δ' εὐσεβεῖς
ἀπαλλάξαι τῆς κατασχούσης βαρυθυμίας καὶ τῇ ἐκκλησίᾳ μὴ λίθος
γενέσθαι προσκόμματος, μηδὲν τὸν ὄχλον ὑποστειλάμενος, ἀποσεισά-
μενος τὴν ἀναβολὴν ἐπ' ὄψει πάντων τῶν θεωμένων ἀπογυμνοῖ τὰ
αἰδοῖα ὁ πάσης αἰδοῦς καὶ τιμῆς ὄντως ἄξιος. καὶ ἐφάνη τοῖς πᾶσι ταῦτα
μεμαρασμένα ἀπό τινος νόσου καὶ τῆς φυσικῆς παντάπασιν ἐνεργείας
ἄμοιρα. αἰσχύνης τὸ πρᾶγμα τοὺς χαιρεκάκους ἐνέπλησε καὶ τοὺς
συκοφάντας, εὐφροσύνης δ' ὅτι πολλῆς καὶ θυμηδίας τοὺς εὐσεβεῖς. καὶ
προσβαλόντες αὐτῷ μεθ' ὑπερβαλλούσης περιχαρείας κατησπάζοντο,
περιεπλέκοντο, οὐκ εἶχον, ὅπως τῷ πλήθει χρήσονται τῆς χαρᾶς. καί τις
τῶν γνησιωτέρων προσελθὼν ἠρέμα ἐπηρώτα τὸν πατριάρχην, τὸν
τρόπον μαθεῖν ἐθέλων τοῦ μαρασμοῦ τῶν μορίων. ἀναλαβὼν δὲ οὗτος
διηγεῖτο ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτιπερ· ‘ἐν Ῥώμῃ πεμφθεὶς πρὸς τὸν
πάπαν διὰ τὰς κατὰ Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου ἀνεγερ-
θείσας ἐπαγωγὰς κἀκεῖσε διάγων ἠνωχλήθην ὑπὸ τοῦ φιλοσάρκου
δαίμονος, ὃς οὐκ ἐνέλιπε νύκτωρ καὶ μεθ' ἡμέραν γαργαλίζων καὶ μίξεώς
μοι σαρκικῆς ἀνακινῶν ἔρωτας. ἀναφλεγόμενος δὲ τῷ πάθει, ὡς ἤδη καὶ
ἡττώμενος ἔγνων, Πέτρῳ τῷ ἀποστόλῳ τῷ κορυφαίῳ ἀνέθηκα ἐμαυτὸν
καὶ τοῦτον ἐξελιπάρουν ἀπαλλάξαι με τῆς σωματικῆς ταύτης ὀρέξεως.’
καὶ τὸν ἐπιστάντα νυκτὸς ἅψασθαι τῇ δεξιᾷ χειρὶ τῶν αἰδοίων καὶ
καταπρῆσαι, ἐπειπόντα τοῦ λοιποῦ μὴ πτοεῖσθαι τὴν φιλήδονον ὄρεξιν.
‘διϋπνισθεὶς δὲ μετὰ σφοδρᾶς ἀλγηδόνος εὑρέθην ἔχων, ὡς ἐθεάσασθε.’
ταῦτα τοῦ πατριάρχου εἰπόντος οὐκ ἀνασχετὸν ὁ Μανουὴλ νομίσας τὸ
τύρευμα ἔγνω ἐξετάσει δοθῆναι τὸ γύναιον, ἐφ' ᾧ διασαφῆσαι τὴν
μηχανορραφίαν. ξίφος τε οὖν εὐθὺς τούτῳ ἐπανετείνετο καὶ ῥάβδοι
ἐκομίζοντο ἠκανθωμέναι, καὶ οἱ δήμιοι παρειστήκεισαν εὐτρεπεῖς. οἷς
ἐκδειματωθεῖσα ἡ δύστηνος τίθησιν ἔκπυστον τὴν ἀλήθειαν, τὴν μηχα-
νήν, ὅπως ἐρράφη, τὴν ἀπάτην, ἣν ἠπατήθη διά τε τῆς δόσεως τοῦ
χρυσίου καὶ τῶν πολλῶν ὑποσχέσεων, τὰ πράξαντα πρόσωπα καὶ τὴν
ὅλην σκευωρίαν τοῦ δράματος. προσετίθει δ', ὅτι καὶ εἰ ἀπέλθοι τις εἰς
[Mich3.4.63] τὴν ταύτης οἰκίαν, εὑρήσει τὸ χρυσίον ἐν βαλαντίῳ ἔν τινι κιβωτίῳ
σίτου πεπληρωμένῳ. εὐθὺς ἀπεστέλλετό τις τῶν δορυφόρων, καὶ τὸ
χρυσίον ἤχθη, καὶ ἠλέγχθη τὸ δραματούργημα. καὶ κἂν οἱ συκοφάνται
ταῖς προσηκούσαις ποιναῖς παρεδόθησαν, εἰ μὴ ἀνεξικάκως ὁ πατριάρχης
ἀφεθῆναι τούτοις τὸ ἔγκλημα ἐξῃτήσατο, τὸν οἰκεῖον δεσπότην μιμού-
μενος, τοῦτο μόνον εἰς ἔκτισιν λαβόντες καὶ τιμωρίαν, τὸ ἀνὰ πᾶν ἔτος
κατὰ τὴν τῆς ὀρθοδοξίας πανήγυριν μετὰ λαμπάδων ἀπὸ τοῦ ἐν Βλαχέρ-
ναις τῆς παναχράντου ναοῦ πρὸς τὸν θεῖον τῆς ἁγίας σοφίας ἀφικνεῖσθαι
νεὼν καὶ τὸ οἰκείοις ἐνηχεῖσθαι αὐτοῖς ὠσὶν ἀνάθημα. ὃ καὶ μέχρι τῆς
αὐτῶν ἐταμιεύθη ζωῆς.
[Mich3.5] Καὶ ἡ μὲν τῶν εἰκονομάχων αἵρεσις τοιοῦτον ἔσχε τὸν τρόπον τῆς
καταλύσεως, ἡ δὲ τῶν ὀρθοδόξων ἐκκλησία τὸν οἰκεῖον ἀπέλαβε κόσμον,
τὴν τῶν σεπτῶν εἰκόνων ἀναστήλωσιν. ταύτην τῆς ὀρθοδοξίας τὴν
ἑορτὴν ἄγουσά ποτε ἡ μακαρῖτις βασίλισσα τὸ πλήρωμα εἱστία τῆς
ἐκκλησίας εἰς τὰ ἐν τῇ τοποθεσίᾳ τοῦ Καριανοῦ ἀνάκτορα. ἠριθμοῦντο
τοῖς ἑστιάτορσι καὶ Θεοφάνης καὶ ὁ τούτου ὁμαίμων Θεόδωρος οἱ
γραπτοί. τῆς εὐωχίας δὲ παρακμαζούσης καὶ τῶν τραγημάτων,
πλακούντων δηλαδὴ καὶ πεμμάτων, παρατιθεμένων, συνεχῶς ἡ βασίλισσα
εἰς τὰ τῶν πατέρων ἐνατενίζουσα πρόσωπα καὶ τὰ ἐνεστιγμένα τοῖς
προσώποις αὐτῶν καταμανθάνουσα γράμματα στεναγμοὺς ἠφίει καὶ
δάκρυα. εἷς δὲ τῶν πατέρων καταφωράσας τοῦτο τὴν αἰτίαν ἤρετο τῆς εἰς
αὐτοὺς συχνῆς ἀτενίσεως. τῆς δὲ εἰπούσης· ‘τὴν καρτερίαν ὑμῶν θαυμάζω,
ὅπως ἐγκολαφθῆναι τοῖς προσώποις ὑμῶν τοσαῦτα ὑπεμείνατε γράμ-
ματα. ταλανίζω δὲ καὶ τὴν τοῦ ταῦτα δράσαντος εἰς ὑμᾶς ἀπήνειαν’,
ὑπολαβὼν ὁ μακαρίτης Θεοφάνης· ‘ὑπὲρ ταύτης, ὦ δέσποινα, τῆς
γραφῆς’, εἶπεν, ‘ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ βήματι δικασόμεθα σὺν τῷ
ἀνδρί σου καὶ βασιλεῖ.’ ἐπλήγη σὺν τῷ λόγῳ τὴν καρδίαν ἡ δέσποινα,
καὶ μετὰ δακρύων ἔφησε πρὸς τὸν ἅγιον· ‘καὶ αὕτη ἐστὶν ἡ ὑπόσχεσις
ὑμῶν καὶ αἱ δι' ἐγγράφων ὁμολογίαι, ὡς μὴ μόνον συγκεχωρηκέναι,
ἀλλὰ καὶ πρὸς ἀγῶνας ἐνάγειν τε καὶ καλεῖν;’ ἀνακαλούμενος δὲ ταύτην ὁ
πατριάρχης καὶ ὁ λοιπὸς τῶν ἀρχιερέων ἑσμὸς καὶ τὸ πολὺ τῆς λύπης
ἐπικουφίζοντες, ἀναστάντες εὐθὺς ἔφησαν· ‘αἱ μὲν ἡμέτεραι, ὦ βασίλεια,
ὁμολογίαι τε καὶ συνθῆκαι ἀδιάπτωτοι καὶ ἀμετακίνητοι, τούτου δὲ
τὴν ὀλιγωρίαν ἐᾶν χαίρειν καλόν.’ οὕτω μὲν κατεπραΰνθη τῇ δεσποίνῃ
τὸ ἄλγος.
[Mich3.6] Ἀνεφύη δέ τις τηνικαῦτα αἵρεσις ἡ τῶν Ζιλίκων λεγομένη, ἥτις
ἅμα τῷ ἀρχηγῷ Ζίλικι τοὔνομα, ἐν τοῖς ἀσηκρήτις τελοῦντι, ἀπέσβη καὶ
διερρύηκεν, αὐτοῦ τε καὶ τῶν ἑπομένων αὐτῷ μετενεχθέντων πρὸς
θεοσέβειαν καὶ τῶν θείῳ μύρῳ χρισθέντων τε καὶ τελειωθέντων. καὶ τὰ
μὲν κατὰ πόλιν ἐφέρετο τῇδε.
[Mich3.7] Βόγορις δὲ ὁ Βουλγάρων ἀρχηγὸς γυναῖκα ἄρχειν Ῥωμαίων
ἀκηκοὼς μετὰ παιδὸς ἁπαλοῦ εἰς θράσος ἤρετο. ὅθεν καί τινας ἀγγέλους
ἀπέστειλε πρὸς τὴν βασιλίδα, ἀπειλῶν λύειν τὰς συνθήκας καὶ εἰσβολὴν
ποιεῖσθαι κατὰ Ῥωμαίων. ἡ δὲ βασιλὶς μηδὲν ἀγεννὲς μηδὲ γυναικεῖον
ἐννοήσασα· ‘καὶ ἐμὲ εὑρήσεις’, μηνύει, ‘ἀντιστρατεύουσαν, θεοῦ δὲ νεύσει
καὶ κατισχύουσαν. εἰ δ', ὅπερ οὐκ ἔνι, ὑπερέξεις αὐτός, καὶ οὕτως ἡ νίκη
ἐμή. γυναῖκα γὰρ ἔσῃ, ἀλλ' οὐκ ἄνδρα νενικηκώς.’ οἷς ὁ βάρβαρος διαταρα-
χθεὶς ἡσυχίαν ἠσπάσατο καὶ τὰς προηγησαμένας ἀνενέου σπονδάς.
διεπρεσβεύσαντο δ' ἀλλήλοις πάλιν ἥ τε βασιλὶς καὶ ὁ ἄρχων, ἡ μὲν περί
τινος Θεοδώρου τὸ ἐπίκλην Κουφαρᾶ, ἀξιολόγου τινὸς ἀνδρὸς καὶ
χρησίμου τῷ πολιτεύματι, αἰχμαλώτου ὄντος ἐν Βουλγαρίᾳ, ὁ δὲ περὶ
τῆς οἰκείας ἀδελφῆς κατά τινα προνομὴν ληφθείσης κἀν τοῖς βασιλείοις
διατριβούσης. αὕτη γὰρ πρὸ πολλοῦ ἀχθεῖσα αἰχμάλωτος τὰ Χριστια-
νῶν τε μυηθεῖσα καὶ γραμμάτων μετασχοῦσα κατὰ τὸν τῆς αἰχμαλωσίας
καιρόν, ἄρτι δὲ τῆς αἰχμαλωσίας ἀπολυθεῖσα, οὐ διέλιπε πρὸς τὸν ἀδελφὸν
τὰ Χριστιανῶν ἐκθειάζουσα καὶ τῇ αὐτοῦ καρδίᾳ πίστεως καταβάλλουσα
σπέρματα, προμυηθέντος ἤδη παρὰ τοῦ Κουφαρᾶ τὰ θεῖα μυστήρια.
τοῦ ἀλλαγίου δὲ γενομένου καὶ τῆς γυναικὸς ἀποδοθείσης τῷ ἀδελφῷ,
ἀντιδοθέντος δὲ τῇ δεσποίνῃ τοῦ Κουφαρᾶ, εἰ καὶ προενήχητο ὁ ἄρχων
καὶ προετελέσθη τὰ θεῖα, ἀλλ' ἔτι τὴν αὐτοῦ ἐφύλαττεν ἀπιστίαν, τῆς
οἰκείας θρησκείας ἐξηρτημένος. λιμοῦ δὲ σφοδροῦ τὴν χώραν τῶν Βουλ-
γάρων κατεσχηκότος καὶ πάσης βοηθείας ἀργούσης τὸν τῶν Χριστια-
νῶν ὁ ἄρχων εἰς βοήθειαν ἐπεκαλεῖτο θεὸν τὸν ὑπὸ τοῦ Θεοδώρου καὶ
τῆς αὐτοῦ ἀδελφῆς αὐτῷ μυσταγωγηθέντα. τὸ αὐτὸ δὲ τοῦτο καὶ τὸ
ἔθνος ποιεῖν παρεσκεύασεν ἅπαν. καὶ τυχόντες ἀπαλλαγῆς, οὕτω δὴ πρὸς
θεοσέβειαν μετατίθενται καὶ τῆς τοῦ λουτροῦ καταξιοῦται παλιγγενεσίας,
Μιχαὴλ κατονομασθεὶς κατὰ τὸ ὄνομα τοῦ βασιλέως τῶν Ῥωμαίων
παρὰ τοῦ πρὸς αὐτὸν ἀποσταλέντος ἀρχιερέως καὶ τοῦ θείου μεταδεδω-
κότος λουτροῦ. συνέβη δὲ καὶ ἕτερόν τι τὸ ὁδηγῆσαν καὶ βεβαιῶσαν τὸν
ἄρχοντα πρὸς εὐσέβειαν. ἀπλήστως ἔχων οὗτος πρὸς τὰ κυνηγέσια καὶ
βουλόμενος τούτοις ἐντρυφᾶν μὴ μόνον ὅτε πρὸς θήραν ἐξίοι, ἀλλὰ καὶ
ὅτε σχολάζοι, διὰ ζωγραφίας ἐντρυφᾶν τοῖς τοιούτοις, οἶκον δημιουργή-
σας νέον Μεθόδιόν τινα μοναχόν, Ῥωμαῖον τὸ γένος, ζωγράφον τὴν
τέχνην, ἐκέλευσεν ἱστορίας πληρῶσαι τὸ οἴκημα. ὥσπερ δ' ὑπό τινος
ἐπιπνοίας ὁδηγούμενος θείας οὐκ ἐπέσκηψε ῥητῶς, ὁποῖα δεῖ καὶ τίνα τῶν
ζῴων ἐξιστορεῖν, ἀλλ' ἐκέλευσε γράφειν, ἅττα καὶ βούλοιτο, φοβερὰ
μέντοι εἶναι τὰ γραφόμενα καὶ πρὸς ἔκπληξιν καὶ δέος τῶν θεωμένων.
ὁ δὲ μηδὲν ἕτερον εἰδὼς φρικωδέστερον τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας
ταύτην ἐκεῖ καθυπέγραψε. πέρας δὲ λαβούσης τῆς γραφῆς ἰδὼν ὁ ἄρχων
ἔνθεν μὲν τῶν δικαίων τὸν χορὸν στεφανούμενον, ἐκεῖθεν δὲ τὸν τῶν
ἁμαρτωλῶν κολαζόμενον, καὶ παρὰ τοῦ ζωγράφου συνεὶς τὸν νοῦν τῆς
ζωγραφίας, εὐθύς τε τὴν οἰκείαν ἐξόμνυται θρησκείαν καὶ κατηχηθείς,
ὡς εἴπομεν, παρὰ τοῦ θείου ἐπισκόπου τὰ θεῖα μυστήρια ἀωρὶ τῶν νυ-
κτῶν τοῦ θείου μεταλαμβάνει βαπτίσματος. τοῦτο δ' ἐγνωκότες οἱ τοῦ
ἔθνους ἄρχοντες, καὶ τὸ κοινὸν τὴν τῆς θρησκείας μεταβολήν, κατεξανί-
στανται τοῦ ἄρχοντος καὶ ἀνελεῖν ἐσπούδαζον. τούτους δ' ἐκεῖνος μετὰ
τῶν περὶ αὐτὸν ὀλίγων ὄντων τρεψάμενος, τοῦ σταυρικοῦ τύπου
προηγουμένου, τῷ παραδόξῳ καταπλαγέντας χριστιανίσαι πεποίηκε.
μεταβληθέντος δὲ παντὸς τοῦ ἔθνους πρὸς θεοσέβειαν γράφει πρὸς τὴν
δέσποιναν ἐξαιτῶν δοθῆναί οἱ γῆν, στενοχωρουμένων τῶν ὑφ' αὑτόν,
ὑπισχνούμενος ἑνοποιῆσαι τὰ ἔθνη καὶ εἰρήνην ἐργάσασθαι ἀΐδιόν τε
καὶ ἀμετάβλητον. ἡ δὲ βασιλὶς ἱλαρῶς λίαν τὴν ἱκεσίαν προσήκατο καὶ
δέδωκεν ἔρημον οὖσαν τηνικαῦτα τὴν ἀπὸ τῆς καλουμένης Σιδηρᾶς,
ὅριον τότε τυγχανούσης Ῥωμαίων τε καὶ Βουλγάρων, ἄχρι τῆς Δεβελ-
τοῦ, ἣν οἱ Βούλγαροι Ζαγορὰν κατωνόμασαν. τοῦτον οὖν τὸν τρόπον
ἡ πᾶσα Βουλγαρία μετερρυθμίσθη πρὸς θεοσέβειαν καὶ ἡ δύσις εἰρήνης
καθαρωτάτης ἀπήλαυσε.
[Mich3.8] Καὶ τὰ μὲν κατὰ τὴν ἑσπέραν αἰθρία εἶχε καὶ σταθηρὰ εὐσέβεια
ἐπολιτεύετο. ἀγαλλομένη δὲ ἡ βασιλὶς ἐπὶ τῷ γεγονότι καὶ τερπομένη
καὶ οἷον ἐπαυξῆσαι τὸ καλὸν σπουδάζουσα τοὺς κατὰ τὴν ἀνατολὴν
Μ
οις ἐνδιατρίβουσαν
μετεκαλέσατό ποτε, εὐλογηθησομένην τάχα παρὰ τοῦ πατριάρχου,
πλασάμενος τοῦτον εἶναι τὸν μακαρίτην Ἰγνάτιον. ὡς οὖν ἐξῄει μετ'
εὐλαβείας ἡ σεμνοτάτη γυνὴ καὶ ἔρριψεν εἰς τὸ ἔδαφος ἑαυτὴν ἐξαιτουμένη
εὐχήν, μηδὲν ὅλως ὑποτοπήσασα, τοῦ μιαροῦ Γρύλλου τὴν γενειάδα
[Mich3.21.26] τέως κρύπτοντος, ἀναστὰς ὁ Γρύλλος ἀπέπερδε καὶ ῥήματά τινα ἐπεῖπε
τοῦ οἰκείου στόματος ἄξια. ἡ δὲ ἐπὶ τῷ γεγονότι δεινοπαθήσασα ἀραῖς
ἔβαλλε τὸν υἱὸν καὶ τῆς τοῦ θεοῦ προνοίας ἐκπεσεῖν προφητικῶς ἀπε-
φοίβασε τοῦτον οὐκ εἰς μακράν.
[Mich3.22] Ἀλλ' οὐκ ἦν τὸν ἅπαξ παρατραπέντα τῆς εὐθείας ὁδοῦ βελτιω-
θῆναι. ὅθεν καὶ ταχυτάτη κατειλήφει τοῦτον καταστροφή, καὶ πρὸ αὐτοῦ
μὲν τὸν Βάρδαν, καὶ πρὸ ἐκείνου τὸν κανικλείου Θεόκτιστον, τοὺς
χαριζομένους αὐτῷ καὶ μὴ τῶν πονηροτέρων ἀνακόπτειν θελήσαντας
διδαγμάτων ὡς ἐπιτρόπους. καὶ ὅπως μὲν ὁ Θεόκτιστος ὤλετο, προλα-
βὼν ὁ λόγος ἐδήλωσε, σημεῖα δὲ τὸν ὄλεθρον δηλοῦντα τοῦ Βάρδα
προηγήσατο τάδε, ἐπιτολαὶ κομητῶν, ὄψεις ὀνειράτων ἀλλόκοτοι.
ἔδοξε γὰρ καθ' ὕπνους οὗτος πρὸς τὴν μεγάλην ἐκκλησίαν μετὰ τοῦ
Μιχαὴλ ἀπελθεῖν, ὡς τάχα πανηγύρεως οὔσης. ὡς οὖν ἀφίκοντο καὶ
προσωτέρω ἐγένοντο τοῦ θείου ναοῦ, ὁρᾶν ἐδόκει λευκοφόρους τινὰς
προηγουμένους, οἵτινες ὁδηγοῦντες αὐτὸν ἄγουσι πρὸς τὰς κιγκλίδας
τοῦ θυσιαστηρίου, καὶ βλέπει μὲν ἄλλο οὐδέν, περὶ δὲ τὸν θρόνον τοῦ
πατριάρχου καθήμενόν τινα γηραιόν (Πέτρον εἴκασε τοῦτον εἶναι τὸν
κορυφαῖον τῶν ἀποστόλων), οὗ πρὸς τοῖς ποσὶν ὁ μακαρίτης ἐκυλινδεῖτο
Ἰγνάτιος, ἐκδίκησιν ἐξαιτῶν, ὧν ἐπεπόνθει δεινῶν. τὸν δὲ ἑνὶ τῶν παρε-
στώτων μάχαιραν δοῦναι καὶ εἰπεῖν· ‘ταύτῃ τὸν θεόργιστον’, οὕτω τὸν
καίσαρα κατονομάσαντα, ‘τῇ τῶν εὐωνύμων χώρᾳ ἐγκαταστήσας
μεληδὸν διάτεμνε. τὸν δ' ἀσεβότεκνον,’ διὰ τοῦ τοιούτου προσρήματος
τὸν βασιλέα δηλοποιήσαντα, ‘κατάλεγε μὲν τοῖς δεξιοῖς, τὴν δ' ὁμοίαν
δίκην ἀπεκδέχεσθαι πρόσειπε.’ καὶ ὁ μὲν ὄνειρος οὗτος. εἰ δὲ καὶ ἀπέβη
τὰ θεαθέντα, δηλώσει τὰ μετὰ ταῦτα. ἄρτι κατὰ τῶν Κρητῶν ὁ Βάρδας
πανδημεὶ μετὰ τοῦ Μιχαὴλ καθωπλίζετο, καὶ πρὸς τὸν τῆς θεοτόκου
ναὸν τῶν ὁδηγῶν φοιτήσας εἰσῄει μετὰ λαμπάδων τὸν συντακτήριον
ἐκπληρῶν. ὡς οὖν τοῖς ἀδύτοις προσήγγισεν, ἄφνω τῶν αὐτοῦ ὤμων ἡ
χλαμὺς ὀλισθήσασα αἰσθέσθαι τοῦτον καινοτέρων δεινῶν παρεσκεύασε.
καὶ αὐτὸς δὲ πρὸ μιᾶς ἡμέρας τοῦ μέλλειν ἀπαίρειν ἀπὸ τῆς πόλεως, εἴτ'
ἀφ' ἑαυτοῦ εἴτε καὶ ἄλλως ὑπὸ τοῦ μέλλοντος ἐλαυνόμενος, συναγαγὼν
εἰς ταὐτὸν τοὺς φίλους καὶ συμποσιάσας μεμνῆσθαί τε τῆς αὐτοῦ
παρῄνει φιλίας καὶ ληγάτα, ὡς τοῦ βίου ἤδη γενόμενος ἔξω, παρέσχετο.
ὡς οὖν κατὰ τῆς Κρήτης ἐξῄεσαν καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐπέβησαν,
καὶ κατά τινα Χῶρον τόπον οὕτω λεγόμενον οἱ τούτῳ ὑπηρετοῦντες
προκαταλαβόντες τὰς σκηνὰς κατεπήγνυον ἁμίλλῃ χρώμενοι καὶ σπουδῇ,
ἐνταῦθά πως, εἴτε δὴ κατὰ πρόνοιαν εἴτε δὴ καὶ ἄλλως κατ' ἄγνοιαν,
τὴν μὲν τοῦ βασιλέως ἐπὶ πεδινοῦ χωρίου αὐλαίαν ἐπήξαντο, εἴς τινα δὲ
λόφον ὑπερανεστηκότα τὴν τοῦ καίσαρος ἀνεπέτασαν. ὅπερ ὡς ἕρμαιον
λαβόντες οἱ τῷ Μιχαὴλ προσκείμενοι καὶ προσπολεμοῦντες τῷ καίσαρι
κατῃτιῶντο τὸ γεγονὸς καὶ τὰς κατ' ἐκείνου ἐξέκαιον συμβουλάς. ὑπέθραττε
δ' ὅμως αὐτοὺς καὶ νωθροτέρους ἐποίει πρὸς τὴν ἐγχείρησιν ἡ τοῦ
καίσαρος κραταιοτέρα ἰσχύς. τήν τε γὰρ τοῦ δομεστίκου τῶν σχολῶν
ἀρχὴν ὁ τούτου εἶχεν υἱὸς Ἀντίγονος, καὶ οἱ λοιποὶ στρατηγοὶ αὐτῷ
ἐπειθάρχουν, καὶ Συμβάτιος ὁ λογοθέτης τοῦ δρόμου, γαμβρὸς ἐπὶ τῇ
θυγατρὶ αὐτοῦ τυγχάνων, ἀναντιρρήτως τὰ ἐκείνου φρονεῖν ἐπιστεύετο.
ἀλλ' ἔλαθεν ὁ Συμβάτιος ὑπὸ τοῦ βασιλέως κλαπεὶς καὶ τὸν φόνον τοῦ
πενθεροῦ ἐργασάμενος αὐτός, καὶ οὐκ ἄλλος, σύνθημα τοῦ φόνου εὐτρεπι-
σθείς. ἄρτι γὰρ ἐξῄει τὰς ἀναφορὰς ἀναγνούς, καὶ τὸ σημεῖον ἐδίδου τοῦ
φόνου, σταυρὸν εἰς τὸ ἑαυτοῦ πρόσωπον ἐγχαράξας. ἀνεβάλλοντο δ'
ὅμως οἱ συνωμότες, τὴν ἑταιρείαν παρισταμένην ὁρῶντες τοῦ καίσαρος.
ὅπερ ὁ Μιχαὴλ εὐλαβηθείς, μή πως κατάφωρος γενόμενος καθ' ἑαυτοῦ
τὴν μάχαιραν ἐπισπάσηται, διὰ πιστοῦ τινος ἐθαρσοποίει τοὺς ἄνδρας
ταῖς ὑποσχέσεσι. καὶ κἂν παρῆλθε τὸν κίνδυνον ὁ καῖσαρ καὶ παρεκρού-
σατο, τῷ δέει καταπλησσομένων καὶ κατεπτηχότων τῶν συνωμοτῶν,
εἰ μὴ Βασίλειος ὁ μετὰ ταῦτα βασιλεύς, παρακοιμώμενος ὤν, διανέστη
πρὸς τὴν ἐγχείρησιν. οὗτος γὰρ ἀπορρῖψαί τε πείθει τὸ δέος τοὺς
συνωμότας καὶ πρὸς τὴν πρᾶξιν ἐπιρρωννύει. ξιφήρεις οὖν τοὺς ἄνδρας
ἐπιόντας ἰδὼν ὁ Βάρδας ἀθρόως ἔγνωκέ τε τὸν θάνατον καὶ πρὸς τοὺς
πόδας ἔρριψε τοῦ βασιλέως αὑτόν. ἀλλ' ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ
μεληδὸν κατατέμνουσιν, εἶτα κοντῷ τὰ παιδογόνα αὐτοῦ ἀπαιωρήσαν-
τες μόρια παραδειγματίζουσιν. ἤρθη δὲ θόρυβος πολὺς καὶ τῷ βασιλεῖ
κίνδυνον ἐπισείων. ὃν ὁ τῆς βίγλας δρουγγάριος Κωνσταντῖνος μετὰ
πολλῶν εἰς μέσον ἀθρόως ἐπιφανεὶς διέλυσεν, εὐφημίαις τε βάλλων τὸν
βασιλέα καὶ δικαίως ἀποθανεῖν τὸν Βάρδαν διαβεβαιούμενος.
[Mich3.23] Καὶ ὁ μὲν Βάρδας οὕτως ἐξ ἀνθρώπων ἐγένετο, καὶ οὕτως ἡ κατὰ
Κρητῶν ἐκστρατεία ἐλέλυτο, τοῦ βασιλέως πρὸς τὸ Βυζάντιον ὑποστρέ-
ψαντος. τοῦτο τὸ ἔργον εἰς βασιλείας ὕψος ἀνήγαγε τὸν Βασίλειον.
φυσικῆς γὰρ ἀπορῶν γονῆς ὁ Μιχαὴλ καὶ τὰ κοινὰ διεξάγειν οὐχ οἷός τε
ὢν εἰσποιεῖταί τε αὐτὸν εἰς υἱὸν τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας, καὶ
διάδημα μετὰ μικρὸν αὐτῷ περιτίθησι κατὰ τὴν μεγάλην ἐκκλησίαν
γενόμενος. ἐγκρατὴς δ' οὗτος τῆς ἀρχῆς γεγονὼς ἀπεπειρᾶτο τὸν βασιλέα
ὡς πορρωτάτω ἀπαγαγεῖν τῶν μισητῶν ἔργων καὶ ἐπιρρήτων. ἔλαθε
δὲ διὰ τοῦτο ἑαυτῷ καθοπλίζων τὸν φθόνον. μὴ φέρων γὰρ τοὺς ἐλέγχους
ὁ Μιχαὴλ καὶ τὸν Βασίλειον ἐκποδὼν ποιῆσαι διανοούμενος ὡς τῶν
αὐτοῦ θελημάτων ἐμποδιστήν, Βασιλικῖνόν τινα τοῦ βασιλικοῦ δρόμωνος
ἐρέτην ὑπάρχοντα εἰς μέσον ἀγαγὼν τὴν πυρφύραν τε ἐνδύει καὶ τὸ
διάδημα περιτίθησι, καὶ πρὸς τὴν σύγκλητον ἐξάγει τῆς χειρὸς ἔχων
αὐτόν, καὶ ἐξαγαγὼν τοιούτων τινῶν ῥημάτων ἀπήρξατο. ‘πάλαι μὲν
ἔδει τουτονὶ τὸν ἄνδρα, ὦ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς βασιλείας
ἀναγαγεῖν, ἢ τὸν Βασίλειον. ἐφ' ᾧ καὶ μεταμεμέλημαι. πρόσεστι γὰρ
αὐτῷ
πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος,
τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος.
ἅπαντα δ' ἁρμόζουσι πρὸς τὴν ἀξίαν.
[Mich3.24] Αὕτη ἡ πρᾶξις καὶ ὁ λόγος οὗτος ἀρχὴ γέγονε καὶ αἰτία τῆς
αὐτοῦ καταλύσεως. ἐπισυνέβη δέ τι καὶ ἄλλο· ἀκρατοποτῶν γὰρ ὁ
Μιχαὴλ καὶ μεθυσκόμενος κατὰ τὸν τῆς μέθης καιρὸν πολλὰ καὶ ἄτοπα
προσέταττε πράττεσθαι, τοῦ μὲν ἀφαιρεῖσθαι τὰ ὦτα, ἄλλου τὴν ῥῖνα,
καὶ τὴν κεφαλὴν ἑτέρου. ἐκώλυε δὲ ταῦτα γίνεσθαι ὁ Βασίλειος, οὐ
τοσοῦτον περὶ τῶν ἄλλων, ὅσον περὶ ἑαυτοῦ δεδοικώς. ὡς οὖν ἔγνω ὁ
Μιχαὴλ ἐμπόδιον αὐτὸν ἔχων, μεγάλην κατ' αὐτοῦ συρράπτει ἐπιβουλήν.
ἡ δὲ ἦν· ὑποτίθησί τινι λόγχην ἐπαφεῖναι λόγῳ μὲν κατὰ τοῦ θηρίου,
ἔργῳ δὲ κατὰ τοῦ Βασιλείου. καὶ τοῦτο δῆλον γέγονε τοῦ κελευσθέντος
ἐν τῷ μέλλειν ἀποθνῄσκειν ἐξαγορεύσαντος. ἀφῆκε μὲν οὖν οὗτος τὴν
λόγχην, διήμαρτε δέ, καὶ σέσῳστο ὁ Βασίλειος. καὶ σωθεὶς δρᾶσαί τι
μᾶλλον ἐσπούδασεν ἢ παθεῖν. καὶ σφάττεται ὁ Μιχαὴλ κατὰ τὰ ἀνάκτορα
τοῦ ἁγίου Μάμαντος, ἐν ἔτει τῷ ͵ϚτοϚʹ, ὥρᾳ τρίτῃ τῆς νυκτός, ἄρξας μετὰ
τῆς μητρὸς μὲν ἔτη δεκατέσσερα, δέκα δὲ καὶ ἓν μοναρχήσας. ἀλλὰ καὶ
οὕτως ἐκμελῶς καὶ ἀναγώγως βιώσας οὐ παντάπασιν ἠμοίρησε τῶν
ἐπαινετῶν. δισκοποτήριον γὰρ προσήνεγκε τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ
πολυκάνδηλον τὰ πρῴην λίαν ὑπερελάσαντα.
[Bas1.t] ΒΑΣΙΛΕΙΟΣ Ο ΜΑΚΕΔΩΝ Ο ΚΕΦΑΛΑΣ
[Bas1.1] Ἀναιρεθέντος δ', ὡς εἴπομεν, τοῦ Μιχαὴλ τὸ τῆς μοναρχίας
ἀνεδήσατο κράτος ὁ Βασίλειος. ὅστις δὲ οὗτος ἦν καὶ ὅθεν ὥρμητο, κἀκ
ποίας αἰτίας εἰς τὴν βασίλειον ἀνῄει περιωπὴν ἐκ ταπεινῆς καὶ ἀλαμποῦς
ὁρμώμενος τύχης, ἄνωθεν ἀναλαβὼν ὁ λόγος διατρανώσει. ἤνεγκε
τοίνυν ἡ τῶν Μακεδόνων χώρα αὐτόν, εἷλκε δὲ τὸ γένος ἐξ Ἀρμενίων, ἐκ
πάνυ λαμπρᾶς καταγόμενος τῆς τῶν Ἀρσακιδῶν σειρᾶς, ἐξ ἧς μόνης
νόμος ἦν βασιλεύεσθαι Πάρθους καὶ Μήδους καὶ Ἀρμενίους διὰ τὸ κλέος
τοῦ πρώτου Ἀρσάκου τοῦ ἀνακτησαμένου τοῖς Πάρθοις τὴν βασιλείαν
ὑπὸ Περσῶν ἐσφετερισμένην. καὶ συνέβη μέχρι πολλοῦ τοὺς τοῦ Ἀρσάκου
ἀπογόνους βασιλεύειν τῶν εἰρημένων ἐθνῶν. ἔσχατος δὲ τῆς βασιλείας
ἐκπεσὼν Ἀρτάβανος τῆς προγονικῆς, καὶ ὁ τούτου ἀδελφὸς Κλειένης,
φυγάδες εἰς τὸ Βυζάντιον παραγίνονται. Λέων ὁ μέγας τότε τὴν τῶν
Ῥωμαίων ἴθυνε βασιλείαν. οὗτος οὖν τοὺς ἄνδρας ὑποδεξάμενος καὶ
ἀξιοπρεπῶς τιμήσας οἴκησιν τὴν προσήκουσαν ἐν τῇ βασιλίδι ἀπένει-
μεν. ὅπερ μαθὼν ὁ τῶν Περσῶν βασιλεὺς γράμμασιν αὐτοὺς μετεκαλεῖτο,
εἰς τὴν πατρῴαν ὑπισχνούμενος ἡγεμονίαν ἐγκαταστῆσαι. δεξαμένων δ'
ἐκείνων τὰ γράμματα καὶ περὶ τοῦ πρακτέου διασκοπουμένων, μηνύεται
διά τινος τῶν ὑπηρετουμένων αὐτοῖς πάντα τῷ βασιλεῖ καὶ ἡ ἐπιστολὴ
ἐγχειρίζεται. γνωσθέντος δὲ τοῦ πράγματος τούτου τῷ βασιλεῖ, καὶ ὅτι
οἱ πλάνητες οὗτοι καὶ ἐπήλυδες τῶν ἐπισημοτέρων εἰσίν, εἴς τινα πολίχνην
τῆς Μακεδονίας Νίκην ὀνομαζομένην μετὰ γυναικῶν καὶ τέκνων αὐτοὺς
κατοικίζει. εἶτα πάλιν τῆς Περσῶν βασιλείας ὑπὸ τῶν Σαρακηνῶν
ἀνατραπείσης τὰ παραπλήσια καὶ ὁ τηνικαῦτα ἀμερμουμνῆς διεπράξατο,
καὶ γράμμασι μετεκαλεῖτο τοὺς ἐν Μακεδονίᾳ τῶν Ἀρσακιδῶν ἀπογόνους.
φωραθέντος δὲ καὶ τούτου τοῦ δράματος Ἡρακλείῳ τῷ βασιλεῖ, καὶ ὅτι
οὐκ εὐνοίᾳ τῇ πρὸς αὐτοὺς ἡ μετάκλησις γίνεται, ἀλλ' ὥστε δι' αὐτῶν τὸ
τῶν Ἀρμενίων καὶ Πάρθων γένος ὑπήκοον γενέσθαι, εἰς Φιλίππους
αὐτούς (μία δὲ καὶ αὕτη τῶν Μακεδονικῶν πόλεων) μετοικίζει, εἶτα πάλιν
ἐκεῖθεν εἰς Ἀδριανούπολιν. εὐθέτου δὲ τοῦ τόπου φανέντος τοῖς ξένοις,
εἰς πλῆθος κατέστησαν, ἀσύγχυτον τὸ γένος διαφυλάττοντες.
[Bas1.2] Χρόνοις δὲ ὕστερον, ἡνίκα Κωνσταντῖνος σὺν Εἰρήνῃ τῇ μητρὶ
ἐβασίλευεν, ἀνήρ τις Μαΐκτης τοὔνομα, εἰς τὸ τῶν Ἀρσακιδῶν ἀναφέρων
γένος, κατά τινα χρείαν εἰσῄει εἰς τὴν βασιλεύουσαν, ὃς ἀνδρὶ περι-
τυγχάνει τυχαίως ὁμογενεῖ Λέοντι τοὔνομα, καὶ εἰς ὁμιλίαν αὐτῷ
καταστὰς ὅλος τῆς τούτου φιλίας ἐγένετο. ὡς δὲ κατενόησε καὶ αὐτὸν
τοῦ τῶν Ἀρσακιδῶν αἵματος εἶναι, ἐν Ἀδριανουπόλει οἰκοῦντα, προκρίνει
τῆς ἰδίας τὴν ἀλλοτρίαν διὰ τὴν τοῦ ἀνδρὸς ἀρετήν, καὶ τὸ πρὸς αὐτὸν
ἀσπασάμενος κῆδος μίαν τῶν αὐτοῦ θυγατέρων ἠγάγετο. ἐξ ὧν ὁ τοῦ
ἱστορουμένου προῆλθε πατήρ, ῥώμῃ τε διαφέρων καὶ τῇ λοιπῇ τοῦ
σώματος θέσει. ὃν γυνή τις εὐγενής, τῆς τοῦ μεγάλου Κωνσταντίνου, ὥς
φασι, καταγομένη σειρᾶς, γαμβρὸν ἐπὶ τῇ ἰδίᾳ ἄγεται θυγατρὶ λίαν
εὐπρεπεστάτῃ, ἐξ ἧς ἐτέχθη Βασίλειος, πολλὰ πρὸ τῆς γεννήσεως φέρων
σύμβολα τῆς βασιλείας. ἐκ τοιούτων γεννητόρων προαχθεὶς ὁ Βασίλειος
ἐλευθερίως ἀνήγετο. ἐπεὶ δὲ Κροῦμος ὁ τῶν Βουλγάρων ἄρχων, ταῖς
κατὰ Ῥωμαίων νίκαις πεφυσημένος, μέγα στρατόπεδον ἀγείρας ἐπολιόρ-
κει τὴν Ἀδριανούπολιν, μηδενὸς χεῖρα ἀντᾶραι τούτῳ τολμῶντος
ἀνυποστάτῳ τυγχάνοντι διὰ τὰς προηγησαμένας εὐτυχίας, χρόνον τῇ
πόλει περικαθίσας ἐφ' ἱκανὸν ὡμολόγει ταύτην διὰ τὴν τῶν ἀναγκαίων
ἔνδειαν παραστήσασθαι καὶ πάντας τοὺς ἐν αὐτῇ, οἷς ἠριθμεῖτο καὶ ὁ
τῆς πόλεως ἀρχιερεὺς Μανουήλ, εἰς Βουλγαρίαν μετέστησε. συνέβη μετὰ
τῶν ἄλλων καὶ τοὺς τοῦ Βασιλείου γεννήτορας, ὑπομάζιον αὐτὸν ἔτι
φέροντας, εἰς τὴν τῶν Βουλγάρων ἀπαχθῆναι γῆν. ἔνθα αὐτός τε ὁ
κλεινὸς ἀρχιερεὺς καὶ οἱ τοῦ Βασιλείου γεννήτορες καὶ τὸ σὺν τῷ ἀρχι-
ερεῖ πλῆθος ἀνόθευτον τὴν εἰς Χριστὸν πίστιν διατηρήσαντες πολλοὺς
τῶν Βουλγάρων πρὸς τὴν ὀρθόδοξον πίστιν μετήγαγον, μήπω τοῦ
ἔθνους μετηγμένου πρὸς θεοσέβειαν, καὶ πολλαχοῦ τῆς Βουλγαρικῆς γῆς
Χριστιανικῆς διδασκαλίας κατεβέβληντο σπέρματα. ἀλλὰ Κροῦμος μὲν
ἔφθη καταλύσασθαι τὴν ζωήν, Μουρτάγων δὲ ὁ τούτου διάδοχος πολλῷ
τὸν ἀπελθόντα νικῶν εἰς θηριωδίαν, αὐτὸ τὸ γινόμενον οὐκ ἀγνοήσας,
καὶ ὅτι τὸ τῶν Βουλγάρων ἠρέμα γένος πρὸς Χριστιανισμὸν μεταφέρεται,
θυμοῦ τε πλήρης καθίσταται, καὶ τόν τε θεῖον ἀρχιερέα Μανουὴλ καὶ
τοὺς ἐξοχωτάτους τῶν περὶ αὐτὸν μετὰ θυμοῦ παραστησάμενος πρῶτον
μὲν ἠπίως μεταστῆσαι ἐπειρᾶτο καὶ ὁμαλῶς τῆς ὀρθοδόξου καὶ ἀμωμήτου
τῶν Χριστιανῶν πίστεως, ἐπεὶ δὲ κρείττους αὐτοὺς κατενόησε καὶ
ὑποσχέσεων καὶ ἀπειλῶν, μετὰ πολλὰς αἰκίας τῷ διὰ μαρτυρίου παρα-
δίδωσι θανάτῳ. καὶ Μανουὴλ μὲν ὁ κλεινὸς ἀρχιερεὺς οὕτω τῷ διὰ
μαρτυρίου τέλει συνάμα τοῖς ὑπ' αὐτὸν ἐμφανέσι τὴν ἑαυτοῦ ἐπισφραγίζει
ζωήν, καὶ πολλοὺς τῶν καθ' αἷμα προσηκόντων συνέβη μαρτυρικῆς
εὐκλείας ἀξιωθῆναι. ἐπεὶ δὲ ἔδει ποτὲ καθόδου τυχεῖν τοὺς ὑπολελειμ-
μένους αἰχμαλώτους, ἄνωθεν τοῦ θεοῦ τὴν ἔξοδον αὐτοῖς πραγματευο-
μένου, ὁ τῶν Βουλγάρων ἀρχηγὸς πολλάκις θραυσθείς, καὶ μὴ δυνά-
μενος ἐπὶ πλέον πρὸς τὰς Ῥωμαϊκὰς δυνάμεις ἀντικαθίστασθαι, εἰρήνην
ἀντὶ τῆς μάχης ἀσπάζεται καὶ ἀπολύει τῆς αἰχμαλωσίας τὸν λαόν.
ἄρτι δὲ συναλιζόντων τῶν αἰχμαλώτων, καὶ μελλόντων ἤδη πρὸς τὰ
πάτρια ἤθη παλινοστεῖν, ὁ ἄρχων θεωρὸς ἐγίνετο τῶν αἰχμαλώτων, καὶ
τὸν παῖδα κατιδὼν Βασίλειον ἤδη τὴν παιδικὴν παραλλάσσοντα ἡλικίαν
καὶ τῆς ἐφήβου ἁπτόμενον πρὸς ἑαυτὸν μετεκαλεῖτο, ἐλευθέριον ἰδὼν
ἐνορῶντα καὶ χαρίεν ὑπογελῶντα καὶ περισκαίροντα, καὶ ἐγγὺς παρα-
στάντα ταῖς χερσὶν <ἠθέλησε> κατασχεῖν καὶ ἀσπάσασθαι καὶ μῆλον
ὑπερφυὲς τὸ μέγεθος αὐτῷ παρασχεῖν. ὅπερ οὗτος ἀκάκως πάνυ καὶ
θαρραλέως τοῖς τοῦ ἄρχοντος ἐπερειδόμενος γόνασι διδόμενον ὑπεδέξατο,
ἐν τῷ ἀπλάστῳ ἤθει καὶ ἀπεριέργῳ τὴν ἑαυτοῦ εὐγένειαν ἐνδεικνύμενος,
ὡς ἐκπλαγῆναι μὲν τὸν ἄρχοντα, ἀγανακτεῖν δὲ λεληθότως τοὺς ὑπ'
αὐτόν, εἰ τοιοῦτος ὢν ὁ νέος συγχωροῖτο οἴκοι παλινοστεῖν.
[Bas1.3] Ἀλλ' ἀπελύθησαν ὅμως εὐμενείᾳ θεοῦ πρὸς τὰ οἰκεῖα ὁ ἀπαθὴς
αἰχμάλωτος τῶν Ῥωμαίων λαός, συνεξῆλθον δὲ καὶ οἱ τοῦ Βασιλείου
γονεῖς, τὸν φίλτατον ἑαυτῶν παῖδα προσεπαγόμενοι. φασὶ δὲ καὶ πολλὰ
σημεῖα συνενεχθῆναι τούτῳ, γνώριμον καθιστῶντα τὸν ἄνδρα, ὡς εἰς
τὴν βασίλειον ἀναχθείη περιωπήν. ἀλλὰ τὰ μὲν ἄλλα παριτέον τῷ λόγῳ,
ὡς παρολκὴν ἐμποιοῦντα. ὃ δ' οὐ θέμις παραδοῦναι σιγῇ, τοῦτο καὶ
διηγήσομαι. θέρους ἦν ἀκμή, καὶ οἱ τὸν παῖδα γεγεννηκότες ἐξῆλθον εἰς
τὸν ἴδιον ἀγρόν, τοὺς θεριστὰς πρὸς τὸ ἔργον ἐντείνοντες. καὶ οὗτοι μὲν
ἦσαν πρὸς τούτοις, τὸ δὲ παιδίον, ἵνα μὴ ὑπὸ τοῦ θάλπους καταφλέγοιτο
τοῦ ἡλίου, σκηνήν τινα σχεδιάσαντες ἐκ τοῦ συνδέσμου τῶν ἀσταχύων
ἐν ταύτῃ τοῦτο κοιμηθησόμενον ἔθεντο, ἅμα μὲν τῆς τοῦ ἡλίου θέρμης
τὸν καύσωνα ἀβλαβῶς διελθεῖν μηχανώμενοι, ἅμα δὲ καὶ ὡς ἀπερικόπως
ὑπνώττοι, μὴ ὑπό τινος ἔξωθεν ἐνοχλούμενον. ἀλλ' ἐκεῖνοι μὲν τὴν
στιβάδα, ὡς ὁ καιρὸς ἐδίδου, σχεδιάσαντες καὶ τὸν παῖδα κατακοιμήσαν-
τες ᾤχοντο πρὸς τὸ ἔργον. τοῦ ἡλίου δὲ τὰς ἀκτῖνας ἐπαφιέντος τῷ παιδὶ
καὶ οὐ μικρῶς τοῦτον παρενοχλοῦντος ἀετὸς ἐπικαταπτὰς ἡπλωμέναις
[Bas1.3.17] ταῖς πτέρυξι τὸ παιδίον ἐσκίαζεν. ἀρθείσης δὲ παρὰ τῶν ἰδόντων φωνῆς,
μή τι καὶ πάθῃ παρὰ τοῦ ζῴου εὐλαβηθέντων, ἡ μήτηρ εὐθὺς πρὸς τὸν
παῖδα δραμοῦσα, ὡς εὗρε τοῦτον ἡδέως καθεύδοντα, ἰδοῦσα δὲ καὶ τὸν
ἀετὸν σκιὰν ταῖς πτέρυξι τῷ παιδὶ περιποιούμενον καὶ μηδὲ πρὸς τὴν
ταύτης ἐκπλαγέντα ἐπέλευσιν, ἀλλ' ὥσπερ καὶ χάριν ἀπαιτοῦντα αὐτήν,
κατὰ μὲν τὸ πρόχειρον οὐκ εἰς νοῦν ἐβάλλετο τὸ θεοπρόπιον, ἀλλ' ὡς
εἶχε λίθον ἀπὸ τῆς γῆς λαβοῦσα τὸν ἀετὸν ἀπεδίωκε. καὶ οὗτος μὲν μικρὸν
ἀπέπτη, τῆς δὲ γυναικὸς πρὸς τὸν ἄνδρα ὑποστρεψάσης πάλιν παρῆν ὁ
ἀετὸς κατὰ τὸ πρότερον σχῆμα ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον
ἐπισκιάζων. καὶ πάλιν ἦρτο φωνὴ παρὰ τῶν θεατῶν διωλύγιος, καὶ ἡ
μήτηρ πρὸς τὸ παιδίον, καὶ λίθῳ πάλιν ὁ ἀετὸς ἀποσοβούμενος, καὶ ἡ
τῆς μητρὸς πρὸς τοὺς ἐργαζομένους ὑποστροφή. ὡς δὲ καὶ τρὶς καὶ
πολλάκις τοῦτο ἐγένετο, μόλις ποτὲ συναίσθησιν τοῦ θείου λαμβάνει
συμβόλου, καὶ τεκμηριοῦται διὰ τῶν προλαβόντων τὰ γενόμενα ὕστερον.
ἐτρέφετο τοίνυν διὰ πάσης ἐπιμελείας ὁ παῖς ὑπὸ μόνοις τοῖς φύσασιν.
[Bas1.4] Ἤδη δὲ αὐτοῦ τὴν τῶν νεανίσκων παραμείψαντος ἡλικίαν
ὑπαπῄει μὲν ὁ πατὴρ τοῦ βίου, χηρεία δὲ περὶ τὴν μητέρα καὶ ὀρφανία
περὶ τουτονὶ τὸν νεανίαν, καὶ ἐντεῦθεν ἀνίαι καὶ θλίψεις ἐφύοντο. ἐπέρρει
δὲ καὶ φροντίδων ἑσμός, τῆς περὶ τὸν οἶκον ἐπιμελείας καὶ τῆς μητρικῆς
προνοίας καὶ τῶν ἀδελφῶν ἄρτι ἀφ' ἑαυτοῦ ἐξημμένης. ἐπείπερ γεωργία
μικρά τις ἐπικουρία ἐδόκει αὐτῷ καὶ συνεργὸς πρὸς τὸν βίον, βουλεύεται
πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν, κἀντεῦθεν ἑαυτῷ τε καὶ τοῖς φιλτάτοις
ἐπαξίως πορίσαι τὰ δέοντα. καὶ τοῦτον μὲν εἶχεν ὁ πρὸς τὴν βασιλεύ-
ουσαν ἔρως, ἀνθεῖλκε δὲ καὶ κατεῖχεν ἡ μήτηρ, μὴ συγχωροῦσα ποιῆ-
σαι τὸ βουλευόμενον, ἀλλὰ προσμένειν καὶ γηροτροφεῖν παρακαλοῦσα,
ἀπελθοῦσαν δὲ παραπέμψαι ταῖς ἑαυτοῦ χερσὶ καὶ οὕτω πορείαν στεί-
λασθαι τὴν αὐτῷ καταθύμιον· ἀλλὰ καὶ οὕτως αὐτὴν ἔχουσαν δυσαπο-
σπάστως αἱ βιοτικαὶ φροντίδες ἀναπείθουσιν ἀπολῦσαι. ἄρας οὖν ἐκ
Μακεδονίας τὴν βασιλίδα καταλαμβάνει. καὶ τὸ μεταξὺ διανύσας διά-
στημα καὶ κατὰ τὰς χρυσᾶς πύλας τῆς βασιλίδος γενόμενος, καὶ δι'
αὐτῶν εἰσελθὼν ἤδη πρὸς ἑσπέραν τῆς ἡμέρας οὔσης ἐν τῷ τοῦ ἁγίου
μάρτυρος Διομήδους μοναστηρίῳ, κατὰ τὰ ἐν τοῖς προαυλίοις βάθρα
πρὸ τοῦ πυλῶνος, κατάκοπος ὤν, ἀτημελῶς καὶ ὡς ἔτυχεν ἐπιρρίψας
ἑαυτὸν ἀνεπαύετο. περὶ πρώτην δὲ φυλακὴν τῆς νυκτὸς ὄναρ τῷ τῆς
μονῆς ἡγουμένῳ ὁ μάρτυς ἐφίσταται Διομήδης, κελεύων ἐξελθεῖν εἰς τὸν
τῆς μονῆς πυλῶνα καὶ ὀνομαστὶ καλέσαι Βασίλειον καὶ τὸν ὑπακούσαντα
εἰσαγαγεῖν εἰς τὸ μοναστήριον καὶ ἐπιμελείας ἀξιῶσαι. κεχρισμένον γὰρ
εἶναι τοῦτον βασιλέα παρὰ θεοῦ, καὶ αὐτὸν μέλλειν εἰς ἀνοικοδομὴν
καὶ αὔξησιν τῆς παρούσης γενέσθαι μονῆς. ὁ δὲ καθηγούμενος φάντασμα
τὸ θεαθὲν εἶναι ὑπολογισάμενος ἐν οὐδενὶ λόγῳ τὰ λαληθέντα ἐποιή-
σατο, ἀλλὰ πάλιν ἑαυτὸν τῷ ὕπνῳ ἐπεδεδώκει. τὰ ὅμοια δὲ πάλιν ἐκ
δευτέρου θεασάμενος, ἐπεὶ μὴ ἀνέφερε νωθής τις ὢν καὶ ὑπνώδης, ἐκ
τρίτου βλέπει τὸν μάρτυρα, οὐκεθ' ἡσύχως καὶ πράως παρακελευόμενον,
ἀλλὰ καὶ λίαν σφοδρῶς ἀπειλοῦντα καὶ μάστιγας τῷ δοκεῖν ἐπιφέροντα,
εἰ μὴ θᾶττον ὑπηρετήσει τοῖς λεγομένοις. τότε δ' οὖν ἔμφοβος διϋπνι-
σθεὶς καὶ τὸν ὄκνον ἐκτιναξάμενος τῷ πυλῶνι ἐφίσταται καὶ κατὰ τὸ
θεῖον πρόσταγμα ἐκάλει ’Βασίλειε.‘ καὶ ὃς εὐθύς· ’ἰδοὺ ἐγώ, κύριε. τί προσ-
τάσσεις τῷ δούλῳ σου;‘ εἴσω δὲ αὐτὸν τῆς μονῆς εἰσαγαγὼν δεούσης
τε θεραπείας καὶ ἐπιμελείας ἠξίωσε καὶ πάσης μετέδωκε φιλανθρωπίας.
εἶτ' ἐχεμυθεῖν ἀσφαλισάμενος καὶ μὴ ἔκπυστον πρός τινα θέσθαι, ἀλλὰ
παρ' ἑαυτῷ φυλάττειν τὸ μυστήριον παρεγγυάσας, τὴν τοῦ μάρτυρος
αὐτῷ ἐφανέρωσε πρόρρησιν καὶ μεμνῆσθαι μετὰ τὴν ἔκβασιν τῶν πραγ-
μάτων ἑαυτοῦ τε καὶ τῆς μονῆς ἐδυσώπει. τοῦ δὲ ὡς ὑπὲρ ἑαυτὸν τὸ
πρᾶγμα ἀποσειομένου, καὶ μᾶλλον ἀξιοῦντος τὸν ἡγούμενον εἰσοικι-
σθῆναί τινι τῶν ἐμφανεστέρων εἰς δουλείαν, ἀσπασίως ἑαυτὸν εἰς τοῦτο
ἐκδέδωκεν ὁ ἡγούμενος, καὶ ἐπεὶ συνήθως εἶχε πρὸς τὴν τοιαύτην μονὴν
ὁ τοῦ βασιλέως Μιχαὴλ καὶ Βάρδα τοῦ καίσαρος συγγενὴς Θεόφιλος,
ὃν ὑποκοριζόμενοι διὰ τὸ μικρὸν τῆς ἡλικίας Θεοφιλίτζην ἐκάλουν,
τούτῳ συνέστησε τὸν Βασίλειον ἀεὶ σπουδὴν ἔχοντι γενναίους καὶ
εὐειδεῖς καὶ ἐπ' ἀνδρείᾳ διαβοήτους κεκτῆσθαι περὶ αὐτὸν ὑπηρέτας.
τοιούτους γὰρ προσλαμβάνων σηρικαῖς τε εὐθὺς ἐκόσμει ἐσθῆσι καὶ τῇ
ἄλλῃ καταστολῇ διαπρεπῶς κατελάμπρυνε. τούτοις ἐγκαταλεγέντα τὸν
Βασίλειον καὶ κατὰ πολὺ προέχειν τῶν ἄλλων δοκοῦντα κατὰ τὴν
σωματικὴν ῥώμην καὶ ψυχικὴν ἀνδρείαν πρωτοστράτωρα τοῦτον προ-
βάλλεται. ἀεὶ δὲ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἡμέραν ἐξ ἡμέρας ἐπὶ
πλέον ἠγαπᾶτο παρὰ τοῦ Θεοφίλου καὶ ἐπὶ τοῖς οἰκείοις προτερήμασιν
ἐθαυμάζετο. ἦν γὰρ κατά τε χεῖρα γενναῖος καὶ κατὰ ψυχὴν θαρρα-
λέος καὶ πρὸς πᾶν τὸ κελευόμενον ὀξύς τε καὶ ἐπιτήδειος.
[Bas1.5] Καὶ ὁ μὲν Βασίλειος ἦν ἐν τούτοις, ἡ δὲ μήτηρ αὐτοῦ ἐγλίχετο
μαθεῖν, πῶς αὐτῷ τὰ κατὰ τὴν ὁδὸν ἔσχε καὶ ποία τις αὐτὸν παῦλα τῶν
πόνων ἐδέξατο. δυσθυμοῦσα δὲ καὶ ἀσχάλλουσα ὁρᾷ καθ' ὕπνους μέγα
φυτὸν κυπαρίσσῳ προσεοικός, ἔνδον τῆς αὐτῆς αὐλῆς ἑστηκός, χρυ-
σοῖς πυκναζόμενον φύλλοις καὶ χρυσοῦς τοὺς κλάδους καὶ τὸ στέλεχος
ἔχον, οὗ ἐφύπερθεν ὁ ταύτης υἱὸς Βασίλειος ἐκαθέζετο. διϋπνισθεῖσα δὲ
διηγεῖται τὸ ὅραμά τινι τῶν εὐλαβῶν γυναικῶν. ἡ δὲ εὐθυμεῖν τε ἐπέ-
τρεπεν ἐπὶ τῷ υἱῷ καὶ τὸ ὁραθὲν ἐπικρίνουσα βασιλέα Ῥωμαίων γενέσθαι
τὸν υἱὸν αὐτῆς ἀπεφαίνετο. τοῖς προτέροις οὖν καὶ τοῦτο προσβαλοῦσα
λοιπὸν ἡ μήτηρ οὐκέτι τὸ ἀπὸ τοῦδε περὶ αὐτοῦ ἐδυσφόρει, ἀλλ' ἔχαιρε
καὶ χρηστὰς ἐπὶ τῷ υἱῷ ἔτρεφε τὰς ἐλπίδας.
[Bas1.6] Συνέβη δὲ κατ' ἐκεῖνο καιροῦ Θεόφιλον τὸν τοῦ Βασιλείου κύριον
δημοσίων χάριν πραγμάτων ἀποσταλῆναι εἰς Πελοπόννησον. εἵπετο
τούτῳ καὶ ὁ Βασίλειος, τὴν ἀφωρισμένην αὐτῷ ὑπηρεσίαν ἀποπληρῶν.
ἐλθόντων δ' εἰς Ἀχαΐαν εἰσῄει μὲν ὁ Θεόφιλος εἰς τὸν τοῦ πρωτοκλήτου
ἀποστόλου Ἀνδρέου ναὸν προσευξόμενος, οὐ συνεισῆλθε δ' αὐτῷ ὁ
Βασίλειος τότε, τῇ οἰκείᾳ διακονίᾳ, ὡς ἔοικεν, ἀπασχοληθείς. ὕστερον
δὲ καὶ αὐτὸς τῷ ἀποστόλῳ ἀποπληρῶν τὰ καθήκοντα, καιροῦ δρα-
ξάμενος, εἴσεισι μόνος εἰς τὸν ναόν. ἐφήδρευε δέ τις τῷ θείῳ τεμένει τοῦ
ἀποστόλου μοναχὸς ἀρετῆς ἀντιποιούμενος διὰ βίου. οὗτος τὸν μὲν
Θεόφιλον εἰσελθόντα μετὰ τοσαύτης δορυφορίας οὔτε ὑπεδέξατο οὔτε
ἀναστὰς κατησπάσατο οὔτε τινὸς ἠξίωσε μικρᾶς γοῦν προσρήσεως,
ὕστερον δὲ τοῦ Βασιλείου εἰσερχομένου, ὡς εἴρηται, μόνου ὑπεξανέστη
τε ὥς τινι τῶν κρειττόνων, καὶ τὴν ἐξ ἔθους τοῖς βασιλεῦσι πρέπουσαν
εὐφημίαν προσήνεγκεν. ὅπερ τῶν ἐκεῖσε παρατυχόντων ἰδόντες τινὲς
τῇ κατὰ τοὺς τόπους ἐκείνους πρωτευούσῃ κατά τε τρόπον καὶ εὐγέ-
νειαν γυναικί, ἣ Δανιηλὶς ἀπὸ τοῦ ταύτης ἀνδρὸς ὠνομάζετο, ἀπαγγέλ-
λουσιν. ἐκείνη δὲ τὸ διοπτικὸν τοῦ μοναχοῦ, μηδ' ὅτι προορατικοῦ
χαρίσματος ἠξίωται ἀγνοοῦσα, οὐκ ἐγένετο περὶ τὸ λεχθὲν ἀμελής,
ἀλλ' ἅμα τε ἤκουσε καὶ προσκαλεσαμένη τὸν μοναχὸν ὀνειδιστικὰ πρὸς
αὐτὸν διεξῄει ῥήματα· ’τοσοῦτος χρόνος‘, λέγουσα, ’πάτερ πνευμα-
τικέ, ἐξ οὗ σοι γνώριμος ἐγὼ καθέστηκα, καὶ οἶδάς με κατὰ τὸν τόπον
ἐν πᾶσι τῶν πολλῶν διαφέρουσαν, καὶ οὐδέποτε οὔτε ἐπηγέρθης θεα-
[Bas1.6.23] σάμενός με, οὔτε ἐπηύξω μοι. ἀλλ' οὐδὲ τῷ ἐμῷ υἱῷ ἢ τῷ ἐκγόνῳ τὴν
τοιαύτην ἀπένειμας φιλοφροσύνην. καὶ πῶς νῦν ἄνθρωπον εὐτελῆ καὶ
ξένον καὶ πένητα διανύοντα βίον ἰδὼν ὑπεξανέστης καὶ ὡς βασιλέα
ἐτίμησας;‘ ’οὐχ ὡς ἕνα τῶν τυχόντων εἶδον τὸν ἄνδρα ἐγώ,‘ ἀντέφησεν ὁ
μοναχός, ’ἀλλ' ὡς ἐκ θεοῦ βασιλέα Ῥωμαίων ὑπὸ Χριστοῦ προκεχειρι-
σμένον ἰδὼν ἐξανέστην καὶ ἐπευφήμησα. τοῖς γὰρ ὑπὸ θεοῦ τετιμημένοις
ὀφειλομένη πάντως ἐστὶ καὶ ἡ ἐξ ἀνθρώπων τιμή.‘ ὁ μὲν οὖν Θεόφιλος
τὰ προστεταγμένα ἀνύσας εἴχετο πάλιν τῆς ἐπὶ τὴν βασιλίδα ὁδοῦ,
ὁ δὲ Βασίλειος ἀσθενείᾳ συσχεθεὶς σώματος αὐτόθι καταλιμπάνεται.
ἐπιμελείας δὲ τῆς προσηκούσης τυχὼν πρὸς τὴν ἄνοδον ἡτοιμάζετο.
ὃν μετακαλεσαμένη ἡ προρρηθεῖσα γυνὴ Δανιηλὶς δώροις αὐτὸν καὶ
μεγάλοις δεξιοῦται χαρίσμασι, μηδὲν ἕτερον ἐπιζητήσασα παρ' αὐτοῦ,
ἢ πνευματικῆς ἀδελφότητος συνδέσμῳ συνδεθῆναι πρὸς Ἰωάννην τὸν
ταύτης υἱόν. ὁ δὲ πρὸς τὸ αὐτοῦ ἀποβλέπων εὐτελὲς καὶ τὸ περιφανὲς
τῆς γυναικός, ὡς ὑπὲρ αὐτὸν μᾶλλον οὖσαν διωθεῖτο τὴν ἔντευξιν.
πλείονα δὲ παράκλησιν δεξάμενος ἐκπληροῖ τὸν ταύτης σκοπόν. ἐκπλη-
ρωθείσης δὲ τῇ γυναικὶ τῆς ἐφέσεως ἔδοξεν αὐτῇ μὴ ἐπικρύπτειν τὸ βού-
λημα τοῦ θεοῦ, ἀλλὰ δημοσιεύειν καὶ φανερὰ τιθέναι τὰ μεγαλεῖα τοῦ
θεοῦ, οἷς οἶδε τρόποις προλεγόμενα καὶ δηλοποιούμενα. ἰδίᾳ τοίνυν
παραστησαμένη τὸν Βασίλειον· ’ἴσθι‘, ἔφη, ’ὦ τέκνον, ὡς ὁ θεός σε ἐπὶ
μεγάλης μέλλει τιθέναι τῆς σκοπιᾶς καὶ κύριον ἀποδεικνύειν πάσης τῆς
γῆς. εἰς ἔργον οὖν ἐκβάσης τῆς ἐμῆς προρρήσεως οὐδὲν ἕτερον αἰτῶ
παρὰ σοῦ, ἀλλ' ἢ τὸ μόνον ἀγαπᾶσθαι καὶ ἐλεεῖσθαι ἐμέ τε καὶ τοὺς
ἐξ ἐμοῦ.‘ ὁ δέ, εἰ δοίη τελεσθῆναι θεὸς τὰ μηνυόμενα, κυρίαν αὐτὴν ἀπο-
φῆναι κατεπηγγείλατο πάσης, εἰ οἷόν τε, ἐκείνης τῆς γῆς. καὶ οὕτως
ἀσπασάμενος τὴν γυναῖκα ἀνῄει πρὸς τὴν βασιλεύουσαν καὶ τὸν ἑαυτοῦ
κύριον. ἀπὸ δὲ τῶν ἐντεῦθεν αὐτῷ προσγενομένων χρημάτων ἐξωνη-
σάμενος ἐν Μακεδονίᾳ κτήσεις ἱκανὰς κατέστησεν ἐπὶ εὐπορίας ἅπαντας
τοὺς προσήκοντας δαψιλοῦς, συνῆν δ' ὅμως καὶ διηκόνει τῷ κυρίῳ
αὐτοῦ.
[Bas1.7] Ἔν τινι δὲ τῶν ἡμερῶν Ἀντίγονος ὁ τῶν σχολῶν ἀφηγούμενος,
ὁ τοῦ καίσαρος Βάρδα υἱός, ἑστίασιν πολυτελῆ κατασκευασάμενος δαι-
τυμόνα εἶχε τὰ πρῶτα τῶν ἀνακειμένων τὸν ἑαυτοῦ πατέρα Βάρδαν
τὸν καίσαρα, ὃς πολλοὺς καὶ ἄλλους τῶν συγγενῶν καὶ φίλων καὶ συνή-
θων παραλαβὼν πρὸς τὴν εὐωχίαν ἀπῄει. συμπαρῆσαν δ' αὐτῷ καὶ
Βούλγαροι συνήθεις καὶ φίλοι, οὕτω παρατυχὸν τῇ βασιλίδι ἐνδιατρί-
βοντες. οὐκ ἀπῆν δὲ τῆς πανδαισίας οὐδὲ Θεόφιλος ὁ τοῦ Βασιλείου
κύριος, οἷα συγγενὴς καὶ αὐτὸς τοῦ καίσαρος. τοῦ δὲ πότου προϊόντος
καὶ ἀκμαζούσης τῆς εὐωχίας, ἐπεὶ ἔτυχον οἱ Βούλγαροι ἔχοντές τινα μεθ'
ἑαυτῶν ἄνδρα ἀθλητικὸν καὶ ἐπὶ ἰσχύϊ σεμνυνόμενον σώματος, ἐδόκουν
ἐπ' αὐτῷ μέγα φρονεῖν καὶ ἠλαζονεύοντο, καὶ μηδένα εἶναι τὸν εἰς
χεῖρας αὐτῷ συμπεσεῖν δυνάμενον ἐμεγαλαύχουν. λέγει γοῦν περὶ μέσας
τραπέζας ὁ Θεόφιλος πρὸς τὸν καίσαρα, ὡς ’εἰ ἀρέσκει τῇ σῇ ἐξουσίᾳ,
ἔστι τις τῶν ὑπηρετούντων μοι δυνάμενος συμπλακῆναι τῷ περιβοήτῳ
τούτῳ Βουλγάρῳ. μέγα γὰρ ὄνειδος Ῥωμαίοις, εἰ οὗτος ἀκαταγώ-
νιστος οὕτως ἐν Βουλγαρίᾳ παραγένηται.‘ ἀποδεξαμένου δὲ τὸν λόγον
τοῦ καίσαρος καὶ προστάξαντος εἰς μέσον ἄγεσθαι τὸν νεανίαν ὁ πατρί-
κιος Κωνσταντῖνος ὁ Θωμᾶ τοῦ λογοθέτου πατήρ, σφόδρα φιλίως πρὸς
τὸν Βασίλειον διακείμενος, ἅτε καὶ αὐτὸς ἐξ Ἀρμενίων τὴν τοῦ γένους
ἕλκων σειράν, κάθυγρον ἰδὼν τὸν τόπον, ἐν ᾧπερ ἔμελλον οἱ παλαισταὶ
συμπλακῆναι, καὶ δείσας τὸν ἐκ τῆς ὑγρότητος ὄλισθον, κόνιν καὶ πρίσμα
ἀπὸ ξύλων ἐπιρραίνει τῷ ἐδάφει. οὗ γενομένου συμπλακεὶς τῷ Βουλγάρῳ
ὁ Βασίλειος, καὶ ὥσπερ τι παιδίον νεογνὸν πιέσας καὶ περισφίγξας
αὐτόν, ὥσπερ τινὰ δεσμὸν χόρτου ἢ πόκον ἐρίου κούφως οὕτω καὶ
ῥᾳδίως μετεωρίσας ἐπάνω τῆς τραπέζης ἀπέρριψε. τοῦτο γενόμενον
χαρᾶς μὲν τοὺς Ῥωμαίους, αἰσχύνης δὲ τοὺς Βουλγάρους ἐνέπλησεν.
ἀπ' ἐκείνης δὲ τῆς ἡμέρας ἐπὶ πλέον ἡ τοῦ Βασιλείου ἡπλοῦτο φήμη
ἀνὰ τὴν βασιλεύουσαν, καὶ τοῖς ἁπάντων διεφέρετο στόμασι περίβλε-
πτος ἤδη καθεστηκώς.
[Bas1.8] Συνέβη δὲ καὶ ἄλλο τι τὸ ἐπὶ πλέον δόξης ἐξᾶραν αὐτόν. ἵππος
ἦν παρὰ τῷ βασιλεῖ Μιχαὴλ σκληραύχην τε καὶ δυσήνιος, ἡλικίᾳ μὲν
καὶ κάλλει καὶ τάχει καὶ ὡραιότητι εἴδους τοὺς πώποτε θαυμαζομένους
ὑπερβαλλόμενος, ὅς, εἰ ἔτυχε λυθεὶς τῶν δεσμῶν, ἢ ἄλλως πως ἀφεθείς,
λίαν ἦν δυσχερὴς εἰς χεῖρας αὖθις ἐλθεῖν καὶ πολλὰ πράγματα πρὸς τὸ
κατασχεῖν παρεῖχε τοῖς ἱπποκόμοις. τοῦτον ἐπικαθήμενος τὸν ἵππον
ὁ βασιλεὺς πρὸς θήραν ἐξῄει, καὶ κατευστοχήσας λαγῳοῦ τῇ ῥάβδῳ
τοῦ ἵππου καθήλατο πρὸς τὸ σφάξαι τὸν λαγῳόν. ἄφετος δὲ ὁ ἵππος
καταλειφθεὶς ἀπεσκίρτα καὶ ἀπεπήδα. καὶ πολλῶν συνδραμόντων ἱππο-
κόμων τε καὶ ἀρχόντων καὶ τῶν λοιπῶν τῶν περὶ τὸν βασιλέα οὐκ ἦν
τινι δυνατὸν κατασχεῖν τὸν ἵππον, ὥστε θυμωθέντα τὸν βασιλέα κελεῦσαι,
εἰ κρατηθείη, διακοπῆναι τοὺς ὀπισθίους αὐτοῦ τῶν ποδῶν. παρῃτεῖτο
δὲ ὁ καῖσαρ καὶ ἐδεῖτο τοῦ βασιλέως, μὴ διὰ μίαν κακίαν τοσαύτην
ἀρετὴν ἵππου μάτην παραπολέσθαι. καὶ οἱ μὲν ἦσαν ἐν διαλογισμοῖς
τοιούτοις, ὁ δὲ Βασίλειος παραδραμὼν τῷ κυρίῳ αὐτοῦ· ’εἰ παραδράμω
τὸν βασιλικὸν ἵππον,‘ ἔφη, ’καὶ ἀπὸ τοῦ ἐμοῦ ἵππου ἐκτιναχθεὶς ἔποχος
αὐτῷ γένωμαι, ἆρά γε διὰ τὴν βασιλικὴν ἐφεστρίδα καὶ τὸν κοκκο-
βαφῆ χαλινὸν ἀγανακτήσει ὁ βασιλεὺς κατ' ἐμοῦ;‘ τοῦ δὲ πρὸς οὖς
ὑπομνήσαντος τὸν βασιλέα, κἀκείνου κελεύσαντος τοῦτο γενέσθαι, εὐ-
φυῶς ὁ Βασίλειος τὸν ἑαυτοῦ παρελάσας ἵππον καὶ τῷ τοῦ βασιλέως
κατὰ παράλληλον ἐξισώσας γραμμὴν ἥλατό τε εὐθέως καὶ πρὸς τὸν
βασιλικὸν ἀπεπήδησεν ἵππον, μέγα θαῦμα ἐνεὶς τοῖς παρατυχοῦσι
καὶ θεωμένοις. θαυμάσας δὲ καὶ ὁ βασιλεὺς τὴν μετ' ἀνδρείας εὐφυΐαν
αὐτοῦ καὶ σύνεσιν, εὐθέως ἀποσπάσας αὐτὸν ἀπὸ τοῦ Θεοφιλίτζη ἐν
τοῖς ἑαυτοῦ κατέταξε στράτωρσιν, ἠγάπα τε διαφερόντως αὐτὸν καὶ
ταῖς κατὰ μικρὸν προόδοις εἰς τὴν τοῦ πρωτοστράτωρος τάξιν ἀνή-
γαγε.
[Bas1.9] Κυνηγεσίας δέ ποτε γενομένης τῷ βασιλεῖ κατὰ τὸ Φιλοπάτιον,
προεπορεύετο τούτου ὁ πρωτοστράτωρ ἔφιππος, ἐπιφερόμενος ἐπὶ
ζώνης καὶ τὸ βασιλικὸν βαρδούκιον. θορύβου δὲ καὶ βοῆς γενομένης
ὑπὸ τοῦ πλήθους λύκος τῆς ὕλης ἐξέθορε παμμεγέθης. ὁρμήσας δὲ κατ-
όπιν αὐτοῦ ὁ Βασίλειος ἔρριψε κατ' αὐτοῦ τὸ βασιλικὸν βαρδούκιον,
καὶ τυχὼν τοῦ θηρίου κατὰ τὸ μέσον τῆς κεφαλῆς ταύτην ἐδιχοτόμησεν.
ὄπισθεν δὲ τοῦ βασιλέως κατὰ τὸ σύνηθες ἑπόμενος ὁ καῖσαρ, καὶ τὸ
γεγονὸς θεασάμενος, εἰπεῖν λέγεται πρός τινα τῶν συνήθων ἐν μυστη-
ρίῳ· ’τοῦτον, ὦ τᾶν, ἡγοῦμαι τὸν ἄνθρωπον ὄλεθρον γενήσεσθαι ἄρδην
τῆς ἡμῶν γενεᾶς.‘ φασὶ δ', ὅτι καὶ Λέων αὐτὸ τοῦτο προεθέσπισεν ὁ
φιλόσοφος, ὀνομαστὶ τὸν ἄνδρα καλέσας καὶ σημεῖα ὑποφήνας τινὰ καὶ
τῷ δακτύλῳ δείξας, καὶ τοῦτον ἔσεσθαι προειπὼν τῆς συμπάσης ὑμῶν
γενεᾶς τὸν ὄλεθρον.
[Bas1.10] Ἐνήδρευεν οὖν ἀεὶ ὁ καῖσαρ, ἤνυε δὲ οὐδέν. ἀκυρῶσαι γὰρ παγ-
χάλεπον ἦν, ὅπερ ἅπαξ τῇ προνοίᾳ γενέσθαι ἐδόκει. περάσαντος δέ
ποτε τοῦ βασιλέως πάλιν κυνηγεσίου χάριν εἰς τὸ Ἀρμάμεντον καὶ μετὰ
τὴν κυνηγεσίαν εὐωχουμένου συνάμα τῇ μητρὶ Θεοδώρᾳ καί τισι τῶν
συγγενῶν καὶ οἰκειοτάτων, εἰσεκλήθη ὁ πρωτοστράτωρ τοῦ βασιλέως
[Bas1.10.6] κελεύσαντος. πρὸς ὃν ἡ βασιλὶς πυκνότερον ἐνητένιζε, κατανοοῦσα καὶ
παρεπισκοποῦσα τὰ κατ' αὐτόν. ἐπιγνοῦσα δέ τι γνώρισμα καὶ σημεῖον
ἐν αὐτῷ, εὐθέως ἰλίγγῳ κατασχεθεῖσα καὶ λειποθυμίᾳ βληθεῖσα εἰς γῆν
κατέπεσε. θορυβηθέντος δὲ τοῦ βασιλέως ἐπὶ τούτῳ καὶ τῶν περὶ τὸν
βασιλέα ὕδωρ τε εὐθὺς ἐκομίζετο καὶ μύρα τῶν εὐωδῶν, οἷς ἐπιρραί-
νοντες τὴν δέσποιναν ἀνεκαλοῦντο τοῦ πτώματος. μόλις δ' οὖν εἰς
ἑαυτὴν ἐλθοῦσα καὶ τοῦ σκότου ἀνενεγκοῦσα, ὡς ἠρωτᾶτο παρὰ
τοῦ υἱοῦ καὶ βασιλέως, ἐκ ποίας αἰτίας ἐπενεχθείη αὐτῇ τουτὶ τὸ πάθος,
μόλις ἐφ' ἑαυτῆς γενομένη τάδε πρὸς τὸν υἱὸν ἀπεκρίνατο· ’ὅν, ὦ τέκνον,
τοῦτον λέγεις Βασίλειον, ὁ τῆς ἡμετέρας ἐστὶν ἀφανισμὸς γενεᾶς. εἶδον
γὰρ ἐν αὐτῷ σημεῖον πάλαι μοι παρὰ τοῦ σοῦ προεξηγηθὲν πατρός,
πρὸς ὅπερ ἰλιγγιάσασα εἰς γῆν κατώλισθον.‘ ὁ δὲ βασιλεὺς τοῦτο μὲν
λόγοις ἀποτρεπτικοῖς, τοῦτο δὲ καὶ πληροφορίαις ἐνωμότοις ἀπῆγε τὴν
μητέρα τοῦ δέους, εἰς τὸ καθεστὼς ἐπανάγων καὶ παραμυθούμενος, ’τὸν
ἄνθρωπον τοῦτον,‘ λέγων, ’ἴσθι, ὦ δέσποινα καὶ μῆτερ ἐμή, ἄνδρα μὲν
εἶναι γενναῖον, ῥώμῃ τε ἀνυπόστατον καὶ ψυχῆς εὐγενείᾳ ἀσύγκριτον,
πιστὸν δὲ τὰ εἰς ἡμᾶς καὶ εὔνουν καὶ κατ' οὐδενὸς κακονούστατον.‘
καὶ τότε μὲν τὴν τῆς τοιαύτης τύχης ἐπήρειαν οὕτω παρέδραμεν ὁ
Βασίλειος.
[Bas1.11] Δαμιανοῦ δὲ τοῦ παρακοιμωμένου, ὃς εὐνοῦχός τε ἦν καὶ Σκύθης
καὶ τῇ τῶν πατρικίων ἀξίᾳ τετίμητο, τὰ πραττόμενα παρὰ τοῦ βασι-
λέως κακίζοντος, ὡς οὐ κατὰ τὸ δέον τελούμενα, ἐξαιρέτως δὲ τὰ παρὰ
τοῦ θείου αὐτοῦ Βάρδα τοῦ καίσαρος, ἀνηρεθίσθη ποτὲ πρὸς ἐπιστρο-
φὴν ὁ βασιλεύς, λίαν ἀμβλὺς καὶ νωχελὴς πρὸς ἀντίληψιν πραγμάτων
ὑπάρχων, καὶ ἐνίας τῶν τοῦ καίσαρος πράξεων ἀνέτρεπε τάχα καὶ
διωρθοῦτο. ὅπερ μὴ φέρων ὁ καῖσαρ λαθρηδὸν κατὰ τοῦ Δαμιανοῦ
συσκευάζεται, καὶ πολλαῖς διαβολαῖς κατ' αὐτοῦ πρὸς τὸν βασιλέα
χρησάμενος, καὶ πιθανῶς σοφισάμενος τὰς κατηγορίας, ἴσχυσε μετα-
στῆσαι τὸν βασιλέα τῆς περὶ τὸν Δαμιανὸν εὐνοίας, ὡς καὶ διαδέξασθαι
δυνηθῆναι τῆς οἰκείας ἀξίας αὐτόν. ἐξωσθέντος οὖν ἐκείνου ἐχήρευε
λοιπὸν ἐπὶ χρόνον τινὰ τὸ τοῦ παρακοιμωμένου λειτούργημα. τοῦ
καίσαρος δὲ καὶ τῆς περὶ αὐτὸν φατρίας ἄλλον καὶ ἄλλον εἰς τοῦτο
προβιβαζόντων, ἡ τοῦ θεοῦ πρόνοια ἀοράτως, ὡς αὐτῇ βουλητόν, τὰ
πράγματα διεξάγουσα πᾶσαν φρόνησιν καὶ πανουργίαν ἀπέδειξεν
ἄπρακτον. μετὰ χρόνον γάρ τινα προβάλλεται παρακοιμώμενον ὁ
βασιλεὺς τὸν Βασίλειον, τιμήσας αὐτὸν καὶ πατρικιότητι καὶ γυναικὶ
συζεύξας εὐπρεπείᾳ τε σώματος καὶ κάλλει καὶ σωφροσύνῃ πασῶν
πρωτευούσῃ τῶν κατ' αὐτήν. αὕτη δὲ ἦν θυγάτηρ τοῦ παρὰ πάντων
ἐπὶ φρονήσει καὶ εὐγενείᾳ διαβοήτου Ἴγγερος, τοῦ γένους καταγομένου
τῶν Μαρτινακίων. τούτου δὲ γενομένου καὶ προσθήκην τῆς πρὸς τὸν
Βασίλειον τοῦ βασιλέως ἀγάπης ἐπιδιδούσης ἀεὶ ὁρῶν ὁ καῖσαρ, καὶ
τῷ φθόνῳ δακνόμενος καὶ περὶ τοῦ μέλλοντος ὀρρωδῶν, ἔλεγε πολλάκις
πρὸς τοὺς αὐτὸν ἀναπείσαντας ἀποσκευάσασθαι τὸν Δαμιανόν, ὅτι
’ταῖς κακοβουλίαις ὑμῶν πιθήσας ἐγώ, ἐξώσας ἀλώπεκα, λέοντα ἀν-
τεισήγαγον, ἵνα πάντας ἡμᾶς ἀθρόως λαφύξηται‘.
[Bas1.12] Ἄρτι δὲ τοῦ βασιλέως Μιχαὴλ κατὰ Κρητῶν ἐξελάσαντος μετὰ
Βάρδα καίσαρος τοῦ θείου αὐτοῦ καὶ σοβαρώτερον ἁπτομένου τῶν
πραγμάτων τοῦ Βάρδα καὶ κατὰ μικρὸν ἀνιῶντος τὸν βασιλέα καὶ τοῖς
περὶ αὐτὸν ὑπονοίας ἀφορμὴν διδόντος, ἐπεὶ ἐν τοῖς Κήποις ἐγένοντο
(τόπος δὲ οἱ Κῆποι κατὰ τὴν παράλιον, ἔνθα πρὸς τὴν θάλασσαν εἰσ-
βολὰς ποιεῖται ὁ Μαίανδρος ποταμός), ἐνταῦθα δὴ τῆς συσκευῆς καὶ
μελέτης γενομένης τοῖς περὶ τὸν βασιλέα, ἵνα μὴ καταταχηθέντες πάθωσι
μᾶλλον ἢ δράσωσιν, ἐπισπεύσαντες ἀναιροῦσι τὸν Βάρδαν, καθὼς
ἄνωθεν ὁ λόγος διαρρήδην ἐδήλωσε, περιπλακέντα τοῖς τοῦ βασιλέως
ποσί. πρώτην ἦγε τηνικαῦτα μὴν ὁ Ἀπρίλλιος τῆς τεσσαρεσκαιδεκάτης
ἐπινεμήσεως. ἀποκτανθέντος δὲ τοῦ Βάρδα εὐθὺς ὁ βασιλεὺς τήν τε
στρατοπεδείαν καταλύει καὶ νόστου πρὸς τὴν βασιλεύουσαν μέμνηται.
ἐπανελθὼν δὲ πρὸς τὸ Βυζάντιον, ἐπείπερ οἰκείας ἠμοίρει γονῆς, εἰσποι-
εῖταί τε τὸν Βασίλειον καὶ εἰς τὴν τῶν μαγίστρων ἀναβιβάζει τιμήν.
[Bas1.13] Ὃ μὴ φέρων ὑπὸ φθόνου Συμβάτιος ὁ λογοθέτης τοῦ δρόμου,
ὁ τοῦ καίσαρος Βάρδα γαμβρός, προφασισάμενος τὸ μὴ δύνασθαι ζῆν
ἐπὶ τῆς βασιλίδος τὴν τῶν Θρᾳκησίων ἐξαιτεῖ στρατηγίαν, καὶ δὴ καὶ
λαμβάνει. ὀλίγου δὲ καιροῦ παρελθόντος καὶ τῆς βασιλείου ἀρχῆς ἐπι-
σφαλῶς κυβερνωμένης, ἅτε τοῦ βασιλέως πρὸς ἄλλοις, ἀλλ' οὐ ταῖς
τῶν πραγμάτων διοικήσεσι τὸν νοῦν ἔχοντος, καὶ τοῦ θανάτου δὲ τοῦ
Βάρδα καθαρῶς ἐλέγξαντος τὴν αὐτοῦ οὐθένειαν καὶ ἀφέλειαν (ἐκείνου
γὰρ ἐπαγρυπνοῦν�
ρὸς τὸν ῥῆγα, συγγνώμην τε τῆς ἁμαρ-
τάδος αἰτοῦντες καὶ συμμαχίαν ζητοῦντες. ἀλλὰ μεθ' ὕβρεως ἀποπέμ-
πονται, ἐπιχαίρειν εἰπόντος τῇ ἀπωλείᾳ αὐτῶν. ἀπράκτων δὲ τῶν
πρεσβευτῶν ἐπαναστρεψάντων διαπορούμενοι, καὶ μὴ ἔχοντες, ὅ τι
καὶ δράσειαν, πιεζόμενοι δὲ δεινῶς καὶ ταῖς τῆς πολιορκίας ἀνάγκαις,
στέλλουσιν ἄγγελον πρὸς Βασίλειον τὸν βασιλέα Ῥωμαίων, βοήθειαν
ἐξαιτούμενοι. οὗτος δὲ τὴν πρεσβείαν δεξάμενος θᾶττον ἐκπέμπει τὸν
πρεσβευτήν, θαρρεῖν παρεγγυήσοντα, ὡς μετὰ μικρὸν ἥξει τε αὐτοῖς
ἀποχρῶσα βοήθεια καὶ τῆς ἀνάγκης αὐτοὺς ἐξελεῖται. ὑποστρέψας οὖν ὁ
πρεσβευτὴς αἰχμάλωτος ἐγένετο τοῖς ἐχθροῖς. ὃν παραστησάμενος ὁ
Σουλδάνος ’δυοῖν‘, ἔφη, ’προκειμένοιν ὁδοῖν ἔξεστί σοι τὴν ὠφελιμωτέραν
ἑλέσθαι. εἰ μὲν γὰρ θέλεις τὴν σεαυτοῦ σωτηρίαν δωρεῶν τε τυχεῖν
καὶ χαρίτων πολλῶν, λάλησον πρὸς τοὺς πέμψαντας ἐν ἐπηκόῳ, ὡς
ἀπείρηται τῷ βασιλεῖ Ῥωμαίων ἡ πρὸς ὑμᾶς συμμαχία, καὶ σωθήσῃ.
τῶν ἀληθινῶν δ' ἐπαγγελιῶν ἐχομένῳ σοι ἕψεται ταχύτατος θάνατος.‘
τοῦ δ' ἀγγελιαφόρου συνθεμένου τὸ θέλημα ποιήσειν τοῦ ἀμηρᾶ, ἐπεὶ
ὡς ἀπὸ τόξου βολῆς τῷ τείχει προσήγγισαν, τοὺς πρώτους ὁ πρε-
σβευτὴς παραγενέσθαι τῆς πόλεως ἐξῃτήσατο. καὶ δὴ παραγενομένων,
τοιούτων πρὸς αὐτοὺς ἤρξατο λόγων· ’εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ
θάνατος, ὦ πατέρες, καὶ τὸ ξίφος ἐν τῇ σφαγῇ, ἀλλ' ὅμως οὐκ ἀποκρύ-
ψομαι τὴν ἀλήθειαν. αἰτῶ δὲ ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα
καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ ταῖς τῶν πολεμίων
κατέχομαι χερσίν, ἀλλά γε τὴν πρεσβείαν μου ἐξεπλήρωσα καὶ συν-
τόμως προσδέχεσθε τὴν ἐκ τοῦ βασιλέως τῶν Ῥωμαίων βοήθειαν. διὸ
στῆτε γενναίως. ἔρχεται γὰρ ὁ ῥυόμενος ὑμᾶς, εἰ καὶ μὴ ἐμέ.‘ οὗτος μὲν
οὖν τοσαῦτα καὶ τοιαῦτα εἰπὼν εὐθέως ὑπὸ τῶν ὑπηρετῶν τοῦ Σουλ-
δάνου τοῖς ξίφεσιν εἰς μικρὰ μέρη καὶ μόρια κατετμήθη. ὁ Σουλδάνος
δὲ τὴν ἐκ τοῦ βασιλέως ἐλευσομένην βοήθειαν ὀρρωδήσας ἔλυσε τὴν
πολιορκίαν καὶ οἴκαδε ὑπεχώρησεν. αἱ δὲ εἰρημέναι πόλεις τὸ ἀπὸ τοῦδε
διετέλεσαν φίλαι καὶ σύμμαχοι καθεστῶσαι Ῥωμαίων.
post Ῥωμ. add. ACEB: μόνην τὴν περιφανεστέραν τῆς Ἰταλίας πόλιν Ἰοντὸν ἐρεί-
πιον θεὶς καὶ τὸν ἐν αὐτῇ λαὸν σὺν ἑαυτῷ λαβὼν εἰς Καρχηδόνα μετήγαγεν. ἀλλ'
ὁ βασιλεὺς ἀντ' αὐτῆς ἑτέραν ἀνήγειρε περικλυζομένην θαλάσσῃ πάντοθεν, μόνην
δὲ τὴν εἴσοδον ξηρὰν ἔχουσαν στενωτάτην λίαν καὶ μόνην παρεχομένην τοῖς εἰσιοῦσι
τὴν δι' ἑαυτῆς πάροδον. ἐπεὶ δὲ καὶ οἰκητόρων ἔδει αὐτῇ, ἐκ τοῦ Πόντου ἀγαγὼν
λαὸν ταύτην ἐνῴκισεν, ἐκ πόλεως Ἡρακλείας τοῦτον λαβών, Καλίπολιν ἐπονομάσας
αὐτήν. ὅθεν καὶ Ῥωμαϊκοῖς ἔθεσι καὶ στολαῖς καὶ τῇ ἄλλῃ πάσῃ πολιτικῇ καταστάσει
ἄγονται ἄχρι τῆς σήμερον.
[Bas1.29] Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἐσμὰν ὁ τῆς Ταρσοῦ ἀμηρᾶς
τῇ προηγησαμένῃ ἐπαιρόμενος νίκῃ τριάκοντα πλοῖα μέγιστα ἐξαρ-
[Bas1.29.3] τυσάμενος (κουμπάρια ταῦτα καλεῖν εἰώθασιν οἱ Σαρακηνοί) τῇ
πόλει ἐπιτίθεται τοῦ Εὐρίπου. προγνόντος δὲ τοῦτο τοῦ βασιλέως
ὁ στρατηγὸς τῆς Ἑλλάδος (ὁ Οἰνιάτης οὗτος ἦν) κελεύσει βασιλικῇ
τὸν ἱκανὸν εἰς φυλακὴν τῆς πόλεως λαὸν ἀπὸ πάσης Ἑλλάδος εἰσή-
γαγε καὶ τοῖς τείχεσι τὴν προσήκουσαν παρασκευὴν προσηνέγκα-
το, πετροβόλα τε ὄργανα καὶ τοξοβόλα τεκτηνάμενος, καὶ ἁπλῷ λόγῳ
μηδὲν τῶν δυναμένων ἀποσοβεῖν πολιορκίαν ἀμυντηρίων ἀπολιπών.
ἐπεὶ δὲ κατέλαβε καὶ ὁ τῶν Ταρσέων στόλος καὶ τοῖς τείχεσιν ἤδη
προσήγγιζε, καὶ βελῶν ἀφέσει συχνῶν ἀναστέλλειν ἠγωνίζετο τοὺς
ἀπὸ τῶν τειχῶν ἀμυνομένους, θυμοῦ καὶ προθυμίας πλήρεις οἱ τοῦ Εὐ-
ρίπου γενόμενοι τοῖς πετροβόλοις τῶν ὀργάνων καὶ τοῖς καταπελτικοῖς
βέλεσι καὶ τοῖς τόξοις καὶ τοῖς ἐκ χειρῶν λίθοις ἀπὸ τῶν τειχῶν γεν-
ναίως ἠμύνοντο, καὶ συχνοὺς τῶν βαρβάρων καθ' ἑκάστην ἀνήλισκον.
ἐπιτηρήσαντες δὲ καὶ πνεῦμα ἐπίφορον ἐπαφήκασι τὰς ἑαυτῶν τριήρεις
ταῖς ἐναντίαις, καὶ πολλὰς τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. πρὸς ἅπερ
ἀμηχανῶν ὁ βάρβαρος καὶ εἰδώς, ὡς ἔφεσις καὶ ἔρως χρημάτων πολλοὺς
παρασκευάζει καταφρονεῖν τοῦ θανάτου, ἀσπίδα μεγάλην πρὸ τοῦ
χάρακος θεὶς καὶ χρυσίου ταύτην πεπληρωκὼς τοῦτο γέρας ἔφη δώσειν
μετὰ καὶ παρθένων ἐπιλέκτων αἰχμαλωτίδων ἑκατόν, τῷ πρώτως ἐπι-
βάντι τοῦ τείχους καὶ τοῖς ὁμοφύλοις τὴν νίκην βραβεύσαντι. ὅπερ οἱ
ἐκ τῆς πόλεως θεασάμενοι, εὐθύς τε τὸν νοῦν τῶν πραττομένων κατα-
νοήσαντες, παρακλητικοῖς τε λόγοις καὶ διεγερτικοῖς πρὸς ἀλκὴν ἑαυτοὺς
παραθαρρύναντες, καὶ ὑφ' ἓν σύνθημα τὰς πύλας τῆς πόλεως ἀνοίξαν-
τες ἀνδρείως κατὰ τῶν βαρβάρων ἐξώρμησαν. καὶ κατὰ τὴν πρώτην
συμβολὴν καιρίαν δεξαμένου τοῦ ἀμηρᾶ πληγὴν καὶ πεσόντος, καὶ
πολλῶν ἄλλων σὺν αὐτῷ ἀναιρεθέντων, οἱ λοιποὶ ἐτράπησαν πρὸς
φυγήν. ἐπικειμένων δὲ τῶν διωκόντων μέχρι τῶν ὑπολοίπων νεῶν
κατεσφάττοντο, καὶ φόνος ἐγένετο τῶν βαρβάρων πολύς. οἱ δὲ περι-
λειφθέντες ὀλίγας πληρώσαντες τῶν νεῶν μετ' αἰσχύνης ἀπέφυγον πρὸς
τὰ ἴδια. καὶ ὁ μὲν ἐκ τῆς Ταρσοῦ στόλος τοιοῦτον ἔσχε τὸ πέρας.
[Bas1.30] Ἕτερος δὲ πάλιν ἀπὸ τῆς Κρήτης ἀντηγείρετο στόλος. Σαὴτ γὰρ
τοῦ Ἀπόχαψ ἀρχηγοῦ τῆς Κρήτης ὑπάρχοντος Φωτιός τις ἀνὴρ
πολεμιστὴς καὶ δραστήριος παρ' αὐτοῦ κατὰ Ῥωμαίων ἐστέλλετο μετὰ
ἑπτὰ καὶ εἴκοσι κουμπαρίων καὶ πλήθους μυοπαρώνων καὶ πεντηκον-
τόρων, ἃς δὴ γαλέας κατονομάζειν εἰώθασιν, ὃς ἐξορμήσας ἐκ Κρήτης
τὰς ἐν τῷ Αἰγαίῳ νήσους καὶ τὰς παραλίους κατεληΐζετο καὶ μέχρι τῆς
ἐν Ἑλλησπόντῳ Προικοννήσου κατέλαβε, τὰ παρατυχόντα ἀνδραποδι-
ζόμενός τε καὶ διαφθείρων. τούτῳ συναντήσας μετὰ τοῦ Ῥωμαϊκοῦ
στόλου ὁ πατρίκιος Νικήτας καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ὠορύ-
φας καὶ τοῦ Ῥωμαϊκοῦ στόλου κατάρχειν λαχὼν περὶ τὸ στόμα τοῦ
Αἰγαίου παρὰ τὴν Καρδίαν, καὶ μάχην καρτερὰν συστησάμενος, εὐθὺς
τὰ μὲν εἴκοσι τῶν Κρητικῶν σκαφῶν τῷ ὑγρῷ πυρὶ συγκατέφλεξε, καὶ
τοὺς ἐν αὐτοῖς βαρβάρους μάχαιρα καὶ πῦρ καὶ ὕδωρ διεμερίσαντο.
ὅσα δὲ τὸν ἐκ τῆς ναυμαχίας καὶ τὸν ἐκ τῆς θαλάσσης διέφυγον κίνδυνον,
φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο.
[Bas1.31] Ἀλλὰ καίπερ οὕτως δεινῶς θραυσθέντες οἱ Κρῆτες οὐκ ἠγάπη-
σαν ἠρεμεῖν, ἀλλὰ πάλιν τῶν κατὰ θάλασσαν ἀντείχοντο πραγμάτων
καὶ λῃστρίδας ἐξαρτυσάμενοι ναῦς τὴν Πελοπόννησον καὶ τὰς κάτω-
θεν αὐτῆς νήσους ἐλύπουν, τὸν ἄνωθεν ῥηθέντα Φώτιον ναύαρχον
ἔχοντες. ἐξορμᾷ καὶ κατὰ τούτων ὁ τοῦ Ῥωμαϊκοῦ στόλου ἐξηγούμενος
Νικήτας πατρίκιος ὁ Ὠορύφας, ἐπιφόρῳ δὲ καὶ αἰσίῳ χρησάμενος πνεύ-
ματι δι' ὀλίγων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον καὶ τῷ λιμένι
προσίσχει τῶν Κεγχρεῶν. μαθὼν δέ, ὅτι τὰ τῶν ἐχθρῶν σκάφη τὰ
δυτικώτερα μέρη Πελοποννήσου ληΐζεται, Μεθώνην καὶ Πύλον καὶ
Πάτρας καὶ τὰ προσεχῆ Κορίνθῳ χωρία, βουλὴν βουλεύεται συνετὴν
καὶ σοφήν. ἰλιγγιάσας γὰρ περιοδεῦσαι τὴν Πελοπόννησον διά τε
Ταινάρου καὶ Μαλεοῦ, καὶ χιλίων μιλίων μῆκος τηνάλλως ἀναμετρή-
σασθαι καὶ τοῦ προσήκοντος ὑστερῆσαι καιροῦ, ὡς εἶχεν, εὐθὺς ἐν νυκτὶ
διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ, πολυχειρίᾳ χρησάμενος, πρὸς τὴν
ἐκεῖθεν θάλασσαν κατὰ τὸ ξηρὸν διαβιβάζει τὰς ναῦς. ἐμβιβάσας τε
τὸν λαὸν ἐν αὐταῖς ἔργου εἴχετο. καὶ οὕτω μηδὲν πεπυσμένοις περὶ
αὐτοῦ τοῖς πολεμίοις αἰφνίδιον ἐπιτίθεται καὶ τῷ παρ' ἐλπίδας δέει
συγχέας καὶ συνταράξας αὐτῶν τοὺς λογισμοὺς οὐδὲ συστῆναι καὶ
ἀλκῆς μνησθῆναι συνεχώρησεν, ἀλλ' εὐθὺς ἰδεῖν πρὸς φυγήν. τὰς μὲν
οὖν πυρπολήσας, τὰς δὲ καταποντώσας τῶν πολεμίων νεῶν, καὶ τῶν
βαρβάρων τοὺς μὲν ἀνελὼν τῷ ξίφει, τοὺς δὲ ὑποβρυχίους τῷ βυθῷ
ποιησάμενος, καὶ τὸν τῶν νεῶν ἀρχηγὸν ἀνελών, τοὺς λοιποὺς δια-
σκεδασθῆναι κατὰ τὴν νῆσον ἠνάγκασεν. αὐτὸς δὲ σαγηνεύων ὕστερον
καὶ ζωγρῶν διαφόροις τιμωρίαις ὑπέβαλλε, τοὺς μὲν τὴν τῆς σαρκὸς
δορὰν ἀφαιρούμενος, καὶ μᾶλλον τοὺς ἀρνησαμένους τὸ βάπτισμα τοῦ
Χριστοῦ, τοῦτο παρ' αὐτῶν ἀφαιρεῖσθαι λέγων καὶ οὐδὲν ἴδιον, ἐκ δὲ
τῶν ἱμάντας ἀπὸ τοῦ ἰνίου ἄχρι τῶν σφυρῶν μετ' ὀδύνης ἐξέλκων,
ἄλλους σχοινίοις αἰωρῶν, εἶτα πρὸς λέβητας πίσσης καχλαζούσης
μεστοὺς καθιμῶν, καὶ ἄλλους παντοίαις ἄλλαις κακῶν καθυποβάλλων
ἰδέαις. καὶ ταῦτα διαπραξάμενος δέος εἰς αὐτοὺς ἐνέβαλε, καὶ ὀκνηροτέ-
ρους ἐποίησε, μὴ κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐκστρατείας ἐκπέμπειν.
[Bas1.32] Καὶ ἄλλη δὲ δύναμις ναυτικὴ ἀπὸ τῆς ἑσπέρας ὥσπερ τις λαῖ-
λαψ ἢ καταιγὶς κατὰ τῆς Ῥωμανίας ἐπήλασεν. ὁ γὰρ τῆς Ἀφρικῆς
ἡγεμὼν παμμεγέθεις ναῦς ἑξήκοντα τὸν ἀριθμὸν κατασκευασάμενος
κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐξώρμησε καὶ τὰ μεταξὺ ληϊζόμενος
καὶ πολλὰ σώματα λαμβάνων αἰχμάλωτα ἄχρι Κεφαληνίας καὶ Ζα-
κύνθου τῶν νήσων ἀφίκετο. εὐθὺς οὖν ὁ μετὰ τὸν Νικήταν τῶν ναυτι-
κῶν κατάρχων δυνάμεων (Νάσαρ δὲ οὗτος ἦν) μετὰ δυνάμεως ἐκπέμ-
πεται ἁδρᾶς τριήρων καὶ ἄλλων νεῶν ταχυναυτουσῶν. σύντομον δὲ
τὸν ἔκπλουν ποιησάμενος οὗτος καὶ οὐρίῳ χρησάμενος πνεύματι δι'
ὀλίγου χρόνου τὴν Μεθώνην κατέλαβε. θᾶττον δὲ ἐπιθέσθαι τοῖς πολε-
μίοις διεκωλύθη ἀπὸ τοιαύτης αἰτίας. τῶν γὰρ ἐρετῶν οὐκ ὀλίγοι πρὸς
τὸν κίνδυνον ἀποδειλιάσαντες κατ' ὀλίγους λαθραίως ἀπέφευγον. ὧν
τῇ λειποταξίᾳ τὸ προσῆκον τάχος ἀφῃρέθη ὁ στρατηγός. οὐ γὰρ
ἔκρινε δέον ἐμφρόνως κεκενωμένων αὐτοῦ τῶν σκαφῶν ἐπελθεῖν τοῖς
ἐχθροῖς. μηνύει δὲ τὸ συμβὰν διὰ ταχυδρόμου τῷ βασιλεῖ. ὁ δὲ καὶ λόγου
θᾶττον τοὺς λειποτάκτας ἐζώγρησε καὶ ποινὴν εἰς ἐκφόβησιν τῶν
λοιπῶν τῷ δοκεῖν ἐπιτίθησι, κελεύσας νυκτὸς ἄνδρας τριάκοντα τὸν
ἀριθμὸν ἀπὸ τῶν ἐν τῷ πραιτωρίῳ κατεχομένων Σαρακηνῶν ἀφελέσθαι
τούτων τε ἀσβόλῃ τὰ πρόσωπα ἀλλοιῶσαι, κἀν τῷ ἱπποδρόμῳ τε
ἀγαγεῖν, διὰ μαστίγων τε ἐπεξελθεῖν καὶ ἀτίμως ἐκπεμφθῆναι εἰς Πελο-
πόννησον, ὡς τάχα πρωτουργοὺς τῆς φυγῆς, κἀκεῖσε ἀναιρεθῆναι,
ὅθεν δὴ καὶ πεφεύγασιν. ὃ δὴ καὶ γέγονε, καὶ ἀνεσκολοπίσθησαν οἱ
τριάκοντα Σαρακηνοί, ὡς δῆθεν οἱ λειποτάκται. καὶ φόβος ἐγένετο μέγας
εἰς πάντα τὸν Ῥωμαϊκὸν στόλον, καὶ πᾶσαν μαλακίαν ἀπέθεντο καὶ
τρυφήν, καὶ ἄγειν ταχέως πρὸς τοὺς πολεμίους παρεκάλουν τὸν ἡγεμόνα.
[Bas1.33] Ἐν τούτοις δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατιᾶς ἀπὸ τῶν ἐκ
Πελοποννήσου στρατιωτῶν ἀναπληρώσας καὶ τὸν στρατηγὸν τοῦ
τόπου συνεργὸν προσλαβόμενος πρὸς ἐπίθεσιν εὐτρεπίζεται. τῶν δὲ
Σαρακηνῶν κατωφρυωμένων ἤδη καὶ πολλὴν δειλίαν καταγνόντων
[Bas1.33.5] τοῦ Ῥωμαϊκοῦ στόλου διὰ τὴν πρόσθεν ἀργίαν, καὶ ἐπ' ἀδείας πολλῆς
ἐξερχομένων ἀπὸ τῶν οἰκείων νεῶν καὶ τὰ προσπίπτοντα ληϊζομένων,
ἐξαίφνης πλησίον αὐτῶν ἐφάνη ὁ τῶν Ῥωμαίων ναύαρχος καὶ σύνθημα
δοὺς ἐπιτίθεται τοῖς πολεμίοις ἀπροόπτως ἐν τῇ νυκτί. καὶ μήτε συστῆναι,
μήτε πρὸς ἀλκὴν τραπῆναι σχόντες καιρὸν ἀκλεῶς ἀπεσφάττοντο, καὶ
αἱ νῆες πυρὶ μετὰ τῶν ἐπιβατῶν παρεδίδοντο. τὰς δὲ ληφθείσας ἀσινεῖς
ὥσπερ ἀνάθημά τι ὁ στρατηγὸς Νάσαρ δίδωσι τῷ θεῷ, τῇ κατὰ Με-
θώνην ἐκκλησίᾳ αὐτὰς ἀποχαρισάμενος. ὃν ἐπὶ τοῖς πεπραγμένοις
ἐπαινέσας ὁ βασιλεὺς προσωτέρω χωρεῖν ἐκελεύετο. ἐπὶ τοῖς προτέροις
οὖν προτερήμασι προθύμου τοῦ στρατοῦ τυγχάνοντος διαπεραιοῦται
πρὸς Σικελίαν καὶ τὰς ἐνταῦθα πόλεις, ὅσαι τοῖς Καρχηδονίοις ὑπῆρχον
ὑπόφοροι, ἐπιὼν ἐπόρθει καὶ κατεστρέφετο, καὶ φορτηγῶν νεῶν παμ-
πόλλων ἐκράτησεν, ὧν ὁ φόρτος ἄλλα τε ἦν πολλὰ τῶν τιμιωτέρων
καὶ δὴ καὶ ἔλαιον δαψιλές. ἐς τοσοῦτον δέ φασιν εὔωνον τότε γενέσθαι
τὸ ἔλαιον, ὥστε ὀβολοῦ τὴν λίτραν πιπράσκεσθαι. περαιωθεὶς δὲ καὶ
πρὸς τὰ τῆς Ἰταλίας μέρη ὁ αὐτὸς στόλος καὶ ταῖς ἐκεῖσε ἱππικαῖς
Ῥωμαϊκαῖς δυνάμεσιν ἑνωθείς, ὧν Προκόπιος ἡγεῖτο ὁ τοῦ βασιλέως
πρωτοβεστιάριος καὶ Λέων πατρίκιος ὁ Θρᾳκῶν καὶ Μακεδόνων ἀρχη-
γέτης, ὃν Ἀποστύπην ἐκάλουν, ἀξιέπαινα ἔργα εἰργάσατο. τόν τε γὰρ
ἐξ Ἀφρικῆς πάλιν ἐξελθόντα στόλον ἐν τῇ νήσῳ ταῖς Στήλαις συγκυρή-
σας κατεπολέμησε καὶ τὰ ὑπὸ τῶν Ἀγαρηνῶν κατεχόμενα φρούρια ἔν
τε Καλαβρίᾳ καὶ Λογγιβαρδίᾳ πλὴν ὀλίγων τῆς βαρβαρικῆς χειρὸς
ἠλευθέρωσε καὶ τῇ Ῥωμαϊκῇ ἐξουσίᾳ ἐπανεσώσατο. καὶ ὁ μὲν Νάσαρ
καὶ ὁ μετ' αὐτοῦ Ῥωμαϊκὸς στόλος τοιούτων τροπαίων εὐμοίρησεν ἐκ
θεοῦ καὶ μετὰ πολλῶν λαφύρων καὶ νικητικῶν στεφάνων ἐπανῆλθε
πρὸς βασιλέα.
[Bas1.34] Αἱ δὲ κατὰ Λογγιβαρδίαν πεζικαὶ δυνάμεις οὐ πάντῃ τὴν
βάσκανον διέφυγον νέμεσιν, ἀλλ' ἔργα μὲν ἀνδρικὰ καὶ λαμπρὰ διεπρά-
ξαντο, ἐξ ἔριδος δὲ καὶ φιλονεικίας κατ' αὐτὸν συμπεσούσης τὸν ἀγῶνα
ἀπολωλέναι συνέβη τὸν μείζονα στρατηγόν. τοῦ γὰρ Λέοντος κατά τι
διενεχθέντος πρὸς τὸν Προκόπιον καὶ πρὸ τοῦ διαλλαγῆναι συμβολῆς
γενομένης πρὸς τοὺς ἐχθρούς, συνέβη τὸν μὲν Ἀποστύπην μετὰ τῶν
Θρᾳκῶν καὶ Μακεδόνων κατὰ τὸ δεξιὸν μέρος ἀγωνιζόμενον κρατεῖν
τῶν ἐχθρῶν καὶ πολὺν φόνον ἐργάζεσθαι τῶν Σαρακηνῶν, κατὰ
θάτερον δὲ τὸν Προκόπιον ἀντιταττόμενον, μετὰ τῶν Σκλαβηνῶν καὶ
δυτικῶν ὑπὸ τῶν ἐναντίων πιέζεσθαι. μὴ πεμφθείσης δὲ παρὰ τοῦ
συστρατήγου βοηθείας τῷ πονοῦντι διὰ τὴν προηγησαμένην φιλονει-
κίαν, ἐνέκλινε πρὸς τροπὴν τὸ κατὰ τὸν Προκόπιον μέρος, καὶ αὐτὸς
ἐκεῖνος ἀπεσφάγη ἡρωϊκῶς ἀγωνισάμενος καὶ κατ' αὐτὸν τὸν ἀγῶνα
πεσών. ὁ δὲ Λέων θέλων τι καὶ ἕτερον ἀπεργάσασθαι λαμπρὸν καὶ τὸ
ἐκ τῆς ἔριδος συσκιάσαι συμβὰν ἀτύχημα, τὸ οἰκεῖον στράτευμα λαβὼν
καὶ τοὺς διασωθέντας ἐκ τῆς τροπῆς τῶν ταττομένων ὑπὸ τὸν Προκό-
πιον συμπαραλαβών, τὸ Τάραντος κάστρον ἔτι παρὰ τῶν Ἀγαρηνῶν
κατεχόμενον ἐξεπολιόρκησε καὶ πάντα τὸν ἐν αὐτῷ λαὸν ἐξηνδραπο-
δίσατο, ἐξ ὧν τό τε στρατιωτικὸν ὠφέλησεν ἀποχρώντως καὶ τῷ βα-
σιλεῖ προσήγαγε λάφυρα. ἀλλ' οὐκ ἐξιλέωσεν ἐν τούτοις τὸν βασιλέα,
ἀλλὰ μαθὼν τὴν αἰτίαν τῆς τοῦ Προκοπίου σφαγῆς τῆς τε ἀρχῆς τοῦτον
παρέλυσε καὶ ἐξόριστον κατὰ τὸ Κοτυάειον, ἔνθα τὴν οἴκησιν εἶχε,
παρέπεμψε.
[Bas1.35] Βαϊάνου δὲ τοῦ πρώτου τῶν ἱπποκόμων αὐτοῦ καί τινων
ἄλλων τῶν ἐξυπηρετησαμένων αὐτῷ γραφὴν καθοσιώσεως ἐνστησα-
μένων κατ' αὐτοῦ, μαθόντες τοῦτο Βάρδας καὶ Δαβὶδ οἱ παῖδες αὐτοῦ
τὸν μὲν Βαϊάνον ἀναιροῦσι, φοβηθέντες δὲ τὴν ἐκ βασιλέως ὀργὴν διὰ
τὸ τόλμημα, ἀνειληφότες καὶ τὸν σφῶν πατέρα, ὥρμησαν πρὸς Συρίαν
φυγεῖν. ὅπερ πυθόμενος ὁ βασιλεὺς ἀπέστειλε τὸν τῆς ἑταιρείας ἄρχοντα
μετὰ καί τινων στρατιωτῶν, ἐντειλάμενος καταταχῆσαι καὶ κατασχεῖν
αὐτούς. οἳ δὴ καὶ ἐπισπεύσαντες καταλαμβάνουσιν αὐτοὺς ἐν Καππα-
δοκίᾳ συντόνως τὴν ἐπὶ Συρίαν ἐλαύνοντας. μέλλοντες δὲ κωλῦσαι
τούτους προσωτέρω χωρεῖν εὗρον ἀνθισταμένους. καὶ συμπληγάδος
γενομένης οἱ μὲν δύο παῖδες αὐτοῦ μαχόμενοι πίπτουσιν, αὐτὸς δὲ
ζωγρίᾳ ληφθεὶς ἤχθη πρὸς βασιλέα καὶ τοῖς νόμοις ἐξεδόθη. καταψη-
φισθεὶς οὖν ἐξεκόπη τὸν ἕνα τῶν ὀφθαλμῶν, ἀφῃρέθη δὲ καὶ τὴν μίαν
τῶν χειρῶν, καὶ τὸ λοιπὸν ἐν μεσημβρίᾳ ἐξόριστος κατεγήρασεν.
[Bas1.36] Ἐν ᾧ δ' οὕτω κατὰ τὴν ἑσπέραν διὰ τῶν στρατηγῶν τῷ
βασιλεῖ κατεπράττετο, οἱ ἐκ μεσημβρίας Ἄραβες σχολάζειν τὸν βασι-
λέα νομίσαντες ἀνεθάρσησαν καὶ πάλιν τῶν κατὰ θάλασσαν ἅπτεσθαι
πραγμάτων διέγνωσαν. ναῦς οὖν τεκτηνάμενοι κατά τε τὴν Αἴγυπτον
καὶ τὰς ἐν Φοινίκῃ καὶ Συρίᾳ παραλίους πόλεις κατὰ Ῥωμαίων ἐκστρα-
τεύειν διενοοῦντο, σκοποὺς πέμψαντες πρότερον, ἐφ' ᾧ μαθεῖν, πῶς
ἔχει τὰ βασιλέως. οὐδ' ἀλαοσκοπίην εἶχεν ὁ βασιλεύς, ἀλλὰ πάντα
διέγνωστο αὐτῷ τὰ ἐν Συρίᾳ πραττόμενα. ναυπηγήσας οὖν καὶ αὐτὸς
στόλον ἀξιόμαχον συνεῖχεν ἐν τῇ βασιλίδι καὶ τὸ μέλλον ἐκαραδόκει.
ἵνα δὲ μὴ ἀργὸς ὑπάρχων ὁ στόλος ἄτακτος γίνοιτο (τίκτει γὰρ κατὰ
τὸν ποιητὴν οὐδὲν ἐσθλὸν εἰκαία σχολή), ἐν τῇ ἀνοικοδομῇ τοῦ κατὰ
τὴν βασίλειον αὐλὴν ἐγειρομένου τότε ναοῦ εἰς ὄνομα τοῦ σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀρχιστρατήγων καὶ Ἠλιοῦ τοῦ Θεσβί-
του διωρίσατο αὐτοὺς ὑπουργεῖν, ἑτοίμους ὄντας, ἵν', ὅταν ὑπερκύψῃ
τῶν ὁρίων Συρίας ὁ στόλος, ἐμπαρασκεύους αὐτοὺς ἀποσταλῆναι πρὸς
τὴν ἐκείνων ἀντιπαράταξιν. καὶ ὁ μὲν βασιλεὺς ᾠκονομήσατο οὕτως.
ὁ δὲ τῶν Σαρακηνῶν σκοπὸς καταλαβὼν τὴν βασιλίδα καὶ πάντα
εὐτρεπῆ κατιδὼν ἐπανελθὼν πρὸς τοὺς πέμψαντας, ὅσα εἶδεν, ἀπήγγει-
λεν. οἱ δὲ καταπτήξαντες τὴν ἡσυχίαν ἠγάπησαν.
[Bas1.37] Καρχηδόνιοι δὲ πάλιν διὰ τὰς προηγησαμένας ἥττας δεδιότες,
μή πως Ῥωμαϊκὸς στόλος κατὰ τῆς αὐτῶν ἐκπεμφθῇ χώρας, ναῦς
ἱκανὰς ἐτεκτήναντο. ἦρος δὲ ἐπιλάμποντος, ὡς οὐδεμίαν δύναμιν ἐκ
βασιλέως ἐκπεμφθεῖσαν ἐμάνθανον, ὑποτοπήσαντες πρὸς ἄλλους ἄσχολον
εἶναι τὸν βασιλέα ἐκστρατεύουσι κατὰ Σικελίας, καὶ δὴ πρὸς τὴν πόλιν
τὰς Συρακούσας προσσχόντες ταύτην ἐπολιόρκουν, καὶ τὰ ἐκτὸς ἐδῄουν
τῆς χώρας καὶ ἐληΐζοντο. τοῦ δὲ στρατηγοῦ τῆς Σικελίας δῆλα ταῦτα
θέντος τῷ βασιλεῖ, εὐθέως ἡ προευτρεπισθεῖσα ναυτικὴ δύναμις κἀν
τῇ κτίσει τοῦ ναοῦ προσεδρεύουσα πρὸς Σικελίαν ἐκπέμπεται, Ἀδρια-
νὸν τὸν πατρίκιον ἔχουσα ναύαρχον. ὃς τῆς βασιλίδος ἀπάρας, μὴ
εὐθυπλοῶν δέ, μόλις κατῆλθεν εἰς Πελοπόννησον, κατὰ δὲ τὴν Μονεμ-
βασίαν ἐν τῷ καλουμένῳ λιμένι τοῦ Ἱέρακος προσορμίσας ἐπίφορον
ἐξεδέχετο πνεῦμα. ἐπὶ πολὺ δὲ χρονοτριβοῦντος αὐτοῦ κατὰ τὸν εἰρη-
μένον λιμένα, καὶ μὴ βουλομένου κατὰ τὰς νηνεμίας εἰρησίᾳ χρῆσθαι,
μηδὲ πρὸς ἐναντίον παραβάλλεσθαι κῦμα, τῶν Ἀγαρηνῶν σφοδρό-
τερον ἐπικειμένων τῇ πολιορκίᾳ, συνέβη τὴν πόλιν ἁλῶναι καὶ τῶν
ἐν αὐτῇ φόνον γενέσθαι πολύν, τοὺς δὲ λοιποὺς αἰχμαλωτισθῆναι, κατα-
σκαφῆναι δὲ καὶ τὴν πόλιν, καὶ τοὺς ἐν αὐτῇ πυρποληθῆναι θείους
ναούς, περιβόητον καὶ λαμπρὰν μέχρι τοῦδε γενομένην καὶ πολλοὺς
βαρβαρικοὺς ἀποσεισαμένην πολέμους, ἐν ἀκαρεῖ δὲ χρόνου πᾶσαν
ἀποβεβληκυῖαν τὴν εὔκλειαν. τοῦ δὲ συμβάντος αἴσθησιν ἔλαβεν ὁ
Ἀδριανὸς τοῦτον τὸν τρόπον. τόπος ἐστὶ κατὰ τὴν Πελοπόννησον
Ἔλος προσαγορευόμενος, διὰ τὸ συνηρεφὲς τῆς ἐκεῖσε ὕλης ταύτην
λαχὼν τὴν προσωνυμίαν. ἐν τούτῳ τὸ τῶν Ῥωμαίων ηὐλίζετο ναυτι-
[Bas1.37.25] κόν. μιᾷ γοῦν τῶν νυκτῶν τῶν ἐκεῖσε ἐγκατοικούντων δαιμόνων πρὸς
ἀλλήλους διαλεγομένων ἤκουσαν οἱ νομεῖς, ὡς ἑάλω τὴν χθὲς ἡμέραν
Συράκουσα καὶ κατάσκαπται. ἐξ ἑτέρου δὲ πρὸς ἕτερον διαπορθμευο-
μένου τοῦ λόγου ἔφθασε καὶ πρὸς Ἀδριανὸν τὸ διήγημα. ὁ δὲ τοὺς
ποιμένας μετακαλεσάμενος καὶ πολυπραγμονήσας εὗρε τὰ ἀκουσθέντα
τοῖς ἐκείνων ἐπιβεβαιούμενα λόγοις. βουληθεὶς δὲ καὶ αὐτήκοος γενέσθαι
μετὰ τῶν ποιμένων ἐν τῷ τόπῳ γενόμενος καὶ δι' αὐτῶν ἐρώτησιν
τοῖς δαίμοσι προσαγηοχὼς ἤκουσεν, ὡς ἤδη ἑάλω Συράκουσα. ἀδη-
μονίᾳ δὲ καὶ λύπῃ ληφθεὶς πάλιν ἀνέφερε καὶ παρεμυθεῖτο ἑαυτόν, μὴ
χρῆναι πιστεύειν κρίνων λόγοις δαιμονίων ἀπατηλοῖς. ἐσημειώσατο
δὲ τέως τὴν ἡμέραν. καὶ μετὰ δεκάτην ἧκον αὐτάγγελοι τῶν φυγάδων
τὸ γεγονὸς ἀτύχημα διηγούμενοι. ἀφ' ὧν πληροφορηθεὶς ὁ Ἀδριανὸς
εὐθὺς ἀνεζεύγνυ, καὶ τὴν βασιλίδα ταχέως μετὰ τοῦ στόλου καταλαμ-
βάνει, καὶ τῇ μεγάλῃ ἐκκλησίᾳ ἱκέτης προσέφυγεν. ἀλλ' οὐδὲν αὐτὸν
εἰς παντελῆ ἀποφυγὴν ὤνησεν ἡ καταφυγή. ἐκεῖθεν γὰρ ἀποσπασθεὶς
ἐξωρίσθη. ἀποστέλλεται δὲ Στέφανος ὁ τὴν προσηγορίαν Μαξέντιος ὁ
Καππαδόκης μετά τε Θρᾳκῶν καὶ Μακεδόνων καὶ Καππαδοκῶν ἐπιλέ-
κτων στρατηγὸς Λογγιβαρδίας. καὶ ταύτην καταλαβὼν καὶ διὰ ἀνανδρίαν
καὶ τρυφὴν μηδὲν ἄξιον λόγου διαπραξάμενος παραλύεται τῆς ἀρχῆς.
[Bas1.38] Ἀποστέλλεται δὲ ἀντ' αὐτοῦ Νικηφόρος ὁ κατὰ τὸν Φωκᾶν
προσαγορευόμενος, ἀνὴρ γενναῖός τε καὶ δραστήριος. ἐπήγετο δὲ μεθ'
ἑαυτοῦ δύναμίν τε ἱκανὴν καὶ τάγμα Μανιχαίων, ἔξαρχον ἔχον τὸν τοῦ
Χρυσόχειρος ἐκεῖνον Διακονίτζην. καταλαβὼν οὖν τὸν τόπον καὶ ταῖς
μετὰ τοῦ Στεφάνου δυνάμεσιν ἑνωθεὶς πολλὰ καὶ ἀξιέπαινα κατὰ τῶν
Σαρακηνῶν ἐστήσατο τρόπαια. πρῶτον μὲν γὰρ ἀντιταξαμένους
ἐτρέψατο τοὺς ἐχθρούς, ἐχειρώσατο δὲ μετὰ ταῦτα καὶ τὴν πόλιν Ἀμαντίαν
καὶ τὰς Τρόπας καὶ τὴν ἁγίαν Σεβηρίνην, καὶ μάχαις ἄλλαις πολλαῖς καὶ
ἀντιπαρατάξεσι κατηγωνίσατο τοὺς ἀντιπάλους. καὶ τὰ μὲν ἐν τοῖς
καιροῖς τοῦ Βασιλείου γεγονότα πολεμικὰ ἔργα τοιαῦτά τε καὶ τοσαῦτα.
[Bas1.39] Ὁ δὲ τὸν μέγιστον ἐν μάρτυσι Διομήδην κειμηλίοις πολυτι-
μοτάτοις καὶ ἀναθήμασι λαμπροῖς λαμπρῶς κατεκόσμησε καὶ κτημάτων
ἐπιδόσει εὐπροσόδων ἐφιλοτιμήσατο καὶ παντοίως ὑπερῆρε καὶ κατεπλού-
τισε.
[Bas1.40] Καὶ τῆς Δανιηλίδος τὸν υἱόν, ὃν ἀδελφότητος συνδέσμῳ πνευ-
ματικῆς ᾠκειώσατο, τῷ τῶν πρωτοσπαθαρίων ἐτίμησεν ἀξιώματι καὶ
παρρησίας μεγίστης μετέδωκε. καὶ Δανιηλίδα τὴν γραῦν πρὸς ἑαυτὸν
μετεστείλατο. ἥτις, ἐπεὶ μὴ οἵα τε ἦν ἔποχος ἵππῳ γενέσθαι, ἐπὶ σκίμπο-
δος ἑαυτὴν ἀνακλίνασα καὶ τριακοσίους τῶν οἰκετῶν ἀπολέξασα νέους
καὶ ἰσχυροὺς βασταζομένη τῆς πορείας εἴχετο, ἀμοιβαδὸν αἰρόντων τὸν
σκίμποδα. καταλαβοῦσα δὲ τὴν βασιλίδα τῶν πόλεων, δοχῆς γενομένης,
ὡς ἔθος, ἐν τῇ Μαγναύρᾳ, εἰσήχθη πρὸς βασιλέα ἐντίμως, εἰσαγαγοῦσα
καὶ δῶρα πολυτελῆ· ὧν ἕκαστον διεξιέναι ἀπειροκαλίας γραφὴν παρεισά-
γει. ἀποδεχθεῖσα δὲ ἀναλόγως τῆς προθυμίας καὶ ἐνδιατρίψασα κατὰ
τὴν βασιλίδα, ἐφ' ὅσον αὐτῇ φίλον ἦν, πρὸς τὴν οἰκείαν χώραν ἀνθυ-
πενόστησε. συνέβη δ' αὐτὴν καὶ πάλιν εἰσελθεῖν εἰς τὴν βασιλίδα. τοῦ
γὰρ βασιλέως ἀποθανόντος καὶ τὴν ἀρχὴν τοῦ υἱοῦ αὐτοῦ Λέοντος
διαδεξαμένου εἰσῆλθε πάλιν ἡ γραῦς μεθ' ὁμοίων τῶν δώρων, καὶ τοῦτον
ἀσπασαμένη καὶ κληρονόμον τῆς ὑπάρξεως γράψασα κατελθοῦσα εἰς τὰ
ἴδια μετὰ μικρὸν ἐτελεύτησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον.
[Bas1.41] Βασίλειος δὲ ὁ βασιλεὺς καὶ τῶν θείων ναῶν πολλοὺς ὑπὸ τῶν
προηγησαμένων κλόνων διαρραγέντας τε καὶ κατασεισθέντας, τινὰς δὲ
καὶ τελέως καταβληθέντας, ἐπιμελείας ἠξίωσε, τοὺς μὲν ἐκ καινῆς ἀναστή-
σας, τοῖς δὲ τὴν ἀσθένειαν ἐπιρρώσας, τοῖς δὲ κάλλος καὶ ὡραιότητα
χαρισάμενος. πρῶτον μὲν γὰρ τῆς τοῦ θεοῦ μεγάλης σοφίας τὴν πρὸς
δύσιν ἁψῖδα τὴν μεγάλην τε καὶ μετάρσιον εἰς πολλὰ διαρραγεῖσαν καὶ
πεσεῖν κινδυνεύουσαν ἐμπειρίᾳ τεχνιτῶν περισφίγξας ἀσφαλῆ καὶ μόνιμον
ἀπειργάσατο. ἐν ᾗ καὶ τὴν τῆς θεομήτορος εἰκόνα βρέφος ἠγκαλισμένην
ἀνιστόρησε, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων
παρ' ἑκάτερα ἀνεστήλωσε. καὶ τὰ λοιπὰ δὲ ῥήγματα καὶ τὰ σαθρώματα
τῶν τοίχων ἐπηνωρθώσατο. παρεμυθήσατο δὲ καὶ τὰς προσόδους
ἐλαττωθείσας, ἐνδείᾳ ἐλαίου τῶν ἱερῶν λύχνων ἀποσβεσθῆναι κινδυνευόν-
των, δωρεᾷ μεγίστου κτήματος, ὃ προσαγορεύεται Μάνταια, τοῖς τε
λύχνοις τὸ φῶς ἄσβεστον ἐχορήγησε καὶ τοῖς ὑμνοπόλοις τοῦ θείου ναοῦ
δαψιλέστερον χορηγεῖσθαι ἐποίησε τὰ ὀψώνια ἐκ τῆς προσόδου τοῦ
κτήματος.
καὶ τὸν θεῖον δὲ τῶν ἁγίων μαρτύρων Σεργίου καὶ Βάκχου νεών, τῆς προτέρας
εὐπρεπείας διαπεσόντα, οἷα τῶν ἐν αὐτῷ ἱερῶν εἰκόνων ἀποξεσθεισῶν, ἐξ ὅτου
Ἰωάννης πατριάρχης ἐγεγόνει, ὁ τὴν ἡγουμενείαν τῶν ἐν αὐτῷ διενεγκὼν μο-
ναχῶν, ἐπὶ Θεοφίλου τοῦ πάλαι βασιλεύσαντος, ὑπομνήσει Ἰγνατίου τοῦ ἡγια-
σμένου πατριάρχου ἱεραῖς εἰκόσι κατεκόσμησε, περιποιησάμενος καὶ τἆλλα τὰ
περὶ τοῦτον σαθρώματα. τοῦτον καλοῦσι μὲν τοῦ Ὁρμίσδου, ἐδομήθη δὲ ἐκ καινῆς κατὰ
τὸ σχῆμα τῆς μεγάλης ἐκκλησίας ὑπὸ Ἰουστινιανοῦ τοῦ μεγάλου, καθὼς ἡ ἐν τῇ στεφάνῃ
τῆς τοιαύτης ἐκκλησίας ἐπιγραφὴ μαρτυρεῖ, ἔχουσα οὕτως:
ἄλλοι μὲν βασιλῆες ἐτιμήσαντο θανόντας
ἀνέρας, ὧν ἀνόνητος ἔην πόνος. ἡμέτερος δὲ
εὐσεβείην σκηπτοῦχος Ἰουστινιανὸς ἀέξων
Σέργιον αἰγλήεντι δόμῳ θεράποντα γεραίρει
Χριστοῦ παμμεδέοντος, τὸν οὐ πυρὸς ἀτμὸς ἀνάπτων,
οὐ ξίφος, οὐχ ἑτέρη βασάνων ἐτάραξεν ἀνάγκη,
ἀλλὰ θεοῦ τέτληκεν ὑπὲρ Χριστοῖο δαμῆναι,
αἵματι κερδαίνων δόμον οὐρανόν. ἀλλ' ἐνὶ πᾶσι
κοιρανίην βασιλῆος ἀκοιμήτοιο φυλάξοι,
καὶ κράτος αὐξήσειε θεοστεφέος Θεοδώρης,
ἧς νόος εὐσεβείῃ φαιδρύνεται, ἧς πόνος αἰεὶ
ἀκτεάνων θρεπτῆρες ἀφειδέες εἰσὶν ἀγῶνες.
καὶ τὸν θεῖον δὲ τῶν ἀποστόλων ναὸν τῆς προτέρας εὐπρεπείας δια-
πεσόντα ἐρείσμασι καὶ ταῖς τῶν πεπονηκότων βοηθείαις κατοχυρώσας
θῆκε νέον ἡβώοντα κατὰ τὴν ποίησιν. καὶ τὸν ἐν τῇ Πηγῇ δὲ τῆς θεο-
τόκου ναὸν τὸ ἀρχαῖον ἀποβαλόντα κάλλος ἀνενεώσατο. καὶ τὸν
ἕτερον τῆς θεοτόκου ναόν, ὃς τὸ Σίγμα κατονομάζεται, τέλεον ὑπὸ
σεισμοῦ καταπεσόντα ἐκ βάθρων ἀνῳκοδόμησε καὶ ἑδραῖον καὶ ὡραιό-
τατον ἢ πρότερον ἀπειργάσατο. καὶ τὸν ἐν Αὐρηλιαναῖς Στεφάνου
τοῦ πρωτομάρτυρος ἄχρις ἐδάφους καταπεσόντα ἐκ θεμελίων ἀνήγειρε. καὶ
τοὺς δύο δὲ τοῦ βαπτιστοῦ σηκοὺς ἔν τε τῇ Στροβιλαίᾳ καὶ Μακεδονιαναῖς,
τὸν μὲν ἐκ βάθρων, τοῦ δὲ τὸ πλεῖστον ἀνῳκοδόμησε. καὶ τὸν τοῦ ἀποστό-
λου δὲ Φιλίππου, καὶ τὸν πρὸς ἑσπέραν αὐτοῦ κείμενον τοῦ εὐαγγελιστοῦ
Λουκᾶ, πτῶμα πεσόντας δεινὸν ἐκ βάθρων ἀνέκτισεν. ἐπεποιήσατο δὲ
καὶ τὸ μέγα τέμενος Μωκίου τοῦ μάρτυρος καὶ τὸ ἄδυτον τούτου κατα-
βληθὲν ἄχρι γῆς, ὡς καὶ τὴν ἱερὰν κατεάξαι τράπεζαν, ἐπιμελείας ἠξίωσε καὶ
τοῦ πτώματος ἤγειρε. καὶ τὸν πλησιάζοντα δὲ τούτῳ Ἀνδρέου τοῦ πρωτο-
κλήτου ναὸν πεσόντα εἰς τὸ ἀρχαῖον κάλλος ἀνήγαγε. καὶ τὸν τοῦ ἁγίου
Ῥωμανοῦ καὶ τὸν τῆς ἁγίας Ἄννης ἐν τῷ Δευτέρῳ καὶ τὸν τοῦ μεγα-
λομάρτυρος Δημητρίου καὶ τὸν τοῦ μάρτυρος Αἰμιλιανοῦ τὸν ἐν τῇ
Ῥάβδῳ ἐκ παλαιῶν νέους εἰργάσατο. ἐπὶ τούτοις καὶ τὸν τοῦ ἁγίου
Ναζαρίου καταπεσόντα ἀνέστησε. κἀν τοῖς ἐμβόλοις τοῦ Δομνίνου τὸν
τῆς Χριστοῦ ἀναστάσεως καὶ Ἀναστασίας τῆς μάρτυρος περικαλλῆ
ναὸν ἐπισκευάσας ἐλάμπρυνε, λιθίνην ἀντὶ ξυλίνης τὴν ὀροφὴν ἐργασά-
[Bas1.41.59] μενος. καὶ Πλάτωνος τοῦ μεγάλου ἐν μάρτυσι πεσόντα ἀνέστησε, καὶ τὸν
ἐγγίζοντα τούτῳ τῶν καλλινίκων μαρτύρων ναὸν Ἑσπέρου τε καὶ Ζωῆς
ἐπεποιήσατο. καὶ τὸν τοῦ μάρτυρος Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ
πτῶσιν ἀπειλοῦντα ἐπισκευάσας τοῦ πτώματος ἥρπασε. παραπλησίως
καὶ τὸν τοῦ προφήτου Ἠλιοῦ κατὰ τὸ Πετρίον λαμπρῶς ἀνεκτήσατο.
ἀνήγειρε δὲ καὶ ἐκ καινῆς ἐν ταῖς βασιλείοις αὐλαῖς εἰς ὄνομα τοῦ δεσπότου
Χριστοῦ καὶ τοῦ πρώτου τῶν ἀγγέλων Μιχαὴλ καὶ Ἠλιοῦ τοῦ προφή-
του. ἔτι δὲ καὶ τῆς θεομήτορος καὶ Νικολάου τοῦ περιωνύμου ἐν ἱεράρχαις
τὸν περικαλλῆ τουτονὶ ναόν, ὃν Νέαν ἐκκλησίαν κατονομάζουσιν, εἰς
εὐπρέπειαν καὶ κάλλος καὶ ὡραιότητα μηδενὶ ἑτέρῳ ὑπερβολὴν ἢ σύγκρισιν
καταλιμπάνοντα, προσόδους τε ἔταξεν ἱκανὰς εἴς τε φωταγωγίαν καὶ
χρείαν τῶν δοξολογούντων. καὶ τί δεῖ διεξιόντα ἐπὶ πλέον μηκύνειν;
αὐτὸ τὸ ἔργον τοῖς θεωμένοις παρίστησι τὴν οἰκείαν καλλονὴν καὶ πολυτέ-
λειαν. καὶ ἄλλους δὲ πολλοὺς θείους ναοὺς ἐντὸς τοῦ παλατίου ἐδομήσατο,
εἰς ὄνομα Ἠλιοῦ τοῦ προφήτου καὶ τοῦ μάρτυρος Κλήμεντος καὶ τοῦ
σωτῆρος Χριστοῦ καὶ τοῦ ἀποστόλου Πέτρου καὶ τοῦ ἀρχιστρατήγου,
ὧν τὴν ὡραιότητα παραστήσασθαι ποιητικὴ ἂν ἠτόνησε μεγαληγορία.
πολλὰ δὲ κἀν τοῖς βασιλείοις ἀνέστησεν, ὡς ἄν τις εἴποι, βασιλείων
βασίλεια. ταῦτα δὲ ἀριθμεῖσθαι οὐκ ἀναγκαῖον. ἔργον δὲ τούτου τοῦ
βασιλέως καὶ ὁ λεγόμενος οἶκος τὰ Μάγγανα καὶ ὁ ἕτερος ὁ Νέος καλού-
μενος. οὓς ἀπὸ τοιαύτης κατεσκεύασε προαιρέσεως. μὴ βουλόμενος γὰρ
τὰ δημόσια πράγματα εἰς οἰκείας καταναλίσκειν χρείας τοὺς τοιούτους
ἀνῳκοδόμησεν οἴκους, καὶ προσόδους ἐκ γεωργίας ἀπέταξεν αὐτοῖς
ἱκανάς, ἀφ' ὧν ἡ βασιλικὴ πανδαισία αὐτοῦ τε καὶ τῶν ἀνὰ πᾶν ἔτος
ὑπ' αὐτοῦ κεκλημένων ἄφθονον καὶ δικαίαν τὴν χορηγίαν ἔμελλεν ἔχειν
ἀεί. ἐδομήσατο δὲ καὶ τὰ ἐν Πηγαῖς παλάτια καὶ τὰ ἐν τοῖς Ἱερείοις
ἐκαλλωπίσατο, ἀνακαθάρας καὶ τὴν ἀπογαιωθεῖσαν κινστέρναν, ἣν
Ἡράκλειος ὁ βασιλεὺς προσχώσας παράδεισον φυτῶν καὶ λαχάνων
εἰργάσατο. ὅπερ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ
τε πρὸ τῆς Μαγναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ τρικλίνου καὶ τοῦ
Λαυσιακοῦ. ὁ γὰρ εἰρημένος βασιλεὺς Ἡράκλειος παρὰ Στεφάνου τοῦ
φιλοσόφου μαθών, τὴν γένεσιν αὐτοῦ πολυπραγμονήσαντος, ὡς ἐξ ὕδα-
τος αὐτὸν δεῖ τελευτᾶν, τὰς τῶν κινστερνῶν, ὡς εἴρηται, προσχώσεις
εἰργάσατο. τὰ ἐν τοῖς Ἱερείοις ἀποκαθάρας βασίλεια εἰς τὸ ἀρχαῖον
σχῆμα ἀνήγαγε, καὶ ἀντὶ παραδείσου δοχεῖον ἀπειργάσατο ὕδατος
ἀφθόνου καὶ διειδοῦς. ἐδείματο δὲ κἀν τῷ φόρῳ ναὸν περικαλλέστατον
ἐπ' ὀνόματι τῆς θεοτόκου, ὡς ἂν ἔχοιεν αὐτὸν οἱ πραγματευόμενοι
οἶκον προσευχῆς, ὁπότε ταῖς πραγματείαις ἐμβραδύνωσι. καὶ τὸν τοῦ
ἁγίου Φωκᾶ δὲ ναὸν ἐν τῷ Στενῷ ἐπισκευάσας καὶ καλλωπίσας οἰκητή-
ριον μοναχῶν ἀπετέλεσε, τάξας προσόδους ἱκανὰς εἰς διάρκειαν τῶν ἐν
αὐτῷ ἀσκουμένων. ἀνεκαίνισε δὲ καὶ τὸν μέγαν τοῦ ἀρχιστρατήγου ναὸν
τὸν ἐν τῷ Σωσθενίῳ ἤδη καταπεσόντα, καὶ εἰς τὸ φαινόμενον κάλλος
μετήγαγε.
[Bas1.42] Πολλοὺς δὲ καὶ τῶν Ἰουδαίων δωρεῶν ἐπαγγελίαις καὶ δόσεσι
καὶ δώρων ἀνταλλαγαῖς τοῦ θείου κατηξίωσε βαπτίσματος. καὶ τὸ τῶν
Βουλγάρων δὲ γένος ἀρτιπαγὲς ὂν πρὸς θεοσέβειαν μοναχῶν ἀποστολῇ
εὐλαβῶν καὶ ἱερέων ἀρετῇ κεκοσμημένων ἐβεβαίωσε πρὸς τὴν πίστιν. καὶ
τοῖς Ῥῶς δὲ συμβάσεις θέμενος ἐν μετοχῇ γενέσθαι τοῦ σωτηρίου βαπτί-
σματος αἴτιος γέγονε, πεμφθέντος αὐτοῖς καὶ ἀρχιερέως.
[Bas1.43] Ἀλλ' ἄξιον διηγήσασθαι καὶ τὸ γεγονὸς θαῦμα παρὰ τοῦ
πεμφθέντος ἀρχιερέως. ἔτι γὰρ τῇ δεισιδαιμονίᾳ κατεχόμενος αὐτός τε ὁ
ἄρχων καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ τὸ ἅπαν ἔθνος, καὶ σκοπούμενοι περί
τε τῆς πρῴην αὐτῶν θρησκείας καὶ τῆς τῶν Χριστιανῶν πίστεως,
εἰσκαλοῦσι τὸν ἄρτι πρὸς αὐτοὺς φοιτήσαντα ἀρχιερέα. ὃν ὁ ἄρχων
ἐπηρώτα, τίνα τὰ παρ' αὐτοῦ καταγγελλόμενα καὶ αὐτοῖς διδάσκεσθαι
μέλλοντα. τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου εὐαγγελίου προτείναντος βίβλον,
καί τινα θαύματα ἐξηγουμένου τῶν ὑπὸ τοῦ θεοῦ ἐν τῇ ἀνθρωπίνῃ
ἐπιδημίᾳ τερατουργηθέντων, ’εἰ μή τι τῶν ὁμοίων τὸ πλῆθος‘, ἔφη,
’τῶν Ῥῶς καὶ ἡμεῖς θεασόμεθα, καὶ μάλιστα, ὁποῖον λέγεις ἐν τῇ καμίνῳ
τῶν τριῶν παίδων γενέσθαι, οὐκ ἄν σοι ὅλως πιστεύσωμεν.‘ ὁ δὲ τῷ
ἀψευδεῖ πιστεύσας λόγῳ τοῦ εἰπόντος ὅτι· ’ὃ ἂν αἰτήσητε ἐν τῷ ὀνόματί
μου, λήψεσθε,‘ καὶ ’ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, καὶ αὐτὸς
ποιήσει, καὶ μείζονα τούτων ποιήσει‘, ἔφη πρὸς αὐτούς· ’εἰ καὶ μὴ ἔξεστιν
ἐκπειράζειν κύριον τὸν θεόν, ὅμως, εἰ ἐκ ψυχῆς διεγνώκατε προσελθεῖν
τῷ θεῷ, αἰτήσασθε, ὅπερ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν
πίστιν ὑμῶν ὁ θεός, κἂν ἡμεῖς ἐσμεν ἐλάχιστοι καὶ ἀνάξιοι‘. οἱ δὲ εὐθέως
ᾐτήσαντο τὴν τοῦ θείου εὐαγγελίου πυκτίδα ἐν τῇ παρ' αὐτῶν ἀνα-
φθείσῃ ῥιφῆναι πυρκαϊᾷ, καὶ εἰ ἀβλαβὴς αὕτη τηρηθείη, προσελθεῖν καὶ
αὐτοὺς τῷ παρ' αὐτοῦ κηρυσσομένῳ θεῷ. ἔδοξε ταῦτα, καὶ τοῦ ἱερέως
πρὸς θεὸν τοὺς ὀφθαλμοὺς καὶ τὰς χεῖρας ἐπάραντος καί· ’δόξασόν σου τὸ
ἅγιον ὄνομα, Ἰησοῦ Χριστέ, ὁ θεὸς ἡμῶν‘ εἰπόντος, ἐν ὀφθαλμοῖς τοῦ
ἔθνους τουτουῒ ἐρρίφη εἰς τὴν κάμινον ἡ τοῦ ἁγίου εὐαγγελίου βίβλος.
ἐφ' ὥρας δὲ ἱκανὰς τῆς καμίνου ἐκκαιομένης, εἶτα καὶ τέλεον μαρανθείσης,
εὑρέθη τὸ ἱερὸν πυκτίον διαμεῖναν ἀπαθὲς καὶ ἀλώβητον, μηδεμίαν ὑπὸ
τοῦ πυρὸς δεξάμενον λύμην. ὅπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει
καταπλαγέντες τοῦ θαύματος, ἀνενδοιάστως πρὸς τὸ βάπτισμα ηὐτο-
μόλουν.
[Bas1.44] Κατὰ τοῦτον τὸν χρόνον Κωνσταντῖνος ὁ πρεσβύτερος τῶν τοῦ
βασιλέως υἱῶν τὸν βίον ἐξέλιπε νόσῳ πυρεκτικῇ, πένθος ἀμύθητον
καταλιπὼν τῷ πατρί· ἀλλὰ τοῦτο μὲν ὁ βασιλεὺς πράως ἤνεγκε, παρεμυ-
θήσατο δὲ τὴν σύζυγον καὶ τὰ τέκνα.
[Bas1.45] Ἐναγόμενος δὲ παρὰ τῶν προϊσταμένων τοῦ δημοσίου ὁ βασιλεὺς
ἐπόπτας εἰς τὰ θέματα ἐκπέμψαι, ὡς ἂν δυναμένων ἐκ τούτου τῶν δημοσίων
συντελειῶν ἐπιδοῦναι, προσποιησάμενος ἀποδέχεσθαι τὴν ὑπόμνησιν,
ἐκλέξασθαι καὶ εὐτρεπίσαι προσέταξε, καὶ αὐτῷ προσαγαγεῖν τοὺς
μέλλοντας τὸ τοιοῦτον ἔργον ἐπιτελέσαι καλῶς. ἐπιλεξάμενος δ' ὁ
γενικός, οὓς ἐδόκει διακονῆσαι πρὸς τὸ τοιοῦτον ἔργον ὀρθῶς, καὶ τὰς
τῶν ἐκλεγέντων προσηγορίας εἰσαγαγών, πολλῆς ἐνομίσθη μέμψεως
ἄξιος, εἰ τοιούτους οἴοιτο λειτουργοὺς ἔσεσθαι ἀξίους πρὸς τοιοῦτον
λειτούργημα. τοῦ δὲ μὴ ἔχειν κρείττονας ἀνθυπενεγκόντος ἐν ὅλῳ τῷ
πολιτεύματι, ὑπολαβὼν ὁ βασιλεύς· ’τὸ τῆς προκειμένης διακονίας ἔργον
τοιοῦτον παρ' ἐμοὶ κρίνεται, ὥστε, εἴπερ οἷόν τε ἦν, αὐτὸν ἐμὲ πρὸς τὴν
τούτου διοίκησιν ἐξελθεῖν. ἐπεὶ δὲ τοῦτό ἐστι καὶ ἀπρεπὲς καὶ ἀδύνατον,
ἐξ ἀνάγκης ἐπὶ τοῖς δυσὶ τῆς πολιτείας μαγίστροις, οἳ καὶ χρόνῳ καὶ
πείρᾳ καὶ ταῖς πολλαῖς ἐν τῷ μακρῷ βίῳ τῶν πολιτικῶν ἀρχῶν διοική-
σεσιν, ἐν αἷς ἐξητάσθησαν, ἀκίβδηλον καὶ καθαρὸν τῆς ἀρετῆς ἐξενηνόχασι
τὸ δοκίμιον, τὰς ἐλπίδας σαλεύων, καὶ τὴν διακονίαν ὑπὸ τούτων
ἀνυσθῆναι δεόντως θαρρῶ. ἀπελθὼν οὖν‘, φησίν, ’αὐτὸς σὺ ἀπάγγειλον
αὐτοῖς τὸ τῆς διακονίας εἶδος καὶ τὸ θέλημα τὸ ἐμόν. καὶ βουλομένων
ἐξελθεῖν ἐπευδοκῶ καὶ αὐτός.‘ ὡς δ' ἀκούσαντες οἱ ἄνδρες ἦλθον εἰς
ἔκπληξιν, καὶ τὸ γῆρας ἀνθ' ἱκετηρίας προὐβάλλοντο καὶ τοὺς προηγη-
σαμένους ὑπὲρ τοῦ πολιτεύματος κόπους, καὶ παρενεχθῆναι ἐξ αὐτῶν τὴν
[Bas1.45.22] τοιαύτην ὑπηρεσίαν ἱκέτευσαν, ὑπέστρεψεν ἄπρακτος ὁ πεμφθεὶς καὶ
τῷ βασιλεῖ τὰ παρ' ἐκείνων λαληθέντα ἀπήγγειλεν. ἅπερ ἀκούσας· ’εἰ
τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ εἶναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν ὑπουργίαν καὶ
οἱ λαμπρότατοι μάγιστροι, οὐδένα ἔχων τοῦ πράγματος διοικητὴν
ἀξιόχρεων καταλειφθῆναι τοῦτο ἀνεπίσκεπτον βούλομαι. κρεῖττον γάρ‘,
φησί, ’παρακερδαίνειν τινὰς ἀπὸ τῶν τοῦ δημοσίου μὴ καλῶς, ἢ κακῶς
ὑποπτεύειν ζημίαν ὑποστῆναί τινα ἐπιτρίβουσαν αὐτὸν καὶ συμπνί-
γουσαν. καὶ διὰ τοῦτο πάντα τὸν τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον
ἔμεινεν ἀνεξίσωτος, ἢ φάναι μᾶλλον, ἐλεύθερος καὶ ἀδιάπρακτος ὁ ὑπὸ
τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἅπας τῶν ὅλων θεμάτων λαός.
[Bas1.46] Τοῦ πρεσβυτέρου δὲ τῶν υἱῶν τοῦ βασιλέως Κωνσταντίνου, ὡς
εἴπομεν, τὸν βίον μετημειφότος, καὶ τοῦ φίλτρου καὶ τῶν ἐλπίδων ἐπὶ
τὸν δεύτερον υἱὸν Λέοντα μεταπεσόντων, δεινῶς ὁ φθόνος ὁπλίζεται
κατ' αὐτοῦ. καὶ ὅπως, τὰ ἑπόμενα δηλώσει τρανότερον. μοναχὸς ἦν τις
τῶν πάνυ φιλουμένων καὶ πιστευομένων Βασιλείῳ τῷ βασιλεῖ, ἦν δὲ
καὶ ἱερεύς, ὃν Σανδαβαρηνὸν κατωνόμαζον. ὃς εἰ καὶ παρὰ τοῦ βασιλέως
ἐστέργετο, ἀλλ' οὐκ εἶχε παρὰ τοῖς ἄλλοις δόξαν χρηστήν, καὶ διὰ τοῦτο
πολλάκις καὶ παρὰ Λέοντος τοῦ υἱοῦ τοῦ βασιλέως διεκωμῳδεῖτο, ὡς
ἀπατεὼν καὶ γόης καὶ τὸν βασιλέα τῶν καθηκόντων ἐξάγων λογισμῶν
καὶ εἰς ἃ μὴ δεῖ παρασύρων. ὑφ' ὧν δακνόμενος ἐκεῖνος τὴν ψυχὴν καὶ
ἀνταμύνασθαι σπεύδων τὸν λυποῦντα φιλίαν ὑποκρίνεται πρὸς τὸν
Λέοντα, καί ποτέ φησι πρὸς αὐτόν· ‘ἵνα τί, ὦ βασιλεῦ, νεανίας ἤδη ὢν καὶ
παρὰ τῷ πατρί σου φιλούμενος, μὴ ἐπιφέρῃ ῥομφαίαν, ἢ μάχαιραν,
ὅταν κατ' ἀγρο�
ως, ἀλλοφύλοις ἀνθρώ-
ποις καὶ ἀλλοπίστοις ἐκθεατὰ ποιεῖν τὰ καὶ τοῖς μὴ καλῶς βιοῦσιν
εὐσεβέσιν ἀθέατα. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ τὴν παρρησίαν, ἣν ὁ τού-
του υἱὸς εἶχε πρὸς βασιλέα, καὶ τὴν τιμὴν θεασάμενος καὶ τὴν δόξαν,
ᾑρετίσατο συνεῖναι τῷ υἱῷ, Μελιτηνὴν τὴν πατρίδα ἀπαρνησάμενος.
Σαμωνᾶς δὲ οὐ συνεχώρει, παρῄνει δὲ μᾶλλον εἰς τὰ οἰκεῖα ὑπονοστῆσαι
καὶ τῆς ἰδίας ἔχεσθαι πίστεως, προσμένειν δὲ καὶ αὐτόν, εἰ καιροῦ λά-
βοιτο, ἐκεῖσε γενέσθαι.
[Leo6.32] Τῆς δὲ ἑορτῆς ἐπιστάσης, ἐν ᾗ τὸ πνεῦμα τὸ ἅγιον ἐν πυρίναις
γλώσσαις τοῖς ἀποστόλοις ἐφοίτησεν, ἔστεψε τὸν οἰκεῖον υἱὸν Κωνσταν-
τῖνον ὁ βασιλεὺς διὰ Εὐθυμίου τοῦ πατριάρχου. σπεύδων δὲ ὁ Σαμωνᾶς
τὴν τῆς βασιλίδος πρὸς ἑαυτὸν ἐπισπάσασθαι εὔνοιαν Κωνσταντῖνον
τὸν ἑαυτοῦ ὑπηρέτην ἐκτομίαν ὄντα καὶ τῆς τῶν Παφλαγόνων ὁρμώ-
μενον χώρας τῇ αὐγούστῃ παρέσχεν ὑπηρετεῖν. τοσοῦτον δὲ οὗτος
ἠγαπήθη παρ' αὐτῆς καὶ Λέοντος τοῦ βασιλέως, ὡς καὶ αὐτὸν τὸν
Σαμωνᾶν διερεθίσαι πρὸς φθόνον, καὶ διαλοιδορεῖσθαι αὐτῷ πρὸς βασι-
λέα, ὡς τῇ αὐγούστῃ τάχα πλησιάζοντι. ὅπερ ὡς ἀληθὲς πιστεύσας,
ἀποστείλας ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ τοῦ ἁγίου Ταρασίου μονῇ
δι' αὐτοῦ τοῦ Σαμωνᾶ. μετ' ὀλίγον δὲ πάλιν μεταγνοὺς καὶ προσλαβεῖν
τοῦτον ἐθέλων μετήγαγε δι' αὐτοῦ τοῦ Σαμωνᾶ εἰς τὴν μονὴν τῶν
Σπειρῶν. ἐν τῷ Δαματρύϊ οὖν ἐξελθὼν ὁ βασιλεὺς καὶ ἐν τῇ τοῦ Σαμωνᾶ
ἀριστήσας μονῇ, καὶ θεασάμενος τὸν Κωνσταντῖνον εὐθέως διεκελεύσατο,
καὶ ἀπέδυσαν αὐτὸν τὰ τοῦ μονήρους βίου ἄμφια καὶ ἐνέδυσαν στολὴν
κοσμικήν. καὶ εὐωχούμενός τε παρ' αὐτοῦ δοθῆναί οἱ ἐκέλευσε τὸ ποτή-
ριον ἐν τῷ ἀρίστῳ, καὶ εἰσερχόμενος ἐν τῷ παλατίῳ ἐφείλκετο καὶ αὐτὸν
μετ' αὐτοῦ. ὁρῶν δὲ ὁ Σαμωνᾶς αὐξανομένην τὴν πρὸς τὸν Κωνσταντῖνον
τοῦ βασιλέως ἀγάπην ἐπιβουλὴν κατ' αὐτοῦ ῥάπτει, τόνδε συντε-
θειμένην τὸν τρόπον. κοινολογησάμενος Μεγίστῳ τῷ κοιτωνίτῃ καὶ
Μιχαὴλ τῷ Τζιρίθωνι γραμμάτιον συντίθησι λοιδορίας ἔχον κατὰ τοῦ
βασιλέως ἀπείρους, Κωνσταντίνου τοῦ Ῥοδίου, ὃς ὑπεγραμμάτευε τῷ
Σαμωνᾷ, τοῦτο συνθέντος. ὅπερ γράψαντες καὶ σφραγίσαντες ἐν τῷ
μιτατωρίῳ ἔρριψαν. τοῦ δὲ βασιλέως δημοσίαν πρόοδον ἐν τῇ μεγάλῃ
ἐκκλησίᾳ ποιησαμένου, κἀν τῷ μιτατωρίῳ εἰσελθόντος, καὶ ἐν ᾧ ηὔχετο
τόπῳ τοῦτο ἐρριμένον ἰδόντος, εἰληφότος, τε καὶ ἀναγνόντος πολλὴ
κατέσχεν ἀπορία τοὺς συμπαρόντας, διστάζοντος ἑκάστου καὶ ἀγνο-
οῦντος τὸν ῥίψαντα. κατέσχε δὲ καὶ τὸν βασιλέα ἀθυμία πολλή, καὶ τὸν
πεποιηκότα ἐζήτει. γέγονε δὲ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἔκλειψις
σελήνης μεγίστη, δι' ἣν ὁ βασιλεὺς τὸν μητροπολίτην Συνάδων μετεκα-
λέσατο Παντολέοντα, τῆς ἀστρονομικῆς παιδείας ἐν μυήσει τυγχάνοντα,
τὸ τῆς ἐκλείψεως ἀποτέλεσμα μαθεῖν ὀριγνώμενος. ὃν εἰσερχόμενον πρὸς
τὸν βασιλέα ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἠρώτησεν, εἰς τίνα τὴν κάκω-
σιν ἔσεσθαι, καὶ τόνδε φάναι, ὅτι ’εἰς σέ. τὴν τρισκαιδεκάτην δὲ τοῦ
Ἰουνίου διερχόμενος ἡμέραν οὐδὲν ἔκτοτε πείσῃ κακόν.‘ ἐρωτηθεὶς δὲ
καὶ παρὰ τοῦ βασιλέως περὶ τούτου εἶπεν, ὅτι εἰς τὸ δεύτερον πρόσω-
πον ἡ κάκωσις ἀποσκήψει. ὑπώπτευεν οὖν ὁ βασιλεὺς δεύτερον πρόσω-
πον εἶναι τὸν ἑαυτοῦ ἀδελφὸν Ἀλέξανδρον. καὶ τὰ μὲν τῆς προρρήσεως,
ἣν ἔσχεν ἀπόβασιν, προϊὼν ὁ λόγος δηλώσει. Μιχαὴλ δὲ τοῦ Τζιρί-
θωνος κατ' ἰδίαν τῷ βασιλεῖ προσελθόντος καὶ καταμηνύσαντος, ὡς ὁ
Σαμωνᾶς εἴη τὸ πιττάκιον πεποιηκώς, παρευθὺ καταβιβάζεται εἰς τὸν
οἶκον αὐτοῦ καὶ ἀποκείρεται μοναχός, εἶτα ἐν τῇ μονῇ τοῦ πατριάρχου
Εὐθυμίου ἀπάγεται, κἀκεῖθεν διαλοιδορηθεὶς εἰς τὴν τοῦ Μαρτινακίου
μετατίθεται. ταῦτα δὲ ἐπράχθη, μήπω τῆς ὡρισμένης προθεσμίας παρὰ
τοῦ μητροπολίτου διαδραμούσης. ἐποίησε δὲ ἀντ' αὐτοῦ τὸν Κωνσταν-
τῖνον παρακοιμώμενον. ἔκτισε δὲ αὐτῷ καὶ μοναστήριον ἐν ταῖς Νοσιαῖς,
ἐπ' ὀνόματι τοῦ σωτῆρος, ἣν καὶ ἐνεκαίνισεν ἅμα Εὐθυμίῳ τῷ πατριάρχῃ.
[Leo6.33] Ἀγαρηνῶν δὲ ἐξελθόντων μετὰ πλοίων τριακοσίων, ὧν ἡγεῖτο
Δαμιανός τε ὁ τῆς Τύρου ἀμηρᾶς καὶ Λέων ὁ Τριπολίτης, Ἱμέριος ὁ
λογοθέτης ναύαρχος ὢν τῶν Ῥωμαίων κατὰ τὸν Ὀκτώβριον μῆνα
συνήντησε τούτοις κατὰ τὴν Σάμον, ἧς ἐστρατήγει Ῥωμανὸς ὁ Λακαπη-
νός. καὶ συμπλακεὶς τοῖς μετ' αὐτοῦ ἡττήθη, καὶ τῶν ὑπ' αὐτὸν νεῶν
διασκεδασθεισῶν μόλις αὐτὸς διεσώθη εἰς Μιτυλήνην.
[Leo6.34] Κοιλιακῷ δὲ νοσήματι ληφθεὶς ὁ βασιλεύς, καὶ ἐπὶ χρόνον τῷ
τοιούτῳ πάθει κατεργασθεὶς καὶ εἰς ἐσχάτην ἀδυναμίαν ἐληλακώς, μόλις
ἠδυνήθη ἐν τῷ τῆς ἐγκρατείας καιρῷ τὴν συνήθη ποιήσασθαι δημηγο-
ρίαν. συνηθροισμένης γὰρ τῆς συγκλήτου τοιούτων ἤρξατο πρὸς
αὐτοὺς λόγων· ’τὸ μὲν ἐμὸν σαρκίον, ὦ φίλοι, νόσῳ ἐκτρυχωθὲν ἀπέρ-
ρευσε, καὶ ἡ ἰσχὺς ἐπιλέλοιπε, καὶ τάχα οὐκέτι μεθ' ὑμῶν βιοτεύω, οὐδὲ
καταλήψομαι τὴν τοῦ δεσπότου Χριστοῦ ἀνάστασιν. μίαν τοίνυν καὶ
τελευταίαν ὑμᾶς αἰτῶ τήνδε τὴν χάριν, ἀπομνημονεῦσαι ἣν εἶχον πρὸς
ὑμᾶς χρηστὴν διάθεσιν, καὶ ἀντὶ ταύτης εὔνοιαν τῇ ἐμῇ συζύγῳ διατηρῆ-
σαι καὶ τῷ υἱῷ.‘ καὶ ἡ μὲν τοῦ βασιλέως δημηγορία τοιαύτη, ἡ δὲ
σύγκλητος βουλὴ ὑπέσχετο δακρυρροοῦσα καὶ μετ' ὀλοφυρμῶν λύπῃ
μὲν συνέχεσθαι ἀπαραμυθήτῳ τοιούτου στερισκομένη δεσπότου καὶ
βασιλέως, εὔνοιαν δὲ διατηρήσειν εἴς τε τὴν δέσποιναν καὶ τὸν ἡμέτερον
δεσπότην καὶ βασιλέα τὸν σὸν υἱόν, ὥστε, εἰ δεήσει, μυριάκις ἔμπροσθεν
αὐτῶν ἀποθανεῖν. ταῦτα εἰποῦσα ἡ σύγκλητος καὶ τελευταῖον ἀσπα-
σμὸν ἀποδοῦσα τῷ βασιλεῖ ἀπηλλάγη. οὐ μήν γε καὶ εὐθὺς ὁ βασιλεὺς
ἐτελεύτησεν, ἀλλὰ διετέλεσε νοσηλευόμενος καὶ σφακελιζόμενος ἄχρι τῆς
ἑνδεκάτης τοῦ Μαΐου μηνός, καθ' ἣν ἀπηλλάγη τοῦ βίου Ἀλεξάνδρῳ
τῷ αὐτοῦ ἀδελφῷ τὰ τῆς βασιλείας παραδοὺς σκῆπτρα. ὃν ἰδών, ὥς
φασιν, ἐρχόμενον κατὰ τὴν τελευταίαν ἐντυχίαν εἰπεῖν λέγεται· ’ἴδε ὁ
κακὸς καιρὸς μετὰ τοὺς δεκατρεῖς μῆνας.‘
[Leo6.34.22] προσέκειτο δὲ τοῖς μαθήμασιν ὁ τοιοῦτος βασιλεύς, καὶ μάλιστα τῇ περὶ τὴν ἀστρονο-
μίαν ἀποτελεσματικῇ. καὶ στιχηρὰ δὲ μελίσας τῇ ἐκκλησίᾳ παρέδωκε ψάλλεσθαι πάσης
ἡδύτητος ἀνάπλεα. καὶ ἐπιστολαὶ δὲ αὐτοῦ καὶ ἄλλα πονήματα πάσης παιδεύσεως περί-
πλεα φέρονται, πρὸς τὸν ἀρχαῖον χαρακτῆρα ἀποτετορευμένα. ἀνέγνωσε δὲ καὶ τὰ
Ἀρχιμήδεια ἀκριβῶς καὶ ὡς οὐδεὶς ἕτερος τῶν κατ' αὐτόν.
παραδοὺς τοίνυν, ὡς εἴρηται, τὸ τῆς βασιλείας κράτος, καὶ πολλὰ παρα-
καλέσας τὸν αὐτοῦ υἱὸν Κωνσταντῖνον παιδοτροφῆσαι καὶ ἐπιμελείας
ἀξιοῦν προσηκούσης, τελευταῖον δὲ καὶ διάδοχον αὐτοῦ καταλιπεῖν,
ἐτελεύτησεν.
[Alexand.t] ΑΛΕΞΑΝΔΡΟΣ
[Alexand.1] Ἀλέξανδρος δὲ ὁ τοῦ Λέοντος ἀδελφός, ἤδη νεανίας ὢν καὶ τὸ
εἰκοστὸν τῆς ἡλικίας αὐτοῦ παραμείβων ἔτος, τοῦ Λέοντος ἀποθανόντος
παρέλαβε τὰς τῆς βασιλείας ἡνίας, συμβασιλεύοντος αὐτῷ καὶ Κωνσταν-
τίνου τοῦ Λέοντος παιδός. ὃς ἅμα τε ἐπέβη τῆς βασιλείας καὶ ἅμα ἐκπέμψας
ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν τὸν πατριάρχην, καὶ τοῦ θρόνου καταγα-
γὼν τὸν Εὐθύμιον ἀνήγαγε τὸ δεύτερον τὸν Νικόλαον. καὶ ἅμα αὐτῷ
καθεσθεὶς ἐν τῇ Μαγναύρᾳ, σελεντίου γενομένου, τὴν τοῦ Εὐθυμίου
καθαίρεσιν ἐποιήσατο. ὃν οἱ προσκείμενοι τῷ Νικολάῳ κληρικοὶ ἅμα
τῇ καθαιρέσει ὥσπερ ἄγριοι ἐμπηδῶντες θῆρες ἔπληττον, κονδύλους
ἐνέτριβον, ἐκολάφιζον, τὴν ἱεροπρεπῆ ἀπέτιλλον γενειάδα, ἐπὶ τράχηλον
ὤθουν, καὶ ἄλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην
ἀποκαλοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπεισπηδήσαντα γυναικί. ὁ δὲ
ἱερὸς ἐκεῖνος ἀνὴρ πράως πάντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος οὖν ἐν
τοῖς Ἀγαθοῦ σταλείς, καὶ μετὰ μικρὸν χρόνον ἀποβιούς, ἐν τῇ πόλει
εἰσαχθεὶς θάπτεται εἰς τὴν αὐτοῦ μονήν. ὁ δὲ κληρικὸς ὁ τὰς πολιὰς
αὐτοῦ τίλας ὑποστρέψας κατ' αὐτὴν τὴν ὥραν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρε
ταύτην ἐμπεπρησμένην καὶ τὴν θυγατέρα παρειμένην καὶ ἐκλελυμένην,
ἥτις καὶ διήρκεσεν ἐπὶ χρόνους ἱκανοὺς μεταιτοῦσα καὶ τὰς πρὸς τὸ ζῆν
ἀφορμὰς συλλέγουσα.
[Alexand.2] Ὁ δὲ βασιλεὺς Ἀλέξανδρος καὶ πάλαι βίον ἁβροδίαιτον ἔχων καὶ
διακεχυμένον καὶ πρὸς μόνα ἐπτοημένον τὰ κυνηγέσια καὶ τὰς ἄλλας
ἀκολάστους καὶ ἐκδεδιῃτημένας τῶν πράξεων, καὶ μηδὲν βασιλέως ἔργον
εἰδὼς διαπράττεσθαι, ἀλλὰ τρυφαῖς καὶ ἀσελγείαις σχολάζειν ἠγαπηκώς,
ἐπεὶ τῆς βασιλείας καὶ τῶν ὅλων ἐγένετο ἐγκρατής, οὐδὲν ἄξιον λόγου
ἢ διενοήσατο ἢ κατεπράξατο. μοναρχήσας γὰρ Ἰωάννην τινὰ ἀγύρτην
καὶ μηδενὸς ἄξιον λόγου (Λαζάρης τούτῳ ἐπώνυμον) ῥαίκτωρα πεποίη-
κεν, ὃς καὶ μετὰ μικρὸν κακῶς ἀπέρρηξε τὴν ζωήν, ἐν τῷ Ἑβδόμῳ
σφαιρίζων ὁ κληρικός. ὡσαύτως καὶ Γαβριηλόπωλον καὶ Βασιλίτζην,
συμπαίστορας αὐτῷ ὄντας πρὸ τῆς βασιλείας καὶ τῶν ἀκολάστων
πράξεων κοινωνοὺς καὶ θεράποντας, πλείστοις τε χρήμασι περιήντλησε
καὶ εἰς πατρικιότητος τιμὴν ἀνεβίβασεν. ἐβούλετο δ', ὥς φασιν, εἰ μὴ
θεὸς ἐπέσχε, τὸν Βασιλίτζην εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν καὶ
Κωνσταντῖνον τὸν οἰκεῖον εὐνουχίσαι ἀνεψιόν. ὃ καὶ ἐγένετο ἄν, εἰ μὴ θεὸς
μὲν πρότερον διεκώλυσεν, ἔπειθ' οἱ πρὸς Λέοντα τὸν τοῦ παιδὸς πατέρα
διαφυλάττοντες εὔνοιαν, ποτὲ μὲν λέγοντες, ὡς νήπιός ἐστι, ποτὲ δέ,
ὡς ἀσθενής, καὶ οὕτω κατὰ μικρὸν ἀποβουκολήσαντες τὸν Ἀλέξανδρον
τὸν παῖδα διεσώσαντο, τοῦ θανάτου καταλαβόντος ἐκεῖνον.
[Alexand.3] Ἐπὶ τούτου βασιλεύσαντος ἐφάνη κομήτης ἐκ δύσεως, ὃν ξιφίαν
καλοῦσιν οἱ περὶ ταῦτα δεινοί. τοῦτον δὲ ἔλεγον αἱμάτων χύσιν προση-
μαίνειν ἐν τῇ βασιλίδι.
[Alexand.4] Ὁ δὲ βασιλεὺς πλάνοις καὶ γόησιν ἐκδεδωκὼς ἑαυτὸν καὶ πυν-
θανόμενος περὶ τῆς ἑαυτοῦ βασιλείας, εἰ μακροχρόνιος ἔσεται, ὑπέσχοντο
μακρόβιον αὐτὸν ἔσεσθαι, εἰ ὁ ἐν τῷ ἱππικῷ ἑστηκὼς σύαγρος ὁ χαλκοῦς,
αἰδοῖα καὶ ὀδόντας μὴ ἔχων, προσλάβοι παρ' αὐτοῦ. στοιχεῖον γὰρ
αὐτοῦ εἶναι τοῦτον προφανῶς· Λέοντι γὰρ ἀντιμάχεται τῷ αὐτοῦ, φασίν,
ἀδελφῷ. οἷς πεισθεὶς ὁ ταῖς ἀληθείαις χοιρόβιος τὰ λείποντα μέρη τῷ
χοίρῳ προσανενέωσε. τῇ τοιαύτῃ οὖν ἐχόμενος ἀπονοίᾳ ἱππικὸν πεποιη-
κὼς τοὺς ἱεροὺς τῶν ἐκκλησιῶν πέπλους καὶ τοὺς θείους λύχνους καὶ τοὺς
λαμπτῆρας ἀναλαβὼν τὸ ἱππικὸν κατεκόσμησε, τὰ θεῷ ἀνατεθειμένα
κοινῶν, ἢ μᾶλλον εἰπεῖν, τοῖς εἰδώλοις ἀνατιθεὶς ὁ δείλαιος.
[Alexand.5] Ἱμέριον δὲ τὸν λογοθέτην ἐκ τῆς ἥττης τῶν Ἀγαρηνῶν ὑποστρέ-
ψαντα καὶ τὴν βασιλίδα κατειληφότα ἀποστείλας περιώρισεν ἐν τῇ
μονῇ τῶν Καλυπῶν, ἐπαπειλούμενος, ὡς ἐχθρῷ τούτῳ χρήσασθαι διὰ
τὸ καὶ αὐτὸν πολλὰ κατ' αὐτοῦ συνθέσθαι ἐν ταῖς ἡμέραις τοῦ ἀδελφοῦ.
οὗτος δὲ μικρὸν τῇ ἐξορίᾳ βιοὺς ἀπέθανεν ὑπὸ τῆς θλίψεως κατεργασθείς.
[Alexand.6] Τοῦ Βουλγάρων δὲ ἄρχοντος Συμεὼν πρέσβεις πεπομφότος τοὺς
πευσομένους, εἰ τὴν εἰρήνην ἀσπάζοιτο καὶ τιμὴν φυλάττοι πρὸς αὐτόν,
ὁποίαν ὁ προβεβασιλευκὼς ἀδελφὸς αὐτοῦ, τοὺς μὲν πρέσβεις ἀτίμως
ἐξέπεμψεν, ὑπερόγκους καὶ ἀλαζόνας λόγους καὶ φρυαγματώδεις ἐκπέμ-
ψας καὶ ἀπειλαῖς χρησάμενος κατὰ Συμεών, ἐν τούτοις καταπλήττειν τοῦ-
τον οἰόμενος. ὑποστρεψάντων δὲ τῶν πρέσβεων πρὸς τὸν Συμεών, μὴ
ἐνεγκὼν οὗτος μετρίως τὰς ἐκ τοῦ Ἀλεξάνδρου ὕβρεις καὶ τὰ φρυάγματα
καὶ τὰς ἀπειλὰς ἔλυσε τὴν εἰρήνην καὶ κατὰ Ῥωμαίων ἔκρινεν ὅπλα
κινεῖν.
[Alexand.7] Ἀλέξανδρος δὲ τῇ ἕκτῃ τοῦ Ἰουνίου μηνὸς λουσάμενος καὶ ἀριστή-
σας καὶ οἰνωθεὶς μετὰ τοὺς ὕπνους κατῆλθε σφαιρίσων. πόνου δέ τινος
γεννηθέντος ἐν τοῖς ἐγκάτοις αὐτοῦ ἀπὸ τῆς τῶν βρωμάτων ἀπληστίας
καὶ τῆς μέθης ἀνελθὼν ἐν τῷ παλατίῳ, αἵματος αὐτοῦ πολλοῦ ἐκ τῶν
ῥινῶν καὶ τῶν αἰδοίων ῥυέντος, μετὰ μίαν ἡμέραν ἐτελεύτησεν, ἐπιτρό-
πους καταλιπὼν τὸν πατριάρχην Νικόλαον, τὸν μάγιστρον Στέφανον,
τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν, Ἰωάννην τὸν ῥαίκτορα, τὸν Βασι-
λίτζην καὶ τὸν Γαβριηλόπωλον, τὴν βασιλείαν παραδοὺς Κωνσταν-
τίνῳ τῷ οἰκείῳ ἀνεψιῷ. ἀποθανὼν δὲ ἐτέθη μετὰ τοῦ πατρὸς αὐτοῦ Βασι-
λείου.
[Const7.t] ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΥΙΟΣ ΛΕΟΝΤΟΣ
[Const7.1] Οὕτω μὲν τὸν τρόπον, ὃν εἴπομεν, ἀποθανόντος Ἀλεξάνδρου ἐς
Κωνσταντῖνον τὸν υἱὸν Λέοντος, ἕβδομον τῆς ἡλικίας ἄγοντα ἔτος, τὸ
βασίλειον περιελήλυθε κράτος, ὑπὸ ἐπιτρόπους τελοῦντα τοὺς ἄνωθεν
ἠριθμημένους. λαβόμενος οὖν τῆς ἐξουσίας Νικόλαος ὁ πατριάρχης, ὡς
καὶ αὐτὸς ἐπιτρόπος ὤν, συνάμα τοῖς ἄλλοις ἐπηδαλιούχει τὰ τοῦ κοινοῦ.
[Const7.2] Τῶν δὲ πραγμάτων οὕτως ἐχόντων, καὶ τῆς βασιλείας, ὡς εἴπομεν,
παρὰ τῶν ἐπιτρόπων ἰθυνομένης, Κωνσταντῖνος ὁ τοῦ Δουκὸς Ἀνδρο-
νίκου υἱός, δομέστικος τῶν σχολῶν τυγχάνων καὶ δυναστείαν περιβε-
βλημένος μεγίστην, γράμμασι τῶν ἐν τῇ βασιλίδι φίλων καὶ συγγενῶν
αὐτοῦ παρακινηθείς, γεγραφότων ἀκέφαλον εἶναι τὴν βασιλείαν, καὶ
κακῶς διεξάγεσθαι, καὶ μικρὸν ὅσον κινδυνεύειν ὀλεθρίῳ κινδύνῳ ὑποπε-
σεῖν, αὐτόν τε ἀνακαλουμένων ὡς ἐχέφρονα καὶ ἀνδρεῖον καὶ μόνον
δυνάμενον ἐπαξίως κυβερνᾶν τὴν περιβόητον τῶν Ῥωμαίων ἀρχήν,
προσθεμένων δ', ὅτι καὶ ἡ σύγκλητος αὐτὸν ἀσπάζεται καὶ ὁ πολιτικὸς
ὄχλος, καὶ ἐπισπευδόντων, ὡς τάχος καταλαβεῖν, συνειδότος, ὥς φασι,
καὶ τοῦ πατριάρχου Νικολάου καὶ τοῖς γραφεῖσι συνευδοκοῦντος διὰ τὸ
μήπω τὰς διαθήκας Ἀλεξάνδρου ἀναγνωσθῆναι, μηδὲ γνωσθῆναι αὐτῷ,
ὡς ἐπίτροπος γέγραπται καὶ αὐτὸς τοῦ παιδός, Ἀρταβάσδου πρὸς
τοῦτο διακονήσαντος καὶ παρὰ τοῦτο πρώτου τῶν ἱερέων τῆς μεγάλης
ἐκκλησίας μετέπειτα γενομένου. πατὴρ δ' ὁ Ἀρτάβασδος ἦν Ἀνδρέου
[Const7.2.16] τοῦ ἐπὶ ζωγραφικῇ τέχνῃ λάμψαντος. ὁ Κωνσταντῖνος καὶ πρότερον
ὀνειροπολῶν τὴν βασιλείαν καὶ διὰ παντὸς αὐτῆς ἐφιέμενος, καὶ μηδέ-
ποτε ἄλλοσέ πῃ, ἀλλ' ἢ πρὸς τὴν τοιαύτην ὄρεξιν τετραμμένον ἔχων τὸν
νοῦν δεξάμενος τὰ γράμματα ταχύ τε ἐπείσθη καὶ ταχὺ τὴν βασιλίδα
κατέλαβεν, ἑπομένους ἔχων τοὺς τῶν στρατευμάτων ἐκκρίτους. καὶ τῶν
νυκτῶν ἀωρὶ διὰ πυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ,
πλησίον οὔσης τῆς ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ μαγίστρου Γρηγορᾶ
τοῦ Ἰβηρίτζη (πενθερὸς δὲ ὁ Γρηγορᾶς τοῦ Κωνσταντίνου) παρεγένετο,
ἐν ᾗ διανυκτηρεύων μετὰ τῶν σὺν αὐτῷ διετέλει. Νικήτας δὲ ἀσηκρῆτις
τὴν ἔλευσιν αἰσθόμενος τοῦ Κωνσταντίνου τῷ πατρικίῳ Κωνσταντίνῳ
τῷ Ἐλαδικῷ τυγχάνοντι μοναχῷ θᾶττον ἐμήνυσε, καὶ παρειληφὼς αὐτὸν
κατὰ τὴν αὐτὴν νύκτα πεφοιτήκασι πρὸς τὸν Δοῦκα. βουλὴν δὲ ποιη-
σάμενοι, μήπω τῆς ἡμέρας καταλαμπούσης, μετὰ λαμπάδων καὶ λαοῦ
πολλοῦ καὶ ὄχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνουσι,
Κωνσταντῖνον ἀνευφημοῦντες αὐτοκράτορα. τῶν δὲ ἔνδον εὐσθενῶς
ἀντεχομένων καὶ μὴ ἀνοιγνύντων οἱ τὰς πύλας ὁ τοῦ Κωνσταντίνου
πρῶτος τῶν ἱπποκόμων ἐπ' ἀνδρείᾳ μέγα φρονῶν καὶ βιαιότερον, ἢ
μᾶλλον εἰπεῖν, ἀτακτότερον τῇ ἀνοίξει ἐπιχειρῶν τῶν πυλῶν λογχεύεται
παρά τινος τῶν εἴσω διὰ τῆς ἁρμογῆς τῶν θυρῶν. καὶ θνῄσκει μὲν οὗτος
εὐθύς, ὁ Κωνσταντῖνος δὲ ἀποκρουσθεὶς ἐκεῖθεν καὶ τῷ τῆς βασιλείας
ἔρωτι οἷά τινι μέθῃ κάτοχος ὢν καὶ μὴ καθεστῶτας ἔχων τοὺς λογισμοὺς
ἄρας ἐκεῖθεν εἰς τὸ ἱπποδρόμιον παραγίνεται, κακὸν οἰωνὸν τὴν τοῦ
ἱπποκόμου ἔχων σφαγήν, ὅμως δὲ τῶν δεδογμένων οὐκ ἀφιστάμενος.
ἐκεῖθεν οὖν εὐφημούμενος κατέλαβε τὴν λεγομένην Χαλκῆν καὶ δι' αὐτῆς
εἰσελθὼν ἔφθασεν ἄχρι τῶν ἐξκουβίτων. ὁ δὲ μάγιστρος Ἰωάννης ὁ
Ἐλαδᾶς, εἷς ὑπάρχων τῶν ἐπιτρόπων, ἐκλογήν, ὡς ὁ καιρὸς ἐδίδου, τῶν
ἑταιρειῶν καὶ τῶν ἐλατῶν ποιησάμενος καὶ καθοπλίσας, ὅπως ποτὲ
ἕκαστος ἅρματος εὐπόρει, ἀπέστειλε κατὰ τοῦ Δουκός. οἵτινες φθάσαν-
τες τοῖς περὶ τὸν Δοῦκα συμπλέκονται καὶ γίνεται φόνος πολὺς ἑκατέρω-
θεν. ἔπεσε δὲ καὶ Γρηγορᾶς ὁ τοῦ Δουκὸς υἱὸς καὶ Μιχαὴλ ὁ ἀνεψιὸς
αὐτοῦ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. ταῦτα ταραχῆς οὐ μικρᾶς τὸν Κωνσταν-
τῖνον ἐμπίπλησι. σπεύδων οὖν ἐπιρρῶσαι τὸ ἑαυτοῦ μέρος, τὸν ἵππον
ἐλάσας ἠπείγετο συμμῖξαι τοῖς ἔμπροσθεν. ὁ δ' ἵππος ταῖς ἐκεῖσε ὑπεστρω-
μέναις κατολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλε, καί τις
αὐτὸν κατὰ γῆς ἐρριμένον καὶ μεμονωμένον καταλαβών (οἱ γὰρ ἄλλοι
διεσκεδάσθησαν ἅπαντες) ξίφει τὴν τούτου ἀπέτεμε κεφαλὴν καὶ δρο-
μαίως τῷ βασιλεῖ ἀπήνεγκε Κωνσταντίνῳ. τὸ δὲ τοιαύτην αὐτὸν
καταλήψεσθαι τύχην προεγνωσμένον ἦν τοῖς ἐπιτρόποις καὶ ἐξ ἑτέρας
αἰτίας. Νικόλαός τις δημοσιώνης τῶν ἐν Χαλδίᾳ εἰσπράξεων τὰς συντε-
λείας κατασπαθήσας καὶ μὴ ἔχων, ὅθεν ἀποδῷ τὸ δημόσιον ὄφλημα,
φυγὰς εἰς Συρίαν ᾤχετο, ἐξομοσάμενος τὴν καθ' ἡμᾶς εὐσεβῆ θρησκείαν
ἀστρολογίας ἀντεποιεῖτο. οὗτος ἐν ὀθόνῃ μελαίνῃ γράμματα γράψας
ἀπεστάλκει τῷ λογοθέτῃ Θωμᾷ, καὶ τῆς ὀθόνης ῥυφθείσης δι' ὕδατος
φανερὰ τὰ γράμματα γέγονεν. ἦν δὲ ὁ νοῦς τῶν γεγραμμένων οὗτος·
’μὴ φοβηθῆτε ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ Δουκός. νεωτερισθήσεται
γὰρ ἀφρόνως, καὶ εὐθέως ὀλοθρευθήσεται.‘ τοιοῦτον δὲ τέλος λαβούσης
τῆς ἀποστασίας, παραυτίκα μὲν ὁ μάγιστρος Γρηγορᾶς καὶ πενθερὸς τοῦ
Κωνσταντίνου μετὰ Λέοντος πατρικίου τοῦ Χοιροσφάκτου τῷ θείῳ
τεμένει τῆς τοῦ θεοῦ σοφίας προσέδραμον. οὓς ἐκεῖθεν ἀποσπάσαντες οἱ
ἐπίτροποι ἀπέκειραν μοναχοὺς ἐν τῇ τοῦ Στουδίου μονῇ. Κωνσταντῖνον
δὲ πατρίκιον τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες ἀφειδῶς διὰ μέσης τῆς
πόλεως ἐθριάμβευσαν καὶ ἐν τῇ μονῇ τοῦ Δαλμάτου ἀπέκλεισαν. Λέοντα
δὲ πατρίκιον τὸν Κατακαλίτζην καὶ Ἀβεσσαλὼμ πατρίκιον τὸν τοῦ
Ἀροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν, Κωνσταντῖνον τε τὸν τοῦ
Εὐλαμπίου καὶ ἑτέρους σὺν αὐτῷ Φιλόθεος ὁ ἔπαρχος ἐν τῇ τοῦ ἱππικοῦ
σφενδόνῃ ἀπέτεμε. Νικήτας δὲ ὁ ἀσηκρῆτις καὶ Κωνσταντῖνος ὁ Λίψ,
καίπερ ἀναζητηθέντες πολλά, οὐχ εὑρέθησαν. τὸν δὲ πατρίκιον Αἰγίδην,
τὸν ἐπ' ἀνδρείᾳ περιβόητον, καί τινας σὺν αὐτῷ στρατηγοὺς οὐκ
ἀσήμους, ἀπὸ τῆς ἐν Χρυσοπόλει δαμάλεως καὶ μέχρι τοῦ τόπου τοῦ
λεγομένου Λευκατίου ἀνεσκολόπισαν. πολλοὶ δ' ἂν καὶ ἄλλοι ἀπωλώ-
λεισαν τῶν συγκλητικῶν παρὰ τῶν λεγομένων ἐπιτρόπων ἀνηλεῶς τε
καὶ ἀναιτίως, εἰ μή τινες παρρησιασάμενοι τῶν δικαστῶν τῆς ἀδίκου
ὁρμῆς ἀνεχαίτισαν, φάμενοι, ὡς ’παιδὸς ὄντος τοῦ βασιλέως καὶ μὴ
νοοῦντος τὰ πεπραγμένα, πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τολμᾶτε
τοιαῦτα διαπράττεσθαι;‘ οἱ δὲ ἐπίτροποι καὶ τὴν τοῦ Δουκὸς ἀποκείραν-
τες γυναῖκα εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῆς ἐξαπέστειλαν. ἐξέτεμον
δὲ καὶ Στέφανον τὸν ταύτης υἱόν.
[Const7.3] Ἀλλὰ τούτων κατὰ τὴν πόλιν πραττομένων Συμεὼν ὁ Βουλγαρίας
ἄρχων μετὰ βαρείας δυνάμεως εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, καὶ
τὴν βασιλίδα φθάσας χάρακα περιέβαλεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι
τῆς λεγομένης Πόρτης χρυσῆς καὶ μετέωρος ἦν ταῖς ἐλπίσι ῥᾳδίως ταύτην
ἑλεῖν. καταμαθὼν δὲ τὴν ὀχυρότητα τῶν τειχῶν καὶ τὸ πλῆθος τῶν
τειχοφυλακούντων καὶ τὴν τῶν πετροβόλων καὶ τοξοβόλων ὀργάνων
δαψίλειαν, ἀφέμενος τῶν ἐλπίδων ἐν τῷ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς
σπονδὰς ἐξαιτούμενος. τῶν δ' ἐπιτρόπων ἀσμενέστατα δεξαμένων τὸν
λόγον ἀποστέλλει ὁ Συμεὼν τὸν ἑαυτοῦ μάγιστρον Θεόδωρον ὁμιλῆσαι
περὶ εἰρήνης. οὗ παραγενομένου καὶ λόγων κινηθέντων πολλῶν ὁ
πατριάρχης ἅμα τοῖς λοιποῖς ἐπιτρόποις ἀναλαβόντες τὸν βασιλέα ἐν
τοῖς παλατίοις ἦλθον τῶν Βλαχερνῶν, καὶ ὁμήρους δόντες ἀξιολόγους
εἰσήγαγον τὸν Συμεὼν ἐν τῷ παλατίῳ, καὶ συνειστιάθη τῷ βασιλεῖ, τοῦ
Συμεὼν ὑποκλίναντος τῷ πατριάρχῃ τὴν κεφαλὴν καὶ εὐχὴν δεξαμένου
παρ' αὐτοῦ, ἐπιθέντος, ὥς φασι, τῇ τοῦ βαρβάρου κεφαλῇ ἀντὶ στεφάνου
τὸ ἴδιον ἐπιρριπτάριον. μετὰ δὲ τὴν ἑστίασιν, ἀσυμβάτων γενομένων
περὶ τῆς εἰρήνης, δώροις ὅ τε Συμεὼν καὶ οἱ τούτου παῖδες φιλοφρονη-
θέντες εἰς τὴν ἰδίαν ἀπηλλάγησαν χώραν. καὶ ταῦτα μὲν ἐπράττετο τῇδε.
[Const7.4] Τοῦ δὲ βασιλέως Κωνσταντίνου διὰ παντὸς ὀδυρομένου καὶ τὴν
ἑαυτοῦ ἀνακαλουμένου μητέρα (ἤδη γὰρ αὐτὴν κατήγαγε τοῦ παλατίου
Ἀλέξανδρος) ἀναβιβάζουσι καὶ ἄκοντες πάλιν αὐτήν. ἀνελθοῦσα οὖν καὶ
ἐγκρατὴς γενομένη τῆς βασιλείας προσλαμβάνεται τὸν παρακοιμώ-
μενον Κωνσταντῖνον καὶ Ἀναστάσιον καὶ Κωνσταντῖνον τοὺς αὐτ-
αδέλφους τοὺς τὴν ἐπωνυμίαν Γογγυλίους. συμβουλεύσαντος δὲ καὶ
Ἰωάννου τοῦ Ἐλαδᾶ καταβιβάζουσι τοὺς οἰκείους Ἀλεξάνδρου, Ἰωάννην
τὸν ῥαίκτωρα, τὸν Γαβριηλόπωλον, τὸν Βασιλίτζην καὶ τοὺς λοιπούς.
προβάλλεται δὲ καὶ Ζωὴ αὐγοῦστα Δομίνικον ἑταιρειάρχην δραστήριον
δοκοῦντα καὶ τοῖς αὐτῆς προσκείμενον προστάγμασιν, οὗ τῇ συμβουλῇ
καταβιβάζεται ὁ πατριάρχης τοῦ παλατίου. καὶ ὁ μάγιστρος δὲ
Ἰωάννης ὁ Ἐλαδᾶς κατῆλθεν ἑκουσίως, νόσῳ βληθείς, ὑφ' ἧς καὶ ἀπεβίω
Κωνσταντῖνος δὲ ὁ παρακοιμώμενος ὑφ' ἑαυτὸν ἀγαγεῖν τὴν ἅπασαν τῆς
βασιλείας ἡνίαν βουλόμενος, καὶ μηδένα ἔχειν τὸν ἐμποδίζοντα, διαβάλλει
τὸν ἑταιρειάρχην εἰς τὴν αὐγοῦσταν ὡς σφετεριζόμενον τὴν βασιλείαν
εἰς τὸν ἑαυτοῦ ἀδελφόν. οὗ τοῖς λόγοις πεισθεῖσα πατρίκιον αὐτὸν τιμᾷ,
καὶ κατελθόντα, ὡς ἔθος, λαβεῖν εὐχὴν οἴκοι μένειν προσέταξε. προχειρίζε-
[Const7.4.18] ται δὲ ἀντ' αὐτοῦ Ἰωάννην τὸν Γαριδᾶν ἑταιρειάρχην, καὶ Δαμιανὸν
εὐνοῦχον ἀρτιφανῆ τῆς βίγλας δρουγγάριον.
[Const7.5] Ἄγοντος δὲ καὶ φέροντος τοῦ Συμεὼν τὰ Θρᾳκῷα μέρη, καὶ τῆς
αὐγούστης φροντιζούσης μετὰ τῶν ἐν τέλει, ὅπως αὐτοῦ παύσωσι τὰς
ἐπιδρομάς, Ἰωάννης ὁ Βογᾶς ὑπέσχετο πατρίκιος τιμηθεὶς ἀγαγεῖν κατ'
αὐτοῦ Πατζινάκας, καὶ τυχὼν τῆς αἰτήσεως, δῶρα λαβὼν ἄπεισιν εἰς
Πατζινακίαν. καὶ σπεισάμενος καὶ ὁμήρους εἰληφὼς ἐπάνεισιν ἐν τῇ
πόλει, συνθεμένων τῶν Πατζινάκων τὸν Ἴστρον περαιώσασθαι καὶ
Βουλγάροις πολεμεῖν. ηὐτομόλησε δὲ τότε καὶ Ἀσώτιος ἀνὴρ ὀνομαστός,
υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων. ἐλέγετο δὲ οὗτος ῥάβδον σιδηρᾶν
ἀμφοτέραις χερσὶ τῶν ἄκρων λαμβάνων περικλᾶν τῇ τῶν χειρῶν βίᾳ
καὶ κάμπτειν, τῆς ἀντιτύπου τοῦ σιδήρου βίας ὑπεικούσης τῇ τῶν χειρῶν
ἰσχύϊ. ὃν φιλοφρόνως ἡ δέσποινα δεξαμένη οἴκαδε πάλιν ὑπονοστῆσαι
πεποίηκε.
[Const7.6] Πολιορκοῦντος δὲ τοῦ Συμεὼν τὴν Ἀδριανούπολιν ἐφ' ἡμέρας
ἱκανὰς καὶ μηδὲν ἀνύοντος, Παγκρατούκας τις γένος ὢν Ἀρμένιος καὶ
εἷς τῶν φυλάττειν τεταγμένων τὴν πόλιν χρυσίῳ δελεασθεὶς προὔδωκεν
αὐτὴν τῷ Συμεών. μετ' ὀλίγον δὲ ἀπεστάλη παρὰ τῆς αὐγούστης
Βασίλειος πατρίκιος ὁ ἐπὶ τοῦ κανικλείου καὶ Νικήτας ὁ Ἑλλαδικός, καὶ
χρυσίῳ καὶ χρήμασι πλείστοις πάλιν αὐτὴν ἀνεκτήσαντο.
[Const7.7] Τούτῳ τῷ ἔτει καὶ Δαμιανὸς ὁ τῆς Τύρου ἀμηρᾶς μετὰ πολεμικῶν
πλοίων καὶ δυνάμεως πολλῆς εἰσβολὴν ἐποιήσατο κατὰ Ῥωμαίων, καὶ
τὴν Στρόβηλον καταλαβὼν ἐνεργῶς αὐτὴν ἐπολιόρκει. καὶ ἐξεπόρθησεν
ἄν, εἰ μὴ νοσήσας ἀπεβίω, ὑποστρεψάντων διὰ κενῆς τῶν Σαρακηνῶν.
[Const7.8] Μὴ φέρουσα δὲ Ζωὴ ἡ βασιλὶς τὰς τοῦ Συμεὼν συνεχεῖς ἐπιδρομὰς
καὶ βουλομένη ταύτας ἀνακόψαι, δέον ἐγνώκει μετὰ τῆς συγκλήτου εἶναι
σπείσασθαι τοῖς Σαρακηνοῖς, καὶ πάντα τὸν ἐν τῇ ἕῳ στρατὸν διαπερᾶσαι
πρὸς τὴν ἑσπέραν, καὶ ἑνωθέντων τῶν τε ἑῴων καὶ τῶν δυτικῶν στρατευ-
μάτων πόλεμον συστήσασθαι κατὰ τῶν Βουλγάρων, καὶ τελέως ἀφανίσαι
αὐτούς. ἔδοξε τοῦτο, καὶ πεμφθεὶς εἰς Συρίαν Ἰωάννης πατρίκιος ὁ Ῥαδηνὸς
καὶ Μιχαὴλ ὁ Τοξαρᾶς ἐσπείσαντο τοῖς Σαρακηνοῖς. καὶ δὴ τῆς ἀπ'
αὐτῶν ἀπαλλαγεῖσα φροντίδος ἡ βασιλὶς τὴν συνήθη διανομὴν τῆς
ῥόγας κελεύσασα γενέσθαι τῶν στρατευμάτων, Λέοντι τε μαγίστρῳ τῷ
Φωκᾷ ταῦτα παραδοῦσα, δομεστίκῳ τῶν σχολῶν τυγχάνοντι, ἀπᾶραι
κατὰ Βουλγάρων ἐπέτρεψεν. ἀθροισθέντων δὲ πάντων τῶν θεμάτων
καὶ τῶν ταγμάτων κατὰ τὴν Διάβασιν (πεδίον δὲ ἡ Διάβασις μέγα καὶ
πρὸς ὑποδοχὴν στρατοῦ ἐπιτήδειον) ἀποσταλεὶς ὁ πρωτοπαπᾶς τοῦ
παλατίου μετὰ τῶν τιμίων ξύλων παρεσκεύασε προσκυνήσαντας πάντας
ἐπομόσασθαι συναποθνῄσκειν ἀλλήλοις. καὶ τοῦ ὅρκου τελεσθέντος
πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος
τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, ἀνὴρ πολεμικὸς καὶ πολλάκις ἐν
μάχαις ἀνδραγαθήσας, τοῦ δὲ ἱκανάτου Ὀλβιανὸς ὁ Μαρούλης, ἀνὴρ
δεδοκιμασμένος, καὶ Ῥωμανὸς καὶ Λέων οἱ τοῦ Ἀργυροῦ παῖδες καὶ
Βάρδας ὁ Φωκᾶς ἑτέρων ταγμάτων ἐξῆρχον. συνῆν δὲ τούτοις καὶ
Μελίας ὁ μάγιστρος μετὰ τῶν Ἀρμενίων καὶ πλεῖστοι ἄλλοι στρατηγοὶ
τῶν θεμάτων. παρείπετο δὲ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λίψ, ὡς τάχα
σύμβουλος Λέοντι τῷ δομεστίκῳ τῶν σχολῶν. κατὰ δὲ τὴν ἕκτην τοῦ
Αὐγούστου μηνός, τῆς πέμπτης ἰνδικτιῶνος, πολέμου συρραγέντος
Ῥωμαίοις τε καὶ Βουλγάροις πρὸς τῷ Ἀχελῴῳ φρουρίῳ τρέπονται κατὰ
κράτος οἱ Βούλγαροι, καὶ φόνος αὐτῶν ἐγένετο πολύς. ἱδρῶτι δὲ τοῦ
δομεστίκου περιρρανθέντος πολλῷ καὶ λειποθυμήσαντος καὶ τοῦ ἵππου
ἀποβάντος ἐπί τινι πηγῇ καὶ τὸν ἱδρῶτα ἀποπλύνοντος καὶ ἑαυτὸν
ἀποψύχοντος, τὸν δεσμὸν ἀπορρήξας ὁ ἵππος τυχαίως ἔθει διὰ τοῦ
στρατοπέδου κενὸς ἐπιβάτου. ὃν οἱ στρατιῶται θεώμενοι γνώριμον
ὄντα, καὶ τὸν δομέστικον πεσεῖν ὑποτοπάσαντες εἰς πτοίαν ἐνέπεσον καὶ
κατεβλήθησαν τὰς ψυχὰς καὶ τῆς διώξεως ἔστησαν, ἔνιοι δὲ καὶ παλίντρο-
ποι γεγόνασιν. ἐξ ὑπερδεξίων δὲ ταῦτα θεώμενος ὁ Συμεών (οὐ γὰρ
ἔτυχεν ἀσύντακτον τὴν φυγὴν ποιησάμενος) ἐπαφῆκε τοὺς Βουλγάρους
κατὰ Ῥωμαίων. οἱ δὲ καὶ πρότερον, ὡς εἴπομεν, τὰς γνώμας θλασθέντες
καὶ τεθηπότες, ὡς καὶ αἰφνίδιον ἐπιόντας ἐθεάσαντο τοὺς Βουλγάρους,
τρέπονται πανστρατί, καὶ γέγονε φυγὴ φρικωδεστάτη, τῶν μὲν ὑπ'
ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν ἐναντίων ἀναιρουμένων.
Λέων δ' ὁ δομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἔπεσε δὲ λαὸς οὐ
τῶν κοινῶν στρατιωτῶν, ἀλλὰ καὶ στρατηγοὶ καὶ ταγματάρχαι ἀριθμοῦ
κρείττους. ἐσφάγη δὲ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ ὁ τῶν ἐξκουβίτων
ἔξαρχος Ἰωάννης μάγιστρος ὁ Γράψων.
[Const7.9] Ἦν δὲ ἀποσταλεὶς ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγά-
ριος τηνικαῦτα τῶν πλωΐμων ὤν, μετὰ παντὸς τοῦ στόλου παραπλεῖν
τοῖς αἰγιαλοῖς προσταχθεὶς καὶ εἰς βοήθειαν τυγχάνειν τῷ Λέοντι,
διαπερᾶσαι δὲ καὶ τοὺς παρὰ τοῦ Βογᾶ ἀχθέντας Πατζινάκας εἰς
συμμαχίαν Ῥωμαίων. διενέξεως δὲ γενομένης μέσον τοῦ Ῥωμανοῦ καὶ
τοῦ Βογᾶ ἰδόντες αὐτοὺς οἱ Πατζινάκαι στασιάζοντας πρὸς ἀλλήλους,
ὑπέστρεψαν εἰς τὰ ἴδια, καὶ γέγονεν ἡ ἐξ αὐτῶν βοήθεια ἄπρακτος καὶ
ἀνόνητος. ἄλλοι δὲ οὐχ οὕτω φασὶ γενέσθαι τὴν τροπὴν Ῥωμαίων,
τρόπον δὲ ἕτερον. τρεψαμένου γὰρ τοῦ Φωκᾶ τὸν Συμεὼν καὶ διώκοντος
φήμη τις ἐξαίφνης ἔφθασε πρὸς αὐτὸν ἀπαγγέλλουσα, ὡς ὁ δρουγγάριος
τῶν πλωΐμων ἄπεισι μετὰ τοῦ στόλου παντὸς παραληψόμενος τὴν
βασιλείαν. ὁ δὲ τῇ ἀκοῇ καταβροντηθείς (ἐσφετερίζετο γὰρ εἰς ἑαυτὸν
τὸ τῆς βασιλείας κράτος) καταλιπὼν τὸ διώκειν ὑπέστρεψεν εἰς τὴν
παρεμβολήν, ὡς τάχα τὸ ὂν μαθησόμενος. διαδοθέντος δὲ λόγου πρὸς
τὸν στρατόν, ὡς ὁ δομέστικος πέφευγεν, ἀλκῆς ἐπιλησθέντες οἱ λοιποὶ
ἐποίουν ὁμοίως. οὓς ἰδὼν ὁ Συμεὼν φεύγοντας (ἵστατο γάρ, ὡς εἴρηται,
ἐν εὐκαίρῳ τόπῳ τὸ τέλος ἀφορῶν τοῦ ἀγῶνος) ἐξεχύθη πανστρατὶ καὶ
παλίντροπον τὴν φυγὴν ἐποιήσατο. οὗτος μὲν δὴ καὶ ὁ δεύτερος λόγος.
εἴτε δὲ οὕτως, εἴτε ἐκείνως ἡ ἀλήθεια ἔχει, ὅμως ἐτράπησαν οἱ Ῥωμαῖοι
καὶ τὰ λεχθέντα ἄνωθεν διεπράχθη. μετὰ τὴν τροπὴν δὲ τῶν σωθέντων
ἐκ τοῦ πολέμου παραγενομένων τὰ κατὰ τὸν Ῥωμανὸν καὶ τὸν Βογᾶν
ἐκινήθη. καὶ εἰς τοσοῦτον κινδύνου περιέστη τῷ δρουγγαρίῳ τὰ πράγ-
ματα, ὡς ψῆφον κατ' αὐτοῦ ἐξενεχθῆναι παρὰ τῶν δικαστῶν καταδικά-
ζουσαν αὐτὸν ἐκκοπῆναι τὰς ὄψεις, ὡς ἀμελείᾳ ἢ μᾶλλον κακουργίᾳ μὴ
διαπεράσαντα Πατζινάκας, πάλιν δὲ μηδὲ τοὺς ἀπὸ τῆς τροπῆς
δεχόμενον ὑποστρέψαντας. τοῦτο δὲ ἂν ἐπεπόνθει, εἰ μὴ Στέφανος μάγι-
στρος ὁ τῶν ἐπιτρόπων εἷς καὶ Κωνσταντῖνος πατρίκιος ὁ Γογγύλης,
πολλὰ δυνάμενοι παρὰ τῇ δεσποίνῃ, αὐτὸν ἐξερρύσαντο. Συμεὼν δὲ ἐπαρθεὶς
τῇ νίκῃ καὶ γαυριῶν ἄρας ἅπαν αὐτοῦ τὸ στράτευμα κατὰ τῆς βασιλί-
δος ἠπείγετο. ἐξῆλθεν οὖν πάλιν ὁ δομέστικος Λέων ὁ Φωκᾶς καὶ ὁ ἑται-
ρειάρχης Ἰωάννης καὶ Νικόλαος ὁ Κωνσταντίνου τοῦ Δουκὸς υἱὸς μετά
τινων στρατιωτῶν τῶν παρευρεθέντων εἰς συνάντησιν αὐτοῦ. καὶ
κατὰ τὸν τόπον τὸν λεγόμενον Κατασύρτας ἀπομοίρᾳ τινὶ Βουλγάρων
εἰς προνομὴν πεμφθείσῃ συνηντηκότες προσρήγνυνται τούτοις καὶ
τρέπονται εὐπετῶς. ἀκραιφνοῦς δὲ πάλιν ἑτέρας ἐπεισπεσούσης ὑφί-
στανται καὶ ταύτην ῥᾳδίως τε καὶ ἀνδρικώτερον, καὶ γίνεται μάχη καρ-
τερὰ καὶ ἐπὶ πολὺν διαρκέσασα χρόνον, καὶ τρέπονται μὲν οἱ Βούλγαροι,
ἐσφάγη δὲ Νικόλαος ὁ τοῦ Δουκὸς υἱός, ἡρωϊκῶς ἀγωνισάμενος, καὶ
[Const7.9.39] αἴτιος τῆς νίκης Ῥωμαίοις γενόμενος. καὶ τὰ μὲν κατὰ τὸν πόλεμον συν-
ηνέχθη γενέσθαι οὕτως.
[Const7.10] Τὰ δὲ κατὰ πόλιν ἐνόσει δεινῶς, πολλῶν καὶ μεγίστων ἐπιμαινο-
μένων τῇ βασιλείᾳ καὶ τῷ ταύτης ἔρωτι φλεγομένων, ὧν κορυφαῖος ἦν
ὁ Φωκᾶς. ὑπάρχων γὰρ οὗτος ἐπ' ἀδελφῇ γαμβρὸς τοῦ παρακοιμω-
μένου Κωνσταντίνου, μεγάλα τότε τῶν ἐν τοῖς βασιλείοις δυναμένου
εὐνούχων, καὶ ἐπ' αὐτῷ πλεῖστα θαρρῶν ῥᾳδίως ᾤετο τὸ τῆς βασιλείας
καθέξειν κράτος. διὸ καὶ πολὺς ἐφέρετο, καὶ οὐ κρύβδην, ἀλλὰ φανερῶς
ταύτης ἀντεποιεῖτο, ὡσπερεὶ πατρῴου πράγματος καὶ προγονόθεν
ἀνήκοντος αὐτῷ καὶ ὅσον οὔπω ἥξειν εἰς αὐτόν, ὡς εἰς νόμιμον διαδο-
χὴν ἐφαντάζετο. οὗ τὴν ὁρμὴν ἀκατάσχετον οὖσαν φοβηθεὶς ὁ τοῦ
βασιλέως Κωνσταντίνου παιδαγωγὸς Θεόδωρος, καὶ μή τι πάθῃ δείσας
ὁ βασιλεύς, ὑπέθετο τῷ βασιλεῖ Κωνσταντίνῳ λαθραίως προσλαβέσθαι
τὸν πατρίκιον Ῥωμανὸν καὶ δρουγγάριον τῶν πλωΐμων, πατρικὸν ὄντα
δοῦλον καὶ τὰ αὐτοῦ φρονοῦντα διὰ παντός, ὥστε συνεῖναι καὶ διαφυλάτ-
τειν αὐτὸν καί, εἰ δεήσει, σύμμαχον ἔχειν καὶ βοηθόν. ἐντυχίας οὖν πρῶ-
τον περὶ τούτου γενομένης ὁ Ῥωμανὸς ἀπείπατο, καὶ πάλιν καὶ πολλάκις
πειραθέντων τῶν ἀμφὶ τὸν Θεόδωρον ἀπείπατο. ἐπεὶ δὲ γραμμάτιον
αὐτόχειρον χαράξας ὁ βασιλεὺς καὶ φοινικοῖς ὑποσημάνας γράμμασιν
ἀπέστειλεν αὐτῷ, εἶξέ τε ἐπὶ χεῖρας τοῦτο λαβὼν καὶ καθυπέσχετο τὴν
τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν
κωλῦσαι κατὰ τὸ ἐγχωροῦν. τὰ μὲν οὖν λαληθέντα καὶ στοιχηθέντα
οὕτω προέβη, καὶ διὰ τῆς ἀγορᾶς καὶ τῶν λεωφόρων καὶ τῶν στενωπῶν
ὑπεψιθυρίζετο. ὁ δὲ παρακοιμώμενος, καίπερ οὐκ ἀνήκοος ὢν τῶν
κατ' αὐτοῦ μελετωμένων, κατεφρόνει, μὴ ἄν ποτε οἰηθεὶς τολμῆσαί τινα
ἐπιχείρησιν κατ' αὐτοῦ ποιήσασθαι. ἐξελθὼν οὖν καὶ τὴν συνήθη δια-
νομὴν τῆς ῥόγας ποιησάμενος τῶν πλωΐμων, καὶ τὸν Ῥωμανὸν ἐπι-
σπεύδων τάχιον ἐκπλεῦσαι, περιπίπτει τῷ λόχῳ. δουλικῷ γὰρ ἐν
σχήματι προσυπαντήσας ὁ Ῥωμανὸς αὐτῷ καὶ προθύμως ποιήσειν τὸ
κελευσθὲν ἐπαγγελλόμενος ἠρέμα καὶ κατὰ μικρὸν ἦγεν αὐτὸν εἰς τὴν
ἐνέδραν. μηδὲν δὲ ἐπαισθέσθαι τῶν μελετωμένων δυνηθέντος τοῦ παρα-
κοιμωμένου, ἀλλ' ἀκάκως καὶ χωρὶς ὑπονοίας διαλεγομένου, καὶ μᾶλλον
ἔγγιστα προσιόντος αὐτῷ, καὶ πυθομένου, εἰ ἔχει ἄνδρας εὐειδεῖς καὶ
γενναίους καὶ τὴν βασιλικὴν ἐρέττειν ἐπιτηδείους τριήρη, τοῦ δὲ καὶ
ἔχειν καὶ ἐγγὺς παρεῖναι τούτους εἰρηκότος, καὶ τῇ κεφαλῇ νεύσαντος
ἥκειν πλησίον τινὰς τῶν εὐειδεστέρων, ὁ Κωνσταντῖνος θεασάμενος τού-
τους, καὶ τάχα ἀποδεξάμενος, ἀπαίρειν ἠπείγετο. ὁ δὲ Ῥωμανὸς ἔγγιστα
τούτου περιπατῶν, ὡς πλησίον ἐγένοντο τῇ στρατηγίδι τριήρει,
κατασχὼν τὸν Κωνσταντῖνον καὶ μηδὲν πλέον εἰπών, ἀλλ' ἢ μόνον·
’ἄρατε τοῦτον,‘ αὐτὸς μὲν ἔστη, οἱ δὲ πρὸς τὸ ἔργον ὄντες ηὐτρεπι-
σμένοι εἰσήγαγον εἰς τὴν ναυαρχίδα καὶ ἐν ἀσφαλείᾳ κατεῖχον, μηδενὸς
ἐπαμῦναι τοῦτον τολμήσαντος τῶν συνεπομένων αὐτῷ, ἀλλὰ πάντων
παραυτίκα διασπαρέντων. τῆς φήμης οὖν ἐξαρθείσης ταραχὴ κατέσχε
πᾶσαν τὴν πόλιν, τυραννίδος, ὡς εἰκός, ἐπίθεσιν λογισαμένην. φθάσαν-
τος οὖν τοῦ λόγου καὶ μέχρι τῆς βασιλίδος Ζωῆς, εἰς ἀμηχανίαν καὶ οἱ
ἐν τέλει ἐνέπιπτον. προσκαλεῖται γοῦν ἡ βασιλὶς τὸν πατριάρχην
Νικόλαον καὶ τοὺς τῆς συγκλήτου λογάδας, κοινολογησαμένη τε μετ'
αὐτῶν ἐκπέμπει πρὸς Ῥωμανόν, τὴν αἰτίαν τοῦ γεγονότος μαθεῖν
ἐθέλουσα. τῶν πεμφθέντων γενομένων, ἔνθα προσώρμουν αἱ τριήρεις,
καὶ μελλόντων ζήτησιν ποιεῖσθαι τῆς τοῦ παρακοιμωμένου κατασχέ-
σεως, ὁ τῶν πλωΐμων διαναστὰς ἀκόλαστος ὄχλος λίθοις αὐτοὺς ἐξή-
λασαν. ἕωθεν οὖν ἡ βασιλὶς ἐξελθοῦσα περὶ τὸν Βουκολέοντα καὶ τὸν
υἱὸν μεταστειλαμένην καὶ τοὺς περὶ αὐτὸν ἐπηρώτα, πῶς γέγονεν ἡ
ἀνταρσία αὕτη. μηδενὸς δὲ ἀποκριναμένου, ὁ παιδαγωγὸς τοῦ βασιλέως
Θεόδωρος ἔφη· ’διὰ τὸ ἀπολέσαι, ὦ δέσποινα, Λέοντα μὲν τὸν Φωκᾶν
τὰ στρατόπεδα, Κωνσταντῖνον δὲ τὸν παρακοιμώμενον τὸ παλάτιον,
ἡ τοιαύτη γέγονε κίνησις.‘
[Const7.11] Ὁ βασιλεὺς δὲ εἰς ἑαυτὸν τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς ἐφελκό-
μενος τὸν πατριάρχην Νικόλαον σὺν τῷ μαγίστρῳ Στεφάνῳ ἀνήγαγεν
ἐν τῷ παλατίῳ, καὶ τῇ ἐπαύριον στέλλουσιν Ἰωάννην τὸν Τουβάκην
τὴν αὐγοῦσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ' ὀλολυγῆς καὶ
δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν αὐτὸν μητρι-
κὴν καὶ οἶκτον ἐκίνησε. διὸ καί φησι πρὸς τοὺς ἄγοντας· ’ἐάσατε εἶναι
μετ' ἐμοῦ τὴν μητέρα μου.‘ οἱ δὲ ἅμα τῷ λόγῳ ταύτην κατέλιπον.
προεβάλλετο δ' ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν, διαδεξάμενος τὸν
Φωκᾶν, τὸν μάγιστρον Ἰωάννην τὸν Γαριδᾶν, τὴν ἐκ τοῦ Λέοντος
δεδοικὼς ἐπανάστασιν. τῇ αἰτήσει τε τούτου προεβλήθησαν Συμεὼν
ὁ υἱὸς αὐτοῦ καὶ Θεόδωρος ὁ τῆς γυναικὸς αὐτοῦ ἀδελφός, ὁ Ζουφινέζερ,
ἑταιρειάρχαι. ὅρκοις τε οὖν καταληφθεὶς ὑπὸ τοῦ βασιλέως κατῆλθεν
εἰς τὸν οἶκον αὐτοῦ, καὶ παραχρῆμα οἱ συγγενεῖς αὐτοῦ ἀπελύθησαν
τῶν βασιλείων. ὅπερ μαθὼν ἐκεῖνος ἀγωνίᾳ καὶ φόβῳ ἐλήφθη. εὐθὺς
οὖν ἐξιππασάμενος ἀπῆλθεν ἐν τῷ ναυστάθμῳ πρὸς τὸν Ῥωμανὸν τὸν
δρουγγάριον, τὴν ὕβριν, ἣν ὑπέστη, καὶ τὸν προπηλακισμὸν διηγού-
μενος. κοινοπραγήσαντες οὖν καὶ ὅρκοις ἀλλήλους κατασφαλισάμενοι καὶ
κῆδος εἰς τοὺς ἑαυτῶν ποιησάμενοι παῖδας ἐν τῷ κρυπτῷ κατεῖχον τὸ
σπουδαζόμενον. ὁ δὲ Ῥωμανὸς πέμψας εἰς τὸ παλάτιον περὶ τοῦ γεγο-
νότος ἀπελογεῖτο, μὴ ἀνταρσίαν εἶναι, μηδὲ ἀπόστασιν ὀμνύμενος τὰ
πραχθέντα. τὴν τοῦ Φωκᾶ δὲ ἐπίθεσιν ὑφορώμενος, φησί, καὶ δεδιὼς
περὶ τοῦ βασιλέως, μή τι καὶ πάθῃ φλαῦρον, ἐν τῷ παλατίῳ ἀνελθεῖν
ἠβουλήθη καὶ φυλακὴν τούτου ποιήσασθαι καὶ τοῦ βασιλέως. μὴ
πιστεύοντος δὲ τοῦ πατριάρχου, μηδὲ τὰ λεγόμενα δεχομένου, ἐπισπέρ-
χει Θεόδωρος ὁ παιδαγωγὸς τὸν Ῥωμανὸν ἄραντα πάντα τὸν στόλον
ἀφικέσθαι πρὸς τὸ τοῦ παλατίου νεώριον ἐν τῷ Βουκολέοντι. μέλλοντος
δὲ τούτου καὶ ἀναδυομένου, οἱ πρὸς τὴν λεληθυῖαν πρᾶξιν τοῦτον ἐνά-
γοντες ἀνέπεισαν καὶ ἄκοντα ποιῆσαι τὸ κελευόμενον. ἀμέλει καὶ κατ'
αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τοῦ εὐαγγελισμοῦ ἐξαρτίσας τὸν
παρατρέχων
μεθ' ἱππέων καὶ ἐκκρίτων ἀνδρῶν, συντάγματι τούτων ἱκανῷ πρὸς
συλλογὴν τροφῆς ἐκπεμφθέντι συναντήσας ἐτρέψατο καὶ κατέσφαξεν.
ἀλλὰ μὴν καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας, ὀξὺς ἐπιφανεὶς
μετὰ τῶν ταγμάτων καὶ ἀποσπάδας τούτους εὑρίσκων τῇδε κἀκεῖσε
πλανωμένους, κακῶς διετίθει. ἃ δὲ οὗτοι ἔδρασαν κακὰ πρὸ τοῦ καταπο-
λεμηθῆναι, πᾶσαν ὑπερεκπίπτει τραγῳδίαν. τοὺς μὲν γὰρ τῶν ἁλισκο-
μένων ἀνεσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ
σκοποὺς ἱστῶντες βέλεσι κατετόξευον. ὅσοι δὲ τῶν ἁλόντων ἱερωσύνης
ἠξίωντο, τούτων ἥλοις ὀξέσι διεπερόνουν τὰς κεφαλάς. οὐκ ὀλίγους δὲ
καὶ θείους ναοὺς ἐπυρπόλησαν. ἀλλὰ ταῦτα μὲν πρότερον. ἐπεὶ δέ, ὡς
ἄνωθεν ἐρρέθη, καταναυμαχηθέντες καὶ διὰ γῆς οὐχ ἥκιστα κακωθέντες
συσταλέντες ἠρέμουν ἐν τοῖς σφετέροις πλοίοις, καὶ ἤδη αὐτοῖς ἐπιλελοίπει
τὰ ἐπιτήδεια, ἐβουλεύοντο μὲν εἰς τὰ ἴδια ὑπονοστῆσαι, ἐδεδίεσαν δὲ τὸν
στόλον παραγειτονοῦντα καὶ τὸν ἀπόπλουν φυλάττοντα. καιρὸν δ'
ὅμως τηρήσαντες καὶ σύνθημα δόντες καὶ τὰ πρυμνήσια λύσαντες
ἀπέπλεον. οὐκ ἔλαθον δὲ τὸν πατρίκιον καὶ πρωτοβεστιάριον Θεοφάνην,
ἀλλὰ γνοὺς οὗτος τὴν αὐτῶν ἀναχώρησιν ὑπαντιάζει τούτοις εὐθύς,
καὶ γίνεται ναυμαχία δευτέρα, καὶ τρέπονται πάλιν οἱ Ῥῶς. καὶ τὰ μὲν
τῶν σκαφῶν βυθῷ παρεδόθησαν, τὰ δὲ σίδηρος καὶ πῦρ ἐμερίσαντο, τὰ
δὲ αὔτανδρα ὑπὸ ταῖς τῶν Ῥωμαίων χερσὶν ἐγένοντο, ὀλίγα δὲ τὴν τοῦ
[Roman1.31.30] πολέμου διαφυγόντα ἀνάγκην πρὸς τὰ οἰκεῖα ἐχώρησαν.
[Roman1.32] Ἀνθ' ὧν ὁ βασιλεὺς τὸν πρωτοβεστιάριον ἀποδεξάμενος καὶ
παρακοιμώμενον αὐτὸν προεβάλλετο. φθόνου δὲ κινηθέντος κατὰ τοῦ
δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα παρὰ τῶν ἄλλων
βασιλέων (ἐβούλετο γὰρ Ῥωμανὸς ὁ βασιλεὺς Εὐφροσύνην τὴν τοῦ
δομεστίκου θυγατέρα νύμφην ἀγαγέσθαι τῷ οἰκείῳ ἐκγόνῳ Ῥωμανῷ
<τῷ υἱῷ> τοῦ ἐσχάτου παιδὸς αὐτοῦ Κωνσταντίνου) ἠναγκάσθη τῆς
ἀρχῆς αὐτὸν παραλῦσαι, ἐπὶ δυσὶ καὶ εἴκοσι χρόνοις καὶ μησὶν ἑπτὰ
ἀδιαδόχως τὴν τοῦ δομεστίκου ἀρχὴν ἰθύναντα, καὶ πᾶσαν, ὡς εἰπεῖν,
τὴν Συρίαν καταδραμόντα καὶ ταπεινώσαντα. ὅτῳ δὲ βουλητὸν τὰς
ἐκείνου μαθεῖν ἀριστείας, ζητησάτω τὴν πονηθεῖσαν βίβλον παρά τινος
Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ (ἐν ὀκτὼ γὰρ βίβλοις ἐκεῖνος τὰ
τούτου ἀνδραγαθήματα συνεγράψατο), καὶ ἐξ αὐτῆς εἴσεται, οἷος ἦν
ὁ ἀνὴρ τὰ πολεμικά. παραπλησίως τούτῳ καὶ Θεόφιλος ὁ τούτου ὁμαί-
μων, ὁ πάππος Ἰωάννου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὰς ἐν Μεσοπο-
ταμίᾳ τῶν Σαρακηνῶν πόλεις διέθετο, στρατηγὸς ἐν αὐτῇ γεγονὼς καὶ
ταπεινώσας καὶ τελέως ἀφανίσας τοὺς ἐκ τῆς Ἄγαρ. καὶ Ῥωμανὸς δὲ ὁ
πατρίκιος, ὁ τοῦ δομεστίκου Ἰωάννου υἱός, στρατηγὸς καταστὰς πολλά
τε φρούρια παρεστήσατο καὶ πλείστων λαφύρων αἴτιος ὑπῆρξε τοῖς
Ῥωμαίοις. τοῦ Ἰωάννου δὲ παραλυθέντος τῆς ἀρχῆς προβάλλεται
δομέστικος τῶν σχολῶν ὁ Πανθήριος, ὁ τοῦ βασιλέως Ῥωμανοῦ συγ-
γενής.
[Roman1.33] Ἱλασκόμενος δὲ τὸν θεὸν ὁ βασιλεὺς Ῥωμανὸς διὰ τὴν τῶν ὅρκων
παράβασιν, καὶ μετανοῶν ἐφ' οἷς κακῶς παρεσπόνδησεν, ἐποίει μὲν καὶ
ἄλλας εὐποιΐας, ἃς καταλέγειν ἔργον, ἀπέτισε δὲ καὶ τὰ χρέα τῆς πόλεως
ἀπό τε πλουσίων καὶ πενήτων, δεδοικώς, ὥς φασι, κεντηνάρια δεκαεννέα,
τὰ δὲ γραμματεῖα κατακαύσας ἐν τῷ κατὰ τὴν Χαλκῆν πορφυρῷ ὀμφα-
λίῳ. δέδωκε δὲ καὶ τὰ ἐνοίκια τῆς πόλεως ἀπὸ τοῦ ὑψηλοτέρου καὶ
μέχρι τοῦ ἐσχάτου. ἃ δὲ διετυπώσατο γίνεσθαι ψυχικὰ ἐπετείως ἐν τῇ
παρ' αὐτοῦ νεουργηθείσῃ μονῇ τοῦ Μυρελαίου, ἴσασι πάντες μέχρι τοῦ
νῦν τελούμενα.
[Roman1.34] Κατὰ δὲ τὴν πρώτην ἰνδικτιῶνα τῶν Τούρκων πάλιν ἐπιδρομὴν
ποιησαμένων κατὰ Ῥωμαίων, ὁ παρακοιμώμενος Θεοφάνης ἐξελθὼν
ἐσπείσατο μετ' αὐτῶν καὶ λαβὼν ὁμήρους ὑπέστρεψε.
[Roman1.35] Δευτέρᾳ δὲ ἰνδικτιῶνι Πασχάλιον πρωτοσπαθάριον καὶ στρατη-
γὸν Λογγιβαρδίας ἐξέπεμψεν ὁ βασιλεὺς πρὸς τὸν ῥῆγα Φραγγίας
Οὔγωνα, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν νυμφευθῆναι τῷ τοῦ Πορφυρο-
γεννήτου υἱῷ Ῥωμανῷ. ἥτις καὶ ἀχθεῖσα μετὰ πλούτου πολλοῦ συνήφθη
Ῥωμανῷ. συνεβίωσε δὲ μετ' αὐτοῦ ἔτη πέντε καὶ ἀπέθανεν.
[Roman1.36] Ἐγένετο δὲ καὶ βίαιος ἄνεμος μηνὶ Δεκεμβρίῳ. καὶ καταπεσόντες
οἱ λεγόμενοι Δῆμοι συνέτριψαν τὰ κάτωθεν αὐτῶν βάθρα καὶ τὰ λεγό-
μενα στηθέα.
[Roman1.37] Τῆς πόλεως δὲ Ἐδέσσης πολιορκουμένης παρὰ τῶν Ῥωμαϊκῶν
δυνάμεων, στενοχωρηθέντες οἱ Ἐδεσσηνοὶ τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς
διεπρεσβεύσαντο πρὸς βασιλέα, αἰτούμενοι ἀπαναστῆναι τῆς προσεδρείας
τὸν λαόν, καὶ ὑπισχνοῦντο ἀντίλυτρον δοῦναι τὸ τοῦ Χριστοῦ ἅγιον
ἐκμαγεῖον. λυθείσης οὖν τῆς πολιορκίας ἐδόθη τὸ θεῖον ἐκτύπωμα καὶ εἰς
τὴν βασιλίδα ἤχθη, ὑποδεξαμένου τοῦτο τοῦ βασιλέως μετὰ λαμπρᾶς
καὶ πρεπούσης δορυφορίας διὰ τοῦ παρακοιμωμένου Θεοφάνους.
[Roman1.38] Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ
βασιλευούσῃ, παῖδες ἄρρενες συμφυεῖς ἐκ μιᾶς προελθόντες γαστρός.
ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οἰωνός. ἐπὶ δὲ Κωνσταντίνου
πάλιν εἰσῆλθον. ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελευτῆσαι, ἐπειράθησαν οἱ
ἐμπειρότεροι τῶν ἰατρῶν τὸ νεκρωθὲν ἀποτεμεῖν μέρος. οὗ τμηθέντος τὸ
ζῶν ἐπιβεβιωκὸς μικρὸν ἐτελεύτησεν.
[Roman1.39] Ὁ δὲ βασιλεὺς Ῥωμανὸς καὶ πάντας μὲν ἐτίμα τοὺς μοναχούς,
διαφερόντως δὲ τὸν μοναχὸν Σέργιον τὸν ἀνεψιὸν Φωτίου τοῦ πατριάρχου,
ἀρεταῖς ὄντα κατάκομον καὶ πᾶσι κοσμούμενον τοῖς καλοῖς, ὃς διὰ παντὸς
παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους
τούτους ἐᾶν, μή πως καὶ αὐτὸς πάθῃ τὸ τοῦ Ἠλεί. τῇ δὲ αὐτῇ ἰνδικτιῶνι
κατήγαγον τὸν βασιλέα Ῥωμανὸν τοῦ παλατίου καὶ εἰς τὴν Πρώτην
ἀγαγόντες νῆσον ἀπέκειραν μοναχόν. τίνες δὲ οἱ τοῦτον κατασπάσαντες
τῆς ἀρχῆς, καὶ τίνα τρόπον, ἐν τοῖς ἐπαγομένοις λελέξεται.
[Const7 iterum.t] ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΠΑΛΙΝ ΑΥΤΟΚΡΑΤΩΡ
[Const7 iterum.1] Κωνσταντίνου τοῦ βασιλέως ἐν κομιδῇ νέᾳ τῇ ἡλικίᾳ ἀπορφανι-
σθέντος, καὶ τῶν πραγμάτων ὑπό τε τῆς μητρὸς αὐτοῦ Ζωῆς καὶ τῶν
ἐπιτρόπων, οὓς ἔμπροσθεν ἠριθμησάμεθα διοικουμένων, ὁ παρακοιμώ-
μενος Κωνσταντῖνος μεγάλα παρὰ τῇ βασιλίδι δυνάμενος, ἐπ' ἀδελφῇ τε
γαμβρὸν ἔχων τὸν μάγιστρον Λέοντα τὸν Φωκᾶν, δομέστικον ὄντα τῶν
σχολῶν τῆς ἀνατολῆς, καὶ παρὰ τοῦτο τὰς ἡνίας ἁπάσας τῆς βασι-
λείας, ὅπῃ καὶ βούλοιτο, περιφέρων, νύκτωρ καὶ μεθ' ἡμέραν ἐμελέτα εἰς
τὸν ἑαυτοῦ γαμβρὸν τὴν βασιλείαν μετενεγκεῖν, τὸν Κωνσταντῖνον
ἐκποδὼν ποιησάμενος. ὅπερ συννενοηκὼς ὁ τοῦ Πορφυρογεννήτου
παιδαγωγὸς Θεόδωρος, ὡς ἄνωθεν εἴρηται, σπουδὴν ἔθετο τὸν πρε-
σβύτην Ῥωμανὸν δρουγγάριον τηνικαῦτα τῶν πλωΐμων τυγχάνοντα
οἰκειώσασθαι καὶ τοῖς ἀνακτόροις εἰσαγαγεῖν, ὡς τάχα φύλακα καὶ
πρόμαχον τοῦ βασιλέως ἐσόμενον. οὑτοσὶ δ' ἀναχθεὶς καὶ ταῖς κατὰ
μικρὸν ἀνόδοις τῆς πάσης δυναστείας γενόμενος ἐγκρατὴς οὐκ ἐνέμεινε
τοῖς δοθεῖσιν, ἀλλὰ τοὺς δεδομένους ἀθετήσας ὅρκους (ἦν γὰρ φρικωδε-
στάταις ὁρκωμοσίαις ἑαυτὸν καταδεσμήσας, μὴ ἄν ποτε βασιλείας
ἔφεσιν ἐσχηκέναι) ἑαυτόν τε ἀνηγόρευσε βασιλέα, ἑκουσίως τοῦ
Πορφυρογεννήτου ἀέκοντί γε θυμῷ (τοῦτο δὴ τὸ Ὁμηρικόν) περιθέντος
αὐτῷ τὸ διάδημα, καὶ οὐ μόνον ἑαυτόν, ἀλλ' ἤδη μετὰ μικρὸν καὶ Χρι-
στοφόρον τὸν υἱόν. διαλιπὼν δ' ὀλίγον, καὶ Στέφανον καὶ Κωνσταντῖνον
ἀνηγόρευσε τοὺς υἱεῖς. βασιλεὺς δὲ ἀναρρηθεὶς οὐκ ἠγάπησε τῇ ἀναρ-
ρήσει, οὐδὲ τὴν δευτέραν χώραν ἔχειν ἠσμένισεν, ἀλλ' ἐκ μέσου τὸν
παιδαγωγὸν θέμενος καὶ τοὺς λοιποὺς τοὺς ὅσοι ἐδόκουν προσίστασθαι,
πρῶτός τε αὐτοκράτωρ ἀνευφημεῖτο καὶ τὴν πᾶσαν τῶν πραγμάτων
διεκόσμει διοίκησιν. μετ' αὐτὸν δὲ ἀνηγορεύοντο οἱ υἱεῖς, καὶ τελευταῖος
πάντων ὁ Κωνσταντῖνος. οὗτος τοίνυν ὁ Κωνσταντῖνος σχῆμα μόνον
καὶ ὄνομα τῆς βασιλείας ἔχων, τῶν δὲ ἡδέων ταύτης ἐστερημένος, διὰ
παντὸς ἐγλίχετο καὶ ἐπηύχετο τὴν πατρῴαν ἐπανασώσασθαι ἀρχήν,
τοὺς ἐπεισάκτους ἐκποδὼν θέμενος, τοῦτο δὲ οὐκ ἄλλως ᾤετο ἀγαγεῖν
εἰς ἔργον, εἰ μὴ τοὺς υἱοὺς ἐκπολεμώσει τῷ πατρί. ὁ μὲν οὖν Χριστο-
φόρος ἔφθασε τὸν βίον ἀπολιπεῖν, περιῆσαν δ' ἔτι Στέφανος καὶ Κων-
σταντῖνος. τούτων ἐγνώκει ἀποπειραθῆναι, μή πως δυνηθῇ ἐκπλη-
ρῶσαι τὸ σπουδαζόμενον. καὶ τοῦ μὲν Κωνσταντίνου (ἦν γὰρ στερεω-
τέρας οὗτος φρενός) ἀποπειραθῆναι οὐκ ἐτόλμησε, τρέψαι δὲ τὴν πᾶσαν
μηχανὴν καὶ ἀπόπειραν ἔκρινε πρὸς τὸν Στέφανον, κουφότερόν τε ὄντα
τὸν λογισμὸν καὶ ῥᾳδίως μεταφερόμενον, πρὸς ὅ τι καὶ βούλοιτο. λαμ-
βάνει πρὸς τοῦτο συλλήπτορα καὶ συνεργὸν εὐφυῆ τινα ἄνδρα καὶ
δόλους πλέξαι καὶ μηχανορραφῆσαι δεινόν. Βασίλειος οὗτος ἐτύγχανεν,
ὁ Πετεινὸς τὴν προσηγορίαν, ἐν τῷ τάγματι τῆς ἑταιρείας κατειλεγ-
μένος, καὶ συνήθης καὶ φίλος ἐξέτι νέων ὑπάρχων τῷ Κωνσταντίνω.
τοῦτον κοινωνὸν προσειλήφει τοῦ σκέμματος, καὶ δι' αὐτοῦ φίλον
θέσθαι κατηπείχθη τὸν Στέφανον, λόγοις αἱμυλίοις ὑποκλαπέντα καὶ
ἀπάταις καὶ μηχαναῖς παρενηνεγμένον τοῦ λογισμοῦ. πάντα γὰρ
[Const7 iterum.1.44] τρόπον σπουδάσας ὁ Πετεινὸς τῷ Στεφάνῳ φιλιωθῆναι, ἐπειδὴ πεφιλί-
ωτο, προσῄει τε συνεχῶς καὶ λόγους προσῆγε καὶ συμβουλὰς ὑποκνι-
ζούσας αὐτὸν καὶ κατὰ μικρὸν ἀπαγούσας τοῦ λογισμοῦ, ‘ἵνα τί’,
λέγων, ‘ὦ βασιλεῦ, νέος ὢν ἰσχύϊ τε ῥωμαλέος, καὶ ψυχῆς γενναιότητι
ὑπερφέρων, καὶ φρονήσει πεπυκνωμένος, τὰ πράγματα παρορᾷς ἀπὸ
λεπτοῦ καὶ παλαιοῦ καὶ διερρωγότος μίτου,’ τὸν αὐτοῦ πατέρα ὑπαινιτ-
τόμενος, ἐξαρτώμενα ‘καὶ οὐ διανίστασαι, καὶ τοῦτον μὲν ὡς ἐμπόδιον ταῖς
σαῖς γενναιοτάταις ὁρμαῖς ἐκποδὼν ποιεῖς, αὐτὸς δὲ τῶν πραγμάτων ἀντι-
λαμβάνῃ, δυνάμενος οὐχ ὅπως τὴν Ῥωμαίων βασιλείαν μόνην, ἀλλὰ
καὶ πολλὰς ὁμοῦ κυβερνᾶν; ἄγε δή, πείσθητί μοι τὰ λυσιτελῆ συμβου-
λεύοντι, καὶ διαναστὰς ἀντισχέσθαι θέλησον τῶν πραγμάτων, καὶ τὰ
μὲν Ῥωμαίων ἀναθηλῆσαι παρασκεύασον, τὰ δὲ τῶν ἐχθρῶν ταπείνω-
σον, καὶ δεῖξον ἔργοις αὐτοῖς, ὡς οὐ διὰ κενῆς, οὐδὲ μάτην ἡ ἐπανθοῦσά
σοι ὥρα καὶ τὰ λοιπὰ τῆς ψυχῆς ἐκ θεοῦ σοι δεδώρηνται προτερήματα.
ἕξεις δὲ εἰς τοῦτο συναγωνιστὴν καὶ συλλήπτορα καὶ τὸν σὸν γαμβρὸν
τὸν Πορφυρογέννητον, λίαν θεοκλυτοῦντα καὶ ἱμειρόμενον τῆς τοῦ σοῦ
πατρὸς ἐλευθερωθῆναι βαρύτητος καὶ παρὰ σοῦ κατόψεσθαι τὴν βασι-
λείαν κυβερνωμένην.’ τούτοις ὑποσυρεὶς τοῖς λόγοις ὁ Στέφανος κατ-
εσχέθη τῇ τῆς αὐτοκρατορίας ἐπιθυμίᾳ καὶ ἄσχετον ὄρεξιν ἀνεδέξατο τοῦ
καταγαγεῖν τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας. μέλλων δὲ ἐγχειρεῖν τοῖς
δοχθεῖσι καὶ λόγους αἰνιττομένους τὸ σπουδαζόμενον ὑποσπείρει τῷ
ἀδελφῷ. ἐπεὶ δὲ οὗτος καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἄτεγκτος ἦν, καὶ
παρῄνει μᾶλλον, μὴ θαρρεῖν τῷ γαμβρῷ, ἀλλὰ τῆς πατρῴας ἐξέσθαι
ἐνουθέτει πίστεως καὶ φιλίας, τοῦτον μὲν παρῆκεν ὡς ἐμπόδιον μᾶλλον,
ἀλλ' οὐ συνεργὸν ἐσόμενον, αὐτὸς δ' ᾠήθη, ὡς ἀνυστόν, ἐγχειρῆσαι τοῖς
δεδογμένοις. προσεταιρισάμενος οὖν σὺν τῷ ῥηθέντι Βασιλείῳ καὶ τὸν
μοναχὸν Μαριανὸν τὸν υἱὸν Λέοντος τοῦ Ἀργυροῦ, ὑπὸ τοῦ βασιλέως
Ῥωμανοῦ λίαν καὶ τιμώμενον καὶ πιστευόμενον, καί τινας ἄλλους σὺν
αὐτοῖς, εὐκαιρήσας κατασπᾷ τῆς ἀρχῆς τὸν αὐτοῦ πατέρα, μηνὶ Δεκεμ-
βρίῳ ἑξκαιδεκάτῃ, ἰνδικτιῶνος τρίτης, ἔτους ͵Ϛυνγʹ, εἰκοστὸν ἕκτον
ἀνύοντα ἐν τῇ βασιλείᾳ ἐνιαυτόν, καὶ τῇ νήσῳ Πρώτῃ περιορίζει,
ἀποκείρας καὶ ἄκοντα τοῦτον μοναχόν.
[Const7 iterum.2] Κατενεχθέντος οὖν τοῦ Ῥωμανοῦ εὐθέως ὁ Στέφανος γενναιότερον
ἥπτετο τῶν πραγμάτων, κοινοπραγοῦντα ἔχων τόν τε γαμβρὸν καὶ
τὸν ἀδελφόν. ἐπεὶ δὲ μὴ ἐν πᾶσιν ὁμοίως ἠρέσκοντο, ἀλλ' ἔσθ' ὅπῃ καὶ
διεφώνουν, ἀρχὴ προσκρουμάτων ἐκ ταύτης τῆς αἰτίας ἐφύετο, καὶ
ὑπώπτευον ἀλλήλους καὶ ὑφωρῶντο, τὸν μὲν Πορφυρογέννητον ὁ
Στέφανος, ἐκεῖνον δὲ αὖθις ὁ Πορφυρογέννητος, καὶ κατ' ἀλλήλων ἀκό-
λαστα ἀλλόκοτα. καὶ σπουδὴν μὲν ὁ Στέφανος καὶ ἀγῶνα οὐ τὸν τυχόντα
κατεβάλλετο εἰς τὸ καταγαγεῖν τὸν ἀδελφὸν καὶ τὸν γαμβρὸν καὶ μόναρ-
χος ὑπολειφθῆναι τοῖς πράγμασιν. ἀλλ' ἐπεὶ κατὰ τὸν ποιητὴν εἰσὶ καὶ
ἄλλα πυρὸς θερμότερα, ἔλαθε παθὼν μᾶλλον ἢ δράσας, τοῦ Κωνσταν-
τίνου, ἐπείπερ ᾔσθετο ἐπιβουλευόμενος, ἀναβολὴν μὴ δεδωκότος τῇ
ἐγχειρήσει, πολλὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἑλένης ἐρεθισάσης αὐτὸν
πρὸς τὸ καταγαγεῖν τῆς βασιλείας τοὺς ἀδελφούς. ἐκφήνας οὖν τὸ μυστή-
ριον τῷ εἰρημένῳ Βασιλείῳ τῷ Πετεινῷ, καὶ δι' αὐτοῦ προσκτησάμενος
τὸν Μαριανόν, ἔτι δὲ Νικηφόρον καὶ Λέοντα τοὺς υἱοὺς Βάρδα τοῦ
Φωκᾶ, Νικόλαόν τε καὶ Λέοντα τοὺς Τορνικίους, καὶ ἄλλους οὐκ ὀλίγους,
μηδὲν ὑφορωμένους τὸν Στέφανον καὶ τὸν Κωνσταντῖνον, κατ' αὐτὸν
τὸν καιρὸν τοῦ ἀρίστου συναριστοῦντας αὐτῷ, ἀναρπάστους τίθησι
καὶ καταβιβάζει τῶν βασιλείων, τῇ εἰκάδι ἑβδόμῃ τοῦ Ἰαννουαρίου
μηνός, τῆς αὐτῆς τρίτης ἰνδικτιῶνος, καὶ πλοιαρίοις ἐνθέμενος ὑπερο-
ρίζει τὸν μὲν ἐν τῇ Πανόρμῳ νήσῳ, τὸν Κωνσταντῖνον δὲ ἐν τῇ Τερε-
βίνθῳ. καὶ διὰ Βασιλείου τοῦ Καισαρείας καὶ Ἀναστασίου τοῦ Ἡρα-
κλείας καὶ ἄμφω κληρικοὺς ἀποκείρει, μεταστήσας οὐκ εἰς μακρὰν τὸν
μὲν Στέφανον ἐν Προικοννήσῳ, εἶτα ἐν Ῥόδῳ καὶ τελευταῖον ἐν Μιτυλήνῃ,
τὸν δὲ Κωνσταντῖνον ἐν Σαμοθρᾴκῃ. ἀλλ' ὁ μὲν Στέφανος μεγαλοψύχως
τὰς ἐπενεχθείσας φέρων αὐτῷ τύχας διετέλεσεν ἐπὶ ἔτη ἐννεακαίδεκα
βιοτεύων ἐν τῇ Λέσβῳ. ὁ Κωνσταντῖνος δὲ ὀλιγώρως διατεθεὶς καὶ
θερμότερον τοῦ δέοντος κατεξανιστάμενος καὶ πολλάκις ἐπιχειρήσας
φυγεῖν, μετὰ δεύτερον χρόνον τοῦ τῆς βασιλείας ἐκπεσεῖν τὸν φυλάττον-
τα τοῦτον δολοφονήσας ὑπὸ τῶν περιλοίπων καὶ αὐτὸς ἀποσφάττεται.
μηνὶ δὲ Ἰουλίῳ τῆς ἕκτης ἰνδικτιῶνος καὶ Ῥωμανὸς ὁ τούτων πατὴρ
ἀπέτισε τὸ χρεών, καὶ ἐν τῷ Μυρελαίῳ θάπτεται.
[Const7 iterum.3] Ὁ δὲ Πορφυρογέννητος τὰ ὕποπτα περιελὼν ἐκ μέσου, καὶ
μόνος τὴν αὐτοκράτορα περιζωσάμενος ἀρχήν, κατὰ τὸ θεῖον πάσχα
τῆς αὐτῆς ἰνδικτιῶνος καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι διάδημα, τελέσαν-
τος δὴ τὰς εὐχὰς Θεοφυλάκτου τοῦ πατριάρχου. δοκῶν δέ τις γενναῖος
ἀναφανῆναι καὶ τῶν τῇ βασιλείᾳ διαφερόντων ἐπιμελέστερον ἀντιλή-
ψεσθαι, εἰ μόνος κατάρξοι, μαλακώτερος ὤφθη τῆς ὑπολήψεως, μηδὲν
ἄξιον τῆς εἰς αὐτὸν προσδοκίας ἐπιδειξάμενος. οἴνου τε γὰρ ἥττητο,
καὶ τῶν ἐπιπόνων τὰ ῥᾷστα προέκρινε, δυσπαραίτητός τε ἦν ἐν τοῖς
πταίσμασι καὶ ἀσυμπαθὴς κολαστής, ἀδιάφορός τε περὶ τὰς προβολὰς
τῶν ἀρχηγῶν, οὐκ ἀριστίνδην ταύτας ἰθύνεσθαι καὶ κατ' ἐπιλογὴν
ἐθέλων, ὅπερ ἔργον ἐστὶ μεγαλοπρεποῦς ἐξουσίας, ἀλλὰ τῷ παρατυ-
χόντι ἀρχὴν ἐμπιστεύων, στρατηγίαν τυχὸν ἢ πολιταρχίαν, ἀδοκι-
μάστως, ὡς ἐκ τούτου συμβῆναι πάντα τινὰ χυδαῖον καὶ διαβεβλημένον
εἰς τὰς μεγίστας τῶν πολιτικῶν ἀρχῶν προχειρίζεσθαι, πολλὰ πρὸς
τοῦτο συνεργούσης καὶ Ἑλένης τῆς αὐτοῦ γαμετῆς καὶ Βασιλείου τοῦ
παρακοιμωμένου, ὠνίους τὰς ἀρχὰς ποιεῖν παρασκευαζόντων. οὐ παν-
τάπασι δὲ ἄμοιρος ἦν καὶ πράξεων ἀγαθῶν ὁ Κωνσταντῖνος. ἡ γὰρ
ῥηθῆναι μέλλουσα ἀξιάγαστος οὖσα καὶ θαυμαστὴ ἐπισκιάσαι καὶ
ἀμαυρῶσαι ἴσχυσε πολλὰ τῶν αὐτοῦ ἐλαττωμάτων. τὰς γὰρ ἐπιστή-
μας, ἀριθμητικήν, μουσικήν, ἀστρονομίαν, γεωμετρίαν, στερεομετρίαν,
καὶ τὴν ἐν πάσαις ἔποχον φιλοσοφίαν, ἐκ μακροῦ χρόνου ἀμελείᾳ καὶ
ἀμαθίᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο, τοὺς
ἐφ' ἑκάστῃ τούτων ἀρίστους τε καὶ δοκίμους ἀναζητήσας καὶ εὑρὼν
καὶ διδασκάλους ἐπιστήσας καὶ τοὺς σπουδαίους ἀποδεχόμενός τε καὶ
συγκροτῶν. διὸ καὶ τὴν ἀλογίαν ἀπελάσας οὐκ ἐν μακρῷ τῷ χρόνῳ
ἐπὶ τὸ λογικώτερον μετερρύθμισε τὸ πολίτευμα. ἐπεμελήθη δὲ καὶ τῶν
βαναύσων καὶ χειρωνάκτων τεχνῶν, καὶ εἰς ἐπίδοσιν μεγάλην καὶ ταύ-
τας ἀνήνεγκεν. ἦν δὲ καὶ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ φιλότιμος, μηδέποτε ἐν
ταῖς τυπικαῖς τῶν θείων ναῶν προσελεύσεσι κενὸς καὶ ἄκαρπος ὀφθεὶς
τῷ θεῷ, ἀλλ' ἀναθήμασι δωρούμενος μεγαλοπρεπέσι καὶ φιλοχρίστῳ
βασιλεῖ πρέπουσιν. ἠμείψατο δὲ καὶ τοὺς συνεργήσαντας αὐτῷ πρὸς
τὴν τῶν αὐταδέλφων καθαίρεσιν ταῖσδε ταῖς εὐεργεσίαις, Βάρδαν μὲν
τὸν Φωκᾶν μάγιστρον τιμήσας καὶ δομέστικον τῶν σχολῶν τῆς ἀνατο-
λῆς, Νικηφόρον τε καὶ Λέοντα τοὺς τούτου υἱεῖς, τὸν μὲν τῶν Ἀνατολι-
κῶν στρατηγόν, τὸν Νικηφόρον, τὸν δὲ τῆς Καππαδοκίας, τὸν Λέοντα,
προχειρισάμενος, καὶ Κωνσταντῖνον θάτερον τῶν υἱῶν τῆς Σελευκείας,
Βασίλειον δὲ τὸν Πετεινὸν ἐξάρχοντα τῆς μεγάλης ἑταιρείας, Μαριανὸν
τὸν Ἀργυρὸν κόμητα τοῦ στάβλου καὶ τὸν Κουρτίκιον Μανουὴλ τῆς
[Const7 iterum.3.39] βίγλας δρουγγάριον. ἐξευνούχισε δὲ καὶ Ῥωμανὸν τὸν τοῦ Στεφάνου
υἱόν, τὸν μετέπειτα σεβαστοφόρον γενόμενον, ἔτι δὲ καὶ Βασίλειον τὸν
ἐκ δούλης ἀποτεχθέντα Ῥωμανῷ τῷ γέροντι. Μιχαὴλ δὲ τὸν υἱὸν
Χριστοφόρου τοῦ βασιλέως ἀπέκειρε κληρικόν.
[Const7 iterum.4] Ἀδαμαντίνοις δ', ὡς ᾤετο, δεσμοῖς τὴν βασιλείαν ἀσφαλισάμενος
καὶ πᾶσαν ὑποψίαν ἀποσεισάμενος, καὶ δόξας ἐν τῷ ἀσφαλεῖ καθεστάναι,
μικροῦ δεῖν ἐκινδύνευσε δυσὶ μεγίσταις ἐπιβουλαῖς περιπεσών. Θεοφά-
νης τε γὰρ ὁ παρακοιμώμενος ἐβουλήθη τὸν πρεσβύτην Ῥωμανὸν ἐκ
τῆς νήσου Πρώτης εἰς τὸ παλάτιον ἀγαγεῖν, καὶ ἄλλους οὐκ ὀλίγους
ἔχων συνίστορας. καί τινες δὲ ἕτεροι, ἤτοι Λέων ὁ Κλάδων, Γρηγόριος
ὁ Μακεδὼν καὶ Θεοδόσιος ὁ πρῶτος τῶν τοῦ Στεφάνου ἱπποκόμων καὶ
Ἰωάννης ὁ ῥαίκτωρ, τὸν Στέφανον ἐβουλεύσαντο ἐκ Μιτυλήνης ἀγαγεῖν
καὶ τῇ βασιλείᾳ ἐγκαθιδρῦσαι. ἀλλ' ὑπό τινων συνωμοτῶν μηνυθέντων
τῶν βουλευμάτων, ὁ μὲν Θεοφάνης ἐξωρίσθη σὺν τοῖς αὐτοῦ συνερ-
γοῖς, οἱ δὲ τοῦ Στεφάνου ἀντιποιούμενοι τυφθέντες καὶ δημευθέντες καὶ
τὰς ῥῖνας τμηθέντες ἐξωρίσθησαν.
[Const7 iterum.5] Οὐ διέλιπον δὲ καὶ οἱ Τοῦρκοι εἰσβολὰς εἰς τὴν Ῥωμαίων ποιού-
μενοι καὶ ταύτην δῃοῦντες, μέχρις οὗ Βουλοσουδὴς ὁ τούτων ἀρχηγὸς
τὴν τῶν Χριστιανῶν πίστιν ἀσπάζεσθαι ὑποκριθεὶς κατειλήφει τὴν
Κωνσταντίνου. καὶ βαπτισθεὶς ὑπὸ τοῦ βασιλέως ἀναδέχεται Κωνσταν-
τίνου, τῇ τῶν πατρικίων ἀξίᾳ τιμηθεὶς καὶ πλείστων χρημάτων ὑπάρ-
ξας κύριος, εἶτ' αὖθις οἴκαδε ὑποστρέψας. μετ' οὐ πολὺ δὲ καὶ Γυλᾶς,
ἄρχων ὢν καὶ αὐτὸς τῶν Τούρκων, εἴσεισιν εἰς τὴν βασιλίδα καὶ βαπτί-
ζεται, τῶν ἴσων ἀξιωθεὶς καὶ αὐτὸς εὐεργεσιῶν καὶ τιμῶν. ἀνελάβετο
δὲ μεθ' ἑαυτοῦ καί τινα μοναχὸν Ἱερόθεον τοὔνομα, δόξαν εὐλαβείας
ἔχοντα, ἐπίσκοπον Τουρκίας παρὰ τοῦ Θεοφυλάκτου χειροτονηθέντα,
ὃς ἐκεῖσε γενόμενος πολλοὺς ἀπὸ τῆς βαρβαρικῆς πλάνης εἰς τὸν χριστια-
νισμὸν ἐπανήγαγεν, ἀλλ' ὁ μὲν Γυλᾶς ἐνέμεινε τῇ πίστει, μητ' αὐτὸς
ἔφοδόν ποτε κατὰ Ῥωμαίων πεποιηκώς, μήτε τοὺς ἁλισκομένους Χριστια-
νοὺς ἀτημελήτους ἐῶν, ἀλλ' ἐξωνούμενος καὶ ἐπιμελείας ἀξιῶν καὶ
ἐλευθερῶν. Βουλοσουδὴς δὲ τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς πολλάκις
σὺν παντὶ τῷ ἔθνει κατὰ Ῥωμαίων ἐξήλασε. τὸ αὐτὸ δὲ τοῦτο καὶ κατὰ
Φράγγων ποιῆσαι διανοηθεὶς καὶ ἁλοὺς ἀνεσκολοπίσθη ὑπὸ Ὤτου
τοῦ βασιλέως αὐτῶν.
[Const7 iterum.6] Καὶ ἡ τοῦ ποτε κατὰ Ῥωμαίων ἐκπλεύσαντος ἄρχοντος τῶν
Ῥῶς γαμετή, Ἔλγα τοὔνομα, τοῦ ἀνδρὸς αὐτῆς ἀποθανόντος παρε-
γένετο ἐν Κωνσταντινουπόλει. καὶ βαπτισθεῖσα καὶ προαίρεσιν εἰλικρι-
νοῦς ἐπιδεικνυμένη πίστεως, ἀξίως τιμηθεῖσα τῆς προαιρέσεως ἐπ'
οἴκου ἀνέδραμε.
[Const7 iterum.7] Τῆς δὲ τῷ Ῥωμανῷ νυμφευθείσης κόρης τῆς Οὔγωνος παιδὸς
ἀποθανούσης, ὡς εἴπομεν, παρθένου, νυμφεύεται αὐτῷ ὁ βασιλεὺς καὶ
πατὴρ ἑτέραν γυναῖκα, οὔ τινα τῶν ἐπιφανῶν, ἀλλ' ἐκ χυδαίων φυεῖσαν
καὶ τὴν τέχνην καπήλων, Ἀναστασὼ καλουμένην, Θεοφανὼ δ' ὑπ'
ἐκείνου μετονομασθεῖσαν.
[Const7 iterum.8] Τοῦ ἀμηρᾶ δὲ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων ποιησα-
μένου, ἐν τῇ κώμῃ δὲ τῇ Ἡρακλέος λαὸν πεπομφότος εἰς προνομήν,
πρεσβύτερός τις Θέμελ ὀνομαζόμενος τὴν ἀναίμακτον ἐπιτελῶν λει-
τουργίαν, ὡς ἔγνω τὴν τῶν Σαρακηνῶν ἔφοδον, λιπὼν τὴν ἱερουργίαν,
καὶ ὡς εἶχε στολῆς ἐξελθών, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος
τῆς ἐκκλησίας, ἐν τούτῳ τοὺς ἐπιόντας ἠμύνετο, καὶ πολλοὺς μὲν ἐτραυ-
μάτισεν, ἀπέκτεινε δὲ καὶ ἱκανούς, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἐτρέψατο.
ἀποκλεισθεὶς δὲ παρὰ τοῦ ἐπισκόπου τῆς ἱερουργίας, ἐπεὶ μὴ ἔπειθε
συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσερρύη καὶ τὸν χριστιανισμὸν
ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἐγγί-
ζοντα ταύτῃ ἐδῄου θέματα, ἀλλὰ δὴ καὶ μέχρι τῆς μικρᾶς λεγομένης
Ἀσίας ἔφθασεν. ὅσα δὲ δεινὰ διεπράξατο, οὐδὲ γράφειν ἡμῖν θεμιτόν.
[Const7 iterum.9] Ἤδη δέ, ὡς εἴπομεν, προχειρισθεὶς δομέστικος τῶν σχολῶν
Βάρδας ὁ Φωκᾶς οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἀπειργάσατο. ὁπότε μὲν
γὰρ ὑφ' ἑτέρους ἐτάττετο, στρατηγὸς θαυμαστὸς ἀνεφαίνετο, ὁπηνίκα
δὲ ἡ ἐξουσία τῶν στρατευμάτων ἁπάντων τῆς ἑαυτοῦ γνώμης ἐξήρ-
τητο, ὀλίγα, ἢ οὐδὲν ὤνησε τὴν Ῥωμαίων ἀρχήν. νοσήσας γὰρ τὴν
πλεονεξίαν ἐξέστη τῶν ἑαυτοῦ λογισμῶν. ὅθεν καί ποτε τοῖς τοῦ Χαμ-
βδᾶν ἀπροσδοκήτως περιπεσών, πάντων, ὥς φασι, καταλελοιπότων
αὐτόν, μικροῦ δεῖν αἰχμάλωτος ἐγεγόνει, εἰ μὴ συνασπίσαντες οἱ θερά-
ποντες τῆς αἰχμαλωσίας αὐτὸν ἐλυτρώσαντο. ἐτρώθη δὲ κατὰ τὸ
μέτωπον γενναίῳ καὶ βαθεῖ τῷ τραύματι, ὡς καὶ μέχρι τελευτῆς ἁδρὰν
τὴν οὐλὴν περιφέρειν. Νικηφόρος δὲ καὶ Λέων οἱ τούτου υἱοί, ἐφύπερθεν
παντὸς ὄντες αἰσχροῦ λήμματος καὶ τοὺς ὑπηκόους ὡς γνησίους υἱοὺς
περιέποντες, μεγάλα τὴν τῶν Ῥωμαίων ἀρχὴν ὠφέλησαν. καὶ τὰ μὲν
τοῦ Νικηφόρου προτερήματα, ἵνα μὴ τὸ τῆς ἱστορίας συνεχὲς διακό-
πτηται, ἐν τοῖς περὶ ἐκείνου λελέξεται. ὁ δὲ Λέων Ἀπολασαεὶρ, ἐπίσημον
ἄνδρα καὶ τοῦ Χαμβδᾶν συγγενῆ, σὺν ἀπείρῳ πλήθει κατὰ Ῥωμαίων
ἐξελθόντα τρεψάμενος καὶ κατασχὼν ἐν Κωνσταντινουπόλει ἀπέστειλε,
τοῦ ἄλλου πλήθους τὸ μὲν ἐν τῇ τοῦ πολέμου προσβολῇ κατακτείνας,
τὸ δὲ ζωγρήσας. ὃν ἀχθέντα πρὸς τὴν βασιλίδα ὁ βασιλεὺς Κωνσταν-
τῖνος θρίαμβον ποιήσας καὶ κατὰ τοῦ τραχήλου πατήσας τιμαῖς τε καὶ
δωρεαῖς ἐφιλοφρονήσατο. Κωνσταντῖνον δὲ τὸν λοιπὸν υἱὸν τοῦ Φωκᾶ
ζωγρίαν λαβὼν ὁ Χαμβδᾶν καὶ εἰς τὸ Χάλεπ ἀγαγών, καὶ πολλὰ σπου-
δάσας εἰς τὴν μυσαρὰν αὐτοῦ θρησκείαν τοῦτον μεταγαγεῖν, ὡς οὐκ
ἔπεισε, φαρμάκοις αὐτὸν διέφθειρε. τῇ ἀκοῇ δὲ ταύτῃ περιαλγὴς γενό-
μενος ὁ Βάρδας πάντας, οὓς κατεῖχεν αἰχμαλώτους συγγενεῖς τοῦ Χαμβ-
δᾶν ξίφει κατέκοψε. καὶ παρὰ τοῦτο ὁ τὸ ἀλλάγιον πεμφθεὶς ποιήσασθαι
Παῦλος μάγιστρος ὁ Μονομάχος ἄπρακτος ὑπέστρεψεν. ἀσχέτῳ δὲ
περιωδυνίᾳ διὰ τοὺς συγγενεῖς ληφθεὶς ὁ Χαμβδᾶν ἐκστρατεύει κατὰ
Ῥωμαίων, ἄγων μετ' αὐτοῦ καὶ τὸν παρὰ βασιλέως πεμφθέντα ὡς
αὐτὸν πρεσβευτὴν περὶ εἰρήνης, Νικήταν πατρίκιον τὸν Χαλκούτζην,
καὶ πολλοὺς κἀγαθοὺς ἄνδρας τῶν ἀνδρειοτάτων καὶ γενναίων Ῥωμαίων
ἐζώγρησε. τοῦ δὲ Νικήτα λάθρᾳ τῷ Φωκᾷ μηνύοντος πάντα τὰ βουλευό-
μενα τῷ Χαμβδᾶν καὶ τὰς ὁδούς, ὅθεν μέλλει ποιήσασθαι τὴν ὑποστρο-
φήν, λόχους ὁ Φωκᾶς ἐγκαθίζει περί τινα τόπον εἴσοδον ἔχοντα στενὴν
καὶ κρημνώδη, ἐν ᾧ γενόμενος ὁ Χαμβδᾶν, ἐπεὶ κατὰ μέσην ἐγένετο τὴν
στενοχωρίαν, κυκλοῦται παρὰ τῶν λόχων. ἐξαναστάντες γὰρ τῆς
ἐνέδρας οἱ ἐπὶ τούτῳ τεταγμένοι πέτρας τε ὑπερμεγέθεις κατ' αὐτῶν
ἐκύλιον καὶ βέλη εἰς αὐτοὺς ἔπεμπον παντοδαπά. καὶ ὁ μὲν Χαλκούτζης
προευτρεπισάμενος καὶ δώροις ὑποποιησάμενός τινας τῶν Σαρακηνῶν
τῆς φυγῆς ὑπηρέτας, ἔλαθεν ἀποδρὰς μετὰ πάντων αὐτοῦ τῶν οἰκείων,
τῶν Ἀγαρηνῶν δὲ πέπτωκε πλῆθος ἀμύθητον. ὁ δὲ Χαμβδᾶν οὓς εἶχε
δεσμίους ἀποσφάξας, σὺν ὀλίγοις ἀκλεῶς καὶ ἀτάκτως τὸν κίνδυνον
ἴσχυσε διαφυγεῖν.
[Const7 iterum.10] Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου βασιλείας, τοῦ δὲ κόσμου
ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ τετάρτῳ, μηνὶ Φεβρουαρίῳ
εἰκάδι ἑβδόμῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, κατέλυσε τὸν βίον
Θεοφύλακτος ὁ πατριάρχης, ἀρχιερατεύσας ἐπ' ἔτη εἴκοσι καὶ τρία,
ἡμέρας εἰκοσιπέντε, ἑξκαίδεκα μὲν ἐτῶν ὤν, ὅτε τοὺς τῆς ἐκκλησίας ἀκα-
νονίστως παρείληφεν οἴακας, ὑπὸ παιδαγωγοὺς δέ, φεῦ μοι, ὁ ἀρχιερεὺς
μέχρι τινὸς διετέλεσε. καὶ εἴθε γε διὰ παντὸς τοῦτο ἦν. ἐδόκει γὰρ εἶναι
[Const7 iterum.10.8] σεμνὸς καὶ μέτριος. τῆς ἐντελεστέρας δὲ ἡλικίας ἀρξάμενος ἤδη, καὶ καθ'
ἑαυτὸν βιοῦν ἐαθεὶς οὐδὲν τῶν αἰσχίστων καὶ παντελῶς ἀπηγορευ-
μένων πράττειν ἐνέλιπεν, ὠνίους προτιθεὶς τοὺς τῆς ἐκκλησίας βαθμοὺς
καὶ τὰς προβολὰς τῶν ἀρχιερέων, καὶ ἄλλα πράττων, ὅσα τοῖς ἀληθι-
νοῖς ἀρχιερεῦσιν ἀπεοικότα ἐτύγχανεν, ἱππομανῶν καὶ κυνηγεσίοις
ἐνασχολούμενος, καὶ λοιπὰς ἀπρεπεῖς διαπραττόμενος πράξεις, ἃς κατὰ
μέρος διεξιέναι πρὸς τῷ ἀπρεπεῖ καὶ ἀθέμιτον. μιᾶς δὲ δίκαιον ἐπιμνη-
σθῆναι εἰς ἔνδειξιν τῆς ἀπαιδεύτου γνώμης αὐτοῦ. ἔρως αὐτὸν κατεῖχεν
ἄσχετος τῆς τῶν ἵππων κτήσεως, καὶ λέγεται ὑπὲρ δισχιλίους πορίσασθαι,
ὧν τῆς κομιδῆς διὰ παντὸς ἐφρόντιζεν, οὐ χόρτον αὐτοῖς παρατιθεὶς
καὶ κριθάς, κώνων δὲ καρποὺς καὶ θάσια καὶ πιστάκια, ἔτι τε φοινίκων
καὶ ἰσχάδων καὶ σταφίδων τὰ λιπαρώτερα, εὐωδεστάτῳ οἴνῳ μιγνύς,
καὶ κρόκον καὶ κιννάμωμον καὶ βάλσαμον καὶ ἕτερα ἀρώματα τοῖς ῥηθεῖσι
συμφύρων, ἑκάστῳ τῶν ἵππων παρετίθει βρῶσιν. φασὶ δ', ὅτι λειτουρ-
γοῦντί ποτε αὐτῷ κατὰ τὴν μεγάλην τοῦ θείου δείπνου πέμπτην
ἡμέραν, καὶ τὰς εὐχὰς ἤδη τῶν μυστηρίων ἀναγινώσκοντι, ὁ τὴν ἐπι-
μέλειαν τῶν ἵππων ἐπιτετραμμένος διάκονος ἐπιστὰς εὐαγγέλιον τούτῳ
κεκόμικεν, ὡς ἄρα τετοκυῖα εἴη ἡ ἐπισημοτάτη φορβάς, προσθεὶς καὶ
τὸ ὄνομα. ὁ δ' ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον
ὡς ἔτυχεν ἐκπληρώσας δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ
τὸν τεχθέντα πῶλον ἑωρακὼς καὶ τοῦ ἀλόγου θεάματος ἐμφορηθεὶς
ὑπέστρεψεν εἰς τὴν μεγάλην ἐκκλησίαν, τὴν τῶν ἁγίων παθῶν τοῦ
σωτῆρος ἡμῶν καὶ θεοῦ ἐκτελέσων ὑμνῳδίαν. ἔργον ἐκείνου καὶ τὸ νῦν
κρατοῦν ἔθος, ἐν ταῖς λαμπραῖς καὶ δημοτελέσιν ἑορταῖς ὑβρίζεσθαι τὸν
θεὸν καὶ τὰς τῶν ἁγίων μνήμας διὰ λυγισμάτων ἀπρεπῶν καὶ γελώτων
καὶ παραφόρων κραυγῶν τελουμένων τῶν ἑωθινῶν ὕμνων, οὓς ἔδει μετὰ
κατανύξεως καὶ συντριμμοῦ καρδίας ὑπὲρ τῆς ἑαυτῶν ἡμᾶς σωτηρίας
προσφέρειν θεῷ. πλῆθος γὰρ συστησάμενος ἐπιρρήτων ἀνδρῶν καὶ
ἔξαρχον αὐτοῖς ἐπιστήσας Εὐθύμιόν τινα Κασνὴν λεγόμενον, ὃν αὐτὸς
δομέστικον τῆς ἐκκλησίας προὐβάλλετο, τὰς Σατανικὰς ὀρχήσεις καὶ
τὰς ἀσήμους κραυγὰς καὶ τὰ ἐκ τριόδων καὶ χαμαιτυπείων ἠρανισμένα
ᾄσματα τελεῖσθαι ἐδίδαξεν. οὕτως δὲ βιοτεύων καταστρέφει τὸν βίον ἐν
τῷ ἀτάκτως ἱππάζεσθαι, ἔν τινι τείχει τῶν παραθαλαττίων θραυσθεὶς
καὶ αἷμα ἀναγαγὼν διὰ τοῦ στόματος, ἐπὶ δύο δ' ἔτη νοσηλευόμενος
καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησε.
[Const7 iterum.11] Καὶ χειροτονεῖται κατὰ τὴν τρίτην τοῦ Ἀπριλλίου μηνός, τῆς
αὐτῆς ἰνδικτιῶνος, ἀντ' αὐτοῦ πατριάρχης Πολύευκτος μοναχός, τῆς
Κωνσταντίνου καὶ θρέμμα τυγχάνων καὶ παίδευμα, ὑπὸ τῶν γονέων
μὲν εὐνουχισθείς, ἐπὶ πολὺν δὲ χρόνον τῇ μοναδικῇ πολιτείᾳ ἐνδιαπρέ-
ψας. ὃν ὁ βασιλεὺς διὰ τὸ τῆς σοφίας ὑπερβάλλον καὶ τὴν τοῦ ἤθους
ἁπλότητα καὶ ἀκτημοσύνην χειροτονεῖ πατριάρχην, οὐ τοῦ Ἡρακλείας,
ὡς ἔθος, ἀλλὰ Βασιλείου τοῦ Καισαρείας τὴν χειροθεσίαν πεπληρω-
κότος. Νικηφόρος γὰρ ὁ τῆς Ἡρακλείας πρόεδρος τῷ βασιλεῖ κατά τι
προσκεκρουκὼς οὐ συνεχωρήθη τὴν χειροθεσίαν ποιήσασθαι. ὅθεν καὶ
ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προτρέψαντι μόνον καὶ τῷ
χειροθετήσαντι, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι, ὡς καταδεξαμένῳ
τὴν ἀκανόνιστον χειροθεσίαν. χειροτονηθεὶς δ' ὅμως καὶ παρρησιασά-
μενος τὴν ἀλήθειαν πολλὴν καταδρομὴν ἐποιεῖτο τῆς πλεονεξίας τῶν
συγγενῶν τοῦ πρεσβύτου Ῥωμανοῦ, κἀν τῷ μεγάλῳ σαββάτῳ τὸν
βασιλέα εἰς τὴν μεγάλην ἐκκλησίαν ἐλθόντα ἐνῆγε πρὸς τὴν τῶν πρα-
χθέντων ἐκδίκησιν. ὅπερ οὐχ ἡδέως οὗτος ἐδέξατο. ἀλλὰ καὶ Βασίλειος,
ὁ μετὰ ταῦτα παρακοιμώμενος, ὁ ἀπὸ δούλης τεχθεὶς τῷ πρεσβύτῃ
Ῥωμανῷ, Ἑλένην τὴν αὐτοῦ ἀδελφὴν καὶ δέσποιναν ὑποποιησάμενος,
οὕτω παρεσκεύασε καὶ διέθηκε τὸν Κωνσταντῖνον, μὴ μεταγινώσκειν
μόνον ἐπὶ τῇ τοῦ πατριάρχου προβολῇ, ἀλλὰ καὶ ζητεῖν ἀφορμήν,
πῶς ἂν αὐτὸν καταγάγοι τοῦ θρόνου, πολλὰ καὶ Θεοδώρου τοῦ Κυζί-
κου κατ' αὐτοῦ διερεθίζοντος τοῦτον.
[Const7 iterum.12] Ὥσπερ δὲ τοῦ χρόνου φιλοτιμησαμένου κατὰ ταὐτὸν ὁμογνώ-
μονας ἐπιδείξασθαι πατριάρχας, καὶ τὴν τῶν ἑσπερίων Ῥωμαίων ἐκ-
κλησίαν ἰθύνειν ἔλαχεν Ἰωάννης ὁ τοῦ Ἀλβερίχου υἱός, πρὸς πᾶσαν
ἀσέλγειαν καὶ κακίαν ὑπάρχων ἐπιρρεπής. ὃν Ὦτος ὁ τῶν Φράγγων
βασιλεὺς ἀπελάσας ἕτερον ἀντεισήγαγε τῇ ἐκκλησίᾳ ποιμένα.
[Const7 iterum.13] Ὁ δὲ Πολύευκτος τῷ πρώτῳ τῆς ἱερατείας αὐτοῦ χρόνῳ τοῖς
ἱεροῖς ἐνέταξε διπτύχοις Εὐθυμίου τοῦ πατριάρχου τὸ ὄνομα τοῦ τὸν
βασιλέα Λέοντα δεξαμένου εἰς κοινωνίαν, ὁπηνίκα τὴν τετάρτην ἠγά-
γετο γυναῖκα. πρὸς τοῦτό τινες τῶν ἀρχιερέων πρὸς ὀλίγου ἀντέστησαν
τῷ Πολυεύκτῳ μὴ κοινωνεῖν, ἀλλὰ κατ' ὀλίγον τῷ τοῦ κρατοῦντος ἀκο-
λουθήσαντες θελήματι γέλωτα παρέσχον τοῖς διακρινομένοις.
[Const7 iterum.14] Ἤχθη δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἡ τιμία χεὶρ τοῦ προδρό-
μου εἰς τὴν βασιλίδα ἐξ Ἀντιοχείας, ἀποκλαπεῖσα παρά τινος διακόνου
Ἰὼβ τοὔνομα· ἣν καταλαβοῦσαν τὴν Χαλκηδόνα ὁ βασιλεὺς τὴν βασι-
λικὴν ἐκπέμψας τριήρη, καὶ τῆς συγκλήτου ὅσον ἐπίσημον ἐξελθόντος
καὶ τοῦ πατριάρχου Πολυεύκτου σὺν παντὶ τῷ κλήρῳ μετὰ κηρῶν
καὶ λαμπάδων καὶ θυμιαμάτων, εἰς τὰ βασίλεια ἤγαγεν.
[Const7 iterum.15] Ὁ δὲ τῶν σχολῶν δομέστικος Βάρδας κατὰ τῶν ἑῴων Ἀγαρηνῶν
ἐκστρατεύσας τὰ ἐν ποσὶν ἅπαντα κατεστρέψατο, ἑλὼν καὶ φρούρια
ἱκανά, ἐκπολιορκήσας δὲ καὶ τὴν περιβόητον Ἄδαταν. ὁ δὲ βασιλεὺς
βουλόμενος καὶ τοὺς ἐν τῇ Κρήτῃ Σαρακηνοὺς συνεχῶς ἐκστρατεύοντας
καὶ τὰ παράλια τῆς Ῥωμαϊκῆς γῆς δῃοῦντας καὶ κατατρέχοντας ἐκ-
φοβῆσαι καὶ τῆς ἀσχέτου ἀνακόψαι ὁρμῆς, στρατὸν ὅτι πλεῖστον
συλλέξας καὶ στόλον εὐτρεπίσας οὐκ ἀγεννῆ ἐκπέμπει κατὰ τῆς νήσου,
στρατηγὸν ἐπιστήσας τοῖς πᾶσι Κωνσταντῖνον πατρίκιον τὸν Γογγύ-
λιον, θηλυδρίαν ἄνθρωπον καὶ σκιατραφῆ καὶ ἀπειροπόλεμον καὶ ἕνα
τῶν ἐν τῷ παλατίῳ θαλαμηπόλων. ὃς εἰς τὴν νῆσον περαιωθεὶς καὶ
μηδὲν ἄξιον διαπραξάμενος στρατηγοῦ, μήτε στρατοπεδείαν πηξάμενος
ἀσφαλῆ μήτε σκοποὺς ἐπιστήσας καὶ κατοπτῆρας καὶ δι' αὐτῶν τὰς
βαρβαρικὰς φυλαξάμενος ἐφόδους, κινδύνῳ μεγίστῳ περιπίπτει. οἱ γὰρ
νησιῶται τὴν ἀπειρίαν καὶ τὴν ἀμέλειαν κατανενοηκότες τοῦ στρατηγοῦ,
καιρὸν ἐπιζητήσαντες ἐπιτήδειον ἐξαίφνης ἐπιτίθενται τῷ στρατεύματι,
καὶ τρέπονται μὲν τοῦτο ῥᾳδίως, ὡς πολλοὺς τῶν Ῥωμαίων αἰχμαλωσίᾳ
καὶ σιδήρῳ διαμερισθῆναι, κατέσχον δὲ καὶ τὸ στρατόπεδον αὐτό, τῶν
Ῥωμαίων αἰσχίστως ἀποφυγόντων. μικροῦ δ' ἂν ἑάλω καὶ ὁ Γογγύ-
λιος, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες ἐξερρύσαντο αὐτὸν τῆς αἰχμα-
λωσίας καὶ εἰς τὴν ναυαρχίδα ἐμβιβάσαντες διεσώσαντο.
[Const7 iterum.16] Ῥωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεωτέρας ἤδη
ἁψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾶν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς
αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύ-
σατο, εἰδήσει καὶ τῆς αὐτοῦ γαμετῆς τῆς καπηλίδος. μέλλοντος γὰρ
τοῦ Κωνσταντίνου καθαρτήριον πόμα λαβεῖν, λαθόντες οὗτοι δηλη-
τήριον τούτῳ ἐκέρασαν, καὶ Νικήταν τὸν ἐπὶ τῆς τραπέζης παρέπεισαν
ἐγχέαι τοῦτο τῷ βασιλεῖ. μέλλων δ' ἐκεῖνος αὐτὸ λαβεῖν κείμενον ἔμπρο-
σθεν τῶν σεπτῶν εἰκόνων, εἴτε τύχῃ τινί, εἴτε καὶ ἑκουσίως ὀλισθήσας
τὸ πλέον ἐξέχεε. τὸ δὲ λοιπὸν ποθὲν ὑπὸ τοῦ Κωνσταντίνου ἀργὸν
ἐφάνη καὶ ἄπρακτον, διὰ τὴν ὀλιγότητα τὴν οἰκείαν ἀποβαλὸν ἐνέρ-
[Const7 iterum.16.11] γειαν. πλὴν καὶ οὕτως ὁ Κωνσταντῖνος μόλις περιγενέσθαι ἴσχυσεν,
ἐπισκήψαντος δὴ τοῦ δηλητηρίου ἐν τῇ πλευρᾷ αὐτοῦ καὶ κακῶς δια-
θεμένου αὐτόν.
[Const7 iterum.17] Πεντεκαιδεκάτῳ δὲ χρόνῳ τῆς αὐτοῦ βασιλείας, κατὰ τὸν
Σεπτέμβριον μῆνα τῆς τρίτης ἰνδικτιῶνος, ἐν ἔτει κοσμικῷ ἑξακισχιλιοστῷ
τετρακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ, ἔξεισι Κωνσταντῖνος ὁ βασιλεὺς ἐν
τῷ τοῦ Ὀλύμπου ὄρει, τῷ μὲν δοκεῖν ταῖς τῶν ἐκεῖσε πατέρων εὐχαῖς
θωρακισθῆναι καὶ μετ' αὐτῶν κατὰ Σαρακηνῶν ἐν Συρίᾳ στρατεῦσαι,
ἀληθεῖ δὲ λόγῳ ἑνωθῆναι Θεοδώρῳ τῷ τῆς Κυζίκου προεδρεύοντι,
ἐκεῖσε τότε τὰς διατριβὰς ποιουμένῳ, καὶ μετ' αὐτοῦ περὶ τῆς καθαιρέσεως
τοῦ Πολυεύκτου βουλεύσασθαι. ἐκεῖσε γοῦν γενόμενος, εἴτε σωματικῇ
πλημμελείᾳ, εἴτε πάλιν ὑπὸ τοῦ παιδὸς φαρμαχθείς, ὀδυνώμενος ἀνεχώ-
ρησε, κλινοπετής τε κατὰ τὸ τέλος τοῦ Ὀκτωβρίου τὴν βασιλίδα κατέ-
λαβε, καὶ τῇ ἐννάτῃ τοῦ Νοεμβρίου μηνὸς τελευτᾷ ἄπρακτα τὰ βεβου-
λευμένα λιπών, ζήσας ἅπαντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἔτη πεντη-
κοντατέσσαρα καὶ μῆνας δύο, συμβασιλεύσας μὲν τῷ πατρὶ καὶ Ἀλεξάν-
δρῳ τῷ θείῳ καὶ τῇ αὐτοῦ μητρὶ ἔτη τρισκαίδεκα, αὖθις δὲ τῷ Ῥωμανῷ
τυραννήσαντι ἔτη εἰκοσιέξ, καὶ μετὰ τὴν ἐκείνου τῆς βασιλείας ἔκπτωσιν
μονοκρατορήσας ἔτη πεντεκαίδεκα. θάπτεται δὲ θανὼν σὺν τῷ οἰκείῳ
πατρί, μέχρι τελευταίας ἀναπνοῆς ἐγκοτῶν τῷ Πολυεύκτῳ καὶ τὴν αὐτοῦ
καθαίρεσιν φανταζόμενος.
[Const7 iterum.18] Πρὸ δέ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἐπί τινα χρόνον συχνόν,
ἑσπέρας καταλαμβανούσης λίθοι ἄνωθεν ἐκπεμπόμενοι καὶ ἐντὸς τῶν
αὐτοῦ διαιτημάτων σὺν πολλῷ ῥοίζῳ πίπτοντες ἐξαισίους ἀπετέλουν
κτύπους. δόξας δ' ἀπὸ τῶν τῆς Μαγναύρας ὑπερῴων τούτους φέρεσθαι
φύλακας ἐπὶ πολλαῖς νυξὶν ἀφώρισεν, εἴ πού τινα λάβοι τῶν τοῦτο
τολμώντων. ἀλλ' ἔλαθε μάτην πονῶν. ἦν γὰρ τὸ γινόμενον οὐκ ἐξ
ἀνθρώπων, ἀλλ' ἐξ ὑπερτέρας τελούμενον δυνάμεως.
[Roman2.t] ΡΩΜΑΝΟΣ Ο ΝΕΟΣ
[Roman2.1] Μεταστάντος δὲ τοῦ Κωνσταντίνου καὶ πρὸς τὴν ἐκεῖθεν διαβάν-
τος κατάστασιν, Ῥωμανὸς ὁ τούτου υἱὸς ἐγκρατὴς γίνεται τῆς ἀρχῆς.
καὶ ἄρχοντας προβαλλόμενος εὐνοϊκοὺς αὐτῷ καὶ θυμήρεις, καὶ τὴν
βασιλείαν, ὡς ἐνῆν, κρατυνάμενος, κατὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς αὐτῆς
τρίτης ἰνδικτιῶνος στέφει καὶ Βασίλειον τὸν υἱὸν αὐτοῦ διὰ τῶν χειρῶν
Πολυεύκτου τοῦ πατριάρχου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ.
[Roman2.2] Τῷ δ' ἐπιόντι ἔτει τίκτεται πάλιν αὐτῷ ἕτερος υἱὸς ἐν τοῖς τῶν
Πηγῶν παλατίοις, ὃν ἐπὶ τῷ πατρὶ Κωνσταντῖνον ὠνόμασε.
[Roman2.3] Νέος δ' ὢν καὶ εὐπαθείαις ἑαυτὸν ἐπιδεδωκὼς τὰς τῶν ὅλων
φροντίδας Ἰωσὴφ ἐνεχείρισε τῷ πραιποσίτῳ καὶ παρακοιμωμένῳ, ᾧ
Βρίγγας ἡ ἐπωνυμία. αὐτὸς δὲ οὐδὲν ἄλλο διὰ φροντίδος εἶχεν, ἢ τὸ
μεθ' ἡταιρηκότων καὶ βεβήλων ἀνδραρίων καὶ μαχλάδων καὶ μίμων καὶ
γελοτοποιῶν τὰς ἐκδεδιῃτημένας
ὑπέστρεψεν. εὐσθενῶς δὲ τῶν Ἀντιοχέων προσδεχομένων
τὸν πόλεμον διὰ τὸ πλεῖστον λαὸν ἐκ τῆς περιοικίδος εἰσελθεῖν εἰς τὴν
πόλιν ἐπὶ βοηθείᾳ, ἐπιλελοιπότων δὲ καὶ τῶν ἀναγκαίων τῷ Ῥωμαϊκῷ
στρατῷ, γενέσθαι δὲ καὶ τέλμα ἀδιεξίτητον ἐκ τοῦ πολὺν ὄμβρον οὐρα-
νόθεν καταρραγῆναι, ὑπεχώρησεν ἄπρακτος καὶ τὴν βασιλίδα κατέ-
λαβε, φέρων μεθ' ἑαυτοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς
μορφῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν κέραμον, ὃν εὗρεν ἐν Ἱεραπόλει,
ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βόστρυ-
χον ἕνα πεπιλημένον αἵματι.
[Niceph2.16] Τοιοῦτος δ' ὢν ὁ Νικηφόρος καὶ τοιαύταις χρησάμενος στρατη-
γίαις καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ
πλέον τῶν ἑκατὸν πόλεις καὶ φρούρια Κιλικίας τε καὶ Συρίας καὶ Φοι-
νίκης Λιβανισίας, ὧν μέγιστα καὶ ἐπισημότερα ἡ Ἀνάζαρβος καὶ ἡ
Ἄδανα, ἡ Μόψου ἑστία, ἡ Ταρσός, τὸ Παγράς, τὸ Συννέφιον, ἡ Λαο-
δίκεια, τὸ Χάλεπ, ἔθετο δὲ καὶ ὑποφόρους τήν τε ἐν Φοινίκῃ Τρίπολιν
καὶ τὴν Δαμασκόν) ὅμως μισητὸς ἐγένετο παρὰ παντὸς ἀνθρώπου, καὶ
πάντες ἐδίψων τὴν τούτου θεάσασθαι καταστροφήν. τὰς δὲ αἰτίας
ἀπαριθμήσει ὁ λόγος ἐν καιρῷ τῷ προσήκοντι.
[Niceph2.17] Ὑποστρέφων δ' ὁ Νικηφόρος ἐξ Ἀντιοχείας πρὸς τὴν βασιλίδα,
ἐν τῷ διέρχεσθαι τὸν Ταῦρον, ὃ Μαῦρον ὄρος ἐπιχωρίως λέγεται,
φρούριον κατὰ τὸ μέσον τοῦ ὄρους δομησάμενος ἔν τινι λόφῳ ἐρυμνο-
τάτῳ, Μιχαὴλ τὸν Βούρτζην πατρίκιον τιμήσας ἐν τῷ φρουρίῳ κατέ-
λιπε, στρατηγὸν ὀνομάσας τοῦτον τοῦ Μαύρου ὄρους, ἐπισκήψας
προσμένειν ἀγρύπνως καὶ τοὺς Ἀντιοχεῖς πάσῃ μηχανῇ κωλύειν ἐξιέναι
καὶ τὰ πρὸς ζωὴν εἰσκομίζεσθαι ἐπιτήδεια. κατέλιπε δὲ καὶ Πέτρον
ἕνα τῶν ἑαυτοῦ εὐνούχων, δοῦλον ὑπάρχοντα, δραστήριον ἄνθρωπον,
ὃν δὴ καὶ στρατοπεδάρχην πεποίηκεν ἐν Κιλικίᾳ, εἰς παραχειμασίαν
τὸν στρατὸν διασκορπίσαι κελεύσας καὶ τὴν αὐτοῦ μένειν εἰς τοὐπιὸν
ἔτος ἔλευσιν. ἐλέγετο δ', ὅτι δυνάμενος ἐξ ἐφόδου ἑλεῖν τὴν Ἀντιόχειαν
ὁ βασιλεὺς οὐκ ἠθέλησεν, ἀλλ' ἐξεπίτηδες παρεῖλκε καὶ παρεβίβαζε τὴν
ταύτης κατάσχεσιν, δεδιὼς τὸν φημιζόμενον λόγον. καὶ γὰρ δὴ καὶ ἐν
τοῖς ἁπάντων ἐφέρετο στόμασιν, ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιο-
χείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ἀμέλει καὶ τῷ τοιούτῳ λόγῳ δειλαινό-
μενος οὔτ' αὐτὸς προσεπέλασε τῇ Ἀντιοχείᾳ, καὶ τῷ Πέτρῳ δὲ καὶ τῷ
Βούρτζῃ παρήγγειλε μηδεμίαν προσβολὴν ποιήσασθαι κατ' αὐτῆς.
ἀλλ' ἐκεῖνος μὲν ταῦτα καταστησάμενος, ὡς εἴπομεν, εἴσεισιν εἰς τὴν
βασιλεύουσαν. ὁ Βούρτζης δὲ τῇ Ἀντιοχείᾳ γειτονῶν καὶ κλέος
ἑαυτῷ ἄσβεστον περιποιήσασθαι ἱμειρόμενος, μικρὰ φροντίσας τῶν τοῦ
βασιλέως ὑποθηκῶν, νύκτωρ καὶ μεθ' ἡμέραν ἐσκέπτετο, εἴ πως δυνη-
θείη κατασχεῖν τὴν πόλιν. ἀπῄει οὖν συνεχῶς καὶ λόγους μετὰ τῶν
Ἀντιοχέων ἐκίνει συμβατικούς. ἀλαζονευομένων δ' ἐκείνων καὶ τὰς
συμβάσεις διωθουμένων, ἔλαθεν ἐκεῖνος φιλιωθῆναί τινι τῶν Σαρακηνῶν
(Αὔλαξ οὗτος ἦν), ὃν ὑποκλέψας δώροις καὶ ὑποσχέσεσιν ἴσχυσε λαβεῖν
τὸ μέτρον ἑνὸς τῶν πρὸς δύσιν τῆς Ἀντιοχείας πύργων Κάλλα τοὔ-
νομα. καὶ μετὰ τούτου τεκτηνάμενος κλίμακας πρὸς τὸ ἄκρον ἐξικνου-
μένας τοῦ πύργου, νύκτα τε ἀφεγγῆ ἐπιτηρήσας καὶ ἔπομβρον, ἔλαθε
τὰς κλίμακας προσερείσας τῷ τείχει. καὶ ἀναβὰς μετὰ τριακοσίων τῶν
ὑπ' αὐτὸν τοὺς μὲν φύλακας ἀποσφάττει τοῦ πύργου, ἔτι δὲ καὶ τοῦ
γειτονοῦντος αὐτῷ. καὶ μετὰ τῶν τριακοσίων τοὺς δύο τούτους πύργους
κατεσχηκὼς ἄγγελον εὐθέως ἐκπέμπει πρὸς τὸν στρατοπεδάρχην, μη-
νύων ἐπιταχῦναι καὶ ἐλθεῖν μετὰ παντὸς τοῦ στρατοῦ, ὡς τῆς πόλεως
ἤδη κατασχεθείσης. ὁ δὲ Πέτρος τὰς ἀγγελίας δεξάμενος ὤκνει καὶ
ἀνεδύετο, τὴν ἐκ τοῦ βασιλέως δεδοικὼς ἀγανάκτησιν, μή τι καὶ κακὸν
ἀπολαύσῃ, ὡς παραβάτης τῶν αὐτοῦ προσταγμάτων. ἐγκειμένου δὲ
τοῦ Βούρτζη καὶ ἄλλον ἐπ' ἄλλῳ πέμποντος ἄγγελον καὶ τὴν ἔλευσιν
ἐπιταχύνοντος καὶ πληροφοροῦντος, ὡς ἐπὶ πλέον ἀντέχειν οὐ δύναται
πρὸς τὴν πολιορκίαν (καὶ γὰρ δὴ μαθόντες οἱ Ἀντιοχεῖς τὴν τῶν πύρ-
γων κατάσχεσιν συνέρρεον πανταχόθεν καὶ ἐκπολιορκεῖν τοὺς πύργους
ἠπείγοντο, βέλη ἀφιέντες παντοδαπὰ καὶ μηχανὰς ποικίλας καὶ πῦρ
ὑφῆπτον, καὶ ἄλλα ἐποίουν, ὁπόσα ποιεῖν ἔδει τοὺς κινδυνεύοντας σὺν
γυναιξὶ καὶ τέκνοις ἀπολωλέναι, ἀποβαλεῖν δὲ καὶ πόλιν πασῶν ὑπερ-
κειμένην τῶν ἀνὰ τὴν ἕω πόλεων) πτοηθεὶς ὁ στρατοπεδάρχης, μὴ
τοσούτων ἀπολωλότων καὶ τηλικούτων ἀνδρῶν διὰ τὴν ἐκείνου ἀπεί-
θειαν καὶ πόλεως τηλικαύτης ἡ πολιτεία Ῥωμαίων ὑποστῇ ζημίαν,
ἄκων καὶ μὴ βουλόμενος καταταχήσας παρεγένετο σὺν παντὶ τῷ στρα-
τῷ, εὑρὼν τοὺς περὶ τὸν Βούρτζην λίαν ἀπειρηκότας. ἐπὶ τρισὶ γὰρ
[Niceph2.17.49] νυχθημέροις ἦσαν πολιορκούμενοι. οὗ τὴν ἔφοδον ἐγνωκότες οἱ Ἀντιο-
χεῖς παρελύθησαν τὰς ψυχὰς καὶ τῆς συντονίας ἐνέδωκαν. ἀδείας δὲ
λαβόμενος ὁ Βούρτζης κάτεισι πρὸς τὴν πύλην, καὶ σπάθῃ τὸν μοχλὸν
τῆς κλειδὸς διατεμὼν ἀνοίγνυσι τὰς πύλας, καὶ τὸν Πέτρον εἰσάγει σὺν
παντὶ τῷ στρατεύματι. καὶ οὕτω παρελήφθη ἡ μεγάλη καὶ περι-
φανὴς Ἀντιόχεια. ὅπερ πυθόμενος ὁ Νικηφόρος, εὐφρανθῆναι δέον
ἐπὶ ἁλώσει τηλικαύτης πόλεως καὶ τὰ κατ' αὐτὸν ἐπιτρέψαι θεῷ, ὁ δὲ
τοὐναντίον ἤλγησε τὴν ψυχὴν τὸν στρατοπεδάρχην τε ἐν αἰτίαις
εἶχε, καὶ τὸν Βούρτζην οὐ μόνον οὐκ ἀπεδέξατο τῆς προθυμίας καὶ τῆς
ἀνδρείας καὶ γέρα παρέσχεν ἐπάξια τῆς αὐτοῦ ἀνδραγαθίας, ἀλλὰ καὶ
ὕβρεσι πλύνας παρέλυσε τῆς ἀρχῆς καὶ οἴκοι μένειν ἐπέταξεν.
[Niceph2.18] Αὕτη ἡ αἰτία καὶ τὰ λοιπὰ τὰ ῥηθήσεσθαι μέλλοντα μισητὸν
τοῖς πᾶσι καὶ βδελυκτὸν τὸν Νικηφόρον εἰργάσαντο. πρῶτον μὲν γάρ,
ὅτε τὴν ἀρχὴν τὰ κατ' αὐτὸν ἐκινήθη, μυρίαις πλημμελείαις χρωμένων
τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιστροφὴν οὐκ ἐτίθει, λέγων· ‘οὐδὲν
θαυμαστόν, εἰ ἐν τοσούτῳ πλήθει λαοῦ ἀτακτοῦσί τινες.’ καὶ αὖθις
εἰσελθὼν ἐν τῇ πόλει πολλῶν καὶ διαφανῶν καὶ ἰδιωτῶν διαρπαγέντων
οὐδεμίαν ἐκδίκησιν ἐποιήσατο, ἀλλὰ παρεβλέπετο τὰς ἀτοπίας, ἐν-
ευωχούμενος ταῖς ἀσελγείαις, αἷς οἱ ἀτακτοῦντες προσκείμενοι κακῶς
τοὺς πολίτας διετίθουν, καὶ ταῦτα συνεργήσαντας αὐτῷ πρὸς τὴν
τῆς βασιλείας ἀνάληψιν οὐ μικρῶς. εἶτα καὶ πρὸς ταξείδιον συνεχῶς
ἐξιὼν δεινῶς ἐκάκου τὸ ὑπὸ χεῖρα οὐ μόνον προσθήκαις συντελειῶν καὶ
ἄλλαις συνεισφοραῖς παντοίων εἰδῶν, ἀλλὰ καὶ λεηλασίαις ἀνυποστάτοις,
πρὸς τοῖς εἰρημένοις ἐκκόψας καὶ μέρος τι τῶν παρεχομένων τῇ συγ-
κλήτῳ βουλῇ φιλοτιμημάτων διὰ τό, ὡς ἔλεγε, σπανίζειν χρημάτων
ἐν τοῖς πολέμοις, πρὸς δὲ καὶ τὰς παρέχεσθαι τυπωθείσας δόσεις πρὸς
εὐαγεῖς οἴκους καὶ ἐκκλησίας παρά τινων εὐσεβῶν βασιλέων τέλεον
ἐκκόψας, καὶ νόμον ἐκθέμενος, μὴ τὰς ἐκκλησίας ἀκινήτοις πλατύνεσθαι,
κακῶς φάσκων ὑπὸ τῶν ἐπισκόπων δαπανᾶσθαι τὰ πτωχικὰ χρήματα
καὶ τοὺς στρατευομένους ὀλιγοῦσθαι, καὶ τὸ δὴ πάντων χαλεπώτερον,
καὶ νόμον ἐκθέμενος, ἐν ᾧ καί τινες ἐπίσκοποι τῶν εὐριπίστων καὶ κολά-
κων ὑπέγραψαν, διοριζόμενον, μὴ ἄνευ τῆς αὐτοῦ γνώμης καὶ προτρο-
πῆς ἐπίσκοπον ἢ ψηφίζεσθαι, ἢ προχειρίζεσθαι. ἐπισκόπου τε τεθνη-
κότος βασιλικὸν ἐκπέμπων ἄνθρωπον ἐσταθμημένην ποιεῖν τὴν ἔξοδον
προσέταττε, καὶ τὰ περιττὰ ἀνελαμβάνετο. καὶ ἄλλα τινὰ διατάγματα
ἐτίθει πᾶσαν ἰδέαν ἀνάγκης ὑπερεκπίπτοντα, ἃ κατὰ μέρος διεξιέναι
μεγαληγόρου δεῖται καὶ φρενὸς καὶ γλώττης. ἐσπούδασε δὲ καὶ νόμον
θεῖναι τοὺς ἐν πολέμοις ἀποθνῄσκοντας στρατιώτας μαρτυρικῶν ἀξιοῦ-
σθαι γερῶν, ἐν μόνῳ τῷ πολέμῳ τιθέμενος καὶ οὐκ ἐν ἄλλῳ τινὶ τὴν τῆς
ψυχῆς σωτηρίαν. κατήπειγε δὲ καὶ τὸν πατριάρχην καὶ τοὺς ἐπισκό-
πους συνθέσθαι τῷ δόγματι. ἀλλά τινες τούτων γενναίως ἀντιστάντες
ἀπεῖρξαν αὐτὸν τοῦ σκοποῦ, προθέντες εἰς μέσον τὸν τοῦ μεγάλου
Βασιλείου κανόνα, ἐπὶ τριετίαν ἀκοινωνήτους εἶναι λέγοντα τοὺς πολέ-
μιον ἔν τινι πολέμῳ ἀνῃρηκότας. ἠλάττωσε δὲ καὶ τὸ νόμισμα, τὸ λεγό-
μενον τεταρτηρὸν ἐπινοήσας. διπλοῦ δὲ τοῦ νομίσματος ἔκτοτε γεγονό-
τος, ἡ μὲν εἴσπραξις τῶν δημοσίων φόρων τὸ βαρύτερον ἀπῄτει, ἐν δὲ
ταῖς ἐξόδοις τὸ μικρὸν ἐσκορπίζετο. νόμου δὲ καὶ ἔθους ὄντων πάντα
χαρακτῆρα βασιλέως, εἰ μὴ τῷ σταθμῷ ἐλαττοῖτο, δύναμιν ἔχειν ἰσότιμον,
ὁ δὲ τὸν ἑαυτοῦ προκεκρίσθαι ἐνομοθέτησεν, ὑποβιβάσας τοὺς τῶν
ἄλλων. ἐξ ἧς αἰτίας οὐ μικρῶς ἔθλιψε τὸ ὑπήκοον ἐν τοῖς λεγομένοις
ἀλλαγίοις. καὶ τὸ δὴ χείριστον, ἐκ τῆς τοιαύτης αἰτίας τοῦ πολιτεύ-
ματος πιεζομένου οὐδεμίαν εὐθηνίαν ἐδέξαντο τὰ ὠνούμενα. πλέον δὲ
τῶν ἄλλων ἠνίασε τοὺς ἀνθρώπους, καίπερ λίαν ὄντων χαλεπωτάτων,
ἡ τοῦ τείχους κτίσις τῶν παλατίων. πολλὰ γὰρ ἔργα κύκλῳ ὄντα τοῦ
παλατίου, εἰς κάλλος καὶ μέγεθος ἐξειργασμένα, καταστρεψάμενος
ἀκρόπολιν καὶ τυραννεῖον κατὰ τῶν ἀθλίων πολιτῶν ἀπειργάσατο,
ἀποθήκας καὶ σιτοβολῶνας ἔνδοθεν καὶ ἰπνοὺς καὶ κλιβάνους ἐργασά-
μενος καὶ πληρώσας εἰδῶν. προεθέσπιστο γὰρ αὐτῷ ἔνδοθεν τοῦ παλα-
τίου ἀποθανεῖν, ἠγνόει δ', ὡς ἔοικεν, ὡς, εἰ μὴ κύριος φυλάξει πόλιν, εἰς
μάτην ἠγρύπνησεν ὁ φυλάσσων. τοῦ τείχους γὰρ τελειωθέντος, τότε
συνέβη καὶ αὐτὸν κατ' αὐτὴν τὴν ἡμέραν ἀποθανεῖν, ὁπηνίκα τὰς
κλεῖς ὁ τὴν ἐπιμέλειαν ἐπιτετραμμένος φέρων αὐτῷ ἐνεχείρισε.
[Niceph2.19] Προσεγένετο τοῖς εἰρημένοις καὶ ἕτερον, ὅπερ ἐπὶ πλέον ἐξῆρε τὸ
κατ' αὐτοῦ μῖσος. συμβολῆς γενομένης κατ' αὐτὴν τὴν ἑορτὴν τοῦ
ἁγίου πάσχα μέσον πλωΐμων καὶ Ἀρμενίων πολὺς ἀνθρώπων ἐγένετο
φθόρος, μικροῦ δ' ἂν ἀπεβίω καὶ ὁ μάγιστρος Σισίνιος καὶ ἔπαρχος.
διεδέδοτο δὲ φήμη ἐκ τούτου, ὡς χαλεπαίνων ὁ Νικηφόρος τοῖς πολί-
ταις, ὡς αἰτίοις τάχα τῆς ἀταξίας, ἐν ἡμέρᾳ ἱπποδρομίας μέλλει σαγη-
νεύσας τὸν δῆμον τιμωρήσασθαι. καὶ δὴ μετὰ μικρὸν ἱπποδρομίας
τελουμένης βουλόμενος ὁ Νικηφόρος ἐνδείξασθαι τοῖς πολίταις καὶ τὴν
τοῦ πολέμου συμβολὴν ὁποία, τάχα δ' ἴσως καὶ ἐκφοβῆσαι, ξίφη γυμνὰ
λαβόντας τινὰς προσέταξεν ὡς ἐν προσχήματι πολεμίων παῖξαι, εἰς
ἑστίασιν τάχα τῶν θεατῶν. τούτου δὲ γενομένου τὸν νοῦν τῶν βλεπο-
μένων ἀγνοήσαντες οἱ θεωροὶ καὶ τὴν κρατοῦσαν φήμην τέλος ἤδη
λαμβάνειν ὑποτοπάσαντες δρομαίως ἐπὶ τὰς ἐξόδους ἐχώρουν κρημνώ-
δεις οὔσας καὶ σφαλεράς, καὶ ὑπ' ἀλλήλων συμπατούμενοι ἀπέθνῃσκον.
καὶ κἂν ἀπώλοντο πάντες ὑπ' ἀλλήλων καταπατούμενοι, εἰ μὴ ὁ βασι-
λεὺς ὡράθη ἐπὶ τοῦ θώκου καθήμενος ἀδεής τε καὶ ἄτρεπτος. ὃν ἰδόντες
ὁ δῆμος μὴ παρακινηθέντα, καὶ κατανοήσαντες, ὡς ἄκοντος αὐτοῦ
γέγονε τὸ γενόμενον, ἔστησαν τῆς φυγῆς.
[Niceph2.20] Πρόοδον δὲ δημοσίαν ποιήσαντα τὸν Νικηφόρον ἐν τῇ Πηγῇ
κατὰ τὴν ἑορτὴν τῆς ἀναλήψεως Χριστοῦ καὶ ὑποστρέφοντα οἱ συγ-
γενεῖς τῶν ἐν τῷ ἱπποδρομίῳ ἀπολωλότων δεξάμενοι ἐν τῇ τῶν ἀρτο-
πρατείων ἀγορᾷ ὕβρεις ἠφίεσαν ἀπρεπεῖς κατ' αὐτοῦ, ἀλάστορα καὶ
παλαμναῖον ἀποκαλοῦντες καὶ ὁμοφύλοις αἵμασι μιαρόν, καὶ κόνιν καὶ
λίθους ἔπεμπον εἰς αὐτὸν ἄχρι τῆς ἀγορᾶς τοῦ μεγάλου Κωνσταντί-
νου. καὶ κἂν ἀπεπάγη τῷ δέει, εἰ μή τινες ἐντιμότεροι τῶν πολιτῶν
προλαβόντες τοὺς μὲν ἀτακτοῦντας ἀνέστειλαν, αὐτὸν δὲ εὐφημοῦντες
ἄχρι τοῦ παλατίου προέπεμψαν. διὰ ταῦτα πάντα ἀπηχθῆσθαι
παρὰ τῶν πολιτῶν ἐπιστάμενος καὶ ἐπίθεσιν ὑφορώμενος τὴν ἀκρόπολιν
ἐδομήσατο. ἀλλ' οὐκ ἠδυνήθη διαφυγεῖν τὸ χρεών, ἀλλ' ὅτε καλῶς
ἔχειν αὐτῷ τὰ πάντα ᾠήθη, ἀπέρρηξε τὴν ζωήν. καὶ ὅπως, ἐν τῷ
πρέποντι καιρῷ ῥηθήσεται. τετάρτῳ δὲ τῆς αὐτοῦ βασιλείας ἔτει, μηνὶ
Ἰουνίῳ, τῆς δεκάτης ἰνδικτιῶνος, τὰς ἐν τῇ Θρᾴκῃ πόλεις ἐξῄει ἐπισκεψό-
μενος, καὶ γενόμενος ἄχρι τῆς λεγομένης μεγάλης τάφρου ἔγραψε Πέτρῳ
τῷ Βουλγαρίας ἄρχοντι, μὴ ἐᾶν τοὺς Τούρκους διαπερᾶν τὸν Ἴστρον
καὶ τὰ Ῥωμαίων λυμαίνεσθαι. τούτου δὲ μὴ προσέχοντος, ἀλλὰ παν-
τοίαις ἀφορμαῖς παρακρούοντος, τὸν τοῦ ἐκ Χερσῶνος πρωτεύοντος
υἱὸν ὁ Νικηφόρος τὸν Καλοκυρὸν πατρικιότητι τιμήσας πρὸς τὸν
ἄρχοντα Ῥωσίας ἐκπέμπει Σφενδοσθλάβον, δωρεῶν ὑποσχέσεσι καὶ
φιλοτιμιῶν οὐκ ὀλίγων ἀναπείθων ἐκστρατεῦσαι κατὰ Βουλγάρων.
πεισθέντες οὖν οἱ Ῥῶς καὶ ἐπελθόντες τῇ Βουλγαρίᾳ κατὰ τὸν Αὔγουστον
μῆνα, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, πέμπτῳ τῆς βασιλείας ἔτει αὐτοῦ
[Niceph2.20.24] Νικηφόρου, πολλὰς πόλεις καὶ χώρας ἠδάφισαν τῶν Βουλγάρων, καὶ
λείαν ὅτι πλείστην περιβαλλόμενοι ὑπέστρεψαν εἰς τὰ ἴδια. καὶ τῷ
ἕκτῳ δὲ πάλιν τῆς βασιλείας αὐτοῦ χρόνῳ ἐπεστράτευσαν κατὰ Βουλ-
γαρίας καὶ τὰ ὅμοια τῶν προτέρων, ἢ καὶ χείρονα διεπράξαντο. δευτέρᾳ
δὲ Σεπτεμβρίου μηνός, ὥρᾳ τῆς νυκτὸς δωδεκάτῃ, ἰνδικτιῶνος ἑνδεκάτης,
γέγονε βρασμὸς καὶ κλόνος γῆς ἐξαίσιος, καὶ ἔπαθε κακῶς Ὁνωριὰς καὶ
Παφλαγονία. ἐγένοντο δὲ καὶ ἄνεμοι κατὰ τὸν Μάϊον μῆνα τῆς αὐτῆς
ἰνδικτιῶνος σκληροὶ καὶ καυματώδεις, οἵτινες τοὺς καρποὺς διέφθειραν
αὐταῖς ἀμπέλοις καὶ δένδρεσιν, ὡς ἐντεῦθεν κατὰ τὴν δωδεκάτην ἰνδι-
κτιῶνα σφοδρότατον ἐπενεχθῆναι λιμόν. καὶ δέον τὸν βασιλέα τῆς τῶν
ὑπηκόων φροντίσαι σωτηρίας, ὁ δὲ τὸν βασιλικὸν σῖτον γλίσχρως πωλῶν
καὶ καταπραγματευόμενος τὴν συμφορὰν τῶν ὑπὸ χεῖρα, ηὔχει ὥς τι
μέγα κατωρθωκώς, ὅτι μοδίου τῷ νομίσματι πιπρασκομένου αὐτὸς δύο
πωλεῖσθαι τοῦτον ἐπέταξε, μὴ τὸν Μακεδόνα μιμησάμενος βασιλέα
Βασίλειον. οὗτος γὰρ κατὰ τὴν καινὴν κυριακὴν ἀπερχόμενος ἐν τῷ τῶν
μεγάλων ἀποστόλων ναῷ καὶ θεασάμενος πολίτας τινὰς ἱεροπρεπεῖς
μὲν καὶ σεμνούς, ἄλλως δὲ σκυθρωποὺς καὶ κατηφιῶντας, ἐγγὺς ἑαυτοῦ
παραστησάμενος, διὰ τί μὴ καὶ αὐτοὶ λαμπροφοροῦντες ἐν τῇ ἑορτῇ
πάρεισιν ἀνηρώτα, ἀλλ' ὡς ἂν ἐν μεγάλῃ συμφορᾷ τῆς πόλεως οὔσης
στυγνάζουσι. πρὸς ὃν ἀπεκρίνατό τις τῶν πολιτῶν· ‘σοί, ὦ δέσποτα,
καὶ τοῖς ἑστῶσιν ἔγγιστά σου πρέπει τὸ λαμπροφορεῖν καὶ χαίρειν. οἷς
δὲ τοῦ θανάτου πρόσεστι προσδοκία, τὰ τοιαῦτα ἀπεοίκασιν. ἢ ἀγνοεῖς,
ὅτι δύο μέδιμνοι σίτου τῷ νομίσματι πιπράσκονται διὰ τὴν τῶν ἀνέμων
τραχύτητα;’ πρὸς ταῦτα βύθιον ἀνοιμώξας ὁ βασιλεὺς συμπαθείας
ἀπέσταξε δάκρυον, καὶ τούτους μὲν παρεμυθήσατο δαψιλῶς, ἐπανελθὼν
δ' εἰς τὰ βασίλεια τοὺς τὰς πολιτικὰς καὶ βασιλικὰς συναγαγὼν μετερχο-
μένους φροντίδας μυρίαις ὕβρεσι καὶ ἀραῖς καθυπέβαλεν, ὅτι μὴ αὐτῷ
περὶ τῆς σιτοδείας ἐμήνυσαν, καὶ εὐθὺς τὸν βασιλικὸν καὶ δημόσιον σῖτον
προθέμενος δώδεκα τοῦ νομίσματος δίδοσθαι παρεκελεύσατο. οὗ τὴν
προαίρεσιν ἀποδεξάμενος ὁ θεὸς εὐθηνίαν πολλὴν τοῖς ἀνθρώποις
παρέσχετο. ἀλλὰ ταῦτα μὲν εἰς ἔπαινον ἐκείνου ἐρρέθη. ὁ δὲ Νικηφόρος
ἔχαιρε μᾶλλον, ἢ ἐβοήθει θλιβομένους ὁρῶν τοὺς ὑπηκόους. καὶ οὐχ
οὗτος μόνος, ἀλλὰ καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ, ταῖς καπηλείαις προσκεί-
μενος τῶν εἰδῶν, πολλῶν καὶ ποικίλων δεινῶν τὴν οἰκουμένην ἐνέπλησεν.
ὧν τὴν αἰσχροκέρδειαν εὐτραπέλως οἱ πολῖται διεκωμῴδουν. ἐξελθόντος
γάρ ποτε τοῦ βασιλέως ἐν τῷ πεδίῳ, ὥστε γυμνάσαι τὸν στρατόν, ἐπεί
τις ἦλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώ-
ταις, φησὶ πρὸς αὐτόν· ‘σὺ δέ, ὦ ἄνθρωπε, γέρων ὤν, πῶς τοῖς ἐμοῖς
στρατιώταις ἐπείγῃ συναριθμηθῆναι;’ ὁ δ' εὐστόχως ὑπολαβών· ‘πολὺ
δυνατώτερός εἰμι νῦν’, ἔφη, ‘ἢ ὅτε ἤκμαζον.’ αὐτοῦ δέ· ‘καὶ πῶς;’ ἐρο-
μένου, ‘ὅτι περ,’ ἔφη, ‘τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις
ἐπιφορτίζων ἐπὶ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἀβαρῶς ἐπὶ
τῶν ὤμων φέρω.’ συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς.
[Niceph2.21] Οἱ δὲ Σαρακηνοὶ μετὰ τὸ ἁλῶναι τὰς ἐν Συρίᾳ καὶ Κιλικίᾳ πόλεις
τὸν ἀρχιερέα τῶν Ἱεροσολύμων Ἰωάννην ζῶντα κατέκαυσαν ὡς ταῖς
ὑποθήκαις αὐτοῦ τάχα μέλλοντος τοῦ Νικηφόρου ἀφίξεσθαι πρὸς
αὐτούς, ἐνέπρησαν δὲ καὶ τὸν περικαλλῆ ναὸν τοῦ κυριακοῦ τάφου. τὸ
δ' αὐτὸ τοῦτο πεποιήκασι καὶ οἱ Ἀντιοχεῖς, Χριστοφόρον τὸν αὐτῶν
ἀνελόντες ἀρχιερέα. προσερρύησαν δὲ τῷ βασιλεῖ Γρηγόριος καὶ Παγ-
κράτιος οἱ αὐτάδελφοι, τῆς ἑαυτῶν παραχωρήσαντες αὐτῷ χώρας τοῦ
Ταρών. οὓς πατρικίους τιμήσας καὶ κτήσεσιν ἐφιλοφρονήσατο πολυ-
προσόδοις. ἐγένετο δὲ καὶ ἡλίου ἔκλειψις τῇ εἰκάδι δευτέρᾳ τοῦ Δεκεμβρίου
μηνός, περὶ τρίτην ὥραν, ὡς καὶ ἄστρα φανῆναι.
[Niceph2.22] Ἡ δὲ βασιλὶς Θεοφανὼ ἀποστρεφομένη τὴν συνουσίαν τοῦ
Νικηφόρου, τινὰ τῶν τοῦ Τζιμισκῆ μεταπεμψαμένη εἰσκαλεῖται τοῦτον
ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα. ἔφθη γὰρ ὁ βασιλεὺς διά τινα ὑποψίαν τῆς
τοῦ δομεστίκου παραλύσας τοῦτον ἀρχῆς καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἀπρόϊτον
εἶναι κελεύσας. ὃν ἐκεῖθεν ὁ πεμφθεὶς ἀναλαβόμενος (διεπράξατο γὰρ ἡ
μοιχαλὶς καὶ γράμματα τοῦτον δέξασθαι τὴν κάθοδον ἐπιτρέποντα)
ἀφίκετο εἰς Χαλκηδόνα. καὶ τοῦ βασιλέως ὑπομνησθέντος, εἰ δεῖ τοῦτον
εἰσελθεῖν ἐν τῇ βασιλίδι, κἀκείνου προσμένειν μικρὸν ἐπιτρέψαντος,
ἐκείνη νυκτὸς ἑνδεκάτῃ τοῦ Δεκεμβρίου μηνός, ἰνδικτιῶνος τρισκαιδεκά-
της, ἔτους ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου,
ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν κάτωθεν τῶν παλατίων χειροποίη-
τον λιμένα, καὶ κοφίνῳ ἀνιμήσατο μετὰ πάντων τῶν περὶ αὐτόν. ἦσαν δὲ
ὁ πατρίκιος Μιχαὴλ ὁ Βούρτζης, Λέων ταξιάρχης ὁ Ἀβαλάντης καὶ τῶν
τοῦ Τζιμισκῆ πιστικωτάτων ὁ Ἀτζυποθεόδωρος καὶ ἕτεροι δύο. οἵτινες
ἀνελθόντες καὶ ξιφήρεις εἰς τὸν τοῦ βασιλέως εἰσελθόντες κοιτῶνα, ἐπεὶ
μὴ εὗρον αὐτὸν ἐν τῇ συνήθει κλίνῃ, φωραθῆναι ὑπονοήσαντες μικροῦ δεῖν
ἑαυτοὺς κατεκρήμνισαν, εἰ μή που ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτι-
δος εὑρηκότες ὑπ' αὐτοῦ ὁδηγοῦνται. καὶ καταλαμβάνουσιν αὐτὸν ἐπ'
ἐδάφους κείμενον καὶ στρωμνὴν ἔχοντα πῖλον κοκκοβαφῆ καὶ ἄρκτου δέρμα,
ὅπερ λαβὼν ἦν παρὰ Μιχαὴλ μοναχοῦ τοῦ Μαλεΐνου, τοῦ θείου αὐτοῦ.
τοῦτον ἄρτι πρὸς ὕπνον τραπέντα καὶ μηδαμῶς ἐπαισθόμενον τῆς
ἀφίξεως τῶν μελλόντων αὐτὸν ἀναιρεῖν, ὁ Τζιμισκὴς τῷ ποδὶ νύξας
ἐξύπνισεν. ἐξυπνισθέντα δὲ καὶ τῆς δεξιᾶς χειρὸς τὸν ἀγκῶνα τῇ γῇ
προσερείσαντα καὶ τὴν κεφαλὴν ἀνακουφίσαντα, ἐπιφέρει γυμνῷ τῷ
ξίφει κατὰ τῆς κορυφῆς ἀσκεποῦς οὔσης (ἐπεπτώκει γὰρ ἐγειρομένου τὸ
τῆς κεφαλῆς αὐτοῦ κάλυμμα) Λέων ὁ Ἀβαλάντης γενναίαν πληγήν, καὶ
διελαύνει μέσον τὸ κρανίον. εἶτα τῆς στρωμνῆς αὐτὸν ἀναστήσαντες
ἄγουσι πρὸς τὸν Τζιμισκὴν ἐπὶ τῆς βασιλικῆς καθίσαντα κλίνης, καὶ
πολλὰ ἐμπαροινήσαντες καὶ κατονειδίσαντες καὶ δυσφημήσαντες εἰς
αὐτὸν μηδὲν ἄλλο λέγοντα, ἀλλ' ἢ ‘κύριε ἐλέησον’ καὶ ‘θεοτόκε βοήθει,’
τελευταῖον ἐπείπερ κατεφωράθησαν παρὰ τῶν προκοίτων τοῦ παλα-
τίου καὶ συνίστατο ἐπ' αὐτοὺς πλῆθος ἀμυνομένων, ἀποσφάττουσι
τοῦτον, καὶ τὴν κεφαλὴν ἀποτεμόντες διά τινος θυρίδος τοῖς εἰς βοήθειαν
συντρέχουσιν ὑποδεικνύουσι. καὶ οἱ μὲν οὕτω κατεστορέσθησαν, τοῖς
δὲ περὶ τὸν Τζιμισκὴν καιρὸς ἐδόθη ἀδεῶς καὶ μετὰ ἀδείας πάντα ποιεῖν.
[Niceph2.23] Λέγεται δ', ὅτι πρὸ δέκα ἡμερῶν τοῦ θανάτου ἔγγραφον εὗρεν ὁ
βασιλεὺς ἐρριμμένον ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ μηνῦον ἀσφαλίσασθαι
αὐτόν, ὡς ἐπιβουλευόμενον ὑπὸ τοῦ Τζιμισκῆ. καί τινα δὲ κληρικόν φασι
κατὰ τὴν ἑσπέραν τῆς ἀναιρέσεως δεδωκέναι αὐτῷ γράμμα περιέχον
πρὸς ἔπος ταῦτα· ‘ὦ βασιλεῦ, ἀσφάλισαι σεαυτόν. κίνδυνος γάρ σοι
κατὰ ταύτην τὴν νύκτα οὐ μικρὸς ἀρτύεται.’ τὸ δὲ γραμμάτιον ἄλλοι μὲν
λέγουσιν, ὡς ὑπολαβὼν ὁ βασιλεὺς δεητήριον εἶναι οὐκ ἀνέγνω τοῦτο,
ἄλλοι δ', ὅτι ἀνέγνω μέν, ἀλλ' ἠμέλησε τῆς ἑαυτοῦ φυλακῆς, τοῦ χρεὼν
ἐμποδίσαντος, ἀποθανόντος δὲ τούτου εὑρέθη ἔχον τὰ γεγραμμένα. ἄλλοι
δ', ὅτι ἀναγνοὺς ἐπέτρεψε τὴν ζήτησιν καὶ φυλακὴν τῷ πρωτοβεστιαρίῳ,
ἔγραψε δὲ καὶ τῷ ἀδελφῷ Λέοντι ἐπ' οἴκου διάγοντι λαὸν ἔνοπλον
εἰληφέναι καὶ φοιτῆσαι τὴν ταχίστην πρὸς τὸ παλάτιον. τοῦτο δὲ
διακομισθὲν ἐκεῖνος δεξάμενος, καὶ μηδ' ἀνελίξας (ἔτυχε γὰρ κυβεύων
[Niceph2.23.14] μετά τινων καὶ δαιμονίως τῇ παιδιᾷ χρώμενος) ἔθετο ἐν τῇ ἑαυτοῦ κλίνῃ
ὑπὸ τὴν τύλην. ἄρτι δὲ τοῦ παιγνίου διαλυθέντος τὸ γραμμάτιον ἐπελ-
θὼν καὶ τὸν ἐγκείμενον νοῦν συνεὶς τῶν γραφέντων, δύναμιν ὡς ὁ καιρὸς
ἀπῄτει συνηθροικὼς ἀπῄει πρὸς τὰ βασίλεια. γενόμενος δὲ κατὰ τὴν ἐν
τῷ ἱπποδρομίῳ σφενδόνην ἤκουσέ τινων διαλεγομένων πρὸς ἀλλήλους,
ὡς ἄρα εἴη Νικηφόρος ἀνῃρημένος ὁ βασιλεύς, ἤκουσε δὲ καὶ τῶν ἐν ταῖς
πλατείαις καὶ τοῖς στενωποῖς ἀνευφημούντων τὸν Ἰωάννην. τῷ ἀνελ-
πίστῳ δὲ καταπλαγεὶς καὶ μηδὲν ἐννοήσας γενναῖον, ᾗ τάχους εἶχε σὺν
τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ προσέρχεται ἐκκλησίᾳ. καὶ τὰ μὲν λεγό-
μενα ταῦτα. εἰ δὲ ἀληθῶς, ἢ ψευδῶς, οὐκ ἔχω λέγειν. θνῄσκει δ' ὅμως ὁ
Νικηφόρος ἔνδον τοῦ παλατίου κατεργασθείς.
πεντήκοντα καὶ ἑπτὰ ἐτῶν ὢν τηνικαῦτα. τῇ δὲ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας προστάξει
τοῦ Ἰωάννου πρὸς ἑσπέραν βαθεῖαν τῇ ὁσίᾳ παρεπέμφθη· θήκῃ γὰρ ξυλίνῃ, ὡς ἔτυχεν,
αὐτὸν περιστείλαντες εἰς τὸν θεῖον τῶν ἀποστόλων σηκὸν μέσον νυκτῶν αὐτὸν
ἐξεκόμισαν καὶ κατὰ τὸ ἡρῷον, ἔνθα τὸ τοῦ θείου καὶ ἀοιδίμου Κωνσταντίνου σῶμα
κατάκειται, ἐν μιᾷ τῶν βασιλικῶν σορῶν ἐκήδευσαν. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν. ὄψις
αὐτῷ πρὸς τὸ μέλαν πλέον ἢ τὸ λευκὸν ἀποκλίνουσα, κόμη βαθεῖα καὶ κυανή, ὀφ-
θαλμοὶ μέλανες ἐπὶ συννοίας πεφροντικότες, δασείαις ταῖς ὀφρύσιν ὑποκαθήμενοι. ῥὶς
μέση ἔχουσα λεπτότητός τε καὶ παχύτητος, ἠρέμα συμπεραινομένη γρυπότητι. ὑπήνη
σύμμετρος, ἀραιὰν παρὰ τὰς γνάθους προβαλλομένη τὴν πολιάν. ἀγκυλαῖος τὴν
ἡλικίαν καὶ στιβαρός, εὐρύτατος τὸ στέρνον καὶ ὤμους ὡς μάλιστα, τὴν μέντοι ἀνδρίαν
καὶ ῥώμην κατὰ τὸν θρυλλούμενον Ἡρακλῆν. φρονήσει δὲ καὶ σωφροσύνῃ πάντων
κατευμεγέθει τῶν κατ' ἐκείνην τὴν γενεὰν γεγενημένων ἀνδρῶν. ἐν δὲ τῇ σορῷ αὐτοῦ
ὁ Μελιτηνῆς μητροπολίτης Ἰωάννης ταῦτα ἐπέγραψε·
Τὸν ἀνδράσι πρὶν καὶ τομώτερον ξίφους
πάρεργον οὗτος καὶ γυναικὸς καὶ ξίφους.
ὃς τῷ κράτει πρὶν γῆς ὅλης εἶχε κράτος,
ὥσπερ μικρὸς γῆς μικρὸν ᾤκησε μέρος.
τὸν πρὶν σεβαστόν, ὡς δοκῶ, καὶ θηρίοις,
ἀνεῖλεν ἡ σύγκοιτος ἓν δοκοῦν μέλος.
ὁ μηδὲ νυξὶ μικρὸν ὑπνώττειν θέλων
ἐν τῷ τάφῳ νῦν μακρὸν ὑπνώττει χρόνον.
θέαμα πικρόν. ἀλλ' ἀνάστα νῦν, ἄναξ,
καὶ τάττε πεζούς, ἱππότας, τοξοκράτας,
τὸ σὸν στράτευμα, τὰς φάλαγγας, τοὺς λόχους.
ὁρμᾷ καθ' ἡμῶν Ῥωσικὴ πανοπλία,
Σκυθῶν ἔθνη σφύζουσιν εἰς φονουργίας,
λεηλατοῦσι πᾶν ἔθνος τὴν σὴν πόλιν,
οὓς ἐπτόει πρὶν καὶ γεγραμμένος τύπος
πρὸ τῶν πυλῶν σὸς ἐν πόλει Βυζαντίου.
ναί, μὴ παρόψει ταῦτα. ῥῖψον τὸν λίθον
τόν σε κρατοῦντα, καὶ λίθοις τὰ θηρία
τὰ τῶν ἐθνῶν δίωκε. δὸς δὲ καὶ πέτρας
στηριγμὸν ἡμῖν ἀρραγεστάτην βάσιν.
εἰ δ' οὐ προκύψαι τοῦ τάφου μικρὸν θέλεις,
κἂν ῥῆξον ἐκ γῆς ἔθνεσιν φωνὴν μόνην.
ἴσως σκορπίσῃ ταύτῃ καὶ τρέψῃ μόνῃ.
εἰ δ' οὐδὲ τοῦτο, τῷ τάφῳ τῷ σῷ δέχου
σύμπαντας ἡμᾶς· ὁ νεκρὸς γὰρ ἀρκέσεις
σῴζειν τὰ πλήθη τῶν ὅλων χριστωνύμων,
ὦ πλὴν γυναικὸς τὰ δ' ἄλλα Νικηφόρος.
ἀλλὰ ταῦτα μὲν οὕτω συντέθειται.
[John1.t] ΙΩΑΝΝΗΣ Ο ΤΖΙΜΙΣΚΗΣ
[John1.1] Ἰωάννης δὲ ὁ Τζιμισκὴς τῆς Ῥωμαίων ἀρχῆς ἀποθανόντος τοῦ
Νικηφόρου ἀνεδέξατο τὰς φροντίδας, συμβασιλεύοντας ἔχων αὐτῷ
Βασίλειον καὶ Κωνσταντῖνον τοὺς υἱεῖς Ῥωμανοῦ, ὧν ὁ μὲν Βασίλειος
ἕβδομον εἷλκε τῆς ἡλικίας ἔτος, ἅτερος δ' ὁ Κωνσταντῖνος πέμπτον.
εὐθὺς οὖν Βασίλειον τὸν παρακοιμώμενον, ὃν Νικηφόρος ὁ βασιλεὺς οὐ
μικρὰ συμβαλλόμενον αὐτῷ πρὸς τὴν τῆς βασιλείας κατάσχεσιν πρόεδρον
τετίμηκε, μή πω πρότερον ὄντος τοῦ ἀξιώματος, πρώτου δ' αὐτοῦ τοῦτο
ἐφευρηκότος, νυκτὸς μεταπεμψάμενος κοινωνὸν τῆς ἀρχῆς προσελάβετο,
ἅτε ἐν πολλοῖς χρόνοις τά τε πολιτικὰ μετελθόντα ἐπὶ τοῦ οἰκείου πατρὸς
Ῥωμανοῦ τοῦ γέροντος καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου τοῦ
γαμβροῦ αὐτοῦ, καὶ πλειστάκις κατὰ τῶν Ἀγαρηνῶν ἐκστρατεύσαντα,
καὶ δυσχερείαις πραγμάτων εἰδότα εὐφυῶς προσαρμόζεσθαι. ὃς εὐθὺς
τὴν ἐπιτροπὴν εἰληφὼς τῶν πραγμάτων πάντας τοὺς εὔνοιαν τῷ
Νικηφόρῳ φυλάττοντας ἐκ μέσου πεποίηκε, Λέοντα μὲν τὸν κουροπαλά-
την ἐν Λέσβῳ περιορίσας καὶ Νικηφόρον βέστην τὸν τούτου υἱὸν ἐν τῇ
Ἴμβρῳ, Βάρδαν δὲ τὸν νεώτερον δοῦκα τότε Χαλδίας καὶ Κολωνείας
τυγχάνοντα τὴν ἀρχὴν ἀφελόμενος ἐν Ἀμασείᾳ παρέπεμψε γράμμασι.
καὶ τοὺς ἄλλους δέ, ὅσοι πολιτικὰς ἢ στρατιωτικὰς μετῄεσαν ἀρχὰς τῶν
ἀρχῶν παραλύσας, οἰκείους ἐπέστησε καὶ τῷ νέῳ βασιλεῖ φυλάττοντας
εὔνοιαν, τοῖς τε παρὰ τοῦ Νικηφόρου φυγαδευθεῖσι κάθοδον ἐπιτρέπει,
καὶ πρό γε τῶν ἄλλων τοῖς ἀρχιερεῦσι, τῷ μὴ θέλειν ὑπογράψαι τῷ
τόμῳ, ὃν εἰς κατατομὴν καὶ ὕβριν τῆς ἐκκλησίας ἐξεῦρεν ἐκεῖνος ἐξορι-
σθεῖσιν, ὡς ἤδη φθάσας ὁ λόγος ἱστόρησεν.
[John1.2] Οὕτω δὲ τῶν πραγμάτων οἰκονομηθέντων, κατὰ τὴν αὐτὴν νύκτα
πάσης ὑποψίας ἀπολυθεὶς ἄπεισι μετ' ὀλίγων ὁ βασιλεὺς εἰς τὴν μεγάλην
ἐκκλησίαν, χερσὶ τοῦ πατριάρχου λαβεῖν βουλόμενος τὸ διάδημα. ὃν
ἐλθόντα εἰσελθεῖν οὐκ εἴασεν ὁ Πολύευκτος, μὴ ἄξιον εἶναι φήσας ἐπιβῆναι
θείου ναοῦ νεαρῷ καὶ ἀτμίζοντι ἔτι τῷ συγγενικῷ αἵματι σταζομένας
τὰς χεῖρας ἔχοντα, ἀλλὰ σπεῦσαι ἔργα μετανοίας ἐνδείξασθαι, καὶ οὕτως
ἐφίεσθαι πατεῖν ἔδαφος οἴκου κυρίου. τοῦ δὲ Ἰωάννου ἠπίως δεξαμένου
τὴν ἐπιτίμησιν καὶ πάντα πρᾶξαι μετ' εὐπειθείας ἐπαγγειλαμένου,
ἀπολογησαμένου δ', ὅτι καὶ αὐτόχειρ οὐκ αὐτὸς ἐγένετο τοῦ Νικηφόρου,
ἀλλ' ὁ Βαλάντης καὶ ὁ Ἀτζυποθεόδωρος ἐπιτροπῇ τῆς δεσποίνης,
ταύτην μὲν ὁ πατριάρχης προσέταττε τῶν ἀνακτόρων κατενεχθῆναι καὶ
ἔν τινι νήσῳ περιορισθῆναι, ἐξοστρακισθῆναι δὲ καὶ τοὺς τοῦ Νικηφόρου
αὐτόχειρας, διαρραγῆναι δὲ καὶ τὸν τόμον, ὃν ἐπὶ συγχύσει τῶν ἐκκλη-
σιαστικῶν ὁ Νικηφόρος πραγμάτων ἐξέθετο. εὐθέως οὖν ὁ Ἰωάννης
ἐκείνους τε ἐξῶσε τῆς πόλεως καὶ τὴν Θεοφανὼ ἐν Προικοννήσῳ ἐξώρισεν.
ἥτις ἐκεῖθεν ὕστερον λάθρᾳ φυγοῦσα καὶ τῇ μεγάλῃ προσφυγοῦσα
ἐκκλησίᾳ, διὰ τοῦ παρακοιμωμένου Βασιλείου ἐκβληθεῖσα ἐν τῷ θέματι
τῶν Ἀρμενιακῶν ἐξωρίσθη εἰς τὴν παρὰ τοῦ βασιλέως νεουργηθεῖσαν
μονὴν τὴν Δαμίδειαν, ἐνυβρίσασα πρότερον εἰς τὸν βασιλέα πολλὰ καὶ
ἐς τὸν Βασίλειον, Σκύθην καὶ βάρβαρον ἀποκαλέσασα καὶ κατὰ κόρρης
αὐτῷ κονδύλους ἐπιτρίψασα. ἐξωρίσθη δὲ σὺν αὐτῇ καὶ ἡ ταύτης μήτηρ
ἐν Μαντινείῳ. ἐνεχθεὶς δὲ ὁ τόμος ἐρράγη καὶ τῇ ἐκκλησίᾳ ἐχαρίσθη ἡ
προτέρα ἐλευθερία.
[John1.3] Τούτων οὖν πραχθέντων, ὑποσχομένου δὲ τοῦ Ἰωάννου καὶ εἰς
ἐξίλασμα τῆς ἁμαρτάδος πένησι διανεῖμαι, ἣν ἰδιωτεύων εἶχε περιουσίαν,
ὁ Πολύευκτος ἐπιτρέπει τὴν εἴσοδον, καὶ κατὰ τὴν ἑορτὴν τῆς Χριστοῦ
τοῦ θεοῦ ἡμῶν γεννήσεως εἰσελθόντα τοῦτον τῷ τῆς βασιλείας ἀναδεῖ
διαδήματι. πολὺν δὲ σάλον καὶ ταραχὴν ἐχούσης τῆς βασιλείας ἔν τε τῇ
ἕῳ καὶ τῇ ἑσπέρᾳ (αἵ τε γὰρ ληφθεῖσαι κατὰ Κιλικίαν καὶ Φοινίκην καὶ
Κοίλην Συρίαν πόλεις τῶν Ἀγαρηνῶν, μὴ σχόντος τοῦ Νικηφόρου
καιρὸν τὰ κατ' αὐτὰς διαθέσθαι καλῶς καὶ ἀσφαλίσασθαι, πρὸς ἀποστα-
σίαν ἀπέβλεπον, καὶ ἡ τῶν Ῥῶς κίνησις οὐ καλῶς πρότερον ἐπὶ Βουλγά-
ρους μελετηθεῖσα μέγιστον ἐπέσειε τοῖς πράγμασι κίνδυνον, καὶ λιμὸς
ἐπὶ πέντε ὅλους ἐνιαυτοὺς τὴν Ῥωμαίων ἐπινεμόμενος σφόδρα τὰς πόλεις
ἐπίεζε) διεσκοπεῖτο καὶ ἐμερίμνα, πῶς ἂν τὰ τοιαῦτα θεραπευθείη κακὰ
[John1.3.13] καὶ τὸ ἐξ αὐτῶν ἀποσκευασθείη ἐλπιζόμενον δέος. τέως δὲ τῆς πρὸς τῷ
Ὀρόντῃ Ἀντιοχείας χηρευούσης ἀρχιερέως, Θεόδωρόν τινα προχειρίζε-
ται μοναχὸν πᾶσι κομῶντα τοῖς ἀγαθοῖς καὶ αὐτῷ προθεσπίσαντα τὴν
ἀνάρρησιν, καὶ παρεγγυησάμενον μὴ ἐπισπεῦσαι, ὡς τοῦ θεοῦ μέλλον-
τος αὐτὸν εἰς τὸ τῆς βασιλείας ὕψος ἀναβιβάσαι, ἢ μὴν γινώσκειν, ὡς,
εἰ ὀλιγώρως διατεθεὶς ἐπιταχύνει τὴν τῆς βασιλείας κατάσχεσιν, τῆς
ἑαυτοῦ ψυχῆς ἐπίβουλος ἔσεται. ἀξιώσαντα δὲ καὶ τοὺς Μανιχαίους,
τὴν ἕω πᾶσαν ἐπινεμομένους καὶ λυμαινομένους τῇ μεταδόσει τῆς μυσαρᾶς
αὐτῶν θρησκείας, πρὸς τὴν ἑσπέραν ἀποικίσαι καὶ εἴς τινα ἐσχατιὰν
ἐγκατοικίσαι πανέρημον, ὃ καὶ πεποίηκεν ὕστερον, ἀπαναστήσας τούτους
καὶ τῇ Φιλιππουπόλει ἐγκατοικίσας. ἐπὶ τριάκοντα δὲ καὶ πέντε μόνας
ἡμέρας μετὰ τὴν ἀναγόρευσιν καὶ ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν
ζωήν. καὶ προχειρίζεται ἀντ' αὐτοῦ πατριάρχης Βασίλειος μοναχὸς ὁ
Σκαμανδρηνός, ἐπ' ἀρετῆς τελειότητι μαρτυρούμενος. καὶ τὰ μὲν πολιτικὰ
ἐφέρετο τῇδε.
[John1.4] Τῇ ἁλώσει δὲ τῆς Ἀντιοχείας καὶ τῶν λοιπῶν πόλεων, ἃς ἄνωθεν
ἀπηριθμησάμεθα, περιαλγεῖς γεγονότες οἱ ἁπανταχοῦ γῆς ὄντες Σαρακη-
νοὶ καὶ τὰ λοιπὰ ἔθνη τὰ τὴν ὁμοίαν αὐτοῖς σέβοντα θρησκείαν, Αἰγύπτιοι,
Πέρσαι, Ἄραβες, Ἐλαμῖται, καὶ οἱ τὴν Εὐδαίμονα λεγομένην οἰκοῦντες
καὶ τὸ Σαβά, συμφωνήσαντες καὶ ὁμαιχμίαν θέμενοι, δύναμιν πανταχόθεν
ἠθροικότες μεγάλην καὶ ἡγεμονεύειν αὐτῆς τάξαντες Καρχηδονίους,
Ζώχαρ ἔχοντες ἄρχοντα, πρακτικὸν ἄνδρα καὶ τὰ ἐς πολέμους δεινόν, ὡς
ἂν ἀκριβεῖς καὶ ἐπιστήμονας τῶν τε κατὰ γῆν καὶ θάλατταν ἔργων,
ἐξῆλθον κατὰ Ῥωμαίων, ὑφ' ἓν τὰς πάσας συναγαγόντες δυνάμεις, ἐς
ἑκατὸν μαχίμων ἀνδρῶν χιλιάδας ἀριθμουμένας, καὶ τὴν κατὰ Δάφνην
Ἀντιόχειαν καταλαβόντες ἐπολιόρκουν ἐπιμελῶς. γενναίως δὲ τῶν ἔνδον
καὶ εὐψύχως τὴν πολιορκίαν ὑφισταμένων ἐπὶ μακρὸν ἐπετείνετο ἡ
προσεδρεία. ἀγγελθείσης δὲ τῆς τῶν ἐθνῶν συνόδου τῷ βασιλεῖ γράμ-
ματα ταχέως ἐπέμποντο πρὸς τὸν στρατηγὸν Μεσοποταμίας, τὰς ἐκεῖσε
κελεύοντα δυνάμεις ἀθροῖσαι καὶ βοηθῆσαι τοῖς πολιορκουμένοις. ἔπεμψε
δὲ ἄρχοντα τοῦ ὅλου στρατοῦ μετὰ καὶ δυνάμεων ἄλλων τὸν πατρίκιον
Νικόλαον, ἕνα ὄντα τῶν ᾠκειωμένων αὐτῷ εὐνούχων, ὃς ταῖς λοιπαῖς
προσμίξας δυνάμεσι καὶ συμπλακεὶς τοῖς βαρβάροις μυριοπλασίοις οὖσιν
ἐτρέψατο λαμπρῶς καὶ ἐσκέδασεν ἑνὶ πολέμῳ καὶ τὰς ὑπὸ Ῥωμαίους
οὔσας πόλεις ἐν τῷ ἀσφαλεῖ κατεστήσατο.
[John1.5] Τῷ ἔθνει δὲ τῶν Ῥῶς, ὃν εἴπομεν τρόπον τὴν Βουλγαρίαν χει-
ρωσαμένῳ, δορυαλώτους δὲ κατασχόντι καὶ τοὺς δύο υἱοὺς τοῦ Πέτρου
Βορίσην καὶ Ῥωμανόν, οὐκέτι ἦν βουλητὸν ἡ ἐπ' οἴκου ὑποστροφή,
ἀλλὰ τὴν τοῦ τόπου θαυμάσαντες εὐφυΐαν, μακρὰ χαίρειν εἰπόντες ταῖς
πρὸς Νικηφόρον τὸν βασιλέα γενομέναις συνθήκαις, συμφέρον ἐνόμισαν
ἑαυτοῖς μεῖναι κατὰ χώραν καὶ τῆς γῆς κυριεύειν. ἐνῆγε δὲ πρὸς τοῦτο
πλέον αὐτοὺς καὶ ὁ Καλοκυρός, λέγων, εἰ παρ' αὐτῶν ἀναγορευθῇ
βασιλεὺς Ῥωμαίων αὐτός, τῆς τε Βουλγαρίας ἐκστήσεται καὶ σπονδὰς
ποιήσει διηνεκεῖς, καὶ τὰς συμφωνηθείσας δοθῆναι δόσεις αὐτοῖς παρέξει
πολλαπλασίως, καὶ συμμάχους ἕξει καὶ φίλους αὐτοὺς διὰ βίου. οἷστισι
ῥήμασι χαυνωθέντες οἱ Ῥῶς τῆς τε Βουλγαρίας ὡς δορυκτήτου ἀντεποιοῦν-
το κτήματος, καὶ διαπρεσβευσάμενον τὸν βασιλέα καὶ ὑποσχόμενον
ἐπιτελέσειν ἅπαντα τὰ τῷ Νικηφόρῳ ἐπηγγελμένα οὐ προσεδέξαντο,
ἀποκρίσεις δόντες βαρβαρικῆς πεπληρωμένας ἀλαζονείας, ὡς ἀναγκα-
σθῆναι τοῦτον διὰ μάχης κρῖναι τὰ πράγματα. γράμμασιν οὖν ἐν ὀλίγῳ
τὰς ἑῴας δυνάμεις πρὸς τὴν ἑσπέραν διαβιβάσας ἄρχοντά τε αὐταῖς
ἐπιστήσας, ὃν ὠνόμασε στρατηλάτην Βάρδαν μάγιστρον τὸν Σκληρόν,
οὗ τὴν ἀδελφὴν Μαρίαν νόμιμον ἠγάγετο γαμετὴν ἰδιωτεύων ὁ βασι-
λεύς, ἔμελλεν ἔαρος ἐφισταμένου καὶ αὐτὸς ἐξορμῆσαι. οἱ Ῥῶς δὲ καὶ ὁ
τούτων ἀρχηγὸς Σφενδοσθλάβος, τὴν τοῦ Ῥωμαϊκοῦ στρατεύματος ὡς
ἐπύθοντο περαίωσιν, κοινοπραγήσαντες δεδουλωμένοις ἤδη τοῖς Βουλ-
γάροις, προσειληφότες δὲ καὶ συμμάχους τούς τε Πατζινάκας καὶ τοὺς
πρὸς δύσιν ἐν Παννονίᾳ κατῳκημένους Τούρκους, καὶ διὰ πάντων στρα-
τὸν πολεμιστὴν ἠθροικότες ἐς ὀκτακισχιλίους ἐπὶ τριάκοντα μυριάσι
κορυφουμένους καὶ τὸν Αἶμον διαβάντες, πᾶσαν ἐπυρπόλουν τὴν
Θρᾴκην καὶ ἐληΐζοντο, πηξάμενοι παρεμβολὴν ἀγχοῦ που τῶν τειχῶν
Ἀρκαδιουπόλεως, κἀκεῖσε τὴν συμπλοκὴν ἐκδεχόμενοι τοῦ πολέμου.
ὁ δὲ μάγιστρος Βάρδας ὁ Σκληρὸς ὡς ἤσθετο κατὰ πολὺ τῷ πλήθει
λειπόμενος (περιΐστατο γὰρ αὐτῷ πᾶσα ἡ στρατιὰ εἰς δώδεκα χιλιάδας)
στρατηγικαῖς ἔγνω ἀπάταις τοὺς ἐναντίους περιελθεῖν καὶ τέχνῃ καὶ
μηχανῇ τὰ τοσαῦτα κατεργάσασθαι πλήθη. ὃ δὴ καὶ γέγονε. συγκλείσας
γὰρ ἑαυτὸν σὺν τῇ στρατιᾷ εἴσω τειχῶν, πολλὰ προκαλουμένων τῶν
πολεμίων ἐξελθεῖν καὶ περὶ τῶν ὅλων διαγωνίσασθαι οὐχ ὑπήκουσεν,
ἀλλ' ἐκαρτέρει ὡς τάχα δειλιάσας, βλέπων τοὺς ἀντιπάλους τὰ παρατυ-
χόντα φέροντάς τε καὶ ἄγοντας. τοῦτο δὲ τὸ βούλευμα μεγάλην καταφρόνη-
σιν ἐνεποίησε τοῖς βαρβάροις. οἰηθέντες γάρ, ὡς ταῖς ἀληθείαις δειλίᾳ
συνεχόμενος ὁ Σκληρὸς συγκεκλεικὼς ἔχει τείχους ἔνδον τὰς Ῥωμαϊκὰς
φάλαγγας, ἐπεξελθεῖν μὴ τολμῶν, ἀδεῶς τε ἐσκεδάννυντο καὶ ἀμελῶς
ἐστρατοπέδευον καὶ τῆς πρεπούσης ἠμέλουν φυλακῆς, πότοις καὶ μέθαις
καὶ αὐλοῖς καὶ κυμβάλοις καὶ ὀρχήσεσι βαρβαρικαῖς διανυκτερεύοντες
καὶ μηδενὸς τῶν δεόντων ἐπιμελούμενοι. καιροῦ τοίνυν ἐπιτηδείου
λαβόμενος ὁ Βάρδας καὶ ὅπως ἐπίθηται τοῖς ἐχθροῖς εὖ μάλα διασκοπή-
σας, καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὁρίσας καὶ λόχους καὶ ἐνέδρας νυκτὸς
ἐπί τινων εὐκαιροτάτων χωρίων στησάμενος Ἰωάννην πατρίκιον τὸν
Ἀλακασσέα μετά τινος ὀλίγης δυνάμεως ἐκπέμπει, προτρέχειν κελεύσας
καὶ διασκοπεῖν τοὺς ἐχθροὺς καὶ θαμὰ πρὸς αὐτὸν μηνύειν καὶ ὅπῃ
πάρεισιν ἀναδιδάσκειν, ἐπισκήψας δὲ καὶ συμμῖξαι τούτοις ἐγγίσασι καὶ
ἅμα τῇ συμπλοκῇ δοῦναι τὰ νῶτα καὶ δόκησιν φευγόντων παρεσχηκέναι,
μὴ ἀκρατῶς μέντοι γε φεύγειν, ὅλῳ ῥυτῆρι ἐνδόντας τοῖς ἵπποις τοὺς
χαλινούς, ἀλλ' ἠρέμα καὶ μετὰ τάξεως, ὅπῃ δὲ παρείκοι, καὶ ὑποστρέφον-
τας συρρήγνυσθαι τοῖς ἐχθροῖς, καὶ οὕτω ποιεῖν, μέχρις ἂν εἰς τοὺς
λόχους τούτους καὶ τὰς ἐνέδρας ἐναποκλείσωσι, τότε δὲ ἀκόσμως φεύγειν
καὶ προτροπάδην. τριχῇ δὲ τῶν βαρβάρων διαιρεθέντων Βούλγαροι
μὲν καὶ Ῥῶς τὴν πρώτην ἀνεπλήρουν μερίδα, Τοῦρκοι δὲ καθ' ἑαυτοὺς
ἦσαν μόνοι καὶ Πατζινάκαι ὡσαύτως· ἐρχόμενος οὖν ὁ Ἰωάννης συμπλέ-
κεται τοῖς Πατζινάκαις κατὰ τύχην συνηντηκώς, καὶ ὥσπερ ἦν αὐτῷ
παρηγγελμένον, προσποιεῖται φυγήν, σχολαίαν τὴν ἀναχώρησιν
ποιούμενος. ἐνέκειντο δ' οἱ Πατζινάκαι τὰς ἑαυτῶν λύσαντες τάξεις, ὡς
τάχα τοὺς φεύγοντας ἀφανίσοιεν ἄρδην. ἐκεῖνοι δὲ νῦν μὲν φεύγοντες
μετὰ τάξεως, νῦν δ' ὑποστρέφοντες καὶ ἀμυνόμενοι ἔθεον πρὸς τοὺς
λόχους. ἐπεὶ δὲ καὶ ἐς μέσους ἐγένοντο τούτους, τότε δὴ ἀνέντες τοὺς
χαλινοὺς ἀκρατῶς ἔφευγον, καὶ οἱ Πατζινάκαι διεκχυθέντες ἀτάκτως
ἐδίωκον. ἐπιφανέντος δ' ἐξαίφνης τοῦ μαγίστρου μετὰ παντὸς τοῦ
στρατοῦ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τὴν μὲν δίωξιν ἐπέσχον, οὐ
μήν γε καὶ ἐς φυγὴν ἀπεῖδον, ἀλλ' ἔμενον, ἤν τις ἐπίοι δεξόμενοι. μετὰ
σφοδρᾶς δὲ ῥύμης τῶν περὶ τὸν μάγιστρον συμπεσόντων αὐτοῖς, καὶ
τῆς λοιπῆς φάλαγγος ὄπισθεν ἐρχομένης μετ' εὐκοσμίας καὶ τάξεως,
[John1.5.68] πίπτουσιν εὐθὺς οἱ ἀλκιμώτεροι τῶν Σκυθῶν. καὶ κατὰ βάθος τῆς φάλαγ-
γος σχισθείσης ἐς μέσους ἐμπίπτουσιν οἱ Πατζινάκαι τοὺς λόχους, τ
των τῶν ὅπλων, ἃ ἐνεδέδυτο. αὐτὸς μέντοι κυκλωθεὶς καὶ ὑπὸ πολλῶν
[John1.16.28] βαλλόμενος ἀναιρεῖται, ἡρωϊκῶς καταστρέψας τὸν βίον καὶ θαῦμα μέγα
καὶ τοῖς ἀντιπάλοις γενόμενος.
[John1.17] Λέγεται δὲ καὶ θειοτέρας τότε τυχεῖν τοὺς Ῥωμαίους ἐπικουρίας.
θύελλα γάρ τις ἐκ νότου κατὰ πρόσωπον ἀρθεῖσα ἵστατο τῶν Σκυθῶν,
μὴ συγχωροῦσα χρῆσθαι κατὰ τὴν μάχην ταῖς προαιρέσεσι. καί τις
ἀνὴρ ὦπτο παντὶ τῷ στρατοπέδῳ Ῥωμαίων ἐφ' ἵππου λευκοῦ προαγω-
νιζόμενος καὶ τὰς τῶν πολεμίων κλονῶν καὶ διαταράσσων φάλαγγας,
μηδενὶ πρότερον ἢ μετὰ ταῦτα γενόμενος γνώριμος, ὃν ἔφασκον εἶναι
ἕνα τῶν καλλινίκων μαρτύρων Θεοδώρων. τούτοις δὲ προμάχοις ἀεὶ
καὶ προβόλοις κατὰ τῶν πολεμίων ἐχρῆτο ὁ βασιλεύς. καὶ γὰρ δὴ καὶ
συνέτυχε τόνδε τὸν ἀγῶνα κατ' αὐτὴν συνενεχθῆναι τὴν ἡμέραν, καθ'
ἣν εἰώθαμεν ἑορτάζειν τὴν μνήμην τοῦ στρατηλάτου. καὶ γυνὴ δέ τις
ἐν Βυζαντίῳ σεμνὴ ὑπερτάτης δυνάμεως εἶναι τὸ φάσμα ἐπιστοῦτο,
μιᾷ πρότερον τῆς συμπλοκῆς ἡμέρᾳ ὄναρ θεασαμένη, καὶ δόξασα τῇ
θεοτόκῳ παρίστασθαι καὶ λεγούσης ἀκοῦσαι πρός τινα στρατιώτην·
‘κῦρι Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης περιστάσει συνέχεται, καὶ σπεῦ-
σον εἰς τὴν αὐτοῦ βοήθειαν,’ καὶ ἡλίου ἀνίσχοντος τοῖς γείτοσιν ἐξηγη-
σαμένη. καὶ τὰ μὲν ὁραθέντα ταῦτα, τρέπονται δὲ πάλιν οἱ Σκύθαι, καὶ
ἀποκεκλεισμένας τὰς τῆς πόλεως εὑρόντες πύλας ὑπὸ τοῦ Σκληροῦ ἀνὰ
τὸ πεδίον ἐσκεδάννυντο, καὶ ἀνῃρέθησαν ὑπ' ἀλλήλων τε συμπατού-
μενοι καὶ ὑπὸ Ῥωμαίων συγκοπτόμενοι ἀριθμοῦ κρείττους, τραυματίαι
δὲ ἐγένοντο σχεδόν τι πάντες. τὸν μάρτυρα δ' ὁ βασιλεὺς τιμῶν καὶ
τῆς ἐπικουρίας ἀποτιννὺς αὐτῷ τὰς ἀμοιβάς, τὸν ναὸν, ἐν ᾧ τὸ θεῖον
αὐτοῦ ἀπόκειται σῶμα ἐκ βάθρων καταβαλὼν μέγαν τε καὶ κάλλιστον
ᾠκοδόμησε, μεγαλοπρεπεῖς αὐτῷ κτήσεις προσαφορίσας. ὃν καὶ ἀντὶ
Εὐχανείας Θεοδωρόπολιν κατωνόμασεν.
[John1.18] Ὁ δὲ Σφενδοσθλάβος πᾶσαν μετελθὼν μηχανὴν καὶ διὰ πασῶν
ἐλαττούμενος, ὡς ἔγνω μηδεμίαν αὐτῷ ὑπολελεῖφθαι ἐλπίδα, πρὸς
συνθήκας ἀπέβλεψε. πέμπει οὖν πρὸς βασιλέα πρεσβευτὰς πίστεις ἐξαι-
τούμενος, ἐφ' ᾧ συμμάχοις καὶ φίλοις Ῥωμαίων καταλεγεὶς ἀσινὴς συγ-
χωρηθείη ἐπ' οἴκου ἀναχωρῆσαι μετὰ τῶν ἀμφ' αὐτόν, ἀδεῶς τε τὸν
βουλόμενον Σκύθην ἐμπορίας χάριν φοιτᾶν. δεξάμενος δὲ τὴν πρεσβείαν
ὁ βασιλεὺς καὶ τὸ ᾀδόμενον λόγιον ἐπειπών, ὡς ἔθος Ῥωμαίοις τοὺς
πολεμίους πλέον εὐεργεσίαις ἢ ὅπλοις νικᾶν πάντα τὰ αἰτούμενα ἐβε-
βαίωσε. γενομένων δὲ τῶν σπονδῶν ὁ Σφενδοσθλάβος καὶ εἰς ὁμιλίαν
ἐλθεῖν ἐδεήθη τῷ βασιλεῖ. ἐπινεύσαντος δὲ καὶ πρὸς τοῦτο ἀφίκετο. καὶ
συμμίξαντες ἀλλήλοις καὶ διαλεχθέντες περὶ ὧν ἂν ἐβούλοντο, ἀπηλ-
λάγησαν. ὁ δὲ βασιλεύς, αἰτήσαντος καὶ τοῦτο τοῦ Σφενδοσθλάβου,
καὶ πρὸς Πατζινάκας διαπρεσβεύεται, εἰ βούλονται, φίλους αὐτοὺς καὶ
συμμάχους ἀξιῶν ἔχειν, καὶ μὴ διαπερᾶν τὸν Ἴστρον καὶ τὰ Βουλγάρων
ληΐζεσθαι, παραχωρῆσαι δὲ καὶ τοῖς Ῥῶς ἀκωλύτως διελθεῖν τὴν αὐτῶν
γῆν καὶ οἴκαδε ἀπελθεῖν. ἀπεπλήρου δὲ τὴν πρεσβείαν Θεόφιλος ὁ τῶν
Εὐχαΐτων ἀρχιερεύς. οἱ δὲ τὴν πρεσβείαν δεξάμενοι, τὴν διάβασιν μόνην
ἀπαγορεύσαντες τῶν Ῥῶς, πρὸς τἆλλα σπονδὰς ἔθεντο. τῶν δὲ Ῥῶς
ἀποπλευσάντων, τῶν παρὰ ταῖς ὄχθαις φρουρίων τοῦ ποταμοῦ καὶ
πόλεων πρόνοιαν θέμενος ὁ βασιλεὺς ἐς ἤθη τὰ Ῥωμαίων ἀνέζευξεν.
ὃν ὁ τῆς πόλεως ἀρχιερεὺς μετὰ τῆς συνόδου καὶ πάντες οἱ ἐν τέλει μετὰ
παιάνων καὶ ἐπινικίων εὐφημιῶν ὑπεδέξαντο στεφανηφοροῦντες, τέ-
θριππον ὄχημα λευκοπώλων ἔχοντες ἡτοιμασμένον πάνυ διαπρεπῶς
καὶ τούτου ἐπιβάντα ἀξιοῦντες θριαμβεῦσαι τὸν βασιλέα. ὁ δὲ μηδὲν
σοβαρὸν ἐθέλων, ἀλλὰ μέτριον ἑαυτὸν ἐπιδεικνύμενος, τοὺς μὲν προσενε-
χθέντας ἀνειλήφει στεφάνους καὶ ἵππῳ λευκῷ τὸν θρίαμβον ἐξεπλήρωσεν,
ἐν δὲ τῷ ἅρματι τὰς Βουλγαρικὰς θεὶς τῶν βασιλέων στολὰς καὶ ἄνωθεν
τούτων εἰκόνα τῆς θεομήτορος ὡς πολιούχου, προπορεύεσθαι ἑαυτοῦ
διετάξατο. ἐν δὲ τῷ λεγομένῳ φόρῳ γενόμενος καὶ ἀποχρώντως εὐφη-
μηθεὶς καὶ τῇ θεομήτορι καὶ τῷ ταύτης υἱῷ τὰς ἐπινικίους εὐχαριστίας
παρεσχηκώς, τὰ παράσημα τῆς Βουλγαρικῆς βασιλείας ἐπ' ὄψει τῶν
πολιτῶν τὸν Βορίσην ἀποδιδύσκει. τὰ δὲ ἦν στέφανος ἐκ χρυσοῦ καὶ
τιάρα νενησμένη ἐκ βύσσου καὶ πέδιλα ἐρυθρά. ἐκεῖθεν εἰς τὴν μεγάλην
φοιτήσας ἐκκλησίαν καὶ ἐν αὐτῇ τὸν Βουλγαρικὸν στέφανον ἀνάθημα
τῷ θεῷ δεδωκώς, ἀναγαγὼν δὲ καὶ τὸν Βορίσην εἰς τὸ τῶν μαγίστρων
ἀξίωμα, ἐπορεύθη εἰς τὰ βασίλεια. ὁ δὲ Σφενδοσθλάβος οἴκαδε ὑπο-
στρέφων ἐν τῷ διϊέναι τὴν τῶν Πατζινάκων γῆν περιπίπτει ἐνέδραις
ἤδη προευτρεπισθείσαις καὶ ὑποδεχομέναις αὐτόν, καὶ ἄρδην αὐτός τε
καὶ τὸ συνὸν αὐτῷ ἀπόλλυται πλῆθος, μηνιώντων αὐτῷ τῶν Πατζι-
νάκων διὰ τὰς εἰς Ῥωμαίους σπονδάς.
[John1.19] Ὁ δὲ βασιλεὺς χαριστήρια τῶν τροπαίων ἀποδιδοὺς τῷ σωτῆρι
Χριστῷ ναὸν ἄνωθεν τῆς ἁψῖδος τῆς Χαλκῆς ἀνῳκοδόμησεν ἐκ καινῆς,
μηδενὸς φεισάμενος τῶν εἰς πολυτέλειαν συντεινόντων καὶ κόσμον. ἀφῆκε
δὲ καὶ τοῖς ὑποφόροις πᾶσι τὸ λεγόμενον καπνικόν. προσέταξε δὲ ἐν
τῷ νομίσματι καὶ τῷ ὀβολῷ εἰκόνα ἐγγράφεσθαι τοῦ σωτῆρος, μὴ
πρότερον τούτου γινομένου. ἐγράφοντο δὲ καὶ γράμματα Ῥωμαϊστὶ
ἐν θατέρῳ μέρει ὧδέ πῃ διεξιόντα· ‘Ἰησοῦς Χριστὸς βασιλεὺς βασιλέων.’
τοῦτο δὲ καὶ οἱ καθεξῆς ἐτήρησαν βασιλεῖς. Βασιλείου δὲ τοῦ πατριάρ-
χου ἐπ' αἰτίαις διαβληθέντος καὶ συνοδικῶς καθαιρεθέντος, προεβλήθη
πατριάρχης Ἀντώνιος ὁ Στουδίτης.
[John1.20] Αὐγούστῳ δὲ μηνί, ἰνδικτιῶνος τρίτης, ἐφάνη καὶ κομήτης ὁ
λεγόμενος πωγωνίας, καὶ ἐφαίνετο ἕως Ὀκτωβρίου μηνὸς τῆς τετάρ-
της ἰνδικτιῶνος. προεμήνυε δ' οὗτος τὸν τοῦ βασιλέως θάνατον καὶ
τὰς μελλούσας κατασχεῖν τὴν Ῥωμαίων γῆν ἐκ τῶν ἐμφυλίων πολέμων
ἀπαραμυθήτους τύχας.
[John1.21] Τῶν δ' ὑπὸ τοῦ βασιλέως Νικηφόρου προσκτηθεισῶν πόλεων
καὶ τῶν ὑποφόρων γενομένων Ῥωμαίοις, ὡς ἔμπροσθεν εἴρηται, ἀρα-
μένων πτέρναν καὶ τὴν Ῥωμαϊκὴν ἀποσεισαμένων ἐξουσίαν, ἔξεισι κατ'
αὐτῶν ὁ βασιλεὺς καὶ ἄπεισιν ἄχρι Δαμασκοῦ.
[John1.22] Καὶ τὰς μὲν πειθοῖ καὶ λόγῳ, τὰς δὲ πολέμῳ καὶ βίᾳ ἀνακτησά-
μενος, καὶ πάντα κατὰ τὸ πρέπον καταστησάμενος, ἀνεζεύγνυε πρὸς
τὴν βασιλίδα. γενόμενος δὲ κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸν Ποδανδὸν
καὶ τὰς λοιπὰς παροδεύων χώρας, καὶ βλέπων τὰ ἐν ποσί, κτήσεις τε
ὁρῶν πολυτελεῖς καὶ χωρία εὐφυῆ τε καὶ πάμφορα, διεπυνθάνετο τοὺς
παρευρημένους, τίνος ἂν καὶ εἶεν αὗται. ὡς δ' ἐμάνθανε παρὰ τῶν ἐρω-
τωμένων, ὅτι περ τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου πᾶσαι, αὕτη μὲν
καὶ αὕτη τῇ Ῥωμαίων προσκτηθεῖσαι ἔναγχος παρὰ Νικηφόρου τοῦ
βασιλέως, αὕτη δὲ παρὰ τοῦδε τοῦ δομεστίκου τῶν σχολῶν, καὶ αὕτη
παρὰ τοῦ δεῖνος, καὶ αὕτη καὶ αὕτη παρὰ σοῦ, καὶ τῷ Βασιλείῳ δεδώ-
ρηνται, οὐδὲν δέ, ὅτι καὶ λόγου ἄξιον εἶδεν ὑπολελειμμένον τῶν προσκτη-
θέντων τῷ δημοσίῳ, γενόμενος περιαλγὴς καὶ βύθιον στενάξας· ‘δεινόν,
ὦ παρόντες,’ ἔφη, ‘εἰ τὰ δημόσια καταναλίσκονται χρήματα καὶ τὰ
Ῥωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους
ἀναδέχονται κόπους, τὰ δὲ ἐκ τῶν τοσούτων προσκτώμενα μόχθων
ἑνὸς εὐνούχου γίνονται κτῆμα.’ καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τῶν τις δὲ
παρόντων τῷ Βασιλείῳ τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἀνη-
ρέθισε πρὸς ὀργήν. καὶ ἔκτοτε εὐκαιρίαν ἐζήτει τὸν βασιλέα ἀποσκευ-
άσασθαι. θωπείαις οὖν ὑπελθών ποτε καὶ δώροις ἐξαπατήσας τὸν ἐγ-
χεῖν εἰωθότα τὸν οἶνον τῷ βασιλεῖ, καὶ δηλητήριον κερασάμενος οὐ
[John1.22.21] τῶν δραστικωτάτων καὶ ταχὺν ἐπιφερόντων τὸν κίνδυνον, ἀλλὰ τῶν
σχολαίως καὶ κατὰ μικρὸν ἀναλισκόντων τὴν τοῦ πεπωκότος δύναμιν,
κεράννυσι τῷ βασιλεῖ. καὶ πιὼν καὶ κατ' ὀλίγον νοσηλευόμενος καὶ τῆς
οἰκείας δυνάμεως ἀποπίπτων, τελευταῖον δὲ καὶ τοὺς ὤμους ἀνθρα-
κιάσας, αἵματος πολλοῦ ῥυέντος αὐτῷ διὰ τῶν ὀφθαλμῶν, εἰσελθὼν ἐν
τῇ βασιλίδι κατέλυσε τὴν ζωήν, βασιλεύσας ἔτη ἕξ, τοσούτους τε μῆνας
καὶ πρός, καὶ διαδόχους καταλιπὼν τῆς ζωῆς Βασίλειον καὶ Κωνσταν-
τῖνον τοὺς παῖδας τοῦ Ῥωμανοῦ.
τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· λευκὸς μὲν τὴν ὄψιν καὶ εὔχρους, τὴν κόμην φέρων ξανθὴν
καὶ ἀραιάν, ἐπὶ μέτωπον. ὀφθαλμοὶ τούτῳ ἀνδρώδεις καὶ χαρωποί, ῥὶς λεπτή τε καὶ
σύμμετρος, γένυς ἡ ἄνωθεν πυρσὴ καὶ εἰς πλαίσιον καθειμένη παρὰ τὸ μέτριον, ἡ δὲ
κάτωθεν μεμετρημένη, ὡς τὸ εἰκός, καὶ μήτι ἐνδεῶς ἔχουσα. τὴν δὲ ἡλικίαν βραχύς
τις ἦν, εἰ καὶ στέρνον εὐρὺ καὶ μετάφρενον εἶχε. γιγαντώδης δὲ τούτῳ ἐνῆν ἰσχύς,
καὶ ταῖς χερσὶν εὐαγωγία καὶ ἀλκή τις ἀκαταγώνιστος· ἡρωϊκὴ γὰρ αὐτῷ ψυχὴ ἀνε-
κέκρατο, ἀδεής τε καὶ ἀκατάπληκτος, ἐν οὕτω βραχεῖ σώματι ἀποδεδειγμένη τόλμαν
ὑπερφυῆ. ἐς ὅλην γὰρ φάλαγγα οὐκ ἀπεδειλία μόνος ὁρμᾶν, πλείστους τε κατακαίνων
ἀπτέρῳ τάχει πρὸς τοὺς οἰκείους διανέκαμπτεν, ἐν ἅλμασι δὲ καὶ σφαιρισμοῖς καὶ
ἀκοντισμοῖς καὶ τόξων ἐντάσει καὶ βολαῖς πάντων κατευμεγέθει τῶν τότε. ἵππους
τε τέσσαρας κέλητας ἱστὰς στοιχηδὸν ἐκ τοῦ θατέρου μέρους καθαλλόμενος ἐπὶ τὸν
πύματον ὥς τις πτηνὸς ἐφίζανε. βέλος τε ἀφιεὶς διὰ δακτυλίου ὀπῆς τοῦ σκοποῦ κατε-
στοχάζετο σφαῖράν τε ἐκ σκύτους κατειργασμένην ἐν πυθμένι ὑελλίνου σκύφους τιθείς,
τὸν ἵππον μύωπι κεντρίζων θαμὰ καὶ τὸν δρόμον ἐπιταχύνων, ῥάβδῳ παίων τὴν
σφαῖραν αὐτὴν μὲν ἀναθρῴσκειν καὶ πέτεσθαι κατειργάζετο, τὸ δὲ σκύφος ἐπὶ χώρας
ἔμενεν ἀμετακίνητον. μεγαλόδωρός τε ἦν καὶ φιλοδωρότατος, καὶ οὐδεὶς αὐτὸν αἰτη-
σάμενος ἀπῆλθε κενός, εἰ μὴ Βασίλειος ὁ παρακοιμώμενος ἐπεῖχεν αὐτόν. ἐλάττωμα
δὲ τούτῳ προσῆν, ὅτι τε περὶ πότους ἔστιν ὅτε παρὰ τὸ προσῆκον ἐκώμαζε καὶ περὶ
τὰς τοῦ σώματος ἡδονὰς διεπτόητο. ἦν δὲ ὅτε ἐβασίλευσεν ἐτῶν τεσσαράκοντα καὶ
πέντε, θνῄσκει δὲ ζήσας τὰ πάντα ἔτη πεντήκοντα πρὸς τῷ ἑνί. Ὁ Σεβαστείας κατὰ
τὴν ἑνδεκάτην (ιαʹ A) τοῦ Ἰαννουαρίου μηνὸς βασιλεῦσαί φησι τὸν Βασίλειον. ᾧ
μᾶλλον πιστευτέον.
[Bas2+Const8.t] ΒΑΣΙΛΕΙΟΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΝΟΣ
[Bas2+Const8.1] Τὸ μὲν οὖν Ἰωάννου τέλος τὸν εἰρημένον συνηνέχθη τρόπον, τὸ
δὲ τῆς βασιλείας κράτος εἰς Βασίλειον μετήχθη καὶ Κωνσταντῖνον τοὺς
υἱοὺς Ῥωμανοῦ, κατὰ τὸ ἑξακισχιλιοστὸν τετρακοσιοστὸν ὀγδοηκοστὸν
τέταρτον ἔτος, ἰνδικτιῶνος τετάρτης, μηνὸς Δεκεμβρίου. ὧν ὁ μὲν Βασί-
λειος τὸν εἰκοστὸν ἤνυε τῆς ἡλικίας χρόνον, ἔτεσι δὲ τρισὶ τούτου νεώ-
τερος ἦν ὁ Κωνσταντῖνος. σχῆμα μὲν οὖν καὶ ὄνομα μόνον τοῖς βασι-
λεῦσι περιετέθειτο, ἡ δὲ μεταχείρισις τῶν πραγμάτων παρὰ τοῦ προέ-
δρου ἐνηργεῖτο Βασιλείου διὰ τὸ νεάζον τῆς ἡλικίας τῶν βασιλέων
καὶ ἁπαλὸν καὶ μήπω βεβηκὸς τοῦ φρονήματος. ὃς ἅμα τε περιῆλθεν
εἰς τοὺς παῖδας τοῦ Ῥωμανοῦ τὸ κράτος, καὶ ἅμα ταχυδρόμους ἐκπέμ-
ψας ἄγει τὴν αὐτῶν μητέρα ἀπὸ τῆς ὑπερορίας εἰς τὰ βασίλεια. δεδιὼς
δὲ καὶ τὰς κατὰ τῆς βασιλείας ἐπαναστάσεις, καὶ μᾶλλον τῶν ἄλλων
Βάρδαν μάγιστρον τὸν Σκληρόν, ἀεὶ τῇ βασιλείᾳ ἐφεδρεύοντα καὶ
διὰ παντὸς τὴν ἀποστασίαν ὠδίνοντα (ἑάλω γὰρ καὶ ἐπὶ τοῦ βασιλέως
Ἰωάννου ἐπιβουλεύων, καὶ καταδικασθεὶς ἐξορυχθῆναι τοὺς ὀφθαλμοὺς ἐξ-
ερρύσθη παρ' αὐτοῦ τῆς ποινῆς), τοῦτον μάλιστα δεδοικὼς πᾶσαν
τηνικαῦτα τὴν Ῥωμαϊκὴν δύναμιν ἐγκεχειρισμένον καὶ ὅπῃ καὶ βού-
λοιτο ῥᾳδίως ἄγοντα καὶ μετακυβεύοντα (ἦν γὰρ στρατηλάτης προ-
βεβλημένος πάσης ἀνατολῆς), συμφέρον εἶναι τῇ βασιλείᾳ καὶ ἀσφαλὲς
ἐνόμισε τὸ πολὺ τῆς δυνάμεως ἀκρωτηριάσαι καὶ ἀσθενέστερον αὐτὸν
ἀποφήνασθαι πρὸς τὴν ὑποπτευομένην ἀποστασίαν. καὶ οὖν καὶ παρα-
λύει τοῦτον τῆς τοῦ στρατηλάτου ἀρχῆς, δοῦκα δὲ ἀποδείκνυσι τῶν
ἐν Μεσοποταμίᾳ ταγμάτων, ἐπαγρυπνεῖν κελεύσας καὶ φυλάττειν τὰς
ἐκδρομὰς τῶν Σαρακηνῶν. τὸ δ' αὐτὸ τοῦτο καὶ εἰς Μιχαὴλ τὸν Βούρτ-
ζην ὕποπτον ὄντα ἐμηχανήσατο, διαστῆσαι τοῦτον τῆς τοῦ Σκληροῦ
ἑταιρείας σπουδάσας (συνῆν γὰρ καὶ οὗτος αὐτῷ τάγματός τινος
κατάρχων στρατιωτικοῦ). ὅνπερ τῷ τῶν μαγίστρων τιμήσας ἀξιώματι
δοῦκα τῆς παρὰ τῷ Ὀρόντῃ Ἀντιοχείας προβάλλεται. ἔφορον δὲ καὶ
ἐπιστάτην τῶν ἑῴων ἀποδείκνυσι πάντων ταγμάτων τὸν πατρίκιον
Πέτρον τὸν τοῦ Φωκᾶ δοῦλον, στρατοπεδάρχην αὐτὸν ὀνομάσας,
τομίαν μὲν ἄνθρωπον, δραστήριον δὲ ἄλλως καὶ τὰ πολεμικὰ ἐμπειρό-
τατον. τοῦτο τὸν Σκληρὸν σφόδρα ἐλύπησεν, ὡς μηδὲ παρ' ἑαυτῷ
δυνηθῆναι συγκαλύψαι τὴν ἀνίαν μεγαλοψύχως, ἀλλ' ἐπεγκαλέσαι καὶ
προσονειδίσαι, εἰ ἀντὶ τῶν ὑπ' αὐτοῦ γενομένων ἀνδραγαθημάτων
τε καὶ τροπαίων τοιαύτας ἀντιλαμβάνει τὰς ἀμοιβάς, ἐπὶ τὸ χεῖρον
προκόπτων, κἂν ὀλίγον ἢ οὐδὲν τῷ παρακοιμωμένῳ ἐμέλησεν, ἀγα-
πᾶν εἰπόντι τοῖς δεδομένοις, καὶ μὴ ἐπέκεινα πολυπραγμονεῖν, εἰ μή
που μέλλει ἀντὶ ἄρχοντος οἰκουρὸς ἔσεσθαι τῆς ἰδίας οἰκίας.
[Bas2+Const8.2] Τούτων δὲ οὕτως οἰκονομηθέντων τῷ παρακοιμωμένῳ ἀπάρας ὁ
Βάρδας τῆς βασιλίδος σὺν τάχει πολλῷ τὴν ἐγχειρισθεῖσαν αὐτῷ
καταλαμβάνει ἀρχήν. ἐν δὲ ταῖς προηγησαμέναις στρατηγίαις ἐμβριθὴς
πολλάκις φανεὶς καὶ δραστήριος, καὶ ὑπὸ παντός, ὡς ἔπος εἰπεῖν, τοῦ
στρατοῦ φιληθείς, καὶ πρὸς πολλούς, οὓς ἐθάρρει τὸ τῆς μελέτης παραγυ-
μνώσας μυστήριον, καὶ μᾶλλον τῷ τάγματι τῶν στρατηλατῶν, ἄρτι
δὲ καιρὸν οἰηθεὶς ἐπιτήδειον εἰς τὸ ἀνακαλύψαι τὸ σπουδαζόμενον, μετὰ
τῶν ἐπιτηδείων σκεψάμενος, ἣν ἐκ μακρῶν ὤδινεν ἀποτίκτει ἀποστασίαν,
καὶ κατὰ τῶν βασιλέων καὶ τῶν ὁμοφύλων αἴρει τὰ ὅπλα. εὐθὺς οὖν
Ἄνθην τινὰ τοὔνομα, Ἀλυάτην τὴν προσηγορίαν, τὰ μάλιστα ὄντα
αὐτῷ τῶν δραστικωτάτων ὑπηρετῶν, ἐς τὴν βασιλίδα ἐκπέμπει, ὅπως,
εἰ δύναιτο, Ῥωμανὸν τὸν ἑαυτοῦ κλέψας υἱόν (ἔτυχε γὰρ ἐνδημῶν τῇ
βασιλευούσῃ) πρὸς αὐτὸν ἀφίκηται. ὁ δὲ γενόμενος ἐν τῇ πόλει καὶ
πάντα τρόπον λαθεῖν ἐπειγόμενος φήμας οὐ καλὰς κατὰ τοῦ Σκληροῦ
ἐνέσπειρε, δι' ὧν λαθεῖν τε ἐδυνήθη ἀνύποπτος φανεὶς καὶ τὸν Ῥωμανὸν
ἀποκλέψας πρὸς τὸν Σκληρὸν ἀγαγεῖν. ὁ Βάρδας δὲ τὸ βουλευθὲν εἰς
τοὐμφανὲς ἤδη ἐκρήξας διάδημά τε περιβάλλεται καὶ τὰ λοιπὰ τῆς
βασιλείας ἀναλαμβάνει παράσημα καὶ ὑπὸ παντὸς τοῦ συνόντος στρατοῦ
Ῥωμαίων ἀναγορεύεται βασιλεύς, τῶν Ἀρμενίων καταρξάντων τῆς
εὐφημίας. ἐπεὶ δὲ τῷ τοιοῦτον ἀναρρίψαντι κύβον χρημάτων δεῖν πολλῶν
ἠπίστατο, ὧν ἄνευ οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων, καθά πού φησιν ὁ
ῥήτωρ, πρὸς συλλογὴν τούτων παραχρῆμα ἐτρέπετο, τούς τε τῶν
δημοσίων πράκτορας φόρων κατέχων καὶ τὰ κοινὰ εἰσπραττόμενος
χρήματα, καὶ τοὺς ἄλλως ὑπόνοιαν παρέχοντας πλούτου συλλαμβάνων
καὶ τιμωρῶν, ἐνίων δὲ καὶ αὐθαιρέτως προσαγόντων τὸν ἑαυτῶν βίον
ἐλπίδι τοῦ ἀπολήψεσθαι μείζονα. καὶ οὕτως ἐν οὐ μακρῷ τῷ χρόνῳ
πλῆθος χρημάτων συνάγει πολύ. φρούριόν τε κατασχὼν ἐρυμνὸν τὸ
λεγόμενον Χάρπετε, ἐν Μεσοποταμίᾳ κείμενον, καὶ παντοίως ἀσφαλισά-
μενος καὶ φυλακὴν ἐπιστήσας τὴν ἐξαρκοῦσαν, ἐν τούτῳ τά τε συναγό-
μενα ἀπετίθει χρήματα, καὶ ὁρμητήριον ἐξ ἀποτυχίας καὶ λιμένα σωτηρίας
[Bas2+Const8.2.31] ἔχειν ἐταμιεύετο. καὶ τοὺς προσγειτονοῦντας Σαρακηνούς, τόν τε τῆς
Ἀμίδης ἀμηρᾶν Ἀποτούλφ, ἥτις Ἔμετ καλεῖται, καὶ τὸν τῆς Μαρτυρου-
πόλεως Ἀποτάγλε, ἥντινα Μιεφερκεὶμ ὀνομάζουσι, πίστεις δοὺς καὶ
λαβών, καὶ μετ' αὐτῶν κηδεύσας καὶ διὰ τοῦ κήδους τὰ τῆς φιλίας
ἀσφαλισάμενος, χρήματά τε λαμβάνει πολλὰ καὶ συμμαχικὸν Ἄραβας
ἱππότας τριακοσίους. τῆς φήμης δὲ πανταχοῦ διαδραμούσης, συνέρρεον
πρὸς αὐτὸν ὁπόσοι νεωτέροις χαίρουσι πράγμασιν. ἤδη δὲ τοῦ θέρους
ἐπιγενομένου ἄρας παντὶ τῷ στρατῷ ἠπείγετο πρὸς τὴν βασιλεύουσαν,
μεστὸς ἐλπίδων καὶ μονονοὺ τοῖς βασιλείοις καθῆσθαι δοκῶν. καὶ γὰρ δὴ
καὶ ἐθράσυνεν αὐτὸν καὶ τολμηρότερον ἐτίθει πρὸς τὸ ἐγχείρημα μοναχοῦ
τινος ἀρετῆς ἀντιποιουμένου ὄψις νυκτερινή. ἐδόκει γὰρ οὗτος ἰδεῖν
ἄνδρας πυρίνους, οἵτινες τὸν Βάρδαν λαβόντες ἄγουσιν εἴς τινα ὑψηλοτά-
την περιωπήν. ἐντυχεῖν δ' ἐν αὐτῇ γυναικὶ ἀνθρωπίνης ὄψεως στερροτέρᾳ,
καὶ τὴν μάστιγα αὐτῷ ἐπιδοῦναι βασιλικήν. ταύτην τὴν μάστιγα ὁ μὲν
Βάρδας σύμβολον ἐλογίζετο τῆς βασιλείας, ἦν δὲ ἄρα ἡ πρὸς Ῥωμαίους
ὀργὴ τοῦ θεοῦ.
[Bas2+Const8.3] Ἄρτι δὲ τῆς φήμης καὶ τὴν βασιλίδα καταλαβούσης, οἱ βασιλεῖς
τε ἐν ἀγωνίᾳ καθίσταντο, καὶ ἀθυμία κατεῖχε τὸ νουνεχὲς τοῦ πολιτεύ-
ματος καὶ ἀκέραιον, μόνους δὲ ηὔφραινε τοὺς ὅσοι ταῖς ἐναλλαγαῖς
ἥδονται τῶν πραγμάτων καὶ χαίρουσι ταῖς λεηλασίαις. ταχύ τε οὖν
γράμματα πρὸς τὸν στρατοπεδάρχην ἐγένοντο Πέτρον, καὶ ταχὺ τὸ
ὑγιαῖνον τοῦ στρατοῦ μέρος ἠθροίζετο εἰς Καισάρειαν. ἐν ὅσῳ δὲ ταῦτα
ἐπράττετο, ὁ σύγκελλος Στέφανος καὶ τῆς Νικομηδείας πρόεδρος, ἀνὴρ
ἐλλόγιμος καὶ ἐπὶ σοφίᾳ καὶ ἀρετῇ διαβόητος καὶ πειθοῖ μαλάξαι ἱκανὸς
γνώμην σκληρὰν καὶ ἀτίθασσον, πρέσβυς ἐς τὸν Σκληρὸν ἀποστέλλεται,
εἴ πως δυνηθῇ πεῖσαι τοῦτον ἀποθέσθαι τὰ ὅπλα. ἀλλ' οὗτος πρὸς ἓν
ἔχων τὴν διάνοιαν τεταμένην, τὴν τῆς βασιλείας ὄρεξιν, ἐλθόντα πρὸς
αὐτὸν καὶ πολλὰ εἰπόντα ἐπαγωγὰ καὶ θελκτήρια λόγων μὲν πολλῶν
οὐκ ἠξίωσεν, ἀνατείνας δὲ τὸν δεξιὸν πόδα καὶ τὸ κοκκοβαφὲς δείξας
πέδιλον· ‘ἀδύνατον, ὦ ἄνθρωπε,’ ἔφη, ‘τὸν τοῦτο ἅπαξ περιβαλλό-
μενον ἐπ' ὄψει πολλῶν ῥᾳδίως ἀποβαλεῖν. φράσον τοίνυν τοῖς ἀποστείλα-
σιν, ὡς ἢ ἑκοντί με παραδέξονται βασιλέα, ἢ καὶ μὴ βουλομένων πειράσο-
μαι λαβεῖν τὴν ἀρχήν.’ ταῦτα εἰπὼν καὶ προθεσμίαν ἡμέρας τεσσαρά-
κοντα δεδωκὼς ἀπαλλάττεσθαι κελεύει. ἐπαναδραμόντος δὲ τοῦ συγ-
κέλλου καὶ τὴν ἀπόκρισιν ἀποκομίσαντος τοῦ Σκληροῦ τοῖς βασιλεῦσι
καὶ τῷ τὴν βασιλείαν ἰθύνοντι Βασιλείῳ, γράμματα ἐφοίτων πρὸς τὸν
στρατοπεδάρχην ἐμφυλίου μὲν μὴ κατάρχειν πολέμου, τὰς δὲ παρόδους
τηρεῖν ἀσφαλῶς, καὶ ἤν τις ἐπίῃ πολεμήσων, ἀμύνεσθαι. ὁ δὲ Σκληρὸς
ἀπιὼν πρὸς Καισάρειαν προδρόμους ἀπέστειλε καὶ κατόπτας, ἐφ' ᾧ
κατασκοπεῖν, καὶ ὅπῃπέρ εἰσιν οἱ ἐναντίοι μηνύειν, καὶ προομαλίζειν
αὐτῷ τὴν ὁδόν. ἔξαρχος δὲ τῶν πεμφθέντων προκέκριτο Ἄνθης ὁ
Ἀλυάτης. οἵτινες καταντήσαντες ἔν τινι στενοχωρίᾳ (Κούκου λίθον τὸν
τόπον ὀνομάζουσι) καὶ μέρει τῆς βασιλικῆς στρατιᾶς ἐντυχόντες ἄρχοντα
ἐχούσης Εὐστάθιον μάγιστρον τὸν Μαλεῗνον, ἀπεπειρῶντο τοῦ συναντή-
ματος καὶ ἀκροβολισμοὺς ἐποιοῦντο. ἐπί τινα δὲ καιρὸν ἀκροβολιζο-
μένων ἀλλήλοις τῶν στρατευμάτων, καὶ μηδενὸς νῶτα διδόντος, ὁ
Ἀλυάτης μὴ περισχὼν ἑαυτόν, περικαρδίῳ δὲ ζέσει ληφθείς, μυωπίσας
τὸν ἵππον σὺν ἀλογίστῳ ῥύμῃ τοῖς ἐναντίοις προσρήγνυται. μηδὲν δέ,
ὅ τι καὶ λόγου διαπραξάμενος ἄξιον, πίπτει καιρίαν τυπείς. καὶ τὸ ἀμφ'
αὐτὸν ἅπαν εἰς τὰς ἔγγιστα νάπας καὶ λόχμας διεσκεδάσθη. διεμηνύθη
δὲ τότε καὶ ὁ τοῦ Βάρδα ἑταιρειάρχης ὡς μέλλων αὐτομολεῖν τῷ τοῦ
βασιλέως στρατῷ. ὃν παραστησάμενος ὁ Σκληρὸς καὶ προσονειδίσας,
καὶ μηδὲν πλέον φανερῶς εἰς αὐτὸν δεδρακώς, ἀπέλυσε, λάθρᾳ δὲ τοῖς
μισθοφόροις Σαρακηνοῖς μηνύσας ἀνεῖλεν. οὗτοι γὰρ διϊόντα τὸν ἄνδρα
μεσούσης ἡμέρας περιχυθέντες ταῖς μαχαίραις κατέκοψαν.
[Bas2+Const8.4] Οἱ δὲ τῶν βασιλικῶν κατάρχοντες στρατευμάτων τὴν τοῦ Σκλη-
ροῦ ὅσον οὐδέπω ἐπέλευσιν προσδοκῶντες, τὰ καίρια τῆς ὁδοῦ κρίνουσι
προκαταλαβεῖν, καὶ ἄραντες παντὶ τῷ στρατεύματι στρατοπεδεύουσιν
ἀπεναντίας ἐκείνῳ, προκαταλαβόντες, ἃς ἔμελλε διοδεύειν ὁδούς. ὅπερ
μαθὼν ὁ Σκληρὸς νωθρὸς ἦν καὶ ὤκνει τὴν εἰς τὸ πρόσω πορείαν, μελλήσει
δὲ τρίβων τὸν χρόνον ἐκαραδόκει τὸ μέλλον. ἀνερεθίζει δὲ τοῦτον καὶ
προθυμότερον ἀποδείκνυσιν αὐτόμολός τις ἐλθὼν στρατηγός, Σαχάκιος
τοὔνομα, Βραχάμιος τὴν προσηγορίαν. παρηγγύησε γὰρ ἐλθὼν μὴ
τηνάλλως τρίβειν τὸν χρόνον· καταφρόνησιν γὰρ ἔλεγεν ἐμποιεῖν τὴν
τριβήν. δόξας δὲ λέγειν εὔκαιρα ἡγεμὼν καὶ ὁδηγὸς ἀποδείκνυται τῆς
ὁδοῦ. καὶ ὁ μὲν ἡγεῖτο, οὗτος δὲ εἵπετο. καὶ διὰ τριῶν ἡμερῶν καταλαμ-
βάνει τὴν Λάπαραν. τόπος δὲ οὗτος μέρος τῆς Καππαδοκίας, τὸ νῦν
λεγόμενον Λικανδόν, διὰ τὸ λιπαρὸν καὶ πάμφορον οὕτω κατονομασθείς.
τοῦτο μαθὼν ὁ στρατοπεδάρχης, νυκτοπορίᾳ χρησάμενος δέει τοῦ μὴ
ἀντιπαρελθεῖν τὸν Σκληρόν, ἀντιστρατοπεδεύει τοῖς ἐναντίοις. καὶ μέχρι
μέν τινος ἀνεδύοντο καὶ παρεῖλκον τὴν εἰς τοὐμφανὲς συμπλοκήν, καὶ
κλέψαι τὴν νίκην διηγωνίζοντο. κατεστρατήγησε δὲ τοὺς ἐναντίους ὁ
Βάρδας, δεῖπνα πολλὰ παρασκευασάμενος, ὡς τάχα τὸν οἰκεῖον ἑστιάσων
στρατόν, καὶ οὕτω τοὺς πολεμίους ἐξαπατήσας. ὑπολαβόντες γὰρ κατ'
ἐκείνην τὴν ἡμέραν μὴ κατάρξασθαι μάχης αὐτόν, καὶ αὐτοὶ πρὸς εὐωχίαν
ἐτράποντο. ὁ δὲ Σκληρὸς ὡς ἔγνω τοῦτο (εἶχε γὰρ καὶ πρὸς πόλεμον
παρεσκευασμένα τὰ στρατεύματα), αἰφνίδιον τῇ σάλπιγγι σημήνας τὸ
ἐνυάλιον ἐμπίπτει τοῖς πολεμίοις ἀριστοποιουμένοις. οἱ δέ, ὡς ἔτυχεν
ἕκαστος, τὸ παρατυχὸν ἀναλαμβάνοντες ὅπλον τοὺς προσιόντας
ἐδέχοντο, μὴ τῷ αἰφνιδίῳ καταπλαγέντες. καὶ ἐπὶ χρόνον μέν τινα
εὐρώστως ἠμύνοντο. εἶτα ὑπερκερώσεις ποιησάμενος ὁ Βάρδας καὶ ἔνδον
συναπολαμβάνειν ἤδη τοὺς πολεμίους φοβῶν, ἐπαφεὶς δὲ καὶ κατὰ νῶτα
τοὺς μισθοφόρους, τρέπει τε εἰς φυγὴν καὶ πολὺν ἐργάζεται φόνον, τοῦ
δουκὸς Ἀντιοχείας τοῦ Βούρτζη πρῶτον ἐγκλίναντος, εἴτε διὰ δειλίαν
εἴτε διὰ κακουργίαν. ἐλέγετο γὰρ ἀμφότερα. κατέσχε δὲ καὶ τὸ στρατόπεδον
ἅπαν σὺν τῇ ἀποσκευῇ, καὶ πλοῦτον ἐντεῦθεν περιεβάλετο ἄπειρον.
ἐκεῖθεν αὖθις ἐπὶ τὸ λεγόμενον ἔρχεται Τζαμανδόν. πόλις δὲ ἡ Τζαμανδὸς
ἐν ἀποκρήμνῳ πέτρᾳ κειμένη, πολυάνθρωπος καὶ πλούτῳ περιβριθής.
ἥντινα παρ' ἑκόντων λαβὼν τῶν ἐγχωρίων πλοῦτον συνέλεξεν οὐκ ὀλίγον.
αὕτη ἡ νίκη πολλοὺς τῶν τῷ βασιλεῖ προσκειμένων κατέσεισε καὶ
αὐτομολῆσαι πρὸς τὸν Σκληρὸν ἠνάγκασεν. ὅ τε γὰρ Βούρτζης πρῶτος
αὐτομολεῖ τῷ Σκληρῷ καὶ ὁ πατρίκιος Ἀνδρόνικος καὶ δοὺξ ὁ Λυδὸς σὺν
τοῖς υἱέσι. καὶ Ἀτταλεῖς δεσμὰ περιθέντες τῷ ναυάρχῳ τοῦ βασιλέως τῷ
Κουρτικίῳ Μιχαὴλ προσχωροῦσι μετὰ παντὸς τοῦ στόλου, στρατηγεῖν
παρὰ τοῦ Σκληροῦ πεμφθέντι τῶν Κιβυρραιωτῶν.
[Bas2+Const8.5] Ὧν ἀγγελθέντων τῷ βασιλεῖ καὶ τῷ παρακοιμωμένῳ, βουλῆς
προτεθείσης ἔδοξε τῶν τῷ βασιλεῖ ᾠκειωμένων τινὰ ἰσοτύραννον εἰλη-
φότα ἀρχὴν καὶ ἀνεύθυνον, καὶ ἐξουσίαν ἔχοντα τιμαῖς τε προβιβάζειν
καὶ δώροις καταπλουτίζειν τοὺς προσχωροῦντας, χωρῆσαι κατὰ τοῦ
τυράννου. ἤρεσεν ἡ γνώμη, καὶ πέμπεται Λέων ὁ τοῦ βασιλέως πρωτο-
βεστιάριος, σύμβουλον εἰληφὼς καὶ Ἰωάννην τινὰ πατρίκιον, ἄνδρα
ἐπίσημον καὶ ἐπὶ λόγων ἕξει βεβοημένον, ἐξουσίαν ἐκ βασιλέως δεξά-
[Bas2+Const8.5.8] μενος πάντα ἀδιστάκτως ποιεῖν, ὅσα ἔξεστι βασιλεῖ. ἐξελθὼν οὖν καὶ
κατὰ τὸ τῆς Φρυγίας γενόμενος Κοτυάειον καὶ τῷ στρατοπεδάρχῃ ἑνω-
θεὶς Πέτρῳ ἐκεῖσε τὴν παρεμβολὴν ἐπήξατο, κατεσκηνωμένου τοῦ Βάρδα
τυγχάνοντος ἐν τῷ Διποτάμῳ. χωρίον δὲ βασιλικὸν τὸ Διπόταμον, ὃ
Μεσάνακτα κατονομάζουσιν οἱ ἐγχώριοι. λάθρᾳ οὖν ὑποσχέσεσι δωρεῶν
καὶ τιμῶν προβιβασμοῖς ἐπειρᾶτο διασύρειν τοὺς ἀποστάτας καὶ πρὸς
ἑαυτὸν ἐπισπᾶσθαι καὶ εὔνους τιθέναι τῷ βασιλεῖ, ἐλάνθανε δὲ μᾶλλον
ἐπιρρωννὺς τὸ ἀντίπαλον, ἀσθενείας σημεῖον λογιζόμενον τὴν παράκλη-
σιν. ὅθεν καὶ ἀπογνοὺς ἄρας ἐκ Κοτυαείου καὶ τὸν Σκληρὸν νυκτὸς
παρελάσας ἐχώρει πρὸς τὴν ἀνατολήν. τοῦτο τὸ ἔργον λίαν τοὺς περὶ
τὸν Σκληρὸν ἐδειμάτωσε, δεδιότας οὐ περὶ χρημάτων καὶ κτημάτων
μόνον, ἀλλὰ καὶ περὶ τῶν τιμιωτάτων αὐτῶν. πολλοὶ οὖν ἐξομνύμενοι
τὴν ἀποστασίαν τῷ πρωτοβεστιαρίῳ προσέρρεον, ὡς κινδυνεύειν
κονιορτοῦ δίκην διαλυθῆναι τὸ ἀποστατικόν. ὅπερ ἵνα μὴ γένηται
φοβηθεὶς ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτζην ἄρτι, ὡς
εἴπομεν, προσκεχωρηκότα αὐτῷ, καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην
μετ' εὐζώνου ἐκπέμπει στρατιᾶς, ἐμποδὼν ἵστασθαι τῷ πρωτοβεστιαρίῳ
κελεύσας, ἐπιτιθεμένοις ἐξ ἐφόδου καὶ τὰς ἐκδρομὰς κωλύειν ὡς δύναμις,
συμπλοκῆς δὲ καθολικῆς κατὰ τὸ ἐγχωροῦν φείδεσθαι. πλησιάσαντες δὲ
τῷ βασιλικῷ στρατεύματι οἱ περὶ τὸν Βούρτζην ἠναγκάσθησαν καὶ
ἄκοντες πολεμῆσαι παρὰ τὴν τοῦ Σκληροῦ παραγγελίαν, ἀπὸ τοιαύτης
αἰτίας. Σαρακηνοὶ ἐκ τῆς πρὸς ἕω Βερροίας τὰ ἐτήσια τέλη Ῥωμαίοις
κομίζοντες ἠγγέλλοντο πρὸς τὴν βασιλίδα ἀπιέναι, καὶ ὡς μέλλουσι
κατά τινα ῥητὴν ἡμέραν διὰ μέσων ἰέναι τῶν στρατευμάτων. καὶ ἐπειδὴ
παρῆν ἡ κυρία, καὶ ἔμελλον κατὰ τὸ λεγόμενον Ὀξύλιθον φρούριον οἱ
Σαρακηνοὶ διαβαίνειν, καθοπλίσαντες οἱ περὶ τὸν Βούρτζην τοὺς ἀμφ'
αὐτούς, τὸ δ' αὐτὸ τοῦτο καὶ οἱ τοῦ πρωτοβεστιαρίου πεποιηκότες,
μάλα ὁρμητικῶς πρὸς τὴν μάχην ἐχώρουν. προὔκειτο γὰρ ἑκατέροις
ὥσπερ τις ἆθλος ὁ παρὰ τῶν Σαρακηνῶν κομιζόμενος χρυσός. καὶ ἐπείπερ
ἤγγισαν, συμπεσόντες ἐμάχοντο. τρέπεται γοῦν ὁ Βούρτζης, καὶ πολλοὶ
τῶν σὺν αὐτῷ ἀπώλοντο, καὶ μᾶλλον τῶν Ἀρμενίων. πάντας γὰρ τοὺς
ἁλόντας Ἀρμενίους ἀπέσφαττον οἱ Ῥωμαῖοι, μὴ λαμβάνοντες οἶκτον
διὰ τὸ πρώτους προσχωρῆσαι τῷ ἀποστάτῃ.
[Bas2+Const8.6] Ἀγγελθείσης δὲ τῆς ἥττης ὁ Βάρδας καιρὸν ἀναβολῆς μὴ δεδωκώς,
ἀγείρας τοὺς ἀμφ' αὐτὸν ὑπήντα διὰ ταχέων, καὶ κατά τινα τόπον
Ῥαγέας ὀνομαζόμενον γενόμενος στρατοπεδεύεται, ἐπιτήδειον μάχης
καιρὸν ἐκζητῶν. χρονοτριβούντων δὲ τῶν βασιλικῶν στρατευμάτων ὁ
τῆς μάχης καιρὸς παρετείνετο, καὶ πολλοὶ τῶν ἀποστατῶν τῇ προηγησα-
μένῃ ἥττῃ σεσαλευμένοι τῷ πρωτοβεστιαρίῳ προσέτρεχον. ὅσον μὲν
οὖν σφριγῶν ἦν ἐν τῇ στρατιᾷ τοῦ βασιλέως καὶ ἀπειροπόλεμον, τῇ
ἐξ ὑπογύου γαυρούμενον νίκῃ ὤργα πρὸς συμπλοκήν, οἱ γηραιότεροι δὲ
καὶ κατηθλημένοι τοῖς ἀγῶσιν ὤκνουν καὶ ἀνεδύοντο τὴν μάχην. ἀλλ'
ἐπεὶ κατὰ τὸν εἰπόντα· ‘ταχεῖα πειθὼ τὸν κακὸν ἀκολουθεῖ,’ πείθεται τοῖς
νεωτέροις καὶ ὁ πρωτοβεστιάριος, καὶ τὸ ἐνυάλιον σημήνας ἐξάγει τὰ
στρατεύματα πρὸς τὴν μάχην. καὶ ὁ Βάρδας δὲ τριχῇ διελὼν τὸν οἰκεῖον
στρατόν, τὸ μὲν μέσον εἶχεν αὐτός, τοῦ δεξιοῦ δὲ κέρως Κωνσταντῖνον
τὸν ἀδελφόν, τοῦ δ' εὐωνύμου Κωνσταντῖνον τὸν Γαυρᾶν ἄρχειν ἐπέστησε.
συμβολῆς δὲ γενομένης καὶ τῶν περὶ τὰ κέρατα στρατηγῶν τὴν ἵππον
ἐπισεισάντων τοῖς ἐναντίοις, μὴ ἐνεγκόντες τὴν ῥύμην οἱ περὶ τὸν πρωτο-
βεστιάριον τρέπονται, καὶ γίνεται φόνος πολύς. ἐνταῦθα καὶ Ἰωάννης
ἔπεσεν ὁ πατρίκιος καὶ ὁ στρατοπεδάρχης Πέτρος καὶ ἄλλοι πολλοὶ τῶν
διαφανῶν. ἑάλω καὶ ὁ πρωτοβεστιάριος μεθ' ἑτέρων ἀνδρῶν ἀρχικῶν.
τὸν μὲν οὖν πρωτοβεστιάριον φρουρεῖσθαι προσέταξε, Θεοδώρου δὲ καὶ
Νικήτα τῶν αὐταδέλφων τῶν Ἁγιοζαχαριτῶν ἐπ' ὄψει παντὸς τοῦ
στρατεύματος ἐξορύττει τοὺς ὀφθαλμούς, ὡς παραβάντων τάχα τοὺς
ὅρκους, οὓς πρὸς αὐτὸν ἔθεντο, καὶ τῷ πρωτοβεστιαρίῳ προσχωρησάν-
των.
[Bas2+Const8.7] Ἐκ ταύτης τῆς νίκης τὰ μὲν τοῦ Βάρδα ὑψοῦτο καὶ ἐπὶ μέγα
ᾔρετο, πάντων, ὡς εἰπεῖν, μικρῶν καὶ μεγάλων προσρυϊσκομένων αὐτῷ,
τὰ δὲ τοῦ βασιλέως ἐπὶ μιᾶς ἐσάλευεν, ἱερᾶς μέντοι ἀγκύρας, τῆς τοῦ θεοῦ
βοηθείας. ὁ δὲ παρακοιμώμενος ἐφρόντιζε μὲν καὶ τῶν κατὰ χέρσον, πλέον
δ' ἐμερίμνα τῶν κατὰ θάλατταν. ἐλύπει γὰρ αὐτὸν ὁ τοῦ ἐναντίου
κατάρχων στόλου. Μιχαὴλ γὰρ ὁ Κουρτίκιος, πᾶσαν μὲν νῆσον πεπορθη-
κώς, ἤδη δ' ἐπίδοξος ὢν καὶ τὴν ἐν Ἑλλησπόντῳ πολιορκεῖν Ἄβυδον.
οὐκοῦν καὶ στόλον ἐξαρτυσάμενος μάλα καλῶς, ἐκπέμπει κατὰ τοῦ Κουρτι-
κίου, ναύαρχον ἔχοντα Θεόδωρον πατρίκιον τὸν Καραντηνόν. οὗτος δ'
ἐκπλεύσας καὶ τὰ στενὰ διαβὰς τοῦ Ἑλλησπόντου κατὰ Φώκαιαν τῷ
Κουρτικίῳ προσρήγνυται, καὶ γενομένης καρτερᾶς ναυμαχίας οἱ περὶ τὸν
Κουρτίκιον τρέπονται καὶ σκεδάννυνται, καὶ λοιπὸν θαλασσοκρατήσαν-
τος τοῦ Καραντηνοῦ τὴν ἐκεχειρίαν ἔσχε τὰ τῆς θαλάσσης. ἤδη δὲ τῶν
κατὰ θάλατταν ἐχόντων καλῶς ὁ παρακοιμώμενος τῶν κατὰ τὴν
ἤπειρον ἐτίθετο ἐπιμέλειαν. καὶ δὴ Μανουὴλ πατρίκιον τὸν Ἐρωτικόν,
ἐκ γένους τε ἄνδρα καὶ ἐπ' ἀρετῇ διαβόητον καὶ ἀνδρείᾳ, φρουρεῖν
ἐκπέμπει τὴν Νίκαιαν. μετὰ μικρὸν δὲ καταλαμβάνει καὶ ὁ Σκληρός, καὶ
τὰ πέριξ τῆς Νίκαιας πυρπολήσας χωρία τελευταῖον καὶ ἐπ' αὐτὴν τὴν
Νίκαιαν ἔρχεται, καὶ ἑλεπόλεσι καὶ μηχαναῖς ἐκπορθῆσαι ἠπείγετο.
γενναίως δὲ τοῦ Μανουὴλ ὑποδεξαμένου τὴν πολιορκίαν καὶ τὰς
προσαγομένας τῷ τείχει κλίμακας καὶ μηχανὰς σκευαστῷ πυρὶ πυρπολή-
σαντος, τὴν ἐκ πολιορκίας ἅλωσιν ἀπογνοὺς ὁ Σκληρὸς ἐνδείᾳ τῶν ἀναγ-
καίων ἤλπιζεν αἱρῆσαι τὴν πόλιν. χρόνου δὲ τῇ πολιορκίᾳ τριβέντος
πολλοῦ καὶ τῶν ἔνδον πιεζομένων τῇ σιτοδείᾳ, μὴ ἔχων, ὅ τι καὶ δράσειεν
ὁ Μανουήλ, μηδ' ὅθεν εἰσκομίσεται τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα ἐπιμελῶς
τοῦ Σκληροῦ τὰς εἰσόδους τηροῦντος, ἀπάτῃ τὸν Σκληρὸν ἔγνω περιελ-
θεῖν. ἀμέλει καὶ τοὺς τῆς Νικαίας σιτοβολῶνας ψάμμον λεληθότως
πεπληρωκώς, καὶ σίτῳ ἄνωθεν τὴν ἐπιφάνειαν ἐπιχρώσας, ὡς κλέπτε-
σθαι τὰς ὄψεις τῶν θεωμένων, τινὰς τῶν ἡλωκότων ἀπὸ τῆς ἐναντίας
μοίρας προσκαλεσάμενος ἐδείκνυ τὰ ταμιεῖα, καὶ πρὸς τὸν Σκληρὸν
ἐπαφίησιν, εἰπεῖν ἐπισκήψας, ὅτιπερ ‘τὴν ἐκ τοῦ λιμοῦ πολιορκίαν οὐ
δέδοικα (ἀποχρώσας γὰρ ἔχω τὰς τροφὰς καὶ ἐπὶ δυσὶν ὅλοις ἔτεσι),
πολιορκίᾳ δὲ ἄλλως ἡ πόλις ἀνάλωτος. τὰ σὰ δ' ἐγὼ φρονῶν ἕτοιμός
εἰμι ὑπεκστῆναί σοι τῆς πόλεως, εἰ ἐμοί τε καὶ τοῖς μετ' ἐμοῦ δι' ὅρκων
δοίης ἀπιέναι, ὅποι δὴ καὶ αἱρούμεθα.’ ἀσμένως δὲ τοῦ Βάρδα δεξαμένου
τὸν λόγον καὶ πίστεις παρεσχηκότος, τοὺς Νικαεῖς ὁ Μανουὴλ εἰληφὼς
καὶ τὸν ἀμφ' αὐτὸν στρατὸν μετὰ πάντων ὧν εἶχον, εἴσεισιν εἰς
τὴν βασιλεύουσαν. τὴν Νίκαιαν δὲ παρειληφὼς ὁ Σκληρὸς καὶ τὸ περὶ
τὸν σῖτον εὑρὼν ῥᾳδιούργημα ἠνιάθη μὲν ἐφ' οἷς ἐξηπάτητο, φρουρὰν
δ' ὅμως ἀφεὶς ἀξιόμαχον ἐν αὐτῇ, καὶ στρατηγὸν Πηγάσιόν τινα ἐπι-
στήσας, αὐτὸς τῶν ἐφεξῆς ἥπτετο ἔργων.
[Bas2+Const8.8] Ὁ δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθείς (ἤδη γὰρ καὶ ὁ
Σκληρὸς ἐπλησίαζε τῇ βασιλίδι) μίαν ἐγνώκει βοήθειαν ἀποχρῶσαν,
Βάρδαν τὸν Φωκᾶν μεταπέμψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον
οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. λόγου δὲ θᾶττον μετα-
πεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος καὶ πλοῦτον παρεσχηκὼς δαψιλῆ
[Bas2+Const8.8.6] καὶ τῷ τῶν μαγίστρων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται
τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἐξίησιν. ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων
ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θρᾴκης περαιωθῆναι
εἰς Ἄβυδον. φυλάττοντος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία Ῥωμανοῦ τοῦ
υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπάνεισιν εἰς τὴν βασιλίδα,
ἐκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον
γίνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εἰς Καισάρειαν,
ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ Μαλεΐνῳ καὶ Μιχαὴλ τῷ Βούρτζῃ
συμπαίξας (ἔφθασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν
ἑλέσθαι) μετ' αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο. καὶ δὴ λαόν, ὡς ὁ καιρὸς
ἐδίδου, ἀθροίσας, καὶ τοὺς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἁλίσας, πρὸς τὸ
Ἀμώριον γίνεται. καὶ ὁ Σκληρὸς δὲ τὴν τούτου ἔξοδον ἀκηκοώς, καὶ
νῦν πρῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αὐτῷ πρὸς ἄνδρα πολεμιστὴν
καὶ φέρειν εἰδότα γενναίως καὶ τακτικῶς τὰς πολέμου στροφάς, καὶ οὐχ,
ὡς τὸ πρότερον, πρὸς ἀνδράρια ἐκτετμημένα θαλαμευόμενα καὶ σκιατραφῆ,
ἄρας ἀπὸ Νικαίας πρὸς τὸ Ἀμώριον ἄπεισι, καὶ συναντήσας συμπλέκεται
τῷ Φωκᾷ. οὐχ ὑποστάντων δὲ τῶν περὶ τὸν Φωκᾶν διὰ τὸ ταῖς προηγη-
σαμέναις ἥτταις χαυνωθῆναι τὸν τῆς ἀνδρείας αὐτοῖς καὶ τόλμης τόνον,
ἐπικρατέστερος γίνεται ὁ Σκληρός. οὐ μέντοι καὶ παντάπασιν ἐς ὑπαγω-
γὴν ἄκοσμον ἐσκέδαστο ἡ στρατιὰ τῷ Φωκᾷ, ἀλλ' ὑποκλίνασα μὲν
ἐνέδωκε, σχολαίαν δ' ἐποιεῖτο τὴν ὑποχώρησιν, ὡς μὴ ὑπὸ δειλίας δοκεῖν
ἐλαύνεσθαι, ἀλλ' ἐξ ἐπιτάγματος ὑπείκειν στρατηγικοῦ μετ' εὐκοσμίας καὶ
τάξεως. καὶ γὰρ δὴ καὶ νῶτα δόντας τοὺς στρατιώτας καὶ πρὸς φυγὴν
ὡρμημένους, ὄπισθεν οὐραγῶν ὁ Φωκᾶς τοὺς ἐπιόντας ἠμύνετο καὶ οὐ
μετὰ σφοδροτάτης εἴα καὶ ῥύμης καὶ βίας προσφέρεσθαι. ἔνθα καὶ λέγεται
Κωνσταντῖνον τὸν Γαυρᾶν μετὰ τῶν ἀμφ' αὐτὸν τὸ φεῦγον διώκοντα
φιλοτιμίᾳ χρησάμενον ἀκαίρῳ, καὶ μεγάλην εὔκλειαν ἕξειν οἰηθέντα, εἰ
αἰχμάλωτος ὑπ' αὐτοῦ γένοιτο ὁ Φωκᾶς, μυωπίσαντα τὸν ᾧ ἐπωχεῖτο
ἵππον, μετὰ μεγίστης ὁρμῆς προσενεχθῆναι τῷ Φωκᾷ. ὃν οὗτος ἰδὼν καὶ
ὅστις εἴη κατανοήσας, ἠρέμα τὸν ἵππον παρενεγκὼν καὶ ὑπαντιάσας
παίει κορύνῃ κατὰ τῆς κόρυθος. καὶ ὁ μὲν λειποθυμήσας τῇ ἀνυποστάτῳ
φορᾷ τῆς πληγῆς πίπτει παραυτίκα τοῦ ἵππου, ὁ δὲ Φωκᾶς ἀδείας
μείζονος τυχὼν τῆς ἐπὶ τὰ πρόσω πορείας εἴχετο, σχολῇ καὶ βάδην
ἰών, ἀλλ' οὐκ ἀνειμένοις τοῖς χαλινοῖς. οἱ γὰρ σὺν τῷ Γαυρᾷ τὸν οἰκεῖον
πεπτωκότα θεασάμενοι στρατηγὸν καὶ ἐπιμέλειαν τούτου τιθέμενοι
ἀνῆκαν τὸν διωγμόν. ὁ δὲ Φωκᾶς ἅμα τοῖς σὺν αὐτῷ τὸν λεγόμενον
Χαρσιανὸν κατειληφὼς κἀκεῖσε αὐλισάμενος ἐσκόπει τὸ μέλλον, τιμαῖς τε
ταῖς ἐκ βασιλέως δεξιούμενος πολλοὺς προσφοιτῶντας καὶ τῶν συνόν-
των εὐεργεσίαις παραθερμαίνων τὰς προθυμίας. ἑπόμενος δὲ τούτῳ καὶ
ὁ Σκληρός, καὶ περί τινα τόπον Βασιλικὰ θέρμα καλούμενον κατασκηνώ-
σας, εἰς μάχην τὸν ὁμώνυμον ἐξεκαλεῖτο. ἀσπασίως δὲ καὶ τούτου δεξα-
μένου τὴν πρόκλησιν αὖθις ἑτέρα συνίσταται μάχη. καὶ χρόνον μέν τινα
ἀντέσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἁπανταχοῦ
καὶ τῇ σιδηραίᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ
μυρίον ἐργαζομένου φόνον. ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ
τοῦτον ἐτράπησαν.
[Bas2+Const8.9] Ἐκεῖθεν οὖν ὁ Φωκᾶς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν,
καὶ Δαβὶδ τῷ τῶν Ἰβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ᾔτει
στρατόν. τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντος (ἐφιλίωτο γὰρ τῷ Φωκᾷ,
ἐξ ὅτου δοὺξ ἦν ἐν Χαλδίᾳ) λαὸν ἐκεῖθεν εἰληφὼς οὐκ ὀλίγον, ἀθροίσας δὲ
καὶ τοὺς μετ' αὐτοῦ ἐσκεδασμένους ὄντας ἐκ τῆς τροπῆς, κάτεισιν εἰς
Παγκάλειαν, ἔνθα στρατοπεδευσάμενος ἦν ὁ Σκληρός. τόπος δὲ ἡ Παγκά-
λεια πεδίον ἀναπεπταμένον τε καὶ ἱππήλατον, ἔγγιστά που τοῦ ποτα-
μοῦ Ἅλυος κείμενος. καὶ γίνεται πάλιν καρτερὸς ἀγών. ἐνταῦθα τὸν
ἑαυτοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς
φυγὴν βλέποντα, βέλτιον εἶναι κρίνας τὸν εὐκλεῆ θάνατον τῆς ἀγεννοῦς
καὶ ἐπονειδίστου ζωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς
αὐτὸν μετὰ σφοδρότητος ἵεται τὸν Σκληρόν. εὐρώστως δὲ κἀκείνου τὴν
αὐτοῦ ὑποδεξαμένου ὁρμήν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦν-
τος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνι βουλομένων κριθῆναι τὰ πράγματα
(καὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγκαλόν τι θέαμα καὶ κατάπληξιν τοῖς ὁρῶσιν
ἐπάγον ἀνδρῶν δύο μονομαχία ἐπ' εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα
φρονούντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμάχοντο. καὶ ὁ μ�
τοῦ ποταμοῦ, ὃν νῦν Βαρδάριον ὀνομάζουσι,
Ἀξειοῦ-ὀνομάζουσι] Ναξίου ποταμοῦ τοῦ νῦν Βαρδαρίου ὀνομαζομένου διὰ τὸ ὑπὸ
Βάρδα τοῦ Σκληροῦ τῆς παλαιᾶς κοίτης μετοχευθῆναι, ἔνθα νῦν ῥέων φαίνεται
κατεσκηνωμένον ἀμερίμνως τὸν Σαμουήλ. θαρρῶν γὰρ τῇ πλημμύρᾳ τοῦ
ποταμοῦ, καὶ ὡς οὐ διαβατὸς τὸ νῦν ἔχον ἔσεται, ηὐλίζετο ἀμελῶς.
τινὸς δὲ τῶν στρατιωτῶν πόρον εὑρόντος καὶ δι' αὐτοῦ τὸν βασιλέα
διαβιβάσαντος, ὁ μὲν Σαμουὴλ τῷ αἰφνιδίῳ καταπλαγεὶς ἔφυγεν ἀμετα-
στρεπτί, ἐλήφθη δὲ ἡ τούτου σκηνὴ καὶ τὸ ὅλον στρατόπεδον. ἐνεχείρισε
δὲ καὶ τὴν πόλιν τῶν Σκοπίων τῷ βασιλεῖ ταύτης ἄρχειν παρὰ τοῦ
Σαμουὴλ τεταγμένος Ῥωμανός, ὁ Πέτρου μὲν τοῦ βασιλέως Βουλγάρων
υἱός, τοῦ δὲ Βορίση ἀδελφός, Συμεὼν τῷ τοῦ πάππου ὀνόματι μετονο-
μασθείς· ὃν ὁ βασιλεὺς ἀποδεξάμενος τῆς προαιρέσεως πατρίκιόν τε
τιμᾷ καὶ πραιπόσιτον, καὶ στρατηγεῖν ἐκπέμπει Ἀβύδου.
[Bas2+Const8.31] Ἐκεῖθεν ὁ βασιλεὺς διαβὰς ἔρχεται πρὸς τὸν Πέρνικον, οὗ φύλαξ
ἦν ὁ Κρακρᾶς, ἀνὴρ ἄριστος τὰ πολεμικά. ἐν ᾧ χρόνον οὐκ ὀλίγον δια-
τρίψας καὶ λαὸν οὐκ ὀλίγον ἐν τῇ πολιορκίᾳ ἀποβαλών, ὡς ἔγνω κρεῖτ-
τον ὑπάρχον πολιορκίας τὸ ἔρυμα, καὶ οὐδ' ὁ Κρακρᾶς θωπείαις ἢ
ἄλλαις ὑποσχέσεσιν ἐμαλάσσετο καὶ ἐπαγγελίαις, μετέβη πρὸς Φιλιπ-
πούπολιν. ἐκεῖθέν τε ἀπάρας ἄπεισιν εἰς Κωνσταντινούπολιν.
[Bas2+Const8.32] Καὶ τῇ αὐτῇ ἰνδικτιῶνι δόγμα ἐξέθετο, τὰς τῶν ἀπολωλότων
ταπεινῶν συντελείας τελεῖσθαι παρὰ τῶν δυνατῶν. κατωνομάσθη δὲ ἡ
τοιαύτη σύνταξις ἀλληλέγγυον. τοῦ πατριάρχου δὲ Σεργίου καὶ πολ-
λῶν ἀρχιερέων καὶ ἀσκητῶν ἀνδρῶν οὐκ ὀλίγων δεηθέντων ἐκκοπῆναι
τουτὶ τὸ παράλογον ἄχθος, ὁ βασιλεὺς οὐχ ὑπήκουσεν.
ὁ δὲ Σαμουὴλ λόχους θεὶς ἐν τόποις ἐπιτηδείοις, τὸν δοῦκα Θεσσαλονίκης Ἰωάννην
πατρίκιον τὸν Χάλδον ἐζώγρησε.
[Bas2+Const8.33] Ὀγδόῃ δὲ ἰνδικτιῶνι, ἐν ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ
ὀκτωκαιδεκάτω, ὁ τῆς Αἰγύπτου κατάρχων Ἀζίζιος διὰ μικρὰς αἰτίας
καὶ μηδενὸς λόγου προσκρούσματα ἄξια τὰς πρὸς Ῥωμαίους λύσας
σπονδὰς τόν τε ἐν Ἱεροσολύμοις ἐν τῷ τάφῳ τοῦ σωτῆρος Χριστοῦ
ἀνεγηγερμένον πολυτελῶς θεῖον ναὸν κατεστρέψατο, καὶ τὰ εὐαγῆ
ἐλυμήνατο μοναστήρια, καὶ τοὺς ἐν τούτοις ἀσκουμένους ἁπανταχοῦ
τῆς γῆς ἐφυγάδευσε.
[Bas2+Const8.34] Τῷ δ' ἐπιόντι ἔτει γέγονε χειμὼν ἐπαχθέστατος, ὡς ἀποκρυ-
σταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θάλασσαν.
καὶ Ἰαννουαρίῳ μηνὶ τῆς αὐτῆς ἐπινεμήσεως γέγονε σεισμὸς φρικωδέ-
στατος, καὶ διεκράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς ἐννάτης τοῦ Μαρτίου
μηνός. ἐν ταύτῃ δὲ περὶ δεκάτην ὥραν τῆς ἡμέρας γέγονε βρασμὸς καὶ
κλόνος φρικτὸς κατά τε τὴν βασιλίδα καὶ ἐν τοῖς θέμασι, καὶ πεπτώ-
κασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν ἁγίων τεσσαράκοντα καὶ τῶν ἁγίων
[Bas2+Const8.34.8] πάντων. ἃς ὁ βασιλεὺς εὐθὺς ἀνεκτήσατο. ταῦτα δὲ προεμήνυε τὴν μετὰ
ταῦτα γενομένην ἐν Ἰταλίᾳ στάσιν. δυνάστης γάρ τις τῶν ἐποίκων τῆς
Βάρεως, τοὔνομα Μέλης, παραθήξας τὸν ἐν Λογγιβαρδίᾳ λαὸν ὅπλα
κατὰ Ῥωμαίων αἴρει. καὶ ὁ βασιλεὺς Βασίλειον ἐκπέμπει τὸν Ἀργυρὸν
στρατηγὸν ὄντα τῆς Σάμου καὶ τὸν λεγόμενον Κοντολέοντα τῆς Κεφα-
ληνίας στρατηγοῦντα ἐπὶ τῷ καταστῆσαι Ῥωμαίοις τὰ πράγματα.
οἷς ἀντιπαραταξάμενος ὁ Μέλης τρέπει λαμπρῶς, πολλῶν πεπτω-
κότων, οὐκ ὀλίγων δὲ ζωγρηθέντων, τῶν δὲ λοιπῶν τὴν διὰ φυγῆς
ἀσχήμονα προκρινάντων ζωήν.
[Bas2+Const8.35] Ὁ δὲ βασιλεὺς οὐ διέλιπε καθ' ἕκαστον ἐνιαυτὸν εἰσιὼν ἐν
Βουλγαρίᾳ καὶ τὰ ἐν ποσὶ κείρων τε καὶ δῃῶν. ὁ Σαμουὴλ δὲ μὴ δυνά-
μενος τῶν ὑπαίθρων ἀντιποιεῖσθαι, μηδὲ πρὸς ἐμφανῆ μάχην ἀντι-
στῆναι τῷ βασιλεῖ, ἀλλὰ πάντοθεν θραυόμενος καὶ τὴν οἰκείαν ἀκμὴν
ἀποβάλλων, ἔγνω τάφροις καὶ θριγγίοις ἐπιτειχίσαι τούτῳ τὴν εἰς
Βουλγαρίαν εἴσοδον. εἰδὼς οὖν, ὡς ἔθος ἀεὶ τῷ βασιλεῖ διὰ τοῦ λεγο-
μένου Κίαβα Λόγγου καὶ τοῦ Κλειδίου ποιεῖσθαι τὰς διελεύσεις, ταύ-
την ἔγνω τὴν δυσχωρίαν ἐπιτειχίσαι καὶ τῷ βασιλεῖ ἀποκλεῖσαι τὴν
εἴσοδον. φραγμὸν οὖν δομησάμενος εἰς εὖρος πολύν, καὶ φύλακας ἐν
αὐτῷ ἀξιοπρεπεῖς ἐπιστήσας, προσέμενε τὸν βασιλέα. ἀφικομένου δὲ καὶ
τούτου καὶ ἀποπειρασαμένου τῆς εἰσόδου, ἐπείπερ ἀντεῖχον γενναίως
οἱ φυλάσσοντες καὶ τοὺς βιαζομένους ἐξ ὑπερδεξίων ἀνῄρουν βάλλοντες
καὶ τιτρώσκοντες, καὶ ἤδη ἀπέγνωστο τῷ βασιλεῖ ἡ διάβασις, Νικη-
φόρος ὁ Ξιφίας τῆς Φιλιππουπόλεως τότε στρατηγῶν τῷ βασιλεῖ
συνταξάμενος, καὶ αὐτὸν μὲν προσμένειν καὶ συνεχεῖς προσβολὰς ποιεῖσθαι
τῷ δέματι παρεγγυήσας, αὐτὸς δὲ ἀπιέναι φήσας, εἴ πως καὶ δυνη-
θείη λυσιτελές τι διαπράξασθαι καὶ σωτήριον, τὸν περὶ αὐτὸν εἰληφὼς
λαὸν ὑποστρέφει, καὶ περιοδεύσας τὸ πρὸς μεσημβρίαν τοῦ Κλειδίου
κείμενον ὑψηλότερον ὄρος, ὃ Βαλασίτζαν κατονομάζουσι, καὶ τραχυ-
πορίαις καὶ ἀνοδίαις χρησάμενος, εἰκοστῇ ἐννάτῃ τοῦ Ἰουλίου μηνός,
ἰνδικτιῶνος δωδεκάτης, ἄνωθεν ἐξαίφνης μετ' ἀλαλαγμοῦ καὶ δούπου
κατὰ νώτου γίνεται τῶν Βουλγάρων. οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλα-
γέντες τρέπονται πρὸς φυγήν. καὶ ὁ βασιλεὺς μονωθὲν διαρρήξας τὸ
τεῖχος ἐδίωκεν. ἔπεσον οὖν πολλοί, καὶ πολλῷ πλείους ἑάλωσαν, μόλις
τοῦ Σαμουὴλ διαφυγεῖν δυνηθέντος τὸν κίνδυνον συνεργίᾳ τοῦ ἰδίου
υἱοῦ γενναίως τοὺς ἐπιόντας ὑποδεξαμένου, καὶ ἵππῳ τοῦτον ἐπιβιβά-
σαντος καὶ ἐς τὸ λεγόμενον Πρίλαπον τὸ φρούριον ἀπαγαγόντος. ὁ δὲ
βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ἀμφὶ τὰς πεντεκαίδεκα, ὥς
φασιν, ὄντας χιλιάδας ἀπετύφλωσε, καὶ ἑκάστην ἑκατοντάδα πεπηρω-
μένων ὑφ' ἑνὸς μονοφθάλμου ὁδηγεῖσθαι κελεύσας ἐς τὸν Σαμουὴλ ἀπο-
πέμπει. οὓς ἐκεῖνος κατ' ἀριθμὸν καὶ τάξιν θεώμενος ἀφικνουμένους, καὶ
τὸ πάθος οὐκ ἐνεγκὼν νεανικῶς καὶ εὐψύχως, λειποθυμίᾳ καὶ σκότῳ
βάλλεται καὶ εἰς γῆν πίπτει· ὕδατι δὲ καὶ μύροις οἱ παρόντες τὴν πνοὴν
αὐτῷ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. ἀνενεγκὼν δὲ
ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιωγμῷ,
καὶ μετὰ δύο ἡμέρας θνῄσκει
κατὰ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνός.
παραλαμβάνει δὲ τὴν ἀρχὴν τῶν Βουλγάρων ὁ υἱὸς αὐτοῦ Γαβριὴλ
ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει
δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος, τεχθεὶς τῷ Σαμουὴλ ἀπό τινος
αἰχμαλώτιδος Λαρισσαίας
ἀπό τινος αἰχμαλώτιδος Λαρισσαίας] ἐξ Ἀγάθης τῆς θυγατρὸς Ἰωάννου τοῦ Χρυση-
λίου τοῦ ἐν Δυρραχίῳ πρωτεύοντος.
ἦρξε δὲ κατὰ τὴν πεντεκαιδεκάτην τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος
τρισκαιδεκάτης. καὶ μηδ' ὅλον ἀποπληρώσας ἐνιαυτὸν σφάττεται, εἰς
κυνηγέσιον ἐξελθών, παρὰ Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου τοῦ υἱοῦ
Ἀαρών, ὃν αὐτὸς θνῄσκειν μέλλοντα τοῦ θανάτου ἀπελυτρώσατο.
εἶχε δὲ γυναῖκα ὁ Ῥοδομηρὸς τὴν θυγατέρα τοῦ κράλλη Οὐγγρίας. οὐκ οἶδ' οἷς τισι
λόγοις ἐμίσησε ταύτην καὶ ἀπεδίωξεν, ἐγκύμονα ἤδη ἐξ αὐτοῦ γενομένην. ἠγάγετο δὲ
Εἰρήνην τὴν πανωραίαν αἰχμαλωτισθεῖσαν ἐν Λαρίσσῃ.
[Bas2+Const8.36] Πρὸ τοῦ δὲ ταῦτα γενέσθαι, Θεοφυλάκτου τοῦ Βοτανειάτου
ἄρχειν Θεσσαλονίκης μετὰ τὸν Ἀρειανίτην πεμφθέντος Δαβὶδ ὁ Νεστο-
ρίτζης, εἷς τῶν παρὰ Βουλγάροις μέγα δυναμένων ὑπάρχων, μετὰ
δυνάμεως ἁδρᾶς κατὰ Θεσσαλονίκης ἐκπέμπεται παρὰ τοῦ Σαμουήλ.
οἷς συναντήσας ὁ Θεοφύλακτος σὺν τῷ υἱῷ Μιχαὴλ καὶ συμπλακεὶς
τρέπει τε κατὰ κράτος, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους συχνοὺς
προσλαβόμενος διακομίζει τῷ βασιλεῖ πολιορκοῦντι τὸ ἐν τῇ κλεισούρᾳ
τοῦ Κλειδίου δέμα. τὸ δέμα δέ, ὡς εἴρηται, διαβὰς ὁ βασιλεὺς κατὰ
Στρούμβιτζαν γίνεται. καὶ παρεστήσατο μὲν φρούριον τὸ καλούμενον
Ματζούκιν, τῇ Στρουμβίτζῃ δὲ προσεγγίζον, μετὰ δυνάμεως δ' ἐκ-
πέμπει τὸν Βοτανειάτην Θεοφύλακτον τὸν δοῦκα Θεσσαλονίκης, ὑπερ-
βῆναι κελεύσας τοὺς ἐν Στρουμβίτζῃ βουνούς, καὶ τὰ ἐν ταῖς κατ' αὐτοὺς
ὁδοῖς πυρπολῆσαι δέματα, καὶ εὐπόρευτον αὐτῷ θεῖναι τὴν πρὸς Θεσ-
σαλονίκην ἄγουσαν ὁδόν. ὁ δὲ ἀπελθὼν συνεχωρήθη μὲν ἐν τῷ εἰσιέναι
παρὰ τῶν τοποφυλακούντων Βουλγάρων ἀνεμποδίστως διελθεῖν, μέλ-
λων δὲ πρὸς τὸν βασιλέα πάλιν ὑποστρέφειν μετὰ τὸ τὰ προστεταγ-
μένα πληρῶσαι περιπίπτει λόχοις ἐπ' αὐτῷ τούτῳ προσκαθημένοις καὶ
ἐνεδρεύουσιν ἔν τινι ἐπιμήκει στενοχωρίᾳ. ἐν ᾗ εἰσελθὼν καὶ πάντοθεν
περιστοιχισθεὶς καὶ ἄνωθεν ὑπὸ λίθων καὶ τόξων βαλλόμενος, μηδενὸς
ἀμύνασθαι δυναμένου διὰ τὴν πύκνωσιν καὶ τὸ τῆς στενοχωρίας ἀδιεξ-
όδευτον, αὐτός τε πίπτει, μηδὲ ταῖς οἰκείαις χερσὶ δυνηθεὶς χρήσασθαι
τοῦ Ῥαδομηροῦ τῇ λόγχῃ, ἣν ἐπεφέρετο, τὰ τούτου ἐκχέαντος ἔγκατα
καὶ πολὺ μέρος σὺν αὐτῷ ἀπώλετο τοῦ στρατοῦ. ἅπερ μηνυθέντα τῷ
βασιλεῖ πολλῆς αὐτὸν ἐνέπλησεν ἀθυμίας. ὅθεν καὶ προσωτέρω χωρεῖν
οὐκ ἔκρινεν, ἀλλ' ὑποστρέψας ἦλθεν εἰς τὰ Ζαγόρια, ἔνθα τὸ λίαν ὀχυρώ-
τατον ἵδρυται φρούριον ὁ Μελνῖκος, ἐπί τινος πέτρας ἱδρυμένον κρημ-
νοῖς καὶ φάραγξι βαθυτάταις πάντοθεν ἐστεφανωμένης. ἐν ᾧ οἱ τῆς
περιχώρου πάντες καταφυγόντες Βούλγαροι ὀλίγα τῶν Ῥωμαίων
ἐφρόντιζον. πρὸς οὓς ὁ βασιλεὺς Σέργιόν τινα ἐκτομίαν, ἕνα τῶν οἰκειο-
τάτων αὐτῷ θαλαμηπόλων ἐκπέμπει, ἄνδρα φρενήρη τε καὶ δεινὸν
εἰπεῖν, ἀποπειρώμενος τῆς γνώμης αὐτῶν. οὗτος δ' ἐκεῖσε γενόμενος καὶ
πολλαῖς χρησάμενος πιθανολογίαις μεταδιδάξαι ἴσχυσε τοὺς ἀνθρώ-
πους τὸ δέον, καὶ τὰ ὅπλα καταθεμένους παραδοῦναι τῷ βασιλεῖ ἑαυ-
τοὺς καὶ τὸ φρούριον. οὓς ἀποδεξάμενος ὁ βασιλεὺς καὶ φιλοφρονησά-
μενος ἀξιοπρεπῶς, καὶ φρουρὰν τῷ φρουρίῳ τὴν ἀρκοῦσαν ἐγκατα-
τάξας, μετέβη πρὸς Μοσυνόπολιν. ἐν ᾗ διάγοντι τούτῳ καὶ ὁ τοῦ Σα-
μουὴλ ἀγγέλλεται θάνατος κατὰ τὴν εἰκοστὴν τετάρτην τοῦ Ὀκτω-
βρίου μηνός. καὶ εὐθὺς ὁ βασιλεὺς ἀπάρας ἐκ Μοσυνοπόλεως κάτεισιν
εἰς Θεσσαλονίκην, κἀκεῖθεν ἄπεισιν εἰς Πελαγονίαν, μηδὲν λυμηνάμενος
τῶν ἐν ποσίν, ἀλλ' ἢ μόνα πυρπολήσας τὰ ἐν Βουτέλῃ βασίλεια τοῦ
Γαβριήλ. πέμψας δὲ καὶ στρατιὰν χειροῦται τὸ φρούριον Πριλάπου καὶ
τοῦ Στυπείου. ἐκεῖθεν καταλαμβάνει τὸν Τζερνᾶν λεγόμενον ποταμόν,
ὃν σχεδίαις καὶ θυλάκοις πεφυσημένοις διαπεράσας ἐπάνεισιν εἰς τὰ
Βοδηνά, κἀκεῖθεν τῇ ἐννάτῃ τοῦ Ἰαννουαρίου μηνὸς ἦλθεν εἰς Θεσσα-
λονίκην.
[Bas2+Const8.37] Ἔαρος δ' ἐπιστάντος ὑπέστρεψε πάλιν εἰς Βουλγαρίαν καὶ
τῷ φρουρίῳ τῶν Βοδηνῶν προσίσχει. ἔφθασαν γὰρ οὗτοι, τὴν πρὸς
[Bas2+Const8.37.3] βασιλέα πίστιν ἀπαρνησάμενοι, ἆραι κατὰ Ῥωμαίων ὅπλα. καρτερὰν
οὖν ἐνστησάμενοι πολιορκίαν ἠνάγκασε πίστεις λαβόντας ἑαυτοὺς
ἐγχειρίσαι τοὺς ἔνδον. οὓς πάλιν ἐν τῷ Βολερῷ μετοικίσας, καὶ ἕτερα
φρούρια ἀνεγείρας δύο ἐν τῷ μέσῳ τῆς δυσχωρίας, ὧν τὸ μὲν Καρδίαν
ὠνόμασε, τὸ δ' ἕτερον Ἅγιον Ἠλίαν, ὑπέστρεψεν εἰς Θεσσαλονίκην.
ἐπιστάντος-εἰς Θεσσαλονίκην] ἐπιστάντος κατ' αὐτὴν τὴν ἡμέραν τοῦ μεγάλου σαββά-
του ἐξ ἐφόδου ἐλθὼν παρέλαβε τὰ Βοδηνὰ καὶ τοὺς οἰκήτορας ταύτης εἰς τὸ Βολερὸν
μετῴκησεν, Ῥωμαίους δὲ ἀντ' αὐτῶν τῇ πόλει οἰκήτορας ἐναφῆκε τοὺς καλουμένους
Κονταράτους, θηριώδεις ἀνθρώπους καὶ φονικούς, ἀνελεήμονάς τε καὶ ὁδοστάτας.
ἀνήγειρε δὲ καὶ ἕτερα δύο φρούρια ἐν τῷ μέσῳ τῆς δυσχωρίας, ὧν τὸ μὲν Καρδίαν
ὠνόμασεν, τὸ ἕτερον τὸν Ἅγιον Ἠλίαν, καὶ ὑπέστρεψεν εἰς Θεσσαλονίκην.
ἐν ᾗ Ῥωμανὸς ὁ καὶ Γαβριὴλ διά τινος Ῥωμαίου τετμημένην ἔχοντος τὴν
χεῖρα δούλωσιν καὶ ὑποταγὴν ὑπισχνεῖτο. ὁ δὲ ὑποπτεύσας τὰ γράμ-
ματα, τὸν πατρίκιον Νικηφόρον τὸν Ξιφίαν καὶ Κωνσταντῖνον τὸν Διο-
γένην, μετὰ τὸν Βοτανειάτην στρατηγὸν γεγονότα Θεσσαλονίκης,
μετὰ δυνάμεως ἐκπέμπει ἐν τῇ χώρᾳ τῶν Μογλένων. ὧν τὴν πᾶσαν
ληϊσαμένων ἐκείνην γῆν καὶ τὴν πόλιν πολιορκούντων, ἔφθασε καὶ ὁ
βασιλεύς, καὶ τὴν παραρρέοντα τῇ πόλει μετοχετεύσας ποταμὸν καὶ
τὰ θεμέλια τῶν τειχῶν ὑπορύξας καὶ ξύλα καὶ εὔπρηστον ὕλην ὑποβαλὼν
τοῖς ὀρύγμασι καὶ πῦρ ἐμβαλών, τῆς ὕλης καταπρησθείσης κατέστρεψε
τὸ τεῖχος. ὅπερ ἰδόντες οἱ ἔνδον πρὸς ἱκεσίαν μετ' ὀλοφυρμῶν ἐτράποντο
καὶ ἑαυτοὺς παρεδίδουν σὺν τῷ φρουρίῳ. ἐλήφθη οὖν Δομετιανὸς ὁ
Καυκάνος, ἀνὴρ δυνάστης καὶ τῷ Γαβριὴλ συμπάρεδρος, καὶ Ἠλίτζης
ὁ ἄρχων Μογλένων, καὶ ἕτεροι δυνάσται πολλοὶ καὶ λαὸς πολεμιστὴς
οὐκ ὀλίγος. τοὺς μὲν οὖν ὅπλα δυναμένους κινεῖν εἰς Ἀσπρακανίαν
ἐκπέμπει ὁ βασιλεύς, τὸν δὲ λοιπὸν συρφετώδη λαὸν διαρπαγῆναι
προσέταξεν, ἐμπρησθῆναι δὲ καὶ τὸ φρούριον. ἑάλω δὲ καὶ ἕτερον φρού-
ριον Ἐνώτια κεκλημένον, γειτονοῦν τοῖς Μογλένοις.
[Bas2+Const8.38] Ἡμέρᾳ δὲ πέμπτῃ ἧκεν ὁ χειρότμητος Ῥωμαῖος, ἔχων καὶ θερά-
ποντα Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου, υἱοῦ Ἀαρών, ἐπαγόμενος καὶ
γράμματα δηλοῦντα φονευθῆναι
ἐν τῷ Πετερισκῷ (Πετρισκῷ U)
ὑπ' αὐτοῦ τὸν Γαβριὴν καὶ τὴν πᾶσαν ἐξουσίαν εἰς ἑαυτὸν μετενεχθῆναι,
ὑπισχνουμενά τε τὴν πρέπουσαν ὑποταγὴν καὶ δούλωσιν ἐνδείξασθαι
πρὸς τὸν βασιλέα. ἅπερ ἀναγνοὺς ὁ βασιλεὺς καὶ χρυσοβούλλοις γράμ-
μασι τὰ δοκοῦντα πιστωσάμενος ἀπέστειλε πρὸς τὸν Ἰωάννην. καὶ
μετ' ὀλίγας πάλιν ἡμέρας ἐπανῆκεν ὁ τετμημένος τὴν χεῖρα Ῥωμαῖος,
γραφὰς κομίζων Ἰωάννου τε καὶ τῶν ἀρχόντων Βουλγαρίας ὑπηκόους
ὁμολογούντων γενέσθαι καὶ δούλους τοῦ βασιλέως. προσερρύη δὲ
τῷ βασιλεῖ καὶ Καυκάνος Καυκάνος] Θεόδωρος ὁ Κπαχάνης
ὁ ἀδελφὸς Δομετιανοῦ καὶ Μελίτωνος
τοῦ ἐν Μογλένοις ἁλόντος. ὃν φιλοτιμησάμενος διὰ τιμῆς ἦγεν.
ὃς καὶ ὑπέσχετο τῷ βασιλεῖ ἀνελεῖν τὸν Βλαδισθλάβον. ἀπιὼν δὲ ἐπὶ Βουλγαρίαν σὺν
τῷ θεράποντι τοῦ Ἰωάννου καὶ τὴν σφαγὴν αὐτουργῆσαι ὀφείλοντι, δώροις ὑποκλα-
πέντι, παρ' αὐτοῦ σφάττεται κατὰ τὸ Στούπιον οἰκητήριον. Διάβολις ὁ τόπος
ἐκαλεῖτο ἀνέκαθεν, ἔνθα ἡ τοῦ Θεοδώρου ἐτελέσθη σφαγή.
ἐπεὶ δὲ ἔγνω τὸν Ἰωάννην δόλῳ καὶ περινοίᾳ γράψαντα τὰ γραφέντα
καὶ τἀναντία, ὧν ὑπισχνεῖτο, διανοούμενον, ἐπανέστρεψε πάλιν πρὸς
Βουλγαρίαν, καὶ λεηλατήσας τὴν περίχωρον Ὀστροβοῦ καὶ τοῦ Σωσκοῦ
καὶ τὴν πεδιάδα Πελαγονίας τοὺς ἁλισκομένους πάντας ἀπετύφλου
Βουλγάρους. ἄπεισιν οὖν ἄχρι τῆς πόλεως Ἀχρίδος, ἐν ᾗ τὰ βασίλεια
τῶν βασιλέων ἵδρυντο Βουλγαρίας. καὶ τὴν πόλιν παραλαβὼν καὶ
πάντα καλῶς διαθεὶς ἔμελλε καὶ προσωτέρω βαδίζειν καὶ τῆς πρὸς τὸ
Δυρράχιον ἅψασθαι. ἐδεῖτο γὰρ τῆς ἐπιδημίας αὐτοῦ τὰ ἐκεῖσε. ἕως
μὲν γὰρ Τριβαλίας καὶ τῶν ἀγχοτάτω Σερβίας μερῶν ἦρχε Βλαδιμηρὸς
ὁ ἐπὶ θυγατρὶ τοῦ Σαμουὴλ κηδεστής, ἀνὴρ ἐπιεικὴς καὶ εἰρηνικὸς καὶ
ἀρετῆς ἀντεχόμενος, ἠρεμίαν εἶχε τὰ ἐν Δυρραχίῳ. ἐπεὶ δὲ ὁ Γαβριὴλ
παρὰ τοῦ Ἰωάννου ἀπώλετο, καὶ οὗτος παρασπονδηθεὶς καὶ τοῖς
ὅρκοις πιστεύσας παρὰ Ἰωάννου δοθεῖσιν αὐτῷ διὰ Δαβὶδ τοῦ ἀρχιε-
πισκόπου Βουλγαρίας ἑαυτὸν ἐνεχείρισε καὶ μετὰ μικρὸν ἀπεσφάγη,
πολὺν εἶχε τάραχον καὶ κλόνον τὰ ἐκεῖσε πράγματα, ἐγκειμένου καθ'
ἑκάστην καὶ διὰ στρατηγῶν πολλάκις τοῦ Ἰωάννου καὶ δι' ἑαυτοῦ
πάλιν ἑλεῖν τὴν πόλιν. καὶ διὰ τοῦτο ἐβούλετο μὲν ὁ βασιλεὺς ἀπελ-
θεῖν καὶ βοηθῆσαι, ἐκωλύθη δὲ δι' αἰτίαν οὐκ ἄλογον. ἀπερχόμενος γὰρ
πρὸς Ἀχρίδας κατέλιπε κατόπιν μετὰ πλήθους στρατιωτῶν Γεώργιον
στρατηγὸν τὸν Γονιτζιάτην καὶ Ὀρέστην πρωτοσπαθάριον τὸν αἰχ-
μάλωτον, κατατρέχειν κελεύσας τὰ πεδία Πελαγονίας. οὓς ἐλλοχήσαντες
Βούλγαροι ἔχοντες στρατηγὸν τὸν Ἰβάτζην, φανερώτατον ἄνδρα καὶ
δεδοκιμασμένον, ἀναιροῦσι πάντας. ὧν τῇ λύπῃ συγχυθεὶς ὁ βασιλεὺς
ἐπανέστρεψεν εἰς Πελαγονίαν, καὶ τὸν Ἰβάτζην καταδραμὼν καὶ διώ-
ξας ἀπῆλθεν ἐν Θεσσαλονίκῃ. κἀκεῖθεν διέβη εἰς Μοσυνούπολιν, λαὸν
κατὰ Στρουμβίτζης πεπομφὼς ἡγεμόνα ἔχοντα τὸν πατρίκιον Δαβὶδ
τὸν Ἀρειανίτην. ὃς αἰφνίδιος ἐπιφανεὶς εἷλε τὸ φρούριον, ὃ Θερμίτζα
κατονομάζεται. καὶ ἕτερον πάλιν λαὸν κατὰ τῶν ἐν Τριαδίτζῃ φρου-
ρίων, ἔξαρχον ἔχοντα τὸν Ξιφίαν, ἐκπέμπει. καὶ οὗτος δὲ τὰ ἐν τοῖς
ὑπαίθροις πάντα καταστρεψάμενος εἷλε πολιορκίᾳ τὸ ἔρυμα, ὃ Βοιὼ
καλεῖται.
[Bas2+Const8.39] Ὁ δὲ βασιλεὺς ἀπελθὼν ἐν Κωνσταντινουπόλει, κατὰ τὸν
Ἰαννουάριον μῆνα τοῦ ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ εἰκοστοῦ
τετάρτου ἔτους, στόλον εἰς Χαζαρίαν ἐκπέμπει, ἔξαρχον ἔχοντα τὸν
Μογγόν, υἱὸν Ἀνδρονίκου δουκὸς τοῦ Λυδοῦ· καὶ τῇ συνεργίᾳ Σφέγγου
τοῦ ἀδελφοῦ Βλαδιμηροῦ, τοῦ γαμβροῦ τοῦ βασιλέως, ὑπέταξε τὴν
χώραν, τοῦ ἄρχοντος αὐτῆς Γεωργίου τοῦ Τζούλη ἐν τῇ πρώτῃ
προσβολῇ συλληφθέντος. τότε καὶ Σεναχηρεὶμ ὁ τῆς ἄνω Μηδίας ἄρχων,
ἣν Ἀσπρακανίαν ὀνομάζουσι σήμερον τῷ βασιλεῖ παγγενεὶ προσ-
έδραμε, τὴν ὑπείκουσαν αὐτῷ παραδεδωκὼς ἅπασαν χώραν, πατρίκιος
τιμηθεὶς καὶ στρατηγὸς Καππαδοκίας, καὶ κτήσεις ἀντιλαβὼν τάσδε
τὰς πόλεις, τὴν Σεβάστειαν, τὴν Λάρισσαν, τὴν Ἄβαραν, καὶ ἄλλας
κτήσεις πολλάς. στενοχωρούμενος γὰρ οὗτος ὑπὸ τῶν προσοίκων
Ἀγαρηνῶν καὶ μὴ οἷος ὢν ἀντέχειν προσέδραμε τῷ βασιλεῖ, παραδοὺς
τὴν ἑαυτοῦ χώραν. ἧς ἄρχειν ἀποσταλεὶς Βασίλειος πατρίκιος ὁ Ἀργυ-
ρὸς καὶ τοῖς ὅλοις πταίσας παραλύεται τῆς ἀρχῆς. καὶ διάδοχος αὐτοῦ
πέμπεται Νικηφόρος πρωτοσπαθάριος ὁ Κομνηνός, ὃς κατὰ χώραν
γενόμενος καὶ τὰ μὲν πειθοῖ, τὰ δὲ βίᾳ χρώμενος ὑπήκοον τῷ βασιλεῖ
τὴν χώραν ἐποίησεν.
[Bas2+Const8.40] Ἑξακισχιλιοστῷ δὲ πεντακοσιοστῷ εἰκοστῷ τετάρτῳ ἔτει,
ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, ἀπάρας τῆς βασιλίδος ὁ βασιλεὺς
ἄπεισιν εἰς Τριάδιτζαν, καὶ τὸ φρούριον Πέρνικον περικαθίσας ἐπολιόρκει,
τῶν ἔνδον δὲ καρτερῶς καὶ ἐκθύμως ἀγωνιζομένων, καὶ πολλῶν Ῥω-
μαίων πιπτόντων. ἐφ' ὅλας ὀγδοήκοντα καὶ ὀκτὼ ἡμέρας προσλιπαρή-
σας τῇ πολιορκία, ὡς ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἄπρακτος ὑπεχώρησεν
καὶ εἰς Μοσυνούπολιν κατῆλθεν. ἐν ᾗ τὸν λαὸν διαναπαύσας, ἔαρος
ἐπιστάντος ἄρας ἐκ Μοσυνουπόλεως εἴσεισιν εἰς Βουλγαρίαν καὶ περι-
καθίσας φρούριον τὸ λεγόμενον Λογγᾶν εἷλε πολιορκίᾳ. Δαβὶδ δὲ τὸν
[Bas2+Const8.40.10] Ἀριανίτην καὶ Κωνσταντῖνον τὸν Διογένην εἰς τὰς κατὰ Πελαγονίαν
πεδιάδας ἐκπέμψας ζῴων πολλῶν καὶ αἰχμαλώτων ἐγένετο κύριος.
τὸ δὲ ληφθὲν φρούριον ἐμπρήσας ὁ βασιλεύς, καὶ τριχῇ τοὺς ἁλόντας
μερισάμενος, καὶ μίαν μὲν μερίδα τοῖς συμμαχοῦσι παρεσχηκὼς Ῥῶς,
ἑτέραν δὲ Ῥωμαίοις, καὶ ἄλλην ἑαυτῷ παρακατασχών, ἐχώρει προσω-
τέρω. καὶ μέχρι Καστορίας ἐλθὼν καὶ τῆς πόλεως ἀποπειραθείς, ὡς ᾔσθετο
ἀνεπιχείρητον αὐτὴν οὖσαν, ὑπέστρεψεν. ἐδέξατο γὰρ καὶ γράμμα τοῦ
στρατηγοῦντος ἐν Δοροστόλῳ Τζοτζικίου, τοῦ υἱοῦ τοῦ πατρικίου
Θευδάτου τοῦ Ἴβηρος, ὡς ὁ Κρακρᾶς λαὸν ὅτι πλεῖστον ἀθροίσας καὶ
τῷ Ἰωάννῃ ἑνωθείς, προσλαβόμενοι δὲ καὶ Πατζινάκας, μέλλουσιν
εἰσβολὴν κατὰ Ῥωμανίας ποιήσασθαι. τούτῳ τῷ γράμματι θορυβηθεὶς
ἐπανῄει διὰ ταχέων. ἐν τῷ παριέναι δὲ τό τε φρούριον εἷλε τὰ Βοσό-
γραδα καὶ ἐνέπρησε, καὶ τὴν Βέρροιαν ἐπικτήσας, δῃώσας δὲ καὶ κατε-
ρειπώσας τὰ πέριξ Ὀστροβοῦ καὶ Μολισκοῦ, ἔστη τοῦ προσωτέρω
ἰέναι. ἀπηγγέλη γὰρ αὐτῷ, ὡς ἡ μελετωμένη τῷ Κρακρᾷ καὶ τῷ
Ἰωάννῃ κατὰ Ῥωμαίων ἔφοδος ἐνεποδίσθη, τῶν Πατζινάκων μὴ δόν-
των συμμαχίαν αὐτοῖς. διὸ καὶ ὑποστρέψας πολιορκεῖ φρούριον ἄλλο
τὴν Σέτεναν, ἐν ᾗ βασίλεια ἦσαν τοῦ Σαμουὴλ καὶ σῖτος ἀπέκειτο πολύς,
ὃν τῷ λαῷ διαρπάσαι κελεύσας, τἆλλα πάντα κατέφλεξεν. ἐξέπεμψε
δὲ καὶ κατὰ Ἰωάννου οὐ μακρὰν ἀπέχοντος τὸ τάγμα τῶν σχολῶν
τῆς δύσεως καὶ τὸ τῆς Θεσσαλονίκης, ἡγεμόνα ἔχοντα Κωνσταντῖνον
τὸν Διογένην. τούτοις ἀπιοῦσιν ἐνήδρευσεν ὁ Ἰωάννης. μαθὼν δὲ τοῦτο
ὁ βασιλεὺς ἐξιππασάμενος, καὶ μηδὲν ἄλλο εἰπών, ἀλλ' ἢ ‘ὅστις πολε-
μιστής, ἀκολουθείτω μοι,’ ἀπῄει κατὰ σπουδήν. τοῦτο γνόντες οἱ τοῦ
Ἰωάννου σκοποὶ μετὰ φόβου πρὸς τὸ τοῦ Ἰωάννου στρατόπεδον ἔρ-
χονται, καὶ δειλίας καὶ ταραχῆς τοῦτο ἐνέπλησαν, μηδὲν ἄλλο βοῶντες,
ἀλλ' ἢ ‘βεζεῖτε, ὁ τζέσαρ.’ πάντων οὖν φευγόντων ἀκόσμως σὺν τῷ
Ἰωάννῃ, οἱ περὶ τὸν Διογένην ἀναθαρρήσαντες κατόπιν ἐδίωκον. καὶ
κτείνουσι μὲν πολλούς, συλλαμβάνουσι δὲ καὶ διακοσίους πανοπλίτας
καὶ τοὺς ἵππους καὶ τὴν ἀποσκευὴν Ἰωάννου καὶ τὸν τούτου ἀνεψιόν·
ὃν καὶ παραυτίκα στερεῖ τῶν ὀφθαλμῶν. ταῦτα δράσας ἐπάνεισι πρὸς τὰ Βο-
δηνά, καὶ πάντα τὰ ἐκεῖσε καταστησάμενος ἐπαναζευγνύει πρὸς τὸ
Βυζάντιον, κατὰ τὴν ἐννάτην τοῦ Ἰαννουαρίου μηνός, ἰνδικτιῶνος πεντε-
καιδεκάτης, ἔτους ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ εἰκοστοῦ ἕκτου.
[Bas2+Const8.41] Ἀδείας δὲ λαβόμενος ὁ Ἰωάννης ἄπεισι πολιορκήσων τὸ Δυρ-
ράχιον μετὰ φρυάγματος καὶ ὄγκου βαρβαρικοῦ. ἔνθα πολιορκίας συστά-
σης καὶ συμπλοκῆς γενομένης πίπτει,
πίπτει-καταβεβλ. αὐτόν] μετὰ τοῦ στρατηγοῦ καὶ πατρικίου Νικήτα τοῦ Πηγωνί-
του, ἀπὸ τῶν ἵππων μαχομένων, πίπτει, ὑπὸ δύο πεζῶν ἐπιδραμόντων ἐν τῇ συμπλοκῇ
κατὰ τῶν σπλάγχνων καιρίαν τυπείς,
μηδενὸς δήλου γενομένου τοῦ καταβεβληκότος αὐτόν, ἄρξας Βουλγά-
ρων ἐπ' ἐνιαυτοὺς δύο καὶ μῆνας πέντε. μηνυθέντος δὲ τῷ βασιλεῖ τοῦ
θανάτου τοῦ Ἰωάννου διὰ τοῦ στρατηγοῦντος Δυρραχίου Νικήτα
πατρικίου τοῦ Πηγονίτου, ἔξεισι παραυτίκα ὁ βασιλεύς. γενομένῳ δ'
αὐτῷ κατὰ τὴν Ἀδριανούπολιν ὑπαντῶσιν ὁ ἀδελφὸς τοῦ περιφήμου
Κρακρᾶ καὶ ὁ υἱός, προσχωρεῖν εὐαγγελιζόμενοι τό τε περίπυστον
φρούριον τὸν Πέρνικον, καὶ ἕτερα πέντε ἐπὶ τριάκοντα. οὓς τιμήσας
ἀξίως καὶ τὸν Κρακρᾶν ἐς τὸν τῶν πατρικίων θρόνον ἀναβιβάσας ἦλθεν
εἰς Μοσυνούπολιν. ἐνταῦθα δὲ καὶ πρέσβεις ἧκον ἐκ Πελαγονίας καὶ
Μωροβίσδου καὶ Λιπενίου, παραδιδόντων τῷ βασιλεῖ τὰς πόλεις.
ἐκεῖθεν ἄρας ἦλθεν ἐν Σέρραις, αἷς ἀφίκετο ὁ Κρακρᾶς μετὰ τῶν ἀρχόντων
τῶν προσρυέντων τριακονταπέντε κάστρων, καὶ καλῶς ὑπεδέχθη.
προσερρύη δὲ καὶ Δραγομοῦζος, τὰ ἐν τῇ Στρουμβίτζῃ παρεσχηκὼς
καὶ πατρίκιος τιμηθείς, ἄγων μεθ' ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην
τὸν Χάλδον, τότε τῆς χρονίας ἀπολυθέντα καθείρξεως. ἔτυχε γὰρ ἁλοὺς
παρὰ τοῦ Σαμουὴλ καὶ ἐπὶ εἴκοσι καὶ δύο χρόνους ὢν ἐν τῇ φυλακῇ.
ἄρτι δὲ τῇ Στρουμβίτζῃ προσήγγισεν ὁ βασιλεύς, καὶ ἧκεν ὁ ἀρχιεπί-
σκοπος Βουλγαρίας Δαβὶδ μετὰ γραμμάτων Μαρίας τῆς Ἰωάννου
γυναικός, ὑπισχνουμένης ἐκστῆναι Βουλγαρίας, εἰ τεύξεται τῶν κατὰ
σκοπόν. ὑπήντησε δὲ καὶ Βογδάνος ὁ τῶν ἐνδοτέρω κάστρων τοπάρχης,
καὶ τιμᾶται καὶ οὗτος πατρίκιος, ὡς καὶ πάλαι τὰ βασιλέως φρονῶν
καὶ τὸν ἑαυτοῦ πενθερὸν ἀνελὼν Ματτθαΐτζην. ἐκεῖθεν ἄπεισιν εἰς τὰ
Σκόπια,
ἔνθα συνήντησεν αὐτῷ καὶ ὁ νέος Νικολιτζᾶς, τὴν πρώτην καὶ μαχιμωτάτην σύνταξιν
τοῦ Σαμουὴλ ἐπαγόμενος, καὶ ἐτιμήθη πρωτοσπαθάριος καὶ στρατηγὸς
καὶ στρατηγὸν αὐτοκράτορα λιπὼν ἐν τῇ πόλει Δαβὶδ πατρίκιον τὸν
Ἀριανίτην
κατεπάνω Βουλγαρίας προσονομάσας αὐτόν,
ὑπέστρεψε διὰ τῶν φρουρίων Στυπείου τε καὶ Προσάκου, μετὰ λιτῶν
καὶ ὕμνων εὐφημούμενος καὶ τιμώμενος. αὖθις δὲ πάλιν πρὸς τὰ δεξιὰ
νεανικῶς ἄπεισιν εἰς Ἀχρίδας, κἀκεῖσε στρατοπεδείαν ἐπήξατο, τοῦ
λαοῦ παντὸς μετὰ παιάνων καὶ κρότων καὶ εὐφημιῶν προσυπαντῶν-
τος αὐτῷ. πόλις δὲ ἡ Ἀχρὶς ἐπὶ λόφου κειμένη ὑψηλοῦ, ἔγγιστα λίμ-
νης μεγίστης,
Λυχνιδοῦ (Λυχινδὸν U) καλουμένης. ἀφ' ἧς καὶ ἡ πόλις Λυχνιδὸς ἐπικαλεῖται (καλεῖται B)
ὁμωνύμως τῇ λίμνῃ, Δασσαρίτης (Δασαρίτης B, Δασσαρίτις O) ἔκπαλαι καλουμένη.
ἀπὸ δὲ τῆς λίμνης ταύτης ἀγρεύεται ἰχθύων εὐχρήστων (ἀχρίστων E) πλῆθος (πλῆθος
εὐχρήστων U) ἀμύθητον (ἀμύθ.] πολύ E) (ἀπὸ δὲ τῆς λίμνης-ἀμύθητον om. B)
ἐξ ἧς ποιεῖται τὰς ἐκβολὰς ὁ Δρῖνος ὁ ποταμὸς πρὸς ἄρκτον ἰών,
ἀπὸ μὲν τῶν νοτιωτέρων μερῶν τῶν πρὸς τὴν (τὴν] τὸν E, τὴν om. C) Διάβολιν
ἐκρέων, διαιρῶν δὲ τὴν εἰρημένην λίμνην, οἷον (ὁ add. O) Ἀλφειὸς λέγεται τὸ πέλαγος
διαιρεῖν (διαιρῶν U) καὶ πρὸς τὴν Ἀρέθουσαν ἀπιὼν καὶ κατὰ τὸ βόρειον μέρος ἰών.
πρὸς δὲ (δὲ om. O) τὸ τέρμα τῆς λίμνης τὰς ἐγχωρίως λεγομένας Στρούγας (Στρούδας
(CE, Στρούβας O) εὑρηκὼς καὶ ταύταις ἑνωθεὶς μέγιστός τε γίνεται ποταμῶν,
εἶτα νεύων πρὸς δύσιν καὶ εἰσβάλλων εἰς τὸν Ὄρινον περὶ τὸν Εἰλισσὸν
τὸ φρούριον,
καλεῖται δὲ Λυχνιδὸς ἡ λίμνη, ἀφ' ἧς καὶ ἡ πόλις Λυχνιδὸς ἐπικαλεῖται ὁμωνύμως τῇ
λίμνῃ, Δασαρίτις ἔκπαλαι καλουμένη. ἀπὸ δὲ τῆς λίμνης ταύτης ἀγρεύεται ἰχθύων
εὐχρήστων πλῆθος ἀμύθητον
μητρόπολις οὖσα πάσης τῆς Βουλγαρίας, ἐν ᾗ καὶ τὰ βασίλεια τῶν
βασιλέων ἵδρυντο Βουλγαρίας καὶ τὰ χρήματα ἀποτεθησαύριστο. ἅπερ
ἀνοίξας ὁ βασιλεὺς εὗρε χρήματα πολλὰ καὶ στέμματα ἐκ μαργάρων καὶ
χρυσοϋφεῖς ἐσθῆτας καὶ χρυσοῦ ἐπισήμου κεντηνάρια ἑκατόν, ἅτινα
πάντα εἰς ῥόγας ἐκένωσε τῆς περὶ αὐτὸν στρατιᾶς. ἐπιστήσας οὖν
ἄρχοντα τῇ πόλει Εὐστάθιον πατρίκιον τὸν Δαφνομήλην, καὶ φρουρὰν
ἀξιόλογον αὐτῷ δούς, ἐξῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἀχθεῖσαν ὡς
αὐτὸν ἐδέξατο τὴν γυναῖκα Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου, σὺν τρισὶν
υἱοῖς καὶ θυγατράσιν ἓξ ἐπαγομένην καὶ νοθογενῆ υἱὸν τοῦ Σαμουὴλ καὶ
δύο θυγατέρας Ῥαδομηροῦ τοῦ υἱοῦ τοῦ Σαμουὴλ καὶ πέντε υἱούς, ὧν
ὁ εἷς πεπήρωτο τοὺς ὀφθαλμοὺς παρὰ τοῦ Ἰωάννου λωβηθείς, ὅτε τὸν
Ῥαδομηρὸν τὸν υἱὸν Σαμουὴλ σὺν τῇ αὐτοῦ γυναικὶ καὶ Βλαδιμηρὸν τὸν
τούτου γαμβρὸν ἀνεῖλεν. ἦσαν δὲ καὶ ἕτεροι τρεῖς υἱοὶ τῇ Μαρίᾳ ἀπὸ τοῦ
[Bas2+Const8.41.69] Ἰωάννου τεχθέντες, ἀλλ' ἔφθασαν ἀποδρᾶσαι εἰς τὸ ὄρος τὸν Τμόρον,
κορυφὴν ὑπάρχοντα τῶν Κεραυνίων ὀρῶν. ἣν ἠπίως καὶ φιλοφρόνως
δεξάμενος φυλάττεσθαι προσέταξε μετὰ τῶν ἄλλων. προσῆλθον δὲ τῷ
βασιλεῖ καὶ ἕτεροι μεγιστᾶνες τῶν Βουλγάρων, ὁ Νεστορίτζης, ὁ
Λαζαρίτζης καὶ ὁ νέος Δοβρομηρός, μετὰ τῶν οἰκείων ἕκαστος ταγμάτων,
καὶ ἐδέχθησαν εὐμενῶς καὶ βασιλικῶς ἐτιμήθησαν. τότε καὶ Προυσιάνος
καὶ οἱ τούτου δύο ἀδελφοί, Ἀλουσιάνος καὶ Ἀαρών, οἱ τοῦ Βλαδισθλά-
βου παῖδες οἱ εἰς τὸν Τμόρον φυγόντες, ὡς ἔμπροσθεν εἴρηται, καὶ
χρονίᾳ κατασχεθέντες πολιορκίᾳ (στρατιῶται γὰρ προσταχθὲν ἐκ
βασιλέως προσεδρεύοντες ἐτήρουν τὰς καθόδους τοῦ ὄρους) διακηρυκεύον-
ται πρὸς τὸν βασιλέα πίστεις αἰτοῦντες καὶ ἑαυτοὺς ἐγχειρίσαι ἐπαγγελλό-
μενοι. καὶ πρὸς μὲν τούτους ὁ βασιλεὺς φιλανθρώπους ἔδωκεν ἀποκρίσεις,
ἄρας δ' ἐξ Ἀχρίδος ἔρχεται εἰς τὴν λίμνην τὴν λεγομένην Πρέσπαν, ἐν
τῷ διϊέναι τὸ μεταξὺ ὄρος φρούριον οἰκοδομήσας ἄνωθεν τούτου καὶ
Βασιλίδα ἐπονομάσας, καὶ ἕτερον ἐν τῇ λεχθείσῃ λίμνῃ
τῇ βραχυτέρᾳ, ὃ καὶ αὐτὸ Κωνστάντιον ἐπωνόμασεν.
ἐκ δὲ Πρέσπης ἄπεισιν εἰς τὴν λεγομένην Διάβολιν, ἐν ᾗ βήματος ἀρθέντος
ὑψηλοῦ εἰσιόντας ἐδέξατο τοὺς περὶ τὸν Προυσιάνον ἀδελφούς, καὶ λόγοις
ἐπιεικέσι καὶ φιλανθρώποις παραμυθησάμενος τοῦτον μὲν μάγιστρον,
τοὺς δὲ λοιποὺς πατρικίους ἐτίμησεν. ἤχθη δὲ καὶ ὁ Ἰβάτζης πεπηρω-
μένας ἔχων τὰς ὄψεις. ἀλλ' ἄξιον εἰπεῖν καὶ τὸν τρόπον τῆς ἐκτυφλώσεως.
ἔχει γὰρ ἡδύ τι καὶ θαυμαστὸν ἡ διήγησις.
[Bas2+Const8.42] Μετὰ γὰρ τὸν τοῦ Βλαδισθλάβου τοῦ καὶ Ἰωάννου θάνατον καὶ
τὴν τῆς γυναικὸς αὐτοῦ Μαρίας καὶ τῶν ταύτης παίδων προσχώρησιν
Πρεασιάνου, Ἀλουσιάνου, Ἀαρών, Τραϊανοῦ καὶ Ῥοδομηροῦ (καὶ Κλίμεν] add. E)
καὶ τὴν τῶν ἄλλων δυναστῶν ἁπάσης τῆς Βουλγαρίας ὑπακοὴν ὁ
Ἰβάτζης οὗτος φυγὼν καὶ ἔν τινι δυσβάτῳ γενόμενος ὄρει (Βροχωτὸς
κλῆσις αὐτῷ) βασίλειά τε ἔχοντι περικαλλῆ (Προνίσταν ταῦτα καλοῦσι)
καὶ παραδείσους καὶ ἀπολαύσεις οὐκ ἀπρεπεῖς, ὑπεῖξαι τοῖς θελήμασιν
οὐκ ἐβούλετο τοῦ θεοῦ, ἀλλὰ δύναμιν ἐκ τοῦ κατὰ μικρὸν συνεγείρων
ἀνεστάτου τὰ παρακείμενα καὶ ἀποστασίαν ἐμελέτα καὶ τὴν Βουλγαρι-
κὴν ὠνειροπόλει ἀρχήν. τοῦτο οὐ μικρῶς ἐλύπει τὸν βασιλέα, καὶ διὰ
τοῦτο τοῦ κατ' εὐθεῖαν ἀφέμενος πορεύεσθαι ἀπέκλινε πρὸς μεσημβρίαν,
καὶ κατὰ τὴν εἰρημένην ἐγένετο Διάβολιν, ὡς ἢ καταναγκάσων πάντως
τὸν ἀποστάτην καταθεῖναι τὰ ὅπλα, ἢ πολέμῳ τοῦτον κατεργασό-
μενος. καὶ ὁ μὲν βασιλεὺς ἐν τῷ ῥηθέντι τόπῳ φιλοχωρῶν γράμμασιν
ἐνουθέτει τὸν Ἰβάτζην, μὴ τῆς Βουλγαρίας ὑποταγείσης μόνον χεῖρας
ἀνταίρειν αὐτόν, μηδὲ φαντάζεσθαι τὰ ἀτέλεστα, γινώσκοντα, ὡς οὐκ
εἰς ὄνησιν αὐτῷ τὸ ἐγχείρημα τελευτήσει. ὁ δὲ τὰ γράμματα δεχόμενος
καὶ ἑτέροις ἀμειβόμενος, καὶ παντοίας προτιθεὶς ἀφορμάς, παρεῖλκε καὶ
ἀνεδύετο, ὡς ἀναγκασθῆναι τὸν βασιλέα ἐπὶ πέντε καὶ πεντήκοντα
ἡμέρας ἐνδιατρῖψαι τῷ τόπῳ, ταῖς ὑποσχέσεσι δελεαζόμενον. ἐγνώσθη
τὰ τοῦ πράγματος τῷ τῆς Ἀχρίδος ἄρχοντι Εὐσταθίῳ τῷ Δαφνομήλῃ,
ὅτι μέλει τῷ βασιλεῖ ἡ τοῦ Ἰβάτζη καθαίρεσις. καὶ δῆτα καιρὸν ἐπιτήδειον
εὑρηκώς, καὶ δυσὶ θεράπουσι τῶν πιστικωτάτων κοινολογησάμενος καὶ
τὸ βούλευμα φανερώσας, ἐγχειρεῖ τῇ πράξει. δημοτελὴς ἤγετο ἑορτὴ τῷ
Ἰβάτζῃ, ἡ κοίμησις τῆς πανάγνου καὶ θεομήτορος. κατὰ ταύτην τὴν
ἡμέραν εἰώθει συγκαλεῖν εἰς εὐωχίαν οὐ τοὺς ἀγρογείτονας μόνον καὶ
ἀγχιτέρμονας, ἀλλὰ καὶ τῶν ὡς πορρωτάτω πολλούς. ἄπεισι γοῦν ὁ
Εὐστάθιος αὐτόκλητος εἰς τὴν ἑορτήν, καὶ τοῖς φυλάττουσιν ἐντυχὼν τὰς
διόδους ἀπαγγέλλειν ἐκέλευεν, ὅστις εἴη, καὶ ὅτι πάρεστι τῷ ἄρχοντι
συνευφρανθησόμενος. ἀπαγγειλάντων δὲ τούτων, ἐν θαύματι ὁ Ἰβάτζης
ἐτίθει, εἰ δυσμενὴς ἄνθρωπος αὐθαίρετος ἥκει καὶ χερσὶν ἑαυτὸν ἐκδίδωσι
πολεμίαις. ὅμως ἀφικέσθαι κελεύει, καὶ ἐλθόντα ἐδέξατό τε περιχαρῶς καὶ
ἠσπάσατο. ἄρτι δὲ τελεσθέντος τοῦ ἑωθινοῦ ὕμνου, καὶ πάντων τῶν
συνειλεγμένων εἰς τὰς ἰδίας διασκεδασθέντων καταγωγάς, ὁ Εὐστάθιος
πρόσεισι τῷ Ἰβάτζῃ καὶ ἀξιοῖ τοὺς ἄλλους πρὸς μικρὸν ἐκστῆναι ὡς
τάχα μέλλων αὐτὸς διαλέξασθαι κατ' ἰδίαν περί τινος ἀναγκαιοτάτου
καὶ λυσιτελοῦντος αὐτῷ. ὁ δὲ τὸν δόλον καὶ τὴν ἀπάτην μὴ κατανοήσας,
ἀλλὰ τῷ ὄντι ὑπολαβών, ὡς βούλεται καὶ αὐτὸς εἷς γενέσθαι τῶν συν-
ιστώντων αὐτῷ τὴν ἀποστασίαν, τοὺς θεράποντας μικρὸν ἀποστῆναι
κελεύσας, τῆς χειρὸς ἐκείνου λαβόμενος ἔν τινι παραδείσῳ εἰσάγει συνηρε-
φεῖ δένδροις καὶ κοιλότητα ἔχοντι, ὡς μηδὲ φωνὴν ἐξηχεῖσθαι δύνασθαι
διὰ τὴν συνδενδρίαν. οὗ ἐντὸς γενόμενος ὁ Εὐστάθιος καὶ μεμονωμένου
λαβόμενος τοῦ Ἰβάτζη, εἰς γῆν τε αὐτὸν εὐθὺς καταβάλλει καὶ τὸ γόνυ
προσερείσας τῷ στήθει (ἦν γὰρ κατὰ χεῖρα γενναῖος) τοῦτον κατῆγχε,
καὶ τοῖς δυσὶν ὑπηρέταις ἐνεκελεύετο βοηθεῖν τὴν ταχίστην. οἱ δέ,
καθάπερ συντεθειμένον ἦν, ἱστάμενοι καὶ καραδοκοῦντες τὸ μέλλον, ὡς
ἤκουσαν τῆς φωνῆς τοῦ κυρίου, ἔδραμόν τε εὐθέως καὶ τὸν Ἰβάτζην
περισχόντες καὶ τῷ χιτῶνι ἀποφράξαντες αὐτοῦ τὸ στόμα, ὡς μὴ βοήσας
περιστήσῃ πλῆθος αὐτοῖς καὶ ἄπρακτον ἀποτελέσῃ τὸ ἔργον, ἀποτυφλοῦσι,
τυφλωθέντα δὲ ἐκβάλλουσι τοῦ παραδείσου εἰς τὴν αὐλήν. αὐτοὶ δὲ εἴς
τι ὑπερῷον οἴκημα ὑψηλὸν ἀναδραμόντες καὶ τὰ ξίφη ἑλκύσαντες ἐξεδέ-
χοντο τοὺς μέλλοντας προσιέναι. γνωσθέντος δὲ τοῦ δράματος συνέρρει
πλῆθος ἀμύθητον. οἱ μὲν γὰρ ξίφη κατέχοντες ἐν χερσίν, οἱ δὲ δόρατα,
οἱ δὲ τόξα, οἱ δὲ λίθους, οἱ δὲ ξύλα, οἱ δὲ δαλοὺς καιομένους, ἄλλοι δὲ
ὕλην εὔπρηστον, ἔθεον βοηδρομοῦντες καὶ κεκραγότες· ‘σφαττέσθωσαν,
καιέσθωσαν, μεληδὸν κατατεμνέσθωσαν, λίθοις καταχωννύσθωσαν οἱ
παλαμναῖοι καὶ ἀλιτήριοι· μή τις φειδὼ γενέσθω τῶν ἀλαστόρων.’
συνδρομὴν δὲ θεασάμενος ὁ Εὐστάθιος καὶ τῆς ἑαυτοῦ ἀπεγνωκὼς
σωτηρίας παρεκάλει τέως τοὺς ἀμφ' αὐτὸν ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ
μὴ μαλακισθῆναι, μηδ' ἑαυτοὺς προδοῦναι καὶ εἰς ἐξουσίαν πεσεῖν τῶν
ἐπιζητούντων τὴν αὐτῶν ἀπώλειαν καὶ παρ' ἐκείνων τὴν σωτηρίαν
ἐκδέχεσθαι, ἢ θάνατον οἰκτρὸν καὶ ἐπώδυνον. πρὸς δὲ τὸ πλῆθος ἀπό
τινος θυρίδος προκύψας καὶ τῇ χειρὶ κατασιγάσας τὸν ὄχλον τοιῶνδε
λόγων ἀπήρξατο· ‘ὅτι μέν, ὦ ἄνδρες οἱ συνειλεγμένοι, οὐδεμία τις
προαπέκειτό μοι ἀπέχθεια πρὸς τὸν ὑμέτερον δυνάστην, καὶ ὑμεῖς αὐτοὶ
πάντως ἐρεῖτε, ὡς Βούλγαρος μὲν αὐτός, Ῥωμαῖος δ' ἐγώ, καὶ Ῥωμαῖος
οὐ τῶν ἐπὶ Θρᾴκης καὶ Μακεδονίας οἰκούντων, ἀλλ' ἐκ τῆς Μικρᾶς Ἀσίας,
ἥτις ὅσον ἀπέχει ὑμῶν, ἴσασιν οἱ γινώσκοντες. ὅτι δὲ καὶ αὐτὸς τῷ
τοιούτῳ ἐπεχείρησα ἔργῳ οὐκ εἰκῇ καὶ μάτην, ἀλλά τίς με κατήπειξεν
ἀνάγκη, λογιεῖσθε οἱ φρονιμώτεροι. οὐ γὰρ ἂν οὕτω μανιωδῶς εἰς
προὖπτον ἐμαυτὸν ἐνέρριψα κίνδυνον καὶ τῆς ἐμαυτοῦ ζωῆς κατεφρόνησα,
εἰ μή τις ἦν ἄλλη αἰτία ἡ βιασαμένη με πρὸς τὴν πρᾶξιν ἐλθεῖν. ἴστε οὖν,
ὡς τὸ γενόμενον ἔργον πρόσταγμα βασιλέως ἐστίν, ᾧ πειθαρχῶν ἐγὼ
ὡς ὄργανον διηκόνησα. καὶ νῦν, εἰ βούλεσθέ με διαχειρίσασθαι, ἰδοὺ ὑφ'
ὑμῶν ἐγὼ περιειλημμένος. πλὴν οὐκ εὐκόλως, οὐδὲ ῥᾳδίως ἀποθανοῦμαι,
οὐδὲ καταθεὶς τὰ ὅπλα ἐμαυτὸν παραδώσω ὑμῖν ὡς βούλεσθε χρήσα-
σθαι, ἀλλ' ἀγωνιοῦμαι περὶ τῆς οἰκείας ζωῆς καὶ μέχρι θανάτου ἀμυνοῦ-
μαι τοὺς ἐπιόντας ἅμα τοῖς σὺν ἐμοί. εἰ δὲ καὶ θανούμεθα, ὅπερ ἀνάγκη
[Bas2+Const8.42.79] παθεῖν τοὺς ὑπὸ πλειόνων περιστοιχηθέντας, εὐδαίμονα καὶ μακάριον
τὸν θάνατον λογιζόμεθα, ἔχοντες καὶ τὸν μέλλοντα τὸ ἡμέτερον ἐκζητῆσαι
καὶ ἐκδικῆσαι αἷμα, πρὸς ὃν βουλεύσασθε, εἰ δυνατὸν ἄχρι πολλοῦ
ἀνθίστασθαι.’ τούτων ἀκούσαντες οἱ συνειλεγμένοι τῶν λόγων, καὶ τῷ
ἐκ βασιλέως δέει καταπλαγέντες, κατὰ μικρὸν ὑπορρέοντες ἄλλος ἀλλαχῇ
διεσκεδάσθησαν, οἱ γηραιότεροι δὲ καὶ φρονιμώτεροι καὶ τὸν βασιλέα
εὐφημήσαντες ὑπετάγησαν. ὁ δ' Εὐστάθιος κατὰ πολλὴν ἄδειαν τὸν
Ἰβάτζην εἰληφὼς τῷ βασιλεῖ διεκόμισεν. ὃν οὗτος ἀποδεξάμενος τῆς
ἀνδραγαθίας στρατηγόν τε εὐθὺς προὐβάλλετο Δυρραχίου καὶ τὴν
ἅπασαν κινητὴν ὕπαρξιν ἐδωρήσατο τοῦ Ἰβάτζη. τοῦτον δὲ παρέδωκε
φυλακῇ.
[Bas2+Const8.43] Τότε καὶ Νικολιτζᾶς, ὁ πολλάκις ληφθεὶς καὶ πολλάκις ἀφεθείς, ἔν
τισιν ὄρεσι κρυπτόμενος, ὡς ἐπέμφθη δύναμις κατ' αὐτοῦ καὶ τῶν οἱ
συνόντων οἱ μὲν προσεχώρησαν ἐθελοντί, οἱ δὲ καὶ ἡλίσκοντο, αὐτόμολος
κάτεισιν εἰς τὸ στρατόπεδον καὶ τῇ χειρὶ κρούσας τὴν θύραν προσήγγει-
λεν ἑαυτόν, ὅστις εἴη, καὶ ὅτι παραδίδωσιν ἑκουσίως τὸ σῶμα τῷ βασιλεῖ.
ἀλλὰ τοῦτον μὲν ὁ βασιλεὺς οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀλλ' εἰς Θεσσαλονίκην
ἐξέπεμψε φρουρεῖσθαι κελεύσας. αὐτὸς δὲ τὰ τοῦ Δυρραχίου καὶ Κολωνείας
καὶ Δρυϊνουπόλεως, ὥς πῃ ἐδόκει αὐτῷ βέλτιστα, καταστησάμενος, καὶ
φύλακας τοῖς θέμασι καὶ στρατηγοὺς ἐπιστήσας, καὶ τῶν αἰχμαλώτων
Ῥωμαίων τοὺς βουλομένους κατὰ χώραν μένειν κελεύσας, τοὺς δὲ λοιποὺς
ἕπεσθαι προστάξας,
καὶ τῶν ἁλόντων ποτὲ στρατιωτῶν· ἦσαν γὰρ πολλοὶ ἔκ τε Ῥωμαίων καὶ Ἀρμενίων
ἔν τε Πελαγονίᾳ καὶ Πρέσπᾳ καὶ τῇ Ἀχρίδι ὑπὸ Σαμουὴλ κατῳκισάμενοι, ὧν ἐπιση-
μότατοι οἱ Βασιλείου τοῦ Ἀποκαπ' παῖδες Γρηγορᾶς καὶ (sequ. lac. unius vocis)
ἦλθεν εἰς Καστορίαν. ἔνθα προσήχθησαν αὐτῷ θυγατέρες δύο τοῦ Σαμουήλ,
αἵτινες θεασάμεναι
θεασάμεναι-διαχειρισόμεναι] πυθόμεναι τὴν τιμήν, ἣν τετίμηται Μαρία ἡ τοῦ Βλαδισθλά-
βου σύζυγος, ἠπείλησαν αὐτὴν διαχειρίσασθαι
τὴν Ἰωάννου γυναῖκα παρισταμένην τῷ βασιλεῖ ὥρμησαν κατ' αὐτῆς
ὡς διαχειρισόμεναι Μαρίαν. ἀλλὰ ταύταις μὲν ὁ βασιλεὺς
λιακῷ νοσήματι ἀπὸ τρυφῆς κατασχεθεῖσιν, ὄλε-
θρον οὐκ ὀλίγον εἰργάσαντο, ἀνακτώμενος δὲ τὸ γεγονὸς ἀτύχημα ὁ
βασιλεὺς δύναμιν ἀξιόμαχον ἔκ τε Ἑλλάδος καὶ Μακεδονίας ἀθροίσας
ἐν Ἰταλίᾳ ἐκπέμπει, κἂν οὐδέν τι γενναῖον δρᾶσαι ἴσχυσεν ἀφελείᾳ καὶ
κακότητι τοῦ στρατηγοῦ. τούτῳ τῷ ἔτει ἑξακισχιλιοστῷ πεντακοσιο-
στῷ τριακοστῷ ἐννάτῳ τυγχάνοντι, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης,
καὶ ὁ Προυσιάνος ἑκουσίως ἀποκείρεται μοναχός, καὶ ἡ μήτηρ αὐτοῦ
ἐκ Μαντινείου τῆς ἐν Βουκελλαρίῳ μονῆς εἰς Θρᾳκησίους μεταβιβάζεται,
καὶ Κωνσταντῖνος πατρίκιος ὁ Διογένης ἐκβληθεὶς τοῦ πύργου ἐν τῇ
μονῇ τῶν Στουδίου ἀποκείρεται μοναχός. ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὸν
οἶκον τοῦ Τριακονταφύλλου ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν
ἐπ' ὀνόματι τῆς δεσποίνης ἡμῶν θεοτόκου, μηδεμιᾶς πολυτελείας φεισά-
μενος, συντρίψας μέντοι τῇ προφάσει ταύτῃ οὐ μικρῶς τὸ ὑπήκοον καὶ
κακώσας ἔν τε ταῖς τῶν λίθων καὶ τῶν ἄλλων εἰδῶν διακομιδαῖς. κατα-
λαμπρύνει δὲ καὶ τὰ κιονόκρανα τῆς μεγάλης ἐκκλησίας καὶ τῆς ὑπερ-
αγίας θεοτόκου τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. μέλλων δὲ καὶ τὸ
θυσιαστήριον ἐπιποιεῖσθαι τῶν Βλαχερνῶν εὗρε κρεμαμένην εἰκόνα
παλαιάν, ἣν ἀνακαινισθῆναι προσέταξεν. ἐξηργυρωμένον δὲ τὸ χρίσμα
τοῦ τοίχου ἰδὼν καθαιρεθῆναι προσέταξε καὶ νέον γενέσθαι. καθαιρε-
θέντος δὲ τοῦ χρίσματος εὑρέθη εἰκὼν ὑλογραφική, σανίδιον ἐπιστή-
θιον κρατούσης τῆς θεοτόκου τὸν κύριον καὶ θεὸν ἡμῶν, ἀμόλυντος
διαμείνασα ἀπὸ τῶν ἡμερῶν τοῦ Κοπρωνύμου ἕως τῆσδε τῆς ἡμέρας,
ἐτῶν διελθόντων τριακοσίων.
[Roman3.9] Τῷ δὲ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τετρακοστῷ ἔτει, ἰνδι-
κτιῶνος πεντεκαιδεκάτης, μηνὶ Σεπτεμβρίῳ, ἦλθε πρὸς τὸν βασιλέα Ῥω-
μανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίτου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνα-
νεῶσαι τὴν εἰρήνην καὶ τοὺς πρόσθεν παρέχειν φόρους. καὶ δὴ στέλλεται
Θεοφύλακτος πρωτοσπαθάριος ὁ Ἀθηναῖος, καὶ τάς τε σπονδὰς ἐβε-
βαίωσε καὶ κοινοπραγίαν μετὰ τῶν Χαλεπιτῶν ἔθετο. Ζωὴ δὲ ἡ βασιλὶς
μετὰ τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ αἰφνίδιον ἀπελθοῦσα εἰς τὸ Πε-
τρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν, ἀδύνατον ἄλλως
εἶναι φήσασα παυθῆναι τὰς ἐπιβουλὰς καὶ τὰ σκάνδαλα. δέδωκε δὲ καὶ
τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς Ῥωμανὸς μετὰ πολλῶν ἕδνων εἰς
εὐνὴν τῷ τῆς μεγάλης Ἀρμενίας ἐξουσιάρχῃ. μέλλων δὲ δευτέραν
εἰσβολὴν τάχα ποιήσασθαι κατὰ Συρίας ὁ βασιλεὺς ἐξῆλθεν εἰς τὰ Μεσά-
νακτα. ἐκεῖσε δὲ τούτου ἐνδιατρίβοντος μηνύεται τῇ βασιλίδι Ζωῇ διὰ
Θεοφάνους τοῦ Θεσσαλονικέως, ὡς Κωνσταντῖνος ὁ Διογένης κοινολο-
γησάμενος τῇ ταύτης ἀδελφῇ Θεοδώρᾳ ἀπόδρασιν πρὸς τὸ Ἰλλυρικὸν
μελετᾷ, εἰδήσει τοῦ μητροπολίτου Δυρραχίου καὶ τοῦ ἐπισκόπου Περι-
θεωρίου. καὶ εὐθὺς ἀνάρπαστοι οἵ τε ἐπίσκοποι καὶ ὁ Διογένης γίνονται.
καὶ ὁ μὲν Κωνσταντῖνος ἐταζόμενος ἐν τῷ παλατίῳ τῶν Βλαχερνῶν
διὰ Ἰωάννου πραιποσίτου, τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου καὶ ἀδελ-
φοῦ τοῦ βεβασιλευκότος Μιχαήλ, ἑαυτὸν ἀποκρημνίσας τοῦ τείχους καὶ
ἐκτραχηλισθεὶς ἀπέθανε ῥιφεὶς μετὰ τῶν αὐτοφόνων, οἱ δὲ ἐπίσκοποι
ὡς τὸν βασιλέα πρὸς τὰ Μεσάνακτα ἐξεπέμφθησαν κἀκεῖθεν ἠλευθερώ-
θησαν.
[Roman3.10] Εἰκάδι δὲ ὀγδόῃ Ἰουλίου μηνός, ἡμέρᾳ ἕκτῃ, ὥρᾳ δευτέρᾳ τῆς
νυκτός, ἀστέρος ἐγένετο χύσις ἐκ μεσημβρίας πρὸς ἄρκτον, πᾶσαν περι-
αστράψαντος τὴν γῆν. καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατασχόντα
τὴν Ῥωμαίων ἀτυχήματα, Ἄραβες μὲν ληϊσάμενοι Μεσοποταμίαν ἄχρι
Μελιτηνῆς, Πατζινάκαι δὲ τὸν Ἴστρον διαβάντες καὶ τὴν Μυσίαν κα-
κῶς διαθέμενοι, Σαρακηνοὶ δὲ τὴν παράλιον καταδραμόντες τοῦ Ἰλλυ-
ρικοῦ μέχρι Κερκύρας καὶ αὐτὴν πυρπολήσαντες. ἀλλ' οἱ μὲν ἄλλοι
ἀπήμονες κακῶν οἴκαδε ὑπενόστησαν, Σαρακηνοὶ δὲ ὑπό τε Ῥαουσαίων
καὶ τοῦ στρατηγοῦντος ἐν Ναυπλίῳ Νικηφόρου πατρικίου τοῦ Καραν-
τηνοῦ κακῶς ἔπαθον, καταπολεμηθέντες καὶ τὰ πλείω ἀποβαλόντες τῶν
σκαφῶν. οἱ δὲ περισωθέντες, οὓς εἶχον Ῥωμαίους αἰχμαλώτους ἀποκτεί-
ναντες, ἐν τῷ οἴκαδε ὑποστρέφειν ναυαγίῳ περιπεσόντες περὶ τὸ Σικε-
λικὸν πέλαγος διεφθάρησαν.
[Roman3.11] Τούτῳ τῷ ἔτει καὶ λιμὸς καὶ λοιμὸς ἐπέδραμε Καππαδοκίαν,
Παφλαγονίαν, Ἀρμενιακόν, καὶ Ὁνωριάδα, ὡς καὶ αὐτοὺς τοὺς τῶν
θεμάτων ἐποίκους τὰς πατρίδας καταλιπόντας μετοικίαν ζητεῖν. οἷς ὁ
βασιλεὺς ἐν τῷ ἀπὸ τῶν Μεσανάκτων εἰσιέναι πρὸς τὴν βασιλίδα συνην-
τηκὼς καὶ τὴν αἰτίαν τῆς ἀπαναστάσεως μὴ ἀγνοήσας, ὑποστρέφειν
οἴκαδε κατηνάγκαζε, χρυσίῳ ἀναλαμβάνων καὶ τοῖς ἄλλοις τοῖς πρὸς
τὸ ζῇν ἀναγκαίοις. καὶ Μιχαὴλ δὲ ὁ τῆς Ἀγκύρας τότε τὴν ἐκκλησίαν
πηδαλιουχῶν ἔργα ἀρετῆς ἐπεδείξατο ἄξια, μηδενὸς φεισάμενος τῶν
τεινόντων εἰς σωτηρίαν τῶν τοῦ λιμοῦ καὶ λοιμοῦ τραυματιῶν.
[Roman3.12] Τῇ δὲ τρισκαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ἡμέρᾳ κυριακῇ,
ὥρᾳ πρώτῃ τῆς νυκτός, ἐν ἔτει τῷ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ
σαρακοστῷ, γέγονε σεισμὸς μέγας. εἰσῆλθε δὲ καὶ ὁ βασιλεὺς ἐν τῇ
βασιλίδι, καὶ τῆς προτέρας αὐτοῦ γυναικὸς Ἑλένης ἀποθανούσης μεγά-
λας διαδόσεις ὑπὲρ αὐτῆς ἐποιήσατο. τούτῳ τῷ ἔτει κατὰ τὴν εἰκοστὴν
τοῦ Φεβρουαρίου μηνὸς καὶ ἀστὴρ διῆξεν ἀπὸ βορρᾶ πρὸς μεσημβρίαν
[Roman3.12.7] μετ' ἤχου καὶ κτύπου. ἐφαίνετο δὲ ἄχρι τῆς πεντεκαιδεκάτης Μαρτίου,
τόξον ὕπερθεν ἔχων. Μαρτίου δὲ ἕκτῃ, ἡμέρᾳ τρίτῃ, γέγονε σεισμός.
[Roman3.13] Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ ἐκδρομὴ Ἄφρων
Σαρακηνῶν πλοίων χιλίων, πολεμιστὰς ἐχόντων μυρίους, οἵτινες πολλὰ
τὰς νήσους καὶ τὰς παραλίους ἐκάκωσαν. ὧν μέρει τινὶ συμπλακεὶς
Νικηφόρος ὁ Καραντηνὸς ἐτρέψατο, καὶ πεντακοσίους πεπεδημένους
Σαρακηνοὺς τῷ βασιλεῖ ἐξαπέστειλε. τούτῳ τῷ ἔτει καὶ Γεώργιος
πρωτοσπαθάριος ὁ Μανιάκης, ὁ Γουδελίου τοῦ Μανιάκη υἱός, τῶν
παρευφρατιδίων στρατηγῶν πόλεων καὶ ἐν Σαμοσάτῳ τὰς οἰκήσεις
ἔχων τῆς παρὰ τῇ Ὀσροηνῇ πόλεως ἀπεπειράθη Ἐδέσσης. ταύτης γὰρ
τὴν ἐπιστασίαν Σαλαμάνης ἔχων ὁ Τοῦρκος, παρὰ τοῦ ἀμηρᾶ Μαρτυ-
ρουπόλεως ἤτοι Μιεφερκεὶμ ἐπιτετραμμένην αὐτῷ, καὶ δώροις καὶ ὑπο-
σχέσεσι καὶ τιμαῖς διαφθαρεὶς παραδίδωσι τῷ Μανιάκῃ ἀωρὶ τῶν νυ-
κτῶν, ὃς τρεῖς πύργους λίαν ὀχυρωτάτους κατασχὼν εὐψύχως τοὺς
πολιορκοῦντας ἠμύνετο, βοήθειαν ἔξωθεν ἐπικαλούμενος. Ἀπομερβάνης
δὲ ὁ τοῦ Μιεφερκεὶμ ἀμηρᾶς τὴν ἅλωσιν μαθὼν καὶ ὀξὺς ἐπιφανεὶς μετὰ
δυνάμεως οὐκ ὀλίγης ἐπεχείρησε μὲν τῇ πολιορκίᾳ τῶν πύργων, γεν-
ναίως δὲ ὑποστάντος τοῦ Γεωργίου ἀποκρουσθεὶς καὶ μὴ ἔχων, ὅ τι
καὶ δράσειεν, ἀποκείρας τὰ κάλλιστα τῶν οἰκημάτων καὶ διαφθείρας
τὸν τῆς πόλεως κόσμον καὶ αὐτῆς τῆς μεγάλης ἐκκλησίας, καὶ καμήλοις
ἐπιθεὶς τὰ κάλλιστα καὶ τὰ περίλοιπα τῆς πόλεως πυρὶ παραδούς,
ὑπεχώρησεν εἰς Μαρτυρούπολιν. ἀδείας δὲ τυχὼν ὁ Μανιάκης, τὸ ἐν
μέσῳ τῆς πόλεως κείμενον φρούριον ἐν λοφώδει [κείμενον] πέτρᾳ κατα-
σχών, δύναμίν τε ἔξωθεν προσκαλεσάμενος, ἀσφαλῶς τὴν πόλιν κατ-
έσχεν. εὑρὼν δὲ καὶ τὴν ἰδιόγραφον ἐπιστολὴν τοῦ δεσπότου καὶ κυρίου
Ἰησοῦ Χριστοῦ, τὴν πρὸς Αὔγαρον πεμφθεῖσαν, τῷ βασιλεῖ ἐν Βυζαν-
τίῳ ἀπέστειλεν.
[Roman3.14] Ἀζίου δὲ τοῦ Αἰγυπτίου μανέντος καὶ πολλὰ κακὰ εἰς Χριστια-
νοὺς ἐνδειξαμένου, καταστρέψαντος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν τοῦ
κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἶτα καὶ αὐτοῦ αἴσχιστα
καταλύσαντος τὴν ζωήν, ὁ υἱὸς αὐτοῦ, ἀπό τινος Ῥωμαίας γυναικὸς
αἰχμαλώτου τεχθεὶς αὐτῷ, ἐπέτρεψε τοῖς βουλομένοις οἰκοδομεῖν τὸν
ναόν, ὃν ἀποστείλας ὁ βασιλεὺς φιλοτίμως οἰκοδομῆσαι ἠπείγετο. ἀλλὰ
φθάσαν τὸ χρεὼν ἐνεπόδισε, καὶ ὁ μετ' αὐτὸν Μιχαὴλ ἐκπληρωτὴς τοῦ
ἔργου ἐγένετο.
[Roman3.15] Καὶ ὁ μάγιστρος δὲ Βασίλειος, ὁ ἐπ' ἀδελφῇ τοῦ βασιλέως
γαμβρός, ὁ Σκληρός, παρὰ Κωνσταντίνου ἐκτυφλωθείς, ἄστατον γνώ-
μην ἔχων καὶ ἀλλοπρόσαλλον, εἰ καὶ μάγιστρος ἐτετίμητο καὶ πολλῶν
ἠξίωτο εὐεργεσιῶν παρὰ τοῦ Ῥωμανοῦ, ὅμως ἐπιβουλὴν μελετᾷ κατ'
αὐτοῦ. ἀλλὰ φωραθεὶς τῆς πόλεως ἐκβάλλεται σὺν τῇ γυναικί.
[Roman3.16] Ἀπέστειλε δὲ καὶ ἐξ Ἐδέσσης ὁ Μανιάκης τῷ βασιλεῖ ἐνιαύσιον
φόρον, λίτρας πεντήκοντα. καὶ ὁ τῆς Τριπόλεως δὲ ἀμηρᾶς ὁ Πινζαράχ,
κατισχυόμενος παρὰ τῶν Αἰγυπτίων, φυγὰς τὴν βασιλίδα κατέλαβεν.
ὃν ὁ βασιλεὺς πάλιν μετὰ πλείστης δυνάμεως σὺν τῷ ἑταιρειάρχῃ Θεο-
κτίστῳ εἰς Συρίαν ἐκπέπομφεν. ἐξέπεμψε δὲ καὶ μετὰ στόλου τὸν πρωτο-
σπαθάριον Τεκνέαν τὸν ἐξ Ἀβύδου εἰς Αἴγυπτον, τὰ τοῦ Νείλου στόματα,
ὅπῃ παρείκοι, κακώσοντα καὶ αὐτὴν Ἀλεξάνδρειαν. ὃς εὐθυπλοήσας καὶ
μέχρις αὐτῆς ἐλάσας Ἀλεξανδρείας πλοῖά τε πάμπλειστα ἐχειρώσατο
καὶ λείαν ὅτι πολλὴν περιβαλλόμενος ὑπέστρεψεν ἀσινής. παρέδωκε δὲ
καὶ τὸ φρούριον τὸ λεγόμενον Περκρὶν ὁ κατέχων αὐτὸ Σαρακηνὸς Ἀλείμ,
ἔγγιστα Βαβυλῶνος διακείμενον, τῷ βασιλεῖ Ῥωμαίων, ἐλπίσας πατρι-
κιότητός τε καὶ πλείστων ἄλλων ἀμοιβῶν ἀξιωθῆναι, διὰ τοῦ υἱοῦ αὐτοῦ
τὴν πρὸς τὸν βασιλέα ποιησάμενος ἔντευξιν. καὶ τὸ μὲν φρούριον παρειλή-
φει ὁ πατρίκιος Νικόλαος ὁ Βούλγαρος, ᾧ Χρυσήλιος τὸ ἐπώνυμον, ὁ δὲ
τοῦ Σαρακηνοῦ υἱὸς εἰσελθὼν ἐν Βυζαντίῳ καὶ διὰ τὸ τὸν βασιλέα συνέχε-
σθαι ἀρρωστήματι μηδεμιᾶς τυχὼν ἐπιστροφῆς καὶ μετὰ θυμοῦ ὑποστρέ-
ψας ἀνέπεισε τὸν γεννήσαντα ἀντιλαβέσθαι τοῦ οἰκείου φρουρίου, ὅστις
λάθρᾳ τοῖς ὁμόροις Πέρσαις κοινοπραγήσας νυκτός τε τὸ φρούριον
ἀπέκλεψε καὶ ἑξακισχιλίους ἄνδρας Ῥωμαίους πολεμιστὰς ἀπέκτεινε
ῥᾳστώνῃ καὶ ἀμελείᾳ τοῦ κατέχοντος τοῦτο Χρυσηλίου. ἀλλὰ μετὰ μικρὸν
ὁ πατρίκιος Νικήτας ὁ Πηγονίτης ἄρχειν ἐκεῖσε πεμφθεὶς καὶ ἐπιμόνῳ
χρησάμενος πολιορκίᾳ μετὰ Ῥῶς καὶ λοιπῆς ἄλλης Ῥωμαϊκῆς δυνάμεως,
τό τε φρούριον κατὰ κράτος εἷλε πολιορκίᾳ καὶ τὸν Ἀλεὶμ σὺν τῷ υἱῷ
ἀπέκτεινε. τότε δὴ καὶ Ἀλδὴ ἡ Γεωργίου τοῦ Ἀβασγοῦ γυνή, τοῦ γένους
οὖσα τῶν Ἀλανῶν, προσερρύη τῷ βασιλεῖ, παραδοῦσα καὶ τὸ ὀχυρώτα-
τον φρούριον τὴν Ἀνακουφίαν. ἧς τὸν υἱὸν Δημήτριον ὁ βασιλεὺς τῷ
τῶν μαγίστρων τετίμηκεν ἀξιώματι. ἔστησε δὲ πάλιν τρόπαιον κατὰ
τῶν Σαρακηνῶν ὁ Καραντηνός, ἐξελθόντων ἐπὶ λεηλασίᾳ καὶ δεσμίους
Σαρακηνοὺς ἑξακοσίους πέπομφε τῷ βασιλεῖ.
[Roman3.17] Τούτῳ τῷ ͵Ϛφμζʹ ἔτει, ἑπτακαιδεκάτῃ Φεβρουαρίου μηνός,
σεισμοῦ γεγονότος κακῶς ἔπαθον αἱ ἐν Συρίᾳ πόλεις. καὶ τοῦ Ὀρέστου δὲ
παραλυθέντος τῆς ἀρχῆς Λέων μὲν ὁ λεγόμενος Ὦπος τοῦ πεζικοῦ
στρατοῦ κατάρχειν ἐκπέμπεται ἐν Ἰταλίᾳ, τοῦ δὲ πλωΐμου Ἰωάννης, εἷς
ὢν τῶν θαλαμηπόλων Βασιλείου τοῦ βασιλέως. τῆς δὲ ἀκρίδος τὰ ἑῷα
ἐπὶ πολὺν χρόνον διαφθειρούσης θέματα, ἠναγκάσθησαν οἱ ἔποικοι
τούτων καὶ τέκνα πωλῆσαι καὶ ἐν Θρᾴκῃ ἀποικισθῆναι. οἷς ἅπασιν ἀνὰ
τρία διδοὺς νομίσματα ὁ βασιλεὺς ὑποστρέφειν οἴκαδε παρεσκεύαζεν,
ἕως ἡ ἀκρὶς ἀνέμῳ ἀρθεῖσα βιαίῳ εἰς τὸ τῆς Ἑλλησπόντου πεσοῦσα
διεφθάρη πέλαγος καὶ ἐκβρασθεῖσα πρὸς τὸν αἰγιαλὸν τὴν παράλιον
ψάμμον ἐκάλυψεν. ὁ δὲ βασιλεὺς τούς τε τῶν ὑδάτων ὁλκοὺς ἐπεποιήσατο
τοὺς τὸ ὕδωρ τῇ πόλει εἰσάγοντας, καὶ τὰς δεχομένας τοῦτο καστέλλους
καὶ τὸ λωβοτροφεῖον καὶ πάντας τοὺς κακῶς παθόντας ξενῶνας ὑπὸ τοῦ
σεισμοῦ, καὶ ἁπλῶς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν ἔργων. νόσῳ δὲ
χρονίᾳ βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς,
ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου. οὗτος γὰρ ὁ
Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρετῶν τῷ Ῥωμανῷ, ἄρτι τοῦ κράτους
ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. ἦσαν δὲ αὐτῷ καὶ ἕτεροι ἀδελφοί,
Μιχαήλ, Νικήτας, Κωνσταντῖνός τε καὶ Γεώργιος. ἀλλ' αὐτὸς μὲν ὁ
Ἰωάννης καὶ Κωνσταντῖνος καὶ Γεώργιος ὑπῆρχον εὐνοῦχοι, ἀγυρτικὴν
μετιόντες τέχνην, ὁ δὲ Νικήτας εἶχε μὲν τὰ παιδογόνα καὶ τὸν πρῶτον
ἤδη ἐπήνθει ἴουλον, ὁ δὲ Μιχαὴλ τῆς ἀνδρικῆς ἤδη ἡλικίας ἁπτόμενος
εὐπρεπέστατος ἦν τὴν ὄψιν. ἄμφω δὲ τὴν ἀργυραμοιβὴν μετῄεσαν
ἐπιστήμην καὶ τὰ ἀργύρια ἐκιβδήλευον. τούτους οἰκειωθέντας ἅπαντας τῷ
βασιλεῖ διὰ τοῦ Ἰωάννου ἡ τύχη, τὴν μέλλουσαν καταλήψεσθαι δυνα-
στείαν αὐτοὺς ὑποδηλοῦσα, ἐπὶ μέγα διὰ παντὸς ἐξῇρε δυνάμεως. οἵ τε
γὰρ ἄλλοι ἐν διαφόροις ἀρχαῖς ἐξητάζοντο, καὶ ὁ Μιχαὴλ ὑπὸ τοῦ βασι-
λέως ἄρχων προὐβέβλητο τοῦ πανθέου. πρὸς τοῦτον ἡ βασιλὶς ἔρωτα
δαιμονιώδη σχοῦσα καὶ μανικόν, καὶ κρυφίους ἐντυχίας ποιησαμένη,
σκοτίως ἐπεμίγνυτο. διὸ καί φασι χρονίοις φαρμάκοις κατεργασθεὶς ὁ
βασιλεὺς θυμαλγέσι νόσοις ἐσφακελίζετο, καιρὸν ἐπιζητούσης τῆς
βασιλίδος τοῦ τὸν μὲν βασιλέα ἀποσκευάσασθαι ἀνυπονοήτως, τὸν
Μιχαὴλ δὲ εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν. ὅθεν καὶ φαρμάκοις, ὡς
εἴρηται, οὐκ ὠκυμόροις, ἀλλὰ σχολαίτατον καὶ βραδὺν ἐπάγουσι θάνατον
[Roman3.17.35] καταπραχθεὶς οἰκτρὸν καὶ ἐπώδυνον διήντλει τὸν βίον, κλινοπετὴς ὢν καὶ
ὅλῃ ψυχῇ τὸν θάνατον ἐκκαλούμενος. διήρκεσεν οὖν ἄχρι τῆς ἑνδεκάτης
τοῦ Ἀπριλλίου μηνός, τῆς δευτέρας ἰνδικτιῶνος, τοῦ ͵Ϛφμβʹ ἔτους. τότε
δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας μεγάλης πέμπτης τὴν διανομὴν τῆς τῶν
συγκλητικῶν ποιησάμενος ῥόγας, καὶ ἐπιθυμήσας λούσασθαι κατὰ τὸ ἐν
τῷ μεγάλῳ παλατίῳ βαλανεῖον καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται ὑπὸ
τῶν περὶ τὸν Μιχαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λοετροῦ, βασιλεύσας ἐπ'
ἔτη πέντε καὶ μῆνας ἕξ. καὶ ταύτῃ τῇ νυκτὶ τῶν ἁγίων παθῶν ψαλλομένων
μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ τάχα
ἀνελθεῖν ἐν τοῖς ἀνακτόροις καὶ ἀνελθὼν εὑρίσκει μὲν νεκρὸν τὸν ἄνακτα
Ῥωμανόν, τοῦ χρυσοτρικλίνου δὲ κοσμηθέντος ἐπὶ βήματος καθίσασα ἡ
Ζωὴ ἐξάγει τὸν Μιχαήλ, καὶ τὸν πατριάρχην καταναγκάζει ἱερολογῆσαι
τοῦτον αὐτῇ. ὁ δὲ τῷ λόγῳ ἐκθαμβηθεὶς ἵστατο ἐννεὸς καὶ πρὸς τὴν
ἱερολογίαν ἐνεδοίαζεν. ἀλλ' ὁ Ἰωάννης σὺν τῇ Ζωῇ πεντήκοντα μὲν
χρυσίου λίτρας τῷ πατριάρχῃ, πεντήκοντα δὲ τῷ κλήρῳ δοὺς ἔπεισεν
ἱεροτελεστίας αὐτοὺς ἀξιῶσαι.
[Mich4.t] ΜΙΧΑΗΛ Ο ΠΑΦΛΑΓΩΝ
[Mich4.1] Τὸν ῥηθέντα δὲ τρόπον ἀναιρεθεὶς Ῥωμανὸς ὁ βασιλεὺς θάπτεται
ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ τῆς περιβλέπτου μονῇ, κατ' αὐτὴν
τὴν ἁγίαν μεγάλην παρασκευήν.
[Mich4.2] Ἡ Ζωὴ δὲ τὸν Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἐνιδρύσασα θρόνον
ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν, καὶ ἤδη
τοὺς πατρῴους εὐνούχους εἰσαγαγοῦσα εἰς τὰ ἀνάκτορα γενναιότερον
ἥπτετο τῶν πραγμάτων. ἀλλ' ἀπέβη πάντα ταύτῃ εἰς τοὐναντίον
λαμπρῶς. ὁ γὰρ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης, πρακτικὸς ἄνθρωπος
ὢν καὶ δραστήριος, ἅμα τε ἐπέβη τῶν βασιλείων, καὶ δεδιὼς περὶ τἀδελ-
φοῦ (ἑώρα γὰρ ὡς εἰς παράδειγμα τὸν Ῥωμανόν), μή τι καὶ πάθῃ δεινόν,
τοὺς μὲν εὐνούχους τῆς βασιλίδος καταβιβάζει τοῦ παλατίου καὶ τὰς
πιστικωτάτας τῶν θεραπαινίδων αὐτῇ ἀποσκευάζεται, γυναῖκας δὲ τῶν
κατὰ γένος αὐτῷ προσηκόντων φρουροὺς ἐφίστησι τῇ βασιλίδι καὶ
φύλακας. καὶ οὐδὲ μικρὸν ἢ μέγα ἦν, ὃ μὴ μετὰ γνώμης αὐτοῦ διεπράττετο.
περιπάτων τε γὰρ ἐκωλύετο καὶ βαλανείων οὐ μετεῖχε, μὴ αὐτοῦ ἐπιτρέ-
ψαντος, καὶ ὅλως περιῄρητο αὐτῇ πᾶσα ψυχαγωγία. πάντα δὲ τὰ
ἔνδον καταστησάμενος γράμματα κατὰ πάσης ἐκπέμπει τῆς οἰκουμένης,
γνωρίζοντα τοῖς πᾶσιν, ὡς εἴη μὲν Ῥωμανὸς ὁ βασιλεὺς τὸ φυσικὸν
ἀποδεδωκὼς χρέος, ἀνηγόρευται δὲ ὁ Μιχαὴλ ἔτι ζῶντος ἐκείνου καὶ
ἐπιτρέποντος, καὶ τῇ βασιλίδι συζεύγνυται. πρὸς ἅπερ πάντες μὲν
ὑπεκλίνοντο οἱ ἄλλοι, καὶ δι' εὐφήμου φωνῆς τὸν νέον ἐμεγάλυνον
βασιλέα. μόνος δὲ Κωνσταντῖνος πατρίκιος ὁ Δαλασσηνός, οἴκαδε
διατρίβων, οὐκ ἤνεγκε πράως τὴν ἀκοήν, ἀλλὰ καὶ ἀπεδυσπέτησε πρὸς
τὰ φημιζόμενα καὶ διὰ θαύματος ἦγε, πῶς πλείστων ἀγαθῶν ὄντων
ἀνδρῶν ἐξ οἴκων λαμπρῶν καὶ ἐπισήμου γένους χυδαῖος καὶ τριωβολι-
μαῖος ἄνθρωπος τῶν ἄλλων προτετίμητο πάντων καὶ δεσπότης καὶ
βασιλεὺς ἀνηγόρευτο. τοῦτο δὲ πυθόμενος ὁ Ἰωάννης ἐπλήσθη μέν, ὡς
εἰκός, θορύβου καὶ ταραχῆς, ἐμελέτα δὲ καὶ ἐσκέπτετο, πῶς ἂν καὶ τόνδε
τὸν ἄνδρα ὑπὸ τὴν ἑαυτοῦ θεῖτο σαγήνην. καὶ δὴ στέλλεται πρὸς αὐτὸν
εἷς τῶν εὐνούχων ὁ λεγόμενος Ἐργοδότης, ἐπιτήδειος ὑπηρετεῖν εἰς τὰ
τοιοῦτα, ἐφ' ᾧ ὅρκους δοῦναί τε καὶ λαβεῖν καὶ ἀγαγεῖν τὸν ἄνδρα ἐς
βασιλέα. καὶ ὁ μὲν ἄπεισιν εἰς τὸν Δαλασσηνόν, ὁ Ἰωάννης δὲ τήν τε
σύγκλητον ὑπεποιεῖτο καὶ τὸ κοινὸν καὶ τὴν τῶν πολλῶν ἐπεσπᾶτο
εὔνοιαν, βαθμοῖς μὲν τοὺς τῆς συγκλήτου προὔχοντας ἀξιωμάτων ὑψῶν,
δωρεῶν δὲ διανομαῖς καὶ χάρισι μειλισσόμενος τὸ κοινόν, καὶ καθάπαξ
οἰκειούμενος τὸ ὑπήκοον. ὅτι δὲ μὴ ἀρεστὰ τὰ γεγονότα ἦν τῷ θεῷ,
διεδείχθη τρανῶς ἐκ προοιμίων αὐτῶν. κατὰ γὰρ τὴν ἑνδεκάτην ὥραν
τῆς ἁγίας καὶ μεγάλης κυριακῆς χάλαζα κατηνέχθη ἀφόρητος καὶ ῥαγδαία,
ὡς συντριβῆναι μὴ μόνον τὰ δένδρα κάρπιμά τε καὶ ἄκαρπα, ἀλλὰ δῆτα
καὶ οἰκίας πεσεῖν καὶ ναοὺς καὶ τὰ λήϊα καὶ τὰς ἀμπέλους μέχρις ἐδάφους,
ὡς ἐπισυμβῆναι κατὰ τοῦτον τὸν χρόνον παντοίων καρπῶν ἀφορίαν
γενέσθαι. γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν κυριακὴν τὴν μετὰ τὸ
πάσχα, περὶ ὥραν τρίτην τῆς νυκτός, τῇ μαρμαρυγῇ τῆς λαμπρότητος
τοὺς ἀστέρας πάντας ἀποκαλύψαντος, ὡς καὶ δόκησιν παρασχεῖν τοῖς
πολλοῖς ἡλίου ἀνατολῆς. ἐλήφθη δὲ καὶ ὁ βασιλεὺς δαιμονίῳ. ὃ σεμνολο-
γοῦντες οἱ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα, καὶ παρέμεινεν ἄχρι
τέλους τῆς αὐτοῦ βιοτῆς, μηθ' ὑπὸ θείας δυνάμεως, μηθ' ὑπὸ ἰατρῶν
θεραπείαν λαβών, ἀλλ' ἐλεεινῶς κατατεινόμενος καὶ βασανιζόμενος.
[Mich4.3] Ἄρτι δὲ τοῦ Ἐργοδότου πρὸς τὸν Δαλασσηνὸν ἀφικομένου,
πιστεῦσαι μὲν οὗτος τοῖς ὅρκοις καὶ σὺν αὐτῷ ἀπελθεῖν ἐν τῷ Βυζαντίῳ
οὐκ ἠθέλησεν, τῶν τινὰ δὲ πέμψας πιστοτάτων αὐτῷ ὅρκους τε ἀπῄτησε
μείζονας τοῦ μή τι παθεῖν χαλεπόν, καὶ ἀπελθεῖν ἐπηγγείλατο. πέμπεται
τοίνυν Κωνσταντῖνος ὁ Φαγίτζης εὐνοῦχος, ἄνθρωπος Παφλαγὼν καὶ
συνήθης τῷ βασιλεῖ, τά τε τίμια ἐπαγόμενος ξύλα καὶ τὸ ἅγιον ἐκμαγεῖον
καὶ τὴν πρὸς Αὔγαρον ἰδιόγραφον ἐπιστολὴν τοῦ κυρίου καὶ σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰκόνα τῆς ὑπεραγίας θεοτόκου. ὃς ἀπελθὼν
καὶ ὅρκους τῷ Κωνσταντίνῳ δοὺς καὶ λαβών, ἔρχεται μετ' αὐτοῦ εἰς τὸ
Βυζάντιον. ἐλθόντα δὲ τοῦτον φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο, καὶ
ἀνθύπατον τιμήσας καὶ δώροις μεγίστοις δεξιωσάμενος ἀνέτως καὶ ἀδεῶς
προσέταξε διάγειν ἐν τῷ ὄντι κατὰ τὰ Κύρου οἴκῳ αὐτοῦ.
[Mich4.4] Τούτῳ τῷ χρόνῳ καὶ ἄλλο τι συνέβη ἀξιαφήγητον. τῶν εἰς
παραχειμασίαν ἐν τῷ θέματι τῶν Θρᾳκησίων διεσπαρμένων Βαράγγων
γυναῖκά τις ἐγχωρίαν εὑρὼν ἐπ' ἐρημίας ἀπεπειρᾶτο τῆς σωφροσύνης
αὐτῆς. ὡς δ' οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν, ἡ δὲ τὸν ἀκινάκην σπασα-
μένη τἀνδρὸς παίει κατὰ καρδίας τὸν βάρβαρον καὶ εὐθὺς ἀναιρεῖ. τοῦ
δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ συναθροισθέντες οἱ Βάραγγοι τήν
τε γυναῖκα στεφανοῦσι, δόντες αὐτῇ καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ,
κἀκεῖνον ἄταφον ῥιπτοῦσι κατὰ τῶν βιοθανάτων τὸν νόμον. τὰ δὲ τῆς
ἀκρίδος στρατόπεδα, ὡς ἤδη φθάσαντες εἴπομεν, κατὰ τὴν Ἑλλησπόντου
αἰγιαλῖτιν ψάμμον διαφθαρέντα αὖθις ἀνεφύη αὐτομάτως καὶ τὴν
παράλιον πάλιν τοῦ Ἑλλησπόντου κατέμαρπτε, καὶ ἐπὶ τριετίαν ὅλην
διετέλεσε κεραΐζοντα τὸ θέμα τῶν Θρᾳκησίων, καὶ ἐν Περγάμῳ γενόμενα
διεφθάρη, θεασαμένου τινὸς πρότερον τῶν ὑπηρετουμένων τῷ ἐπισκόπῳ
θέαμα οὐκ ὄναρ, ἀλλ' ὕπαρ. ἐδόκει γὰρ ὁρᾶν εὐνοῦχόν τινα λευχείμονα,
ἐξαστράπτοντα τὴν μορφήν. καὶ ὃς τριῶν παρακειμένων ἔμπροσθεν
αὐτοῦ σάκκων, λῦσαι προσετετάχει καὶ κενῶσαι τὸν ἕνα, εἶτα τὸν
δεύτερον, καὶ ἐφεξῆς τὸν τρίτον. τοῦ δέ, ὡς ἐκελεύσθη, ποιήσαντος, ὁ
μὲν πρῶτος ὄφεις καὶ ἐχίδνας καὶ σκορπίους ἐξέβρασεν, ὁ δὲ δεύτερος
φρύνους καὶ ἀσπίδας καὶ βασιλίσκους καὶ κεράστας καὶ ἕτερα ἰοβόλα, ὁ δὲ
τρίτος κανθάρους καὶ σκνίπας καὶ σφῆκας καί τινα ἄλλα τῶν ὀπισθοκέν-
τρων ζῴων. καὶ ὁ μὲν ἐπὶ τῷ θεάματι ἵστατο ἐννεός, ὁ δὲ φαιδρὸς ἐκεῖνος
ἀνὴρ ἔγγιστα παραστησάμενος αὐτόν· ‘ταῦτα’, ἔφη, ‘ἐπῆλθέ τε καὶ
ἐπελεύσεται ἐφ' ὑμᾶς διὰ τὴν παράβασιν τῶν τοῦ θεοῦ ἐντολῶν καὶ τὸ
γενόμενον ἀνόσιον εἴς τε τὸν βασιλέα Ῥωμανὸν καὶ εἰς τὴν αὐτοῦ κοίτην.’
καὶ ταῦτα μὲν συνηνέχθη τῇδε.
[Mich4.5] Μιχαὴλ δὲ ὁ βασιλεὺς ὑπό τε τῆς δαιμονίου νόσου εἰργόμενος, καὶ
ἄλλως πρὸς μεταχείρησιν πραγμάτων νωθρός τις ὢν καὶ ἀμβλύς, σχῆμα
μὲν εἶχε τῆς βασιλείας καὶ ὄνομα, ἡ δὲ τῶν πραγμάτων ἐνέργεια ἅπασα
πολιτικῶν τε καὶ στρατιωτικῶν ἐν ταῖς χερσὶν ἦν τοῦ Ἰωάννου. εὐθὺς
οὖν προχειρίζεται Νικήταν τὸν ἑαυτοῦ ἀδελφὸν δοῦκα Ἀντιοχείας, ὃν
ἀπελθόντα εἰσελθεῖν ἐν τῇ πόλει οὐ συνεχώρησαν οἱ Ἀντιοχεῖς. πρὸ μικροῦ
γὰρ φορολόγος τις, Σαλίβας τὴν προσηγορίαν, τὰ κατ' αὐτοὺς ἐπιτετραμ-
μένος καὶ βαρέως τοῖς ἀνθρώποις ἐπενηνεγμένος κτείνεται παρὰ τοῦ
δήμου τῶν Ἀντιοχέων. διὰ οὖν τὸν τούτου φόνον, ἵνα μή τι καὶ ἀνήκεστον
πάθωσι δεδιότες οἱ Ἀντιοχεῖς, ἀπέκλεισαν τῷ Νικήτᾳ τὴν εἴσοδον. ὅρκοις
δὲ τούτου πιστωσαμένου, ὡς ἀμνηστία κακῶν αὐτοῖς ἔσεται, καὶ οὐδὲν
οὐδεὶς πείσεται ἄχαρι διὰ τὸν τοῦ Σαλίβα φόνον, συγχωροῦσι τὴν
εἴσοδον. ὁ δὲ τῆς πόλεως ἐπειλημμένος καὶ κύριος τῶν πραγμάτων γενό-
μενος, ὀλίγα ἢ οὐδὲν τῶν ὅρκων φροντίσας, ἀμφὶ μὲν τοὺς ἑκατὸν ἄνδρας
ἀπέκτεινεν ἀποτεμών τε καὶ ἀνασκολοπίσας, ἕνδεκα δὲ τοὺς προὔχοντας
ζαπλούτους ἄνδρας καὶ γένει περιφανεῖς δεσμεύσας, ὧν κορυφαῖος ἦν ὁ
πατρίκιος Ἐλπίδιος, δεσμίους ἐκπέμπει πρὸς τὸ Βυζάντιον, γράψας τῷ
ἀδελφῷ Ἰωάννῃ, μὴ διὰ τὸν τοῦ Σαλίβα φόνον κωλυθῆναι αὐτῷ τὴν εἰς
τὴν πόλιν εἴσοδον, ἀλλὰ διὰ τὴν εἰς τὸν Δαλασσηνὸν εὔνοιαν. τοῦτο τῆς
προαποκειμένης ὑπονοίας κατὰ τοῦ Δαλασσηνοῦ τῷ Ἰωάννῃ ζώπυρον
ἐγεγόνει καὶ εἰς πυρσὸν ἀνήπτετο. καὶ εὐθὺς ἄγεται εἰς τὰ βασίλεια, καὶ
κατὰ τὴν τρίτην τοῦ Αὐγούστου μηνὸς τῆς δευτέρας ἰνδικτιῶνος ἐν τῇ
νήσῳ Πλάτῃ περιορίζεται. βάλλεται δὲ καὶ ἔν τινι πύργῳ ὁ ἐπὶ θυγατρὶ
γαμβρὸς αὐτοῦ Κωνσταντῖνος ὁ Δοῦκας, ὅτιπερ ἐπεβοᾶτο τὴν ἀδικίαν
καὶ τὴν παράβασιν τῶν ὅρκων ἐξήλεγχε καὶ τὸν θεὸν ἐμαρτύρετο. ἔπαθον
δὲ δι' αὐτὸν καὶ ἄνδρες τρεῖς τῶν ἐκ τῆς Μικρᾶς Ἀσίας εὐγενεῖς καὶ πλού-
σιοι, ὁ Γουδέλης, ὁ Βαϊανὸς καὶ ὁ λεγόμενος Προβατᾶς, δημευθείσης τῆς
οὐσίας αὐτῶν καὶ Κωνσταντίνῳ τῷ τοῦ βασιλέως ἀφορισθείσης ἀδελφῷ.
τότε καὶ Συμεὼν πρωτοβεστιάριος, ὁ τῶν θεραπόντων τοῦ βασιλέως εἷς
Κωνσταντίνου, ὅτι μὴ ἠρέσκετο τοῖς δρωμένοις, ἀλλὰ τὴν εἰς τὸν Δαλασση-
νὸν ἀδικίαν ἐπεβοᾶτο καὶ τὴν τῶν ὅρκων ἀθέτησιν τῶν βασιλείων,
διώκεται καὶ τῆς πόλεως, κἀν τῷ Ὀλύμπῳ γενόμενος τὴν κοσμικὴν
ἀπέθετο τρίχα, καρεὶς ἐν τῷ παρ' αὐτοῦ νεουργηθέντι μοναστηρίῳ.
[Mich4.6] Τῷ δ' αὐτῷ ἔτει καὶ σεισμοῦ γενομένου, κακῶς ἔπαθον τὰ Ἱεροσό-
λυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν οἰκιῶν καὶ τῶν ἐκκλη-
σιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρι τεσσαράκοντα ἡμερῶν. τῷ δὲ
Σεπτεμβρίῳ μηνὶ τοῦ ͵Ϛφμγʹ ἔτους, στῦλος πυρὸς ἐφαίνετο κατὰ τὴν
ἑῴαν, τὴν κορυφὴν κεκλιμένην φέρων πρὸς μεσημβρίαν. καθ' ἃς ἡμέρας
καὶ οἱ Σαρακηνοὶ ᾖραν τὰ Μύρα. ἐξεδίωξαν δὲ καὶ Βερροιαῖοι οἱ καὶ
Χαλεπῖται τὸν παρὰ τοῦ βασιλέως Ῥωμανοῦ πεμφθέντα αὐτοῖς ἁρμο-
στήν. καὶ Παγκράτιος δὲ ὁ σεβαστός, Ῥωμανὸν τὸν βασιλέα δῆθεν ἐκδι-
κῶν ὡς θεῖον τῆς γυναικὸς αὐτοῦ, τήν τε πρὸς Ῥωμαίους εἰρήνην ἀπείπατο
καὶ τὰ πρῴην δοθέντα φρούρια καὶ κάστρα ἅπαντα ἀνεκτήσατο.
περαιωθέντες δὲ καὶ τὸν Ἴστρον οἱ Πατζινάκαι πᾶσαν ἐληΐσαντο τὴν
Μυσίαν ἄχρι Θεσσαλονίκης, καὶ τὰ τῶν Ἄφρων πλοῖα τὰς Κυκλάδας
οὐ μικρῶς ἐλυμήναντο. ὧν οὐδεμία φροντὶς ἦν τῷ Ἰωάννῃ, μόνην δ'
ἔμμονον ἀσχολίαν εἶχεν, ὅπως ἂν ὁ Δαλασσηνὸς ἀσφαλῶς τηροῖτο, καὶ
μὴ τὰς αὐτοῦ λάθοι διαδρὰς πλεκτάνας. καὶ δῆτα μεταγαγὼν ἀπὸ τῆς
νήσου Πλάτης αὐτὸν πύργῳ καθείργνυσιν ἀσφαλεῖ, ἐπιστήσας αὐτῷ
φρουροὺς οὐκ ἀγεννεῖς. μεταστέλλεται δὲ ἐξ Ἐδέσσης καὶ Γεώργιον
πατρίκιον τὸν Μανιάκην, καὶ τοῦτον μὲν ἄρχειν ἐκπέμπει τῆς ἄνω Μηδίας
τῆς καὶ Βαασπρακανίας, ἐν Ἐδέσσῃ δὲ πέμπει Λέοντα τὸν Λεπενδρηνόν.
ἕλκους δὲ διανεμομένου τὸ τοῦ ὀρφανοτρόφου στόμα καὶ πάσης ἰατρικῆς
τέχνης ἀπειρηκυίας, ὄναρ αὐτῷ ἐπιστὰς ὁ μέγας ἐν θαύμασι Νικόλαος
ἥκειν ἐν Μύροις τὴν ταχίστην ἐκέλευεν, ὡς ἐκεῖσε τευξόμενος θεραπείας.
ὁ δὲ θᾶττον, ἢ λόγος ἐκεῖσε φοιτήσας, καὶ μύροις καὶ ἄλλαις πολυτελείαις
τὸν τοῦ μεγάλου θεῖον δεξιωσάμενος ναόν, καὶ τείχει περικλείσας τὴν
τῶν Μυρέων πόλιν ὀχυρωτάτῳ, θεραπείας τυχὼν ἐπάνεισιν ὑγιής.
[Mich4.7] Νικήτα δὲ τοῦ στρατηγοῦντος Ἀντιοχείας τῆς ἐν Συρίᾳ καταστρέ-
ψαντος τὴν ζωήν, ἅτερος τῶν ἀδελφῶν ὁ Κωνσταντῖνος καθίσταται
τούτου διάδοχος, καὶ Γεώργιος ὁ λοιπὸς πρωτοβεστιάριος γίνεται, τοῦ
Συμεών, ὡς εἴπομεν, τὸ μοναχικὸν ἐνδυσαμένου σχῆμα. ἐλευθεροῖ δὲ καὶ
τοὺς καθειργμένους Ἀντιοχεῖς τῆς χρονίου καθείρξεως ὁ βασιλεύς,
ἀναγαγὼν καὶ πρὸς τὸ τοῦ καίσαρος περίοπτον ὕψος Μιχαὴλ τὸν τῆς
ἑαυτοῦ ἀδελφῆς Μαρίας υἱόν. ἀποκλαιόμενος δὲ καὶ τὴν εἰς τὸν βασιλέα
Ῥωμανὸν ἄχρι τέλους διετέλεσεν ἁμαρτάδα, τὸν θεὸν ἱλασκόμενος δι'
ἀγαθοεργιῶν καὶ τῶν εἰς τοὺς πένητας μεταδόσεων, μοναστήριά τε ἐκ
καινῆς ἀνεγείρων καὶ μοναχοὺς ἐγκατοικίζων, καὶ ἄλλας πράξεις ἐπιτελῶν
οὐ μεμπτάς. αὗται δ' ἂν ἦσαν ἀνύσιμοι, εἰ τήν τε βασιλείαν ἀπέρριψε,
δι' ἣν τὰ τοιαῦτα κακά, καὶ τὴν μοιχαλίδα ἀπώσατο, καὶ καθ' ἑαυτὸν
ἀπεκλαίετο τὴν ἁμαρτίαν. τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ' ἐκείνῃ τε
συνὼν καὶ τῆς βασιλείας ὁλοσχερῶς ἀντεχόμενος, κἀκ τῶν δημοσίων καὶ
κοινῶν τὰς δοκούσας εὐποιΐας ἀποπληρῶν, εἶθ' ὑπολαμβάνων συγχωρή-
σεως τυχεῖν, ἀνόητον ἐλογίζετο τὸ θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν
ὠνούμενον τὴν μετάνοιαν.
[Mich4.8] Τῷ δὲ ͵Ϛφμγʹ ἔτει, ἰνδικτιῶνος τρίτης, Μαΐῳ μηνί, Ἄφροι καὶ
Σικελοὶ καταδραμόντες τὰς Κυκλάδας καὶ τὰ τοῦ Θρᾳκησίου παράλια,
τελευταῖον κατεπολεμήθησαν ὑπὸ τῶν ἐκεῖσε φυλαττόντων, καὶ πεντακό-
σιοι μὲν ζῶντες ὡς βασιλέα ἤχθησαν, οἱ δὲ λοιποὶ πάντες ἀνεσκολοπίσθη-
σαν ἐν τῇ παραλίῳ ἀπὸ Ἀτραμυτίου καὶ μέχρι Στροβίλου. πέμπει δὲ καὶ
πρεσβευτὴν εἰς Σικελίαν ὁ Ἰωάννης Γεώργιον τὸν Προβατᾶν, περὶ
εἰρήνης διαλεξόμενον τῷ ταύτης ἀμηρεύοντι. ὃς ἀπελθὼν καὶ δεξιῶς
διαλεχθείς, εἰληφὼς τὸν τοῦ ἀμηρᾶ υἱὸν ἤγαγεν εἰς τὴν βασιλεύουσαν.
κατὰ τοῦτον τὸν χρόνον σεισμοῦ γεγονότος χάσματα γέγονεν ἐν
Βουκελλαρίοις, καὶ κατεπόθησαν ὁλόκληρα χωρία πέντε. ἔνθα συνέβη καὶ
Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου τοῦ βασιλέως εὐνοῦχον ἐνδιατρί-
βοντα μικροῦ δεῖν κινδυνεῦσαι, διαφυγόντα δὲ παρ' ἐλπίδα τὸν κίνδυνον
ἀποκαρῆναι μοναχὸν ἐν τῇ μονῇ τῶν Στουδίου.
[Mich4.9] Ἀπολάφαρ δὲ Μουχούμετ ὁ Σικελίας ἄρχων, ὁμαιχμίαν μετὰ τοῦ
βασιλέως θέμενος, ἐτιμήθη μάγιστρος. τοῦ δὲ ἀδελφοῦ αὐτοῦ Ἀπόχαψ
ἀντάραντος αὐτῷ κατισχυόμενος ἐς τὴν βασιλέως βοήθειαν καταφεύγει.
καὶ δὴ στέλλεται μετὰ δυνάμεως ἐν Λογγιβαρδίᾳ Γεώργιος πατρίκιος
ὁ Μανιάκης στρατηγὸς αὐτοκράτωρ, σὺν αὐτῷ δὲ καὶ ἄρχων τοῦ στόλου
Στέφανος πατρίκιος, ὁ ἐπ' ἀδελφῇ τοῦ βασιλέως γαμβρός. Σαρακηνῶν δὲ
Ἄφρων καὶ Σικελῶν μετὰ σκαφῶν οὐκ ὀλίγων ἐπιδραμόντων τὰς νήσους
καὶ τὴν παράλιον, ὁ Κιβυρραιωτῶν ἀρχηγὸς Κωνσταντῖνος ὁ Χαγὲ
συμπλακεὶς αὐτοῖς μετὰ τοῦ ἐγχωρίου στόλου ἐτρέψατο κατὰ κράτος,
καὶ πεντακοσίους μὲν αἰχμαλώτους πέμπει τῷ βασιλεῖ, τοὺς δὲ λοιποὺς
κατεπόντισεν. ἀφορήτου δὲ παγετοῦ γενομένου καὶ τοῦ Ἴστρου κρυσταλ-
λωθέντος, οἱ Πατζινάκαι περαιωθέντες οὐ μικρῶς τὴν Μυσίαν καὶ Θρᾴκην
μέχρι Μακεδονίας ἐκάκωσαν. ἐπῆλθε δὲ πάλιν ἀκρὶς τοῖς Θρᾳκησίοις,
[Mich4.9.14] καὶ κακῶς διέθετο τοὺς καρπούς.
[Mich4.10] Τῷ δὲ ͵Ϛφμδʹ ἔτει, ἰνδικτιῶνος τετάρτης, διὰ τοῦ ἔαρος τρεῖς
εἰσβολὰς οἱ Πατζινάκαι ποιησάμενοι κατὰ Ῥωμαίων ἄρδην τὰ παρα-
τυχόντα ἠφάνισαν, ἡβηδὸν τοὺς ἁλισκομένους ἀναιροῦντες καὶ τιμωρίαις
τοὺς αἰχμαλώτους ὑποβάλλοντες ἀνεκδιηγήτοις. εἷλον δὲ καὶ στρατηγοὺς
πέντε ζωγρίας, Ἰωάννην τὸν Δερμοκαΐτην, Βάρδαν τὸν Πίτζην, Λέοντα
τὸν Χαλκούτζην, Κωνσταντῖνον τὸν Πτερωτὸν καὶ Μιχαὴλ τὸν Στρα-
βοτριχάρην. ἐτελεύτησαν δὲ καὶ οἱ τῶν Ῥῶς ἄρχοντες, Νεσισθλάβος καὶ
Ἱεροσθλάβος, καὶ ἄρχειν προεκρίθη τῶν Ῥῶς συγγενὴς τῶν τελευτησάν-
των Ζινίσθλαβος. καὶ ἡ Σερβία Ῥωμαίων ἀφηνιάσασα μετὰ θάνατον
Ῥωμανοῦ τοῦ βασιλέως αὖθις ἐσπείσατο. Ἄμερ δὲ τοῦ τῆς Αἰγύπτου
ἀμερμουμνῆ τελευτήσαντος, ἡ γυνὴ αὐτοῦ Χριστιανὴ οὖσα διαπρεσβεύε-
ται ἅμα τῷ υἱῷ πρὸς βασιλέα περὶ εἰρήνης. ἧς ἀποδεξάμενος τὴν προαίρε-
σιν ὁ βασιλεὺς σπονδὰς τριακοντούτεις ἔθετο μετ' αὐτῆς. Δεκεμβρίῳ δὲ
μηνί, ἰνδικτιῶνος πέμπτης, ἔτους ͵Ϛφμεʹ, κατὰ τὴν ὀκτωκαιδεκάτην τοῦ
μηνός, περὶ τετάρτην ὥραν τῆς νυκτός, γεγόνασι σεισμοὶ τρεῖς, δύο μικροὶ
καὶ εἷς μέγας. Γεωργίου δὲ πατρικίου τοῦ Μανιάκη, ὡς εἴπομεν, ἐξ
Ἐδέσσης μετατεθέντος καὶ τοῦ Λεπενδρηνοῦ ἄρχειν ἐν αὐτῇ ταχθέντος,
οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἄραβες κοινοπραγίαν θέμενοι
ἐπῆλθον τῇ Ἐδέσσῃ καὶ ἐπολιόρκουν τὴν πόλιν. καὶ μικροῦ δ' ἂν ἑάλω,
εἰ μὴ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφὸς βοήθειαν ἀποχρῶσαν ἐξ
Ἀντιοχείας πεπομφὼς ταύτην παρ' ἐλπίδας ἐρρύσατο. ὃν ὁ βασιλεὺς τοῦ
ἔργου ἀποδεξάμενος δομέστικον προβάλλεται τῶν σχολῶν τῆς ἀνατολῆς.
προχειρίζεται δὲ καὶ Νικομηδείας ἐπίσκοπος Ἀντώνιος ὁ Πάχης εὐνοῦχος,
κατὰ γένος προσήκων τῷ βασιλεῖ, μηδὲν ἄξιον ἔχων ἐπισκόπου, ἀλλὰ
βοῦν ἀφωνίας ἐπὶ τῇ γλώσσῃ φέρων.
καὶ Ἰωάννου δὲ τοῦ Βουλγαρίας ἀρχιεπισκόπου κοιμηθέντος, ἕτερον ὁ βασιλεὺς προχειρί-
ζεται, Παφλαγονίας μὲν ὁρμώμενον, κἂν τῇ μεγάλῃ δὲ ἐκκλησίᾳ διαπρέψαντα, καὶ τὸ τοῦ
χαρτοφυλάκου διακόνημα ἐν πολλοῖς ἔτεσιν διανύσαντα, ἔρωτι δὲ ἡσυχίας καὶ τῷ
(τὸ U) μὴ καλῶς τὰ θεῖα οἰκονομεῖσθαι παραιτησάμενον τοὺς ἐν μέσῳ θορύβους, καὶ διὰ
τὸ μὴ θέλειν τῷ πατριάρχῃ προσκρούειν ἡσυχάζοντα καὶ ἰδιοπραγοῦντα. οὗτος Λέων
μὲν ἐκαλεῖτο, πᾶσαν δὲ παιδείαν ἐξήσκητο τήν τε θύραθεν καὶ τὴν ἡμετέραν, ἐπιστὰς δὲ
τῇ Βουλγαρίᾳ πολλὰ μνημεῖα τῆς αὐτοῦ ἀρετῆς καταλέλοιπεν.
αὐχμοῦ δὲ γενομένου, ὡς ἐπὶ μῆνας ὅλους ἓξ μὴ καταρραγῆναι ὑετόν,
λιτανείαν ἐποιήσαντο οἱ τοῦ βασιλέως ἀδελφοί, ὁ μὲν Ἰωάννης βαστάζων
τὸ ἅγιον μανδύλιον, ὁ μέγας δομέστικος τὴν πρὸς Αὔγαρον ἐπιστολὴν
τοῦ Χριστοῦ καὶ ὁ πρωτοβεστιάριος Γεώργιος τὰ ἅγια σπάργανα. καὶ
πεζῇ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο ἄχρι τοῦ ναοῦ
τῆς ὑπεραγίας θεοτόκου τῶν Βλαχερνῶν. ἐποίησε δὲ καὶ ἑτέραν λιτὴν
ὁ πατριάρχης σὺν τῷ κλήρῳ. οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζα
παμμεγέθης καταρραγεῖσα συνέτριψε τὰ δένδρα καὶ τὰς κεράμους τῆς
πόλεως. σιτοδείας δὲ κατασχούσης τὴν πόλιν, ὁ Ἰωάννης ἐξωνήσατο
ἀπὸ Πελοποννήσου καὶ Ἑλλάδος σίτου χιλιάδας ἑκατόν, καὶ δι' αὐτῶν
τοὺς πολίτας παρεμυθήσατο.
[Mich4.11] Ἐν δὲ Σικελίᾳ, ὡς εἴρηται, τῶν δύο ἀδελφῶν στασιαζόντων καὶ
τοῦ Ἀπολάφαρ ὑπερισχύοντος, ἅτερος τῶν ἀδελφῶν τὸν τῆς Ἀφρικῆς
ἄρχοντα Οὔμερ εἰς συνεργίαν καλεῖ. καὶ ὃς ὑπισχνεῖται συμμαχήσειν,
εἰ κατάσχεσιν ἐν τῇ νήσῳ λάβῃ τινά. προθύμως δὲ τοῦ Σικελοῦ κατανεύσαν-
τος εἰς τοῦτο ἀφικνεῖται, καὶ συμπλακεὶς τῷ Ἀπολάφαρ ἔτι δυνάμεως
τῆς μετὰ τοῦ πατρικίου Γεωργίου τοῦ Μανιάκη ὑστερούσης τῆς εἰς
συμμαχίαν τούτου πεμφθείσης τρέπεται τοῦτον κατὰ κράτος. ὁ δὲ πρὸς
τὸν ἄρχοντα Λογγιβαρδίας καταφυγὼν Λέοντα τὸν Ὦπον ᾔτει βοή-
θειαν. καὶ ὅς, ἣν εἶχε δύναμιν ἐκ τοῦ παρείκοντος συναθροίσας περαιοῦται
εἰς Σικελίαν, καὶ πολλάκις συμβαλὼν τῷ τῶν Ἄφρων ἀρχηγῷ καὶ
ὑπερτερήσας ἀνέκοψε τοῦτον τῆς ἀσχέτου ὁρμῆς. εἶτα μαθών, ὡς οἱ
ἀδελφοὶ σπένδονται καὶ μέλλουσιν ἑνωθέντες ἐπιθέσθαι Ῥωμαίοις,
διαπεροῦται πάλιν εἰς Ἰταλίαν, αἰχμαλώτων Ῥωμαίων ἀμφὶ τὰς πεντε-
καίδεκα χιλιάδας συνεισελθόντων ἐν τοῖς πλοίοις αὐτῷ καὶ διασωθέντων
ἐν Ἰταλίᾳ καὶ αὖθις οἴκαδε διαπερασάντων. ἀδείας οὖν δραξάμενος ὁ
Καρχηδόνιος ἐπέκειτο τῇ Σικελίᾳ καὶ κατὰ πολλὴν ἄδειαν αὐτὴν ἐκεράϊζε.
καὶ τὰ μὲν κατὰ Σικελίαν εἶχεν οὕτως.
[Mich4.12] Ἐκτόπως δὲ τοῦ Ἰωάννου τοῦ θρόνου Κωνσταντινουπόλεως
ἐρῶντος, κοινοπραγήσαντες ὁ τῆς Κυζίκου Δημήτριος, Ἀντώνιος ὁ
Νικομηδείας, ὁ τῆς Σίδης καὶ Ἀγκύρας οἱ αὐτάδελφοι σὺν ἄλλοις μητρο-
πολίταις ἐβουλεύσαντο τοῦ θρόνου καταγαγεῖν τὸν Ἀλέξιον καὶ ἀντ'
αὐτοῦ Ἰωάννην τῷ θρόνῳ ἐγκαταστῆσαι. πρὸς οὓς Ἀλέξιος ὁ πατριάρχης
μετὰ τοῦ λοιποῦ μέρους τῆς ἐκκλησίας μηνύματα ἐκπέμπει, δηλοῦντα·
‘ἐπειδή, ὥς φατε, οὐ ψήφῳ ἀρχιερέων, ἀλλὰ προστάξει Βασιλείου τοῦ
βασιλέως ἐπέβην τοῦ θρόνου ἀκανονίστως, καθαιρεθήτωσαν, οὓς ἐχειρο-
τόνησα μητροπολίτας ἐπὶ ἕνδεκα πρὸς τῷ ἡμίσει χρόνους τὴν ἐκκλησίαν
ἰθύνας, ἀναθεματισθήτωσαν δὲ καί, οὓς ἔστεψα τρεῖς βασιλεῖς, καὶ
ἐξίσταμαι τοῦ θρόνου τῷ βουλομένῳ.’ ταύτην δεξάμενοι τὴν ἀγγελίαν οἱ
περὶ τὸν Δημήτριον, καὶ αἰσχύνης καὶ δέους πλησθέντες (ἦσαν γὰρ οἱ
πλείους ὑπ' αὐτοῦ χειροτονηθέντες), ἠσπάσαντο σιωπήν, καὶ λοιπὸν ὁ
Ἰωάννης ἐπέσχε τὴν ἐπὶ τῇ κατασχέσει τοῦ θρόνου ὄρεξιν.
[Mich4.13] Τῷ δὲ ͵ϚφμϚʹ ἔτει, ἰνδικτιῶνος ἕκτης, Νοεμβρίου δευτέρᾳ, γέγονε
σεισμὸς περὶ ὥραν δεκάτην τῆς ἡμέρας, καὶ διετέλεσεν ἡ γῆ σειομένη
ἄχρι ὅλου τοῦ Ἰαννουαρίου μηνός. γέγονε δὲ καὶ λιμὸς κατά τε Θρᾴκην
καὶ Μακεδονίαν, Στρυμόνα καὶ Θεσσαλονίκην, καὶ μέχρι Θετταλίας.
καταβοησάντων δὲ τῶν κληρικῶν Θεσσαλονίκης Θεοφάνους τοῦ μητροπο-
λίτου, ὡς ἀποκρατοῦντος τὰς συνήθεις σιτήσεις αὐτῶν, ὁ βασιλεὺς τῇ
Θεσσαλονίκῃ ἐνδιατρίβων λόγοις παραινετικοῖς ἐκέχρητο πρὸς αὐτόν,
καὶ παρῄνει μὴ ἀποστερεῖν τὸν τῆς ἐκκλησίας λαὸν τῶν ἀπὸ νόμου
σιτηρεσίων. τοῦ δὲ τραχυνομένου καὶ μὴ ὑπείκοντος, ἔγνω δεῖν ὁ βασι-
λεὺς ἀπάτῃ περιελθεῖν αὐτὸν καὶ κολάσαι τὴν ἀπληστίαν αὐτοῦ. πέμ-
πει οὖν τινα τῶν ὑπηρετούντων αὐτῷ, ἐξαιτῶν ἐκδανεῖσαί οἱ κεντηνά-
ριον ἕν, μέχρις ἂν ἐκ Βυζαντίου χρυσίον διακομισθείη. ὁ δὲ ἐνωμότως
ἀπηρνήσατο μὴ ἔχειν πλὴν τριάκοντα λιτρῶν. καὶ τοῦτον μὲν ἐκποδὼν
μεθίστησιν ὁ βασιλεύς, ἀποστείλας δὲ καὶ τὰ ταμιεῖα αὐτοῦ διερευνησά-
μενος εὗρε χρυσίου κεντηνάρια τριάκοντα καὶ τρία. ἐξ ὧν δίδωσι μὲν
τοῖς κληρικοῖς τὰ ὀφειλόμενα ἀπὸ πρώτου ἔτους τῆς ἀρχιερωσύνης τοῦ
Θεοφάνους ἕως τῆς ἐνεστώσης ὥρας, τὰ δὲ λοιπὰ πένησι διανέμει,
καὶ τὸν μητροπολίτην ἐξωθεῖ τῆς ἐκκλησίας καὶ ἔν τινι κτήματι περιο-
ρίζει. ἐφίστησι δὲ Προμηθέα τῇ μητροπόλει, παρ' οὗ καὶ οὗτος σιτη-
ρέσια λαμβάνειν τετύπωτο καὶ καθ' ἑαυτὸν διάγειν.
[Mich4.14] Παγκρατίου δὲ τοῦ ἐξουσιαστοῦ Ἀβασγίας σφοδρῶς ἐπικει-
μένου τῷ κατεπάνω Ἰβηρίας τῷ Ἰασίτῃ, ὁ Ἰωάννης
υσίου δὲ διανομαῖς τὸ πλῆθος ἐφιλοτιμήσατο. ἐξαπέστειλε δὲ καὶ
ἀναφορὰς ἐν πᾶσι τοῖς θέμασι, τήν τε ἀνάρρησιν αὐτοῦ δηλούσας, καὶ
ὑπισχνουμένας παντὸς μὲν ἀγαθοῦ βλύσιν καὶ παρρησίαν, πάσης δὲ
κακίας ἀποτομήν. μετεβίβασε δὲ καὶ Ἰωάννην τὸν ὀρφανοτρόφον μετὰ
πάντων, ὧν εἶχεν, ἀπὸ τῆς μονῆς τῶν Μονοβάτων ἐς τὴν νῆσον Λέσβον,
καὶ Μιχαὴλ τὸν πρὸ τοῦ βασιλέα εἰς Χίον, καὶ Κωνσταντῖνον τὸν
νωβελίσσιμον εἰς Σάμον. καὶ ταῦτα μὲν ἐπράχθη ἐν προοιμίοις τῷ Μονομά-
[Const9.2.10] χῳ, κατὰ τὴν δεκάτην ἰνδικτιῶνα. κατὰ δὲ τὴν ἕκτην τοῦ Ὀκτωβρίου
μηνός, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, τοῦ ͵Ϛφναʹ ἔτους, ἐφάνη κομήτης ἀπὸ
τῆς ἕω πρὸς δύσιν ποιούμενος τὴν πορείαν, καὶ ὡρᾶτο λάμπων παρ'
ὅλον τοῦτον τὸν μῆνα. προεμήνυε δ' οὗτος τὰς μελλούσας ἐπισυμβῆναι
κοσμικὰς συμφοράς. Στεφάνου γὰρ τοῦ καὶ Βοϊσθλάβου, ὥσπερ ἔμπρο-
σθεν ἐρρήθη, ἀποδράντος ἐκ Βυζαντίου καὶ τὰ Ἰλλυρικὰ κατασχόντος
ὄρη, καὶ Τριβαλλοὺς καὶ Σέρβους καὶ τὰ πρόσοικα γένη καὶ Ῥωμαίοις
ὑπήκοα κατατρέχοντος καὶ ληϊζομένου, μὴ φέρων ὁ Μονομάχος τὰς
ἐκείνου καταδρομὰς τῷ ἄρχοντι τῷ τότε τοῦ Δυρραχίου (ἦν δὲ Μιχαὴλ
πατρίκιος, ὁ Ἀναστασίου τοῦ λογοθέτου υἱός) γράμμασιν ἐγκελεύεται
τὸν ὑπ' αὐτὸν ἀθροῖσαι τοῦ Δυρραχίου στρατόν, ἔτι δὲ καὶ τὰς στρατιὰς
τῶν ἐγγιζόντων τούτῳ θεμάτων καὶ αὐτῷ ὑποκειμένων, καὶ συνάμα
τοῖς ὑποστρατήγοις εἰς Τριβαλλοὺς ἀπελθεῖν καὶ καταπολεμῆσαι τὸν
Στέφανον. ὁ δὲ πολεμικῆς ἐπιστήμης ἀπέχων μακράν, οἷα σκιατραφὴς
ἄνθρωπος καὶ ἐμπαθείαις ἐντεθραμμένος, ἀφυῶς καὶ ἀτέχνως ἐπιχειρήσας
τῷ ἔργῳ μεγάλης αἴτιος ἀτυχίας τῷ Ῥωμαίων ἐγένετο πολιτεύματι.
ἀθροίσας γάρ, ἃς προσετέτακτο δυνάμεις, ἅς φασιν οὔσας περὶ τὰς
ἑξήκοντα χιλιάδας, εἴσεισιν εἰς Τριβαλλόν, διοδεύσας ὁδοὺς ἀνάντεις καὶ
τραχείας καὶ ἀποκρήμνους καὶ στενοχώρους, ὡς μὴ ἐν ταὐτῷ δύνασθαι
δύο ἱππότας βαδίζειν, ἐνδόντων, ὥς φασιν, ἐξεπίτηδες καὶ τῶν Σέρβων
καὶ συγχωρησάντων τὴν εἴσοδον, μήτε τῆς ὑποστροφῆς φροντίσας,
μήτε φυλακὴν ἀξιόμαχον ἐπιστήσας ταῖς στενοχωρίαις. ἐκεῖνος μὲν οὖν
εἰσελθὼν ἐδῄου τὰς πεδιάδας καὶ ἐπυρπόλει, οἱ δὲ Σέρβοι καταλαβόντες
ἐφύλαττον τὰ στενὰ καὶ ἀπόκρημνα τῆς τρίβου καὶ προσέμενον τὴν
ὑποστροφήν. ὡς δὲ ἅλις τῷ Μιχαὴλ ἐδόκει τὰ τῆς λεηλασίας, καὶ λείαν
πολλὴν καὶ αἰχμαλωσίαν περιεβάλετο, καὶ καιρὸς ἐφάνη ἀναζυγῆς, κἀν
ταῖς στενοχωρίαις ὁδοιποροῦντες ἐγένοντο, τότε δὴ ἀφ' ὕψους οἱ
πολέμιοι χερμάσι τε βάλλοντες καὶ τόξοις καὶ παντοίοις ἑκηβόλοις
ὀργάνοις καὶ λίθους ὑπερμεγέθεις κυλίοντες ἀνῄρουν, τῶν περὶ τὸν
Μιχαὴλ μήτε χερσί, μηθ' ὅπλοις χρήσασθαι δυναμένων, μήτ' ἀρετῆς
ὅλως ἐπιδείξασθαι ἔργον. καὶ οἱ μὲν αὐτόθι βαλλόμενοι ἔπιπτον, οἱ δὲ
κατεκρημνίζοντο καὶ ἐλεεινῶς ἀνηλίσκοντο, ὡς πληρωθῆναι νεκρῶν τὰς
παρακειμένας φάραγγας καὶ τοὺς ῥύακας καὶ βατὰς γίνεσθαι τοῖς διώκου-
σιν. ἔπεσον οὖν περί που τὰς τεσσαράκοντα χιλιάδας, ἀνῃρέθησαν δὲ καὶ
στρατηγοὶ ἑπτά. οἱ δὲ λοιποὶ ἐν ταῖς λόχμαις καὶ ταῖς νάπαις καὶ ταῖς
συναγκείαις κρυβέντες τῶν ὀρέων καὶ τοὺς τῶν ἐναντίων διαδράντες
ὀφθαλμούς, καὶ διὰ τῶν κορυφῶν τούτων ἀναρριχώμενοι, νυκτὸς διεσώθη-
σαν πεζοὶ καὶ γυμνοὶ καὶ τοῖς ὁρῶσι θέαμα οἰκτρὸν καὶ ἐλεεινὸν καὶ
θρήνων ἐπάξιον. διεσώθη δὲ μετ' αὐτῶν καὶ ὁ Μιχαήλ, τὴν ἴσην καὶ
αὐτὸς περικείμενος τύχην.
[Const9.3] Γεώργιος δὲ μάγιστρος ὁ Μανιάκης ἐν Ἰταλίᾳ, ὡς ἐν τοῖς ἔμπροσθεν
εἴρηται λόγοις, παρὰ Ζωῆς τῆς βασιλίδος πεμφθεὶς ἐφ' ᾧ καταστήσα-
σθαι τὰ ἐκεῖ (ἐνόσει γὰρ τὰ πάντα καὶ κακῶς ἐφέρετο ἀπειρίᾳ καὶ φαυλότη-
τι ἀρχηγῶν), πρὸς ἀποστασίαν ἀπεῖδεν. ἄξιον δὲ εἰπεῖν ἐπιδραμόντας καὶ
τὰς αἰτίας εἰς ἀκριβῆ γνῶσιν τῶν τῷ βιβλίῳ ἐντυγχανόντων. ὅτε γὰρ
οὗτος πρῶτον εἰς Ἰταλίαν ἐπέμφθη παρὰ τοῦ βασιλέως Μιχαὴλ συμμαχή-
σων Ἀπολάφαρ Μουχούμετ τῷ τῆς Σικελίας ἄρχοντι πολεμουμένῳ παρὰ
τοῦ οἰκείου ἀδελφοῦ καὶ τῶν Ἄφρων, ἔτυχε προσεταιρισάμενος καὶ
Φράγγους πεντακοσίους ἀπὸ τῶν πέραν τῶν Ἄλπεων Γαλλιῶν
μεταπεμφθέντας καὶ ἀρχηγὸν ἔχοντας Ἀρδουῖνον τὴν κλῆσιν, χώρας
τινὸς ἄρχοντα καὶ ὑπὸ μηδενὸς ἀγόμενον, μεθ' ὧν τὰ τῶν Σαρακηνῶν
εἰργάσατο τρόπαια. ἐπεὶ δὲ οὗτος συκοφαντηθεὶς παρελύθη τῆς ἀρχῆς
καὶ εἰς τὴν πόλιν εἰσαχθεὶς καθείρχθη, καὶ ἄρχειν ἀντ' αὐτοῦ τῆς Ἰταλίας
ἐπέμφθη Μιχαὴλ πρωτοσπαθάριος ὁ Δοκειανός, ἀνεπιτήδειος ἄνθρωπος
καὶ πρὸς μεταχείρησιν πραγμάτων οὐκ εὐφυής, οὐκ ἐδεήθη χρόνου συγχέαι
καὶ διαφθεῖραι τὰ πάντα. μὴ παρέχων γὰρ κατὰ καιρὸν τοῖς Φράγγοις
τὸ παρεχόμενον αὐτοῖς ἐφ' ἕκαστον μῆνα σιτηρέσιον, μᾶλλον δέ, ὥς φασι,
καὶ τὸν ἡγεμόνα τούτων, ἀφιγμένον ὡς αὐτὸν ἐφ' ᾧ παρακαλέσαι ἠπίως
χρῆσθαι τοῖς στρατιώταις καὶ μὴ ἀποστερεῖν τούτους τοῦ τῶν πόνων
μισθοῦ, ὑβρίσας καὶ μαστιγώσας ἀτίμως ἠνάγκασε τοὺς ἀνθρώπους
ἀποστατῆσαι. ὧν ὅπλα κεκινηκότων οὗτος ἁπάσας ἀθροῖσαι τὰς
Ῥωμαϊκὰς δυνάμεις καὶ τούτοις συμμῖξαι οὐκ ἠθέλησεν, ἀλλ' ἓν εἰληφὼς
τάγμα τὸ τοῦ Ὀψικίου καὶ μέρος τῶν Θρᾳκησίων, καὶ συμβαλὼν αὐτοῖς
ἐν Κάνναις περὶ τὸν Ἄμφιδον ποταμόν, ἔνθα καὶ κατὰ τοὺς πάλαι χρόνους
Ἀννίβας τὰς πολλὰς τῶν Ῥωμαίων κατέκοψε μυριάδας, ἡττήθη καὶ τὸ
πλέον ἀπέβαλε τῆς στρατιᾶς, αἰσχίστως καὶ αὐτὸς ἐν Κάνναις διασω-
θείς. οὕτω δὲ πληγεὶς οὐδὲ μετὰ τὴν πληγὴν κατὰ τὸν ἐν παροιμίαις
ἁλιέα νοῦν ἔσχεν, οὐδ' ὀχυρώσας ἑαυτὸν πάσῃ τῇ στρατιᾷ προσέβαλε
τοῖς ἐχθροῖς, ἀλλ' ὑπὸ θράσους, ὡς ἔοικε, στρατηγούμενος αὐτούς τε τοὺς
ἡττηθέντας πάλιν ἀναλαβὼν καὶ Πισσίδας καὶ Λυκαόνας, οἵπερ ἀναπληροῦ-
σι τὸ τάγμα τῶν φοιδεράτων, περὶ τὰς λεγομένας Ὥρας προσρήγνυται
τοῖς ἐχθροῖς καὶ τρέπεται αὖθις κατὰ κράτος, προσεταιρισαμένων τῶν
Φράγγων καὶ ἄλλο πλῆθος οὐκ ὀλίγον ἀπὸ τῶν Ἰταλῶν τῶν περὶ τὸν
Πάδον τὸν ποταμὸν καὶ τὰς ὑπωρείας οἰκούντων τῶν Ἄλπεων. τοῦτο δὲ
πυθόμενος Μιχαὴλ ὁ βασιλεὺς τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς. ἔπεμψε
δὲ τὸν Βοϊωάννην, δοκοῦντα πρακτικὸν ἄνδρα εἶναι καὶ ἐν πολέμοις
εὐδόκιμον, καὶ εἰς ἐκεῖνον ἀναφέροντα τὴν τοῦ γένους ἀναφορὰν τὸν ἐπὶ
Βασιλείου τοῦ βασιλέως ἐν Ἰταλίᾳ πεμφθέντα Βοϊωάννην, ὃς πᾶσαν τὴν
Ἰταλίαν μέχρι Ῥώμης τότε τῷ βασιλεῖ παρεστήσατο. ἀλλὰ καὶ οὗτος
ἀπελθὼν κατὰ χώραν καὶ νεαλῆ καὶ ἀκμαίαν δύναμιν μὴ λαβών, ἀλλ'
ἀναγκασθεὶς μετὰ τῶν προηττημένων συμβαλεῖν τοῖς ἐχθροῖς κατὰ τὴν
Μονόπολιν ἤδη κραταιωθεῖσι καὶ τῆς χώρας ὡς ἰδίας ἀντεχομένοις, ἡττη-
θεὶς ἑάλω, καὶ ὁ σὺν αὐτῷ στρατός, ὅσοι μὴ σιδήρου γεγόνασι παρανά-
λωμα, ἄλλος ἀλλαχοῦ διεσκεδάσθησαν, διασωθέντες ἐν τοῖς ἔτι τὰ
Ῥωμαίων φρονοῦσι φρουρίοις. καὶ λοιπὸν οἱ Φράγγοι τῆς Ἰταλίας ὡς
δορυκτήτου ἀντεποιοῦντο κτήματος, τῶν ἐγχωρίων ὧν μὲν ἑκουσίως,
ὧν δὲ βίᾳ καὶ ἀνάγκῃ προσχωρούντων αὐτοῖς, πλὴν Βρενδισίου καὶ
Ἱδροῦντος καὶ Τάραντός τε καὶ Βάρεως. αὗται γὰρ αἱ τέτταρες πόλεις
παρέμειναν πίστεις Ῥωμαίοις φυλάττουσαι. Μιχαὴλ δὲ τοῦ βασιλέως
ἀποθανόντος καὶ τοῦ μετ' αὐτὸν ἐξωσθέντος τῆς βασιλείας, ὁ Μανιάκης,
ὡς ἄνωθεν εἴρηται, πεμφθεὶς εἰς Ἰταλίαν παρὰ τῆς Ζωῆς, εἰ καὶ μὴ δύναμιν
ἀξιόχρεων εἶχεν, ὅμως μετὰ τῆς παρούσης στρατηγικαῖς μηχαναῖς
χρησάμενος ἐκδιῶξαι ἴσχυσε τοὺς Φράγγους τῆς Ἰταλίας περὶ Καπύην
καὶ Βενεβενδὸν καὶ Νεάπολιν, καὶ μετρίαν κατάστασιν καὶ γαλήνην
παρέσχε τοῖς πράγμασιν. οὗτος ὁ Μανιάκης κατὰ τὸ θέμα τῶν Ἀνατολι-
κῶν τὰς οἰκήσεις ἔχων καὶ Ῥωμανῷ γειτονῶν τῷ Σκληρῷ, διαφερόμενος
πρὸς αὐτὸν πολλάκις ἐπεχείρησεν τοῦτον ἀνελεῖν, εἰ μὴ φυγῇ τὴν ἑαυτοῦ
ἐπορίσατο σωτηρίαν. ἐπεὶ δὲ τὰ Ῥωμαίων σκῆπτρα ἐς Κωνσταντῖνον
ἦλθε τὸν Μονομάχον καὶ ὁ Σκληρὸς ἐπὶ μέγα τύχης ἦρτο (ἐπαλλακεύετο
γὰρ τῷ Μονομάχῳ ἡ τοῦ Σκληροῦ ἀδελφή) μάγιστρος τιμηθεὶς καὶ
πρωτοστράτωρ, τῶν εἰς αὐτὸν μεμνημένος τοῦ Γεωργίου καταδρομῶν,
[Const9.3.62] καταχρώμενος τῇ ἐξουσίᾳ καὶ τὴν ἀπουσίαν κατατρέχων τοῦ Μανιάκη,
τά τε ἀνήκοντα αὐτῷ ἐδῄου καὶ ἔκειρε χωρία καὶ εἰς τὴν τούτου κοίτην
ἀνέδην ἐξύβρισεν. ἅπερ ἐκεῖνος ἐν Ἰταλίᾳ πυθόμενος ἤσχαλε καὶ διεπρίετο
τῷ θυμῷ. ἄρτι δὲ καὶ σπουδῇ τοῦ Ῥωμανοῦ παραλυθεὶς τῆς ἀρχῆς καὶ
τοῖς πᾶσιν ἀπεγνωκώς (ᾔδει γάρ, ὡς οὐκ εἰς χρηστὸν αὐτῷ τέλος ἡ εἰς τὸ
Βυζάντιον ἄφιξις τελευτήσει), τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀνασείσας καὶ
διαφθείρας, διψώντων τῶν στρατιωτῶν τὰς οἰκείας ἰδεῖν πατρίδας,
ὅπλα κατὰ τοῦ βασιλέως κινεῖ. καὶ τὸν μὲν πεμφθέντα διάδοχον αὐτοῦ
(ἦν δὲ ὁ πρωτοσπαθάριος Πάρδος, ἀνὴρ Βυζάντιος, καὶ δι' ἄλλο μὲν
οὐδὲν ἀγαθόν, ὅτι δὲ γνώριμος ἦν τῷ βασιλεῖ, τηλικαύτης χώρας ἄρχειν
πεμφθείς) ἀναιρεῖ, αὐτὸς δ' ἑαυτῷ διάδημα περιθεὶς καὶ τὰ τῆς βασιλείας
παράσημα ἀναλαβὼν ἀναγορεύεται βασιλεύς, καὶ πλοίοις ἐμβιβάσας τὰς
δυνάμεις περαιοῦται ἐν Βουλγαρίᾳ. τοῦτο μαθὼν ὁ βασιλεὺς εἰς ταραχὴν
οὐ τὴν τυχοῦσαν ἐνέπεσε. καὶ γράμματα πρὸς αὐτὸν ἐκπέμπει παντὸς
ἀπολύοντα φόβου τοῦτον καὶ τοὺς σὺν αὐτῷ, παρακαλοῦντά τε ἀπο-
θέσθαι τὰ ὅπλα, καὶ ὑπισχνούμενα πᾶσαν εὐεργεσίαν. ἐπεὶ δ' ἐκεῖνος
ἄτεγκτος ἦν καὶ οὐ μεθίετο τοῦ σκοποῦ, ἀγηοχὼς καὶ αὐτός, ἃς εἶχε
δυνάμεις, καὶ στρατηγὸν αὐταῖς ἐπιστήσας αὐτοκράτορα τὸν σεβαστο-
φόρον Στέφανον τὸν ἐν Δαμοκρανείᾳ τὰ τῆς βασιλείας εὐαγγέλια τούτῳ
διακομίσαντα, ἐκπέμπει κατὰ τοῦ ἀποστάτου. καὶ συναντῶσι τὰ
στρατεύματα κατὰ τὸν λεγόμενον Ὀστροβὸν ἐν τῷ Μαρμαρίῳ καὶ
συμπλοκῆς γενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, αὐτοῦ τοῦ
Μανιάκη προηγουμένου καὶ τὰς φάλαγγας διακόπτοντος. καὶ αὐτὸν ὡς
βασιλέα εὐφήμουν. ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, αἰφνιδίως ἐκ τοῦ ἵππου πεσὼν
οὗτος ἀπέθανε, μηδενὸς φανέντος τοῦ τοῦτον τρώσαντος. εὑρέθη γὰρ
ἔχων κατὰ τοῦ στήθους καιρίαν πληγήν. τούτου δὲ γνωσθέντος τῷ
ἐναντίῳ στρατεύματι, ἀποτέμνεται μὲν ἡ κεφαλὴ τοῦ Γεωργίου, συλλαμ-
βάνονται δὲ καὶ πάντες οἱ αὐτῷ συναράμενοι, ἅμα τῇ πτώσει τοῦ
ἀρχηγοῦ τὰ ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐγχειρίσαντες. καὶ τῷ μὲν βασιλεῖ
ἄγγελος ἐπέμφθη κομίζων τὰ εὐαγγέλια τῆς νίκης, εἴσεισι δὲ μεθ' ἡμέρας
τινὰς καὶ ὁ Στέφανος τὴν κεφαλὴν ἄγων τοῦ Μανιάκη καὶ τοὺς κρατηθέν-
τας ἐν τῷ πολέμῳ. καὶ διὰ μέσης τῆς Πλατείας θριαμβεύσας προηγου-
μένης τῆς κεφαλῆς ἄνωθεν δόρατος, καὶ τῶν ἀποστατῶν ὄνοις ἐποχου-
μένων, αὐτὸς ὄπισθεν εἵπετο, ἵππῳ λευκῷ ἐφεζόμενος. καὶ τὰ μὲν περὶ τὸν
Μανιάκην τοιοῦτον εἴληφε τέλος.
[Const9.4] Γέγονε δέ τις καὶ ἄλλη ἀποστασία ἐν Κύπρῳ κατὰ τοῦτον τὸν
χρόνον, πρωτουργὸν ἔχουσα Θεόφιλον τὸν Ἐρωτικόν. οὗτος γὰρ τῆς
νήσου στρατηγῶν καὶ νεωτέρων ἀεὶ πραγμάτων ἐφιέμενος, ἐπείπερ ἐπύ-
θετο τὴν τοῦ Καλαφάτου καταστροφὴν καὶ τὴν κατέχουσαν τὰ πράγ-
ματα σύγχυσιν, καιρὸν εὔθετον εὑρεῖν οἰηθεὶς πρὸς τὸ σπουδαζόμενον,
τό τε ἔθνος ἅπαν τῶν Κυπρίων ἀνάπτει, καὶ τὸν δικαστὴν καὶ πράκτορα
τῶν δημοσίων φόρων τὸν πρωτοσπαθάριον Θεοφύλακτον ἀνελεῖν παρα-
σκευάζει, ἔγκλημα τούτῳ ἐπενεγκών, ὡς βαρείας τὰς τῶν συντελειῶν ποι-
ουμένῳ εἰσπράξεις. ἀλλὰ πρὸς τοῦτον οὐκ ἐδέησε τῷ Μονομάχῳ μακροτέρας
τριβῆς. χειροῦται γὰρ αὐτὸν ἐκπεμφθεὶς ὅ τε τοῦ στόλου κατάρχων
Κωνσταντῖνος πατρίκιος ὁ Χαγέ, τὸ ἔθνος ἅπαν τῶν Κυπρίων ὑποποιη-
σάμενος, καὶ ἐς βασιλέα ἄγει. ἀχθέντα δὲ θῆλυν ὁ βασιλεὺς ἐνδύσας στολὴν
καὶ ἐν τῷ ἱππικῷ ἱπποδρομίας ἀγομένης θριαμβεύσας καὶ τῶν ὑπαρχόν-
των ψιλώσας ἀπέλυσε.
[Const9.5] Τῇ δὲ εἰκοστῇ τοῦ Φεβρουαρίου μηνός, τῆς ἑνδεκάτης ἰνδικτιῶνος,
κατέλυσε τὴν ζωὴν Ἀλέξιος ὁ πατριάρχης, καὶ ἀνάγεται εἰς τὸν αὐτοῦ
θρόνον Μιχαὴλ ὁ Κηρουλάριος κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ,
μοναχὸς ὤν, ἐξ οὗπερ ὁ ὀρφανοτρόφος αὐτὸν διὰ τὴν ἐπιβουλὴν ἐξώρισε.
προσαγγέλλεται δὲ τῷ βασιλεῖ καὶ χρυσίον ἀποτεθησαυρισμένον ἐν τῇ
τοῦ Ἀλεξίου μονῇ, καὶ πέμψας ἀναλαμβάνεται τοῦτο, εἰς κεντηνάρια
ποσούμενον εἴκοσι καὶ πέντε. Μαΐου δὲ δευτέρᾳ, τῆς αὐτῆς ἰνδικτιῶνος,
ἐκτυφλοῦται καὶ ὁ ὀρφανοτρόφος ἐν τῷ λεγομένῳ χωρίῳ τῶν Μαρυκά-
των, ὡς μέν τινές φασιν, ὑπὸ Θεοδώρας ἄκοντος τοῦ βασιλέως, ὡς δὲ ὁ
τῶν πολλῶν κρατεῖ λόγος, παρ' αὐτοῦ τούτου ἐγκοτῶντος αὐτῷ διὰ
τὰς ὑπερορίας, καὶ τῇ τρισκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς ἀποθνῄσκει.
Ἰουλίῳ δὲ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος κατηγορήθη καὶ Στέφανος ὁ
σεβαστοφόρος, ὡς ἐπιβουλεύων τῷ βασιλεῖ καὶ βασιλέα βουλόμενος ποιῆ-
σαι Λέοντα πατρίκιον καὶ στρατηγὸν Μελιτηνῆς, τὸν υἱὸν τοῦ Λαμπροῦ.
καὶ ὁ μὲν Στέφανος τῶν ὑπαρχόντων γυμνωθεὶς καὶ μοναχὸς ἀποκαρεὶς
ἐξωρίσθη, ὁ δὲ Λαμπρὸς ἀπηνῶς ἐτασθεὶς καὶ τὰς ὄψεις πηρωθεὶς καὶ διὰ
τῆς ἀγορᾶς πομπευθεὶς μετὰ μικρὸν ἀπέθανεν.
[Const9.6] Ἐγένετο δὲ καὶ κατὰ τὸν Ἰούλιον μῆνα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ
ἡ τοῦ ἔθνους τῶν Ῥῶς κίνησις κατὰ τῆς βασιλίδος. οὗτοι γὰρ κοινοπρα-
γοῦντες μέχρι τοῦδε Ῥωμαίοις καὶ εἰρηνεύοντες μετ' αὐτῶν, ἀδεῶς τε
ἀλλήλοις ἐπεμίγνυντο καὶ ἐμπόρους ἐς ἀλλήλους ἔπεμπον. κατὰ δὲ τοῦτον
τὸν χρόνον φιλονεικίας γενομένης ἐν Βυζαντίῳ μετά τινων ἐμπόρων
Σκυθῶν, συμπληγάδος τε ἐξ αὐτοῦ ἐπακολουθησάσης καί τινος Σκύθου
φονευθέντος ἐπιφανοῦς, ὁ τότε κατάρχων τοῦ γένους τούτων Βλαδιμηρός,
ἀνὴρ ὁρμητίας καὶ τὰ πολλὰ τῷ θυμῷ χαριζόμενος, πυθόμενος τὸ συμβὰν
καὶ δεινοπαθήσας καὶ μὴ δοὺς ἀναβολὴν ἢ καιρὸν τῷ κινήματι, τῶν ὑπ'
αὐτὸν ἀγείρας ὅσον μάχιμον, προσεταιρισάμενος δὲ καὶ συμμαχικὸν οὐκ
ὀλίγον ἀπὸ τῶν κατοικούντων ἐν ταῖς προσαρκτίοις τοῦ Ὠκεανοῦ νήσοις
ἐθνῶν, καὶ πλῆθος ἀθροίσας, ὥς φασι, περὶ τὰς ἑκατὸν χιλιάδας, καὶ
πλοίοις ἐγχωρίοις τοῖς λεγομένοις ἐμβαλὼν μονοξύλοις κατὰ τῆς πόλεως
ἐξορμᾷ. τοῦτο μαθὼν ὁ βασιλεὺς πέμπει μὲν πρεσβευτάς, ἐξαιτῶν κατα-
θέσθαι τὰ ὅπλα καὶ ὑπισχνούμενος ἐξιάσασθαι, εἴ τι δὴ καὶ γέγονεν
ἄτοπον, καὶ μὴ διὰ μικρὸν ἐθελῆσαι πρᾶγμα τὴν ἐκ μακροῦ παγιωθεῖσαν
διαλῦσαι εἰρήνην καὶ τὰ ἔθνη κατ' ἀλλήλων ἀνάψαι. ἐπεὶ δὲ δεξάμενος
αὐτὸς τὰ γράμματα τούς τε πρέσβεις ἀτίμως ἐδίωξε καὶ ὑπερηφάνους
καὶ σοβαρὰς ἀπέδωκεν ἀπολογίας, ἀπεγνωκὼς ὁ βασιλεὺς τὴν εἰρήνην
καὶ αὐτός, ὡς ἐνῆν, ἀντεπαρετάττετο. καὶ τοὺς μὲν ἐνδημοῦντας τῇ βασιλίδι
ἐμπόρους τῶν Σκυθῶν, ἔτι δὲ καὶ τοὺς κατὰ συμμαχίαν παρόντας
διασκεδάσας ἐν τοῖς θέμασι καὶ ἀσφαλισάμενος, ἵνα μὴ καὶ ἀπὸ τῶν
ἔνδον ἐπιβουλή τις ἀνεγερθῇ ὡς ὁ καιρὸς ἐδίδου καὶ τὸ τοῦ ἔργου
ὀξύρροπον, τάς τε βασιλικὰς ἐξαρτύσας τριήρεις καὶ ἄλλας οὐκ ὀλίγας
ἀπὸ τῶν εὐσταλῶν καὶ κούφων, καὶ λαοῦ πληρώσας ἀπὸ τῶν παρατυχόν-
των ἐν Βυζαντίῳ τότε στρατιωτῶν, καὶ αὐτὸς οὗτος τῷ βασιλικῷ
ἐπιβὰς δρόμωνι ἔξεισι καὶ τοῖς Σκύθαις ὑπαντιάζει κατὰ τὸ τοῦ Πόντου
στόμα ἐν τῷ λεγομένῳ ναυλοχοῦσι Φάρῳ, παρεπομένην ἔχων διὰ τῆς
ξηρᾶς καὶ ἱππικὴν στρατιὰν οὐκ ὀλίγην. ἐπεὶ δὲ ἀντιμέτωποι ἔστησαν αἱ
δυνάμεις, ἔργου μὲν οὐδέτερον μέρος ἥπτετο· οἵ τε γὰρ Σκύθαι ἐπὶ τοῦ
λιμένος, ἔνθα προσώρμουν, ἑστῶτες ἡσυχίαν ἦγον, καὶ ὁ βασιλεὺς τὴν
ἐκείνων προσμένων κίνησιν ἐκαρτέρει. ἐπεὶ δὲ ὁ καιρὸς ἐτρίβετο καὶ ἡ
ὥρα ἦν πρὸς ὀψέ, πρέσβεις ὁ βασιλεὺς πάλιν ἐκπέμπει περὶ εἰρήνης, καὶ
πάλιν ἀτίμως ἀποπέμπει τούτους ὁ βάρβαρος, μηνύσας, εἰ βούλεται τῷ
βασιλεῖ καταθέσθαι τὰ ὅπλα, δοῦναι παντὶ τῷ ἑπομένῳ αὐτῷ στρατῷ
[Const9.6.36] ἀνὰ χρυσίου λίτρας τρεῖς. ἀμηχάνου δὲ φανείσης τῆς ἀποκρίσεως, ἔγνω
δεῖν ἔργου ἔχεσθαι. ὡς δ' ἐκεῖνοι ἀτρέμας εἶχον, μεταστειλάμενος ὁ βασι-
λεὺς τὸν μάγιστρον Βασίλειον τὸν Θεοδωροκάνον, τρεῖς εἰληφέναι
προστάττει τριήρεις δρομάδας καὶ ἀπελθεῖν καὶ ἀποπειράσασθαι τῶν
Σκυθῶν, εἴπερ δυνηθείη ἀκροβολιζόμενος πρὸς πόλεμον αὐτοὺς ἐπισπάσα-
σθαι. ὁ δὲ τὰς τριήρεις εἰληφὼς καὶ πρὸς τοὺς Σκύθας γενόμενος, οὐ δι'
ἀκροβολισμοῦ τῆς αὐτῶν ἀπεπειρᾶτο γνώμης, ἀλλ' εἰς μέσους ἑαυτὸν
ὠθήσας ἑπτὰ μὲν σκάφη τῷ σκευαστῷ καταφλέγει πυρί, τρία δὲ αὔτανδρα
ποντίζει. χειροῦται δὲ καὶ ἓν αὐτὸς εἰσπηδήσας εἰς αὐτό, καὶ τῶν ἔνδον
οὓς μὲν ἀποσφάξας, οὓς δὲ καὶ τροπωσάμενος τὴν τόλμαν καταπλαγέντας
αὐτοῦ. οἱ δὲ Σκύθαι καὶ τὸν βασιλέα ἤδη ὁρῶντες ἐρχόμενον σὺν παντὶ
τῷ στόλῳ καὶ λογισάμενοι, ὅπερ ἦν εἰκός, εἰ τοιαῦτα πεπόνθασι τρισὶ
τριήρεσι πολεμούσαις ἀντιστάντες, τί ἂν πάθοιεν παντὶ τῷ στόλῳ
βιαζόμενοι συμπλέκεσθαι, ἀπέβλεψαν πρὸς φυγήν, καὶ εἰς τόπους
ἀπορριφέντες σκοπέλους ἔχοντας καὶ πέτρας ὑφάλους τὰ πλείω τῶν
σκαφῶν ἀπεβάλλοντο, ἐπιτιθεμένων τούτοις ἀπὸ τῆς ξηρᾶς καὶ τῶν
παραπορευομένων στρατιωτῶν καὶ ἀπολλύντων αὐτούς, ὡς εὑρεθῆναι
μετὰ ταῦτα ἐν τοῖς αἰγιαλοῖς νεκροὺς ἐριμμένους ἀμφὶ τὰς πεντεκαίδεκα
χιλιάδας. ὁ μὲν οὖν βασιλεὺς μετὰ τὴν τῶν Σκυθῶν ἧτταν ἐφ' ὅλας δύο
προσμείνας ἡμέρας, κατὰ τὴν τρίτην ὑπέστρεψεν εἰς τὴν βασιλίδα, δύο
τάγματα καταλιπὼν καὶ τὰς λεγομένας ἑταιρείας, ὑφ' ἡγεμόνι ταττό-
μενα Νικολάῳ τῷ παρακοιμωμένῳ καὶ Βασιλείῳ μαγίστρῳ τῷ Θεοδωρο-
κάνῳ, ἐφ' ᾧ τοὺς αἰγιαλοὺς ἐπισκοπεῖν καὶ παρατρέχειν καὶ φυλάττεσθαι,
μή τις ἀπόβασις γένηται τῶν βαρβάρων, τὸν δὲ πάντα στόλον κατὰ
τὸν Φάρον προσμένειν κελεύσας. καὶ ὁ μὲν βασιλεὺς ταῦτα διαπραξά-
μενος εἰσῆλθεν εἰς τὸ Βυζάντιον, οἱ περὶ τὸν παρακοιμώμενον δὲ καὶ τὸν
Θεοδωροκάνον τοὺς αἰγιαλοὺς περιϊόντες, ἔνθα μετὰ τὴν τροπὴν ἐξεβράσθη
τὰ σώματα τῶν βαρβάρων, πολλῆς λείας καὶ σκύλων ἐγένοντο κύριοι.
καὶ τριήρεις δὲ τέτταρες ἐπὶ εἴκοσι τοῦ λοιποῦ διαιρεθεῖσαι στόλου
εἵποντο φεύγουσι τοῖς βαρβάροις. ἔν τινι δὲ κόλπῳ ναυλοχούντων αὐτῶν
παρῆλθον αὗται διώκουσαι. καὶ γνόντες οἱ Σκύθαι τὴν ὀλιγότητα καὶ
ἀκριβῶς καταλαβόντες, ὡς οὐ πλείους τῶν φαινομένων εἰσίν, ὑπερκερώ-
σεις ποιησάμενοι ἀπὸ τοῦ ἔνθεν κἀκεῖθεν ἀκρωτηρίου καὶ συντόνῳ τῇ
εἰρεσίᾳ χρώμενοι ἔσπευδον ἐγκολπώσασθαι τοὺς ἐναντίους. οἱ δὲ
Ῥωμαῖοι ἐκ τῆς προτέρας κωπηλασίας καὶ τοῦ διωγμοῦ κατάκοποι
ὄντες καὶ πρὸς τὸ πλῆθος τῶν βαρβαρικῶν σκαφῶν ἀποδειλιάσαντες,
ἔκλιναν πρὸς φυγήν· ἐπεὶ δὲ ἔφθασαν τὰ τῶν βαρβάρων σκάφη στεφανώ-
σαντα τὸ στόμα κατασχεῖν τοῦ κόλπου καὶ ἄπορος ἦν ἡ πρὸς τὸ πέλα-
γος ἔξοδος, Κωνσταντῖνος μὲν πατρίκιος ὁ Καβαλλούριος, στρατηγὸς
ὢν τῶν Κιβυρραιωτῶν, γενναίως ἔστη πρὸς πόλεμον μετὰ τῆς ἑαυτοῦ
τριήρους καὶ λοιπῶν δέκα, καὶ εὐρώστως μαχόμενος κατεκόπη, ἐλήφθησαν
δὲ καὶ τέτταρες τριήρεις αὔτανδροι σὺν τῇ ναυαρχίδι, καὶ πάντες οἱ ἐν
αὐταῖς ἀπεσφάγησαν, τὰ δὲ λοιπὰ Ῥωμαϊκὰ πλοῖα ἐν βράχεσι καὶ
ἀκταῖς καὶ σκοπέλοις ἀπερρίφησαν. ὧν συντριβέντων οἱ μὲν τῶν ἐν
αὐταῖς ὑποβρύχιοι γεγόνασι τῇ θαλάσσῃ, ἄλλοι δὲ ἑάλωσαν ὑπὸ τῶν
βαρβάρων καὶ μαχαίρᾳ παρεδόθησαν καὶ δουλείᾳ, οἱ δὲ διασωθέντες
πεζοὶ καὶ γυμνοὶ εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. οἱ δὲ Σκύθαι,
ὡς οὐκ εἰς ἔργον ἐχώρει αὐτοῖς τὰ τῶν ἐλπίδων, τῆς ἐπ' οἴκου πορείας
ἐμνήσθησαν. ὑποστρέφουσι δὲ τούτοις διά τε γῆς καὶ θαλάσσης (οὐδὲ
γὰρ ἐξήρκουν τοῖς πᾶσι τὰ σκάφη, τὰ μὲν ὑπὸ τῆς προηγησαμένης
ναυμαχίας καταποντισθέντα τε καὶ ληφθέντα, τὰ δὲ ὑπὸ κλύδωνος καὶ
τρικυμίας θλασθέντα, καὶ διὰ τοῦτο οἱ πλείους πεζῇ τὴν ὁδοιπορίαν
ἐποιοῦντο) συναντήσας Κατακαλὼν βέστης ὁ Κεκαυμένος, ἄρχων ὢν τῶν
παρὰ τὸν Ἴστρον πόλεων καὶ χωρίων, κατὰ τὸν αἰγιαλὸν τῆς λεγο-
μένης Βάρνας καὶ συμβαλὼν ἐτρέψατο, καὶ ἀπέκτεινε μὲν πολλούς,
ὀκτακοσίους δὲ ζωγρίας λαβὼν πεπεδημένους ἐκπέμπει τῷ βασιλεῖ.
οὗτος γὰρ ὁ ἀνὴρ καὶ ὅτε πρῶτον τῶν οἰκείων ἠθῶν ἀπαναστάντες οἱ
Σκύθαι πρὸς τὴν βασιλίδα ἠπείγοντο καὶ ἐς τὴν λαχοῦσαν αὐτὸν ἀρχὴν
ἀποβάντες προνομὰς ἐποιοῦντο, τὸν ἀμφ' αὑτὸν ἀθροίσας λαὸν προσέρ-
ραξε τούτοις, καὶ γενναίως ἀγωνισάμενος ἐτρέψατό τε κατὰ κράτος καὶ
εἰς τὰ οἰκεῖα σκάφη φυγεῖν ἠνάγκασε. καὶ πάλιν δὲ τὰ ἀγχίαλα τῆς ὑπ'
αὐτὸν ἀρχῆς φυλάττων χωρία καὶ προσμένων τὸ τέλος, ὑποστρέφοντας
δεξάμενος καὶ καρτερῶς ὑποστὰς εἰργάσατο τὰ εἰρημένα.
[Const9.7] Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος δωδεκάτης, ἔτους ͵Ϛρνβʹ, ἔπνευσεν
ἄνεμος σφοδρός, ὡς διαφθαρῆναι σχεδὸν τοὺς τῶν ἀμπέλων καρπούς.
Μιχαὴλ δὲ ὁ πατριάρχης ἅμα τῷ χειροτονηθῆναι τὸν πάπαν Ῥώμης τῶν διπτύχων
ἐξέβαλε, τὸ τῶν ἀζύμων ζήτημα ἐπενεγκὼν αὐτῷ τῆς ἐκβολῆς αἴτιον· συνήργει δὲ
τούτῳ Πέτρος τε ὁ Ἀντιοχείας πατριάρχης καὶ Λέων ὁ Βουλγαρίας ἀρχιεπίσκοπος καὶ
τὸ τῆς ἐκκλησίας ἅπαν ἐλλογιμώτερον. προσκρούων δὲ καὶ πρὸς τὸν τηνικαῦτα τῆς
μονῆς τοῦ Στουδίου ἡγούμενον Μιχαήλ, ᾧ Μερμέντουλος τὸ ἐπώνυμον, τοῦ ἐπ' ἐκκλη-
σίας ἀναγινωσκομένου συνοδικοῦ τὸν ἐν ἁγίοις Θεόδωρον τὸν Στουδίτην ἐξέβαλε. μὴ
ἐνεγκὼν δὲ ὁ Μερμέντουλος τὸ γεγονός, τῷ βασιλεῖ προσελθὼν τοῦτο αὐτῷ διανήγγειλε.
διὸ προστάξει βασιλικῇ ἀνεγνώσθη τὸ συνοδικὸν τῇ κυριακῇ τῆς Σαμαρείτιδος. καὶ τὰ
μὲν ἄλλα πάντα κατὰ τὸ ἔθος ἀνεγνώσθησαν, τὸ δὲ τοῦ μεγάλου Θεοδώρου ὄνομα
ὁ πατριάρχης ἀναστὰς ἐξεφώνησε μεγάλῃ καὶ διατόρῳ φωνῇ. καὶ οὕτω κατευνάσθη
ἡ περὶ τούτου τῶν τε μοναχῶν καὶ τοῦ Μερμεντούλου στάσις.
κατὰ τοῦτον τὸν χρόνον ἑορτῆς ἀγομένης τῶν ἁγίων τεσσαράκοντα
μαρτύρων, ἐν τῇ ἐννάτῃ τοῦ Μαρτίου μηνός, μέλλων ὁ βασιλεὺς εἰς
προσκύνησιν ἀπελθεῖν τῶν ἁγίων δημοσίᾳ προόδῳ κατεστασιάσθη
παρὰ τοῦ δήμου. ἐξελθόντος γὰρ τούτου πεζῇ μετὰ πολλῆς δορυφορίας
ἀπὸ τοῦ παλατίου καὶ εὐφημίας, καὶ τὸν ἐν τῇ Χαλκῇ καταλαβόντος
ναὸν τοῦ σωτῆρος, καὶ μέλλοντος ἐκεῖθεν ἐξιππάσασθαι καὶ πρὸς τὸν τῶν
μαρτύρων ἀφικέσθαι σηκόν, ἐξαίφνης ἐξηχήθη φωνὴ ἀπὸ μέσου τοῦ
πλήθους· ‘ἡμεῖς τὴν Σκλήραιναν βασίλισσαν οὐ θέλομεν, οὐδὲ δι' αὐτὴν
αἱ μάνναι ἡμῶν αἱ πορφυρογέννητοι Ζωή τε καὶ Θεοδώρα θανοῦνται.’
καὶ εὐθὺς συνεχύθη τὰ πάντα, καὶ ταραχὴ κατέσχε τὸ πλῆθος, καὶ ἐζήτει
τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰ μὴ τάχιον αἱ βασιλίδες προκύψασαι
ἄνωθεν κατεστόρεσαν τὸ πλῆθος, ἀπωλώλεισαν ἂν οὐκ ὀλίγοι, ἴσως δὲ
καὶ αὐτὸς ὁ βασιλεύς. κατευνασθείσης δὲ τῆς ταραχῆς ὑπέστρεψεν εἰς τὰ
βασίλεια, τὴν ἐς τοὺς μάρτυρας ἄφιξιν παραιτησάμενος.
παλλακευομένης γὰρ τῆς θυγατρὸς τοῦ Σκληροῦ τῷ βασιλεῖ οὐκ ὀλίγος ἦν γογγυσμὸς
τοῦ τε δήμου καὶ τῆς συγκλήτου καὶ τῶν ἀδελφῶν καὶ δεσποινῶν. ὃν καὶ ὁ τηνικαῦτα
ἐν μοναχοῖς διαπρέπων ὁ οὕτω Στηθάτος λεγόμενος ἐκώλυε μέν, ἤνυε δὲ οὐδέν. πάντῃ
γὰρ ἥττητο τῆς ὥρας αὐτῆς ὁ βασιλεύς. ἦν δὲ ὁ Στηθάτος οὗτος ἀρετῆς εἰς ἄκραν
ἐπιμελούμενος καὶ νηστείᾳ καὶ σκληραγωγίᾳ καὶ πάσῃ ἄλλῃ ἀρετῇ ἐντήκων τὸ σῶμα
ἑαυτοῦ, ὡς καί ποτε τεσσαράκοντα ἡμέρας ἄσιτος διατελέσαι, μηδενὸς τὸ παράπαν ἐν
τῷ μέσῳ γευσάμενος.
[Const9.8] Ἰνδικτιῶνος δὲ τρισκαιδεκάτης ὁ κατὰ τοῦ Ἀνίου ἀρχὴν ἐλάμβανε
πόλεμος. ἀλλὰ ῥητέον ἄνωθεν, πῶς καὶ διὰ τίνα τρόπον ἡσυχίαν ἄγοντι
[Const9.8.3] τῷ τοῦ Ἀνίου τοπάρχῃ καὶ μηδὲν ἀπαίσιον διαπραττομένῳ Κωνσταν-
τῖνος ὁ βασιλεὺς πολεμεῖν ἐπεχείρησεν. ὅτε Γεώργιος ὁ τῶν Ἰβήρων
ἀρχηγὸς ὅπλα κατὰ Ῥωμαίων ἐκίνησε, συμμαχῶν ἦν αὐτῷ καὶ Ἰωβανε-
σίκης ὁ τῆς τοῦ Ἀνίου κυριεύων χώρας. ἐπεί δ', ὡς ἐν τοῖς ἔμπροσθεν
εἴρηται, Βασίλειος ὁ βασιλεὺς ἀνελθὼν ἐν Ἰβηρίᾳ παρατάξεσιν ἠγωνίσατο
κατὰ τοῦ Γεωργίου καὶ τοῦτον ἐτρέψατο καὶ συνέτριψε, φοβηθεὶς ὁ
Ἰωβανεσίκης, μή πως ὁ βασιλεὺς μηνιῶν διὰ τὴν συμμαχίαν ἀνήκεστόν
τι εἰς αὐτὸν διαπράξηται, τὰς κλεῖς τῆς πόλεως εἰληφὼς αὐτομολεῖ πρὸς
τὸν βασιλέα, καὶ ἑαυτόν τε ἐγχειρίζει ἐθελοντὴς καὶ τὰς κλεῖς παραδίδω-
σιν. ὁ δὲ τῆς συνέσεως τοῦτον ἀποδεξάμενος μάγιστρόν τε τιμᾷ καὶ
ἄρχοντα διὰ βίου Ἀνίου καὶ τῆς λεγομένης μεγάλης Ἀρμενίας προβάλ-
λεται, ἔγγραφον ἀπαιτήσας ἀπ' αὐτοῦ γραμματεῖον, ὡς μετὰ τὴν αὐτοῦ
τελευτὴν ἐπανήξει πᾶσα ἡ τοιαύτη ἀρχὴ ἐς τὰ δίκαια αὐτοῦ καὶ μέρος
ἔσεται τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἐγένετο ταῦτα. καὶ θνῄσκει μὲν ὁ βασι-
λεύς, θνῄσκει δὲ μετὰ χρόνους ἱκανοὺς καὶ ὁ Ἰωβανεσίκης· καὶ θανόντος
αὐτοῦ Κακίκιος ὁ τούτου υἱὸς διαδεξάμενος τὴν ἀρχὴν εἰρήνην μὲν
διετήρει πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν, κατεῖχε μέντοι τὴν πατρῷαν
ἀρχήν, καὶ ἀποδοῦναι Ῥωμαίοις οὐκ ἤθελεν, ὡς τὸ πατρικὸν ἐβούλετο
γραμματεῖον. εὑρὼν οὖν ἐν τοῖς ἀνακτόροις τὸ γραμματεῖον ὁ Μονομάχος
ἀπῄτει καὶ τὸ Ἀνίον καὶ τὴν πᾶσαν μεγάλην Ἀρμενίαν ὡς Βασιλείου τοῦ
βασιλέως διάδοχος. τοῦ δὲ δοῦλον μὲν ἑαυτὸν ἀνομολογοῦντος Ῥωμαίων,
ἀποστῆναι δὲ τῆς πατρῴας ἀρχῆς μὴ ἐθέλοντος, πολεμητέον ἐδόκει τῷ
βασιλεῖ. καὶ δὴ στρατὸν ἀγείρας καὶ Μιχαὴλ βέστῃ τῷ Ἰασσίτῃ
ἐγχειρίσας, ἄρχοντι φθάσαντι προβληθῆναι τῆς Ἰβηρίας, πολεμεῖν
ἐπεσκόπει τῷ Κακικίῳ. ὁ δὲ ἀπελθών, καθ' ὅσον οἷόν τ' ἦν, ἔσπευδεν
ἐκπληροῦν τὰ προστεταγμένα. ὅπερ γνοὺς ὁ Κακίκιος, καὶ ὅτι ἀντὶ φίλου
καὶ συμμάχου πολέμιος κέκριται, καὶ αὐτὸς τὰς αὐτοῦ δυνάμεις ἀγηοχὼς
κατὰ τὸ ἐγχωροῦν τοὺς ἐπιόντας ἠμύνετο. κακῶς δὲ φερομένων τῶν
πραγμάτων τῷ Ἰασσίτῃ, πέμπεται καὶ Νικόλαος πρόεδρος καὶ δομέστι-
κος τῶν σχολῶν, ὁ τοῦ βασιλέως Κωνσταντίνου παρακοιμώμενος, μετὰ
βαρείας χειρός, ὥστε τῷ πλήθει καὶ τῇ δυνάμει καταγωνίσασθαι τὸν
Κακίκιον. στέλλονται δὲ γράμματα βασιλέως πρὸς Ἀπλησφάρην τὸν
ἄρχοντα τοῦ Τιβίου καὶ τῆς περὶ τὸν Ἀράξην ποταμὸν Περσαρμενίας,
παρακαλοῦντα τοῦτον κατὰ τὸ δυνατὸν δῃοῦν τὴν μεγάλην Ἀρμενίαν
καὶ τὴν ὑποκειμένην χώραν τῷ Κακικίῳ. ἀπελθὼν οὖν ὁ Νικόλαος
ἐκεῖνος μὲν ἔργου εἴχετο, τὰ δὲ γράμματα πέμπει πρὸς τὸν Ἀπλησφάρην,
γράψας καὶ αὐτὸς καὶ παροτρύνας καὶ δώροις καὶ ὑποσχέσεσιν ἐρεθίσας
ἐνεργοὺς θέσθαι τὰς βουλήσεις τοῦ βασιλέως. ὁ δὲ τὰ γράμματα δεξά-
μενος ἀμείβεται ἐπιτελῆ ποιῆσαι τὰ κεκελευσμένα, εἰ γράμμα πεμφθείη
τούτῳ βασιλικὸν ἀσφάλειαν παρέχον αὐτῷ πάντα ἔχειν ἐν βεβαίῳ
δεσποτικῶς τὰ φρούρια καὶ χωρία, ὅσαπερ ἰσχύσειε νόμῳ πολέμου
κτήσασθαι ἀπὸ τῶν διαφερόντων τῷ Κακικίῳ. ἐδέξατο τὸν λόγον ὁ
βασιλεύς, καὶ χρυσοβούλλοις γραφαῖς ἐπιβεβαιοῖ, ὅσα ὁ Ἀπλησφάρης
ᾐτήσατο. καὶ δεξάμενος οὗτος τὰ γράμματα ἔργου ἥπτετο, καὶ πολλὰ
τῶν τοῦ Κακικίου ἐκπολιορκήσας κατέσχεν ὀχυρώματα καὶ χωρία. ὁ δὲ
Κακίκιος ὑπό τε τῆς Ῥωμαϊκῆς δυνάμεως πολεμούμενος ὑπό τε τοῦ
ἄρχοντος τοῦ Τιβίου λεηλατούμενος, καὶ τοῖς πᾶσιν ἀπεγνωκώς, σπένδε-
ται πρὸς τὸν παρακοιμώμενον καὶ προσχωρεῖ τῷ βασιλεῖ δι' αὐτοῦ,
παραδοὺς τὴν πόλιν. καὶ ὁ μὲν ἐς τὸν βασιλέα ἐλθὼν καὶ μάγιστρος
τιμηθείς, καὶ χωρία πολυπρόσοδα κατά τε Καππαδοκίαν καὶ τὸν Χαρσια-
νὸν καὶ τὸν Λικανδὸν εἰληφώς, εἰρηνικὸν καὶ ἀτάραχον τὸ ἀπὸ τοῦδε
ἔζη βίον. ὁ δὲ Μονομάχος τὰ ἐκπολιορκηθέντα φρούρια παρὰ τοῦ
Τιβιώτου καὶ χωρία ὡς μέρη τοῦ Ἀνίου ἐπιζητῶν, ἐπεὶ ἐκεῖνος ἑκών γε
εἶναι οὐ μεθίετο τούτων, ἀλλ' ἀντείχετο τῆς χρυσοβούλλου γραφῆς,
ἀναιρεῖται πόλεμον πρὸς αὐτόν, καὶ πάλιν προστάττει τῷ παρακοιμω-
μένῳ μετά τε τῆς Ῥωμαϊκῆς χειρὸς τοῦ τε Ἰβηρικοῦ στρατοῦ καὶ τῆς ἐν
τῇ μεγάλῃ Ἀρμενίᾳ δυνάμεως, ἧς κατῆρχεν ὁ Ἀνιώτης, τῷ Ἀπλησφάρῃ
πολεμεῖν. πάσας οὖν οὗτος ἠθροικὼς τὰς δυνάμεις, καὶ ἄρχοντα αὐταῖς
ἐπιστήσας Μιχαὴλ βεστάρχην τὸν Ἰασσίτην καὶ τὸν ἑαυτοῦ δοῦλον
Κωνσταντῖνον μάγιστρον τὸν Ἀλανόν, κατὰ τοῦ Τιβίου ἐκπέμπει. ὁ δὲ
Ἀπλησφάρης στρατηγικώτατος ἄνθρωπος ὤν, εἴπερ τις ἄλλος, καὶ
ἔργα πολεμικὰ καὶ βουλὰς ἐχθρῶν διασκεδάσαι δυνάμενος, πρὸς μὲν τὴν
Ῥωμαϊκὴν δύναμιν εἰδὼς ἑαυτὸν μὴ ἀξιόχρεων οὐκ ἀντιπαρετάξατο,
εἴσω δὲ τειχῶν συγκλείσας ἑαυτὸν καὶ τὸν παραρρέοντα μετοχετεύσας
ποταμόν, καὶ πᾶσαν ἐπικλύσας τὴν πεδιάδα καὶ ἀποτελματώσας πηλώδη
τε οὖσαν καὶ τεναγώδη, προσέμενε τὴν ἐπέλευσιν τῶν ἐναντίων,
παρασπείρας ἐν τοῖς κύκλωθεν τῆς πόλεως οὖσιν ἀμπελῶσι τοξότας
πεζούς, καὶ κρύπτεσθαι καὶ προσμένειν κελεύσας, ἄχρις ἂν αὐτὸς τῇ
σάλπιγγι ἐπισημήνηται τὸ ἐνυάλιον. οἱ δὲ τῶν Ῥωμαίων ἄρχοντες τόν
τε εἰς τὴν πόλιν συγκλεισμὸν καὶ τὴν τῆς πεδιάδος ἐπίκλυσιν δειλίας
ἔργον καὶ ἀπογνώσεως κρίναντες, ἄτακτοι καὶ σποράδην ἄλλοι μὲν τοὺς
ἵππους ἀποβάντες, ἄλλοι δὲ καὶ ἔφιπποι, ὥς πῃ ἕκαστος ἐβούλετο, πρὸς
τὴν πόλιν ἔτρεχον, ὡς αὐτοβοεὶ ταύτην αἱρήσοντες. ἐπεὶ δὲ ἔνδον ἐγένοντο
τῶν ἐν μέσῳ τῶν ἀμπελώνων ὁδῶν καὶ ἄχρι τῆς πόλεως ἔφθασαν, τότε
δὴ τῇ σάλπιγγι σημήνας ὁ Ἀπλησφάρης ἔργου ἐκέλευσεν ἔχεσθαι, καὶ
ἐξαναστάντες ἀπὸ τῶν λόχων οἱ πεζοὶ οἱ μὲν τόξοις, οἱ δὲ λίθοις ἔβαλλον,
ἄλλοι δὲ ἐτίτρωσκον ἀπὸ τῶν θριγγῶν, τῶν Ῥωμαίων κωλυομένων
ὑπὸ τούτων τοὺς πολεμίους ἀμύνασθαι. γίνεται οὖν τροπὴ μεγάλη, καὶ
σφάζεται Ῥωμαίων ἄπειρον πλῆθος, φυγεῖν μὴ δυναμένων τῶν ἵππων,
ἀλλ' ἐμπιπτόντων εἰς τὸν πηλὸν καὶ τὰ τέλματα. μόλις οὖν διασωθεὶς
ὁ Ἰασσίτης σὺν τῷ Κωνσταντίνῳ ἐν τῷ Ἀνίῳ αὐτάγγελοι τῆς συμφορᾶς
τῷ Νικολάῳ γεγόνασιν. ἀγγελθέντος δὲ τοῦ συμβάντος ἀτυχήματος τῷ
βασιλεῖ, ὁ μὲν Νικόλαος καὶ ὁ Ἰασσίτης ἀφαιροῦνται τὰς ἀρχάς, προχειρί-
ζονται δὲ ἀντὶ μὲν τοῦ Ἰασσίτου δοὺξ Ἰβηρίας ὁ Κεκαυμένος, ἀντὶ δὲ τοῦ
Νικολάου στρατηγὸς αὐτοκράτωρ Κωνσταντῖνος ὁ τῆς μεγάλης ἑταιρείας
ἄρχων, εὐνοῦχος ἄνθρωπος, ἐκ Σαρακηνῶν ἕλκων τὸ γένος καὶ τῷ
βασιλεῖ ὑπηρετήσας πρὸ τῆς βασιλείας καὶ πίστιν τηρῶν ἐς αὐτόν· οἳ
δὴ καὶ κατὰ χώραν γενόμενοι καὶ τὰς δυνάμεις συνηθροικότες ἔργου
εἴχοντο. καὶ τῇ μὲν πόλει τοῦ Τιβίου, ἥτις ἦν τοῦ παντὸς ἔθνους μητρό-
πολις, προσβαλεῖν οὐκ ἠθέλησαν, ἀπεπειρῶντο δὲ τῶν λοιπῶν φρουρίων,
τῶν ὅσα τῷ Ἀνίῳ ὑπέκειντο. καὶ αἱροῦσι μὲν τὴν Ἁγίαν Μαρίαν καὶ τὸ
λεγόμενον Ἀμπίερ καὶ τὸν Ἅγιον Γρηγόριον, λίαν ἐρυμνὰ καὶ ἀπόκρημνα
ὀχυρώματα, τοῦ Ἀπλησφάρη πολλάκις ἐπιχειρήσαντος βοηθῆσαι
αὐτοῖς πολιορκουμένοις, καὶ τοσαυτάκις ἡττηθέντος. ἔρχονται δὲ καὶ
ἐπὶ τὸ φρούριον τὸ καλούμενον Χελιδόνιον, ἐπὶ βουνοῦ τε ἀποκρήμνου
ἱδρυμένον καὶ οὐ πόρρω κείμενον τοῦ Τιβίου· καὶ κυκλωσάμενοι τοῦτο
τάφροις καὶ χάραξι διὰ προσεδρείας ἠπείγοντο παραστήσεσθαι. καὶ γὰρ
δὴ καὶ ἐσπάνιζον τῶν ἀναγκαίων οἱ εἴσω τείχους, μὴ φθάσαντες
εἰσκομίσασθαι τὰ ἐπιτήδεια διὰ τὸ τῆς προσβολῆς ὀξύρροπον. καὶ
παρεστήσαντο ἂν καὶ τοῦτο, εἰ μὴ αἰφνιδίως ἡ τοῦ πατρικίου Λέοντος
[Const9.8.103] τοῦ Τορνικίου ἐξ ἑσπέρας ἀνήφθη ἀποστασία. οὗτος γὰρ στρατηγῶν ἐν
Ἰβηρίᾳ καὶ διαβληθεὶς ὡς τυραννιῶν τῆς ἀρχῆς παραστέλλεται καὶ
μοναχὸς ἀποκείρεται, καὶ εἰς τὴν πόλιν ἀχθεὶς οἴκοι μένειν ἐν Ἀδριανου-
πόλει προστάττεται. μὴ ἐνεγκὼν δὲ εὐφόρως τὰ εἰς αὐτὸν γεγονότα
ἀνιαρά, λάθρᾳ καὶ κατὰ μικρὸν τοὺς ἐν Ἀδριανουπόλει πρότερον ὑποποιεῖ-
ται στρατηγούς, ὁπόσοι ἔτυχον ὄντες παρεωραμένοι καὶ ἄπρακτοι·
διὰ δὲ τούτων καὶ τῶν αὐτοῦ συγγενῶν ὑποφθείρας καὶ τοὺς ὅσοι τῶν
Μακεδονικῶν ἦρχον ταγμάτων καὶ Θρᾳκικῶν, καὶ τοὺς ὅσοι ἐσχόλαζον
στρατιώτας, καὶ τοὺς ὅσοι ταῖς λεηλασίαις καὶ διαρπαγαῖς ἔχαιρον, καὶ
χεῖρα ἱκανὴν συστησάμενος ἀναγορεύεται βασιλεύς, καὶ ἅπαντα τὸν
ὑπ' αὐτὸν ἀγείρας λαὸν ὀξὺς ἐπιφαίνεται τῇ βασιλίδι, τοῦ βασιλέως
μήτε λαὸν ἱκανὸν ἔχοντος πρὸς ἀντιπαράταξιν, μήτε πιστεύοντος τοῖς
πολίταις ὡς εὔνοιαν καὶ πίστιν φυλάξουσιν εἰς αὐτόν. καὶ διὰ τοῦτο
ἄγγελος εἰς τὸν Κωνσταντῖνον ἐν Ἰβηρίᾳ πέμπεται δημοσίοις ἔποχος
ἵπποις μετὰ γραμμάτων βασιλικῶν κελευόντων τῶν ἐν χερσὶν ἀμελή-
σαντα ἔργων ἀφικέσθαι ὡς τάχος μετὰ τῶν δυνάμεων ἐς τὴν βασιλίδα.
δεξάμενος δ' οὗτος τὰ γράμματα, καίτοι ἐν χεροῖν ἔχων τὸ φρούριον, λύει
μὲν τὴν πολιορκίαν, σπένδεται δὲ τῷ Ἀπλησφάρῃ, ἀσφαλισάμενος
αὐτὸν ἀραῖς καὶ ὅρκοις, ὡς εὔνοιαν διαφυλάξει τῷ βασιλεῖ καὶ οὐδέποτε
μελετήσει φαῦλον κατὰ Ῥωμαίων. οὕτω δὲ πράξας καὶ τὰς δυνάμεις
ἀναλαβὼν σπουδαίως ἠπείγετο πρὸς τὴν βασιλίδα. καὶ τὸ μὲν Χελιδό-
νιον τοῦτον τὸν τρόπον διαδιδράσκει τὴν ἅλωσιν. ὁ δὲ Κωνσταντῖνος
μετὰ τῶν ἑῴων ταγμάτων καὶ παντὸς τοῦ στρατοῦ κατελθών, αὐτὸς
μὲν εἴσεισιν εἰς τὴν βασιλίδα, τὸ δὲ πλῆθος ἅπαν περαιοῦται προστάξει
τοῦ βασιλέως εἰς Θρᾴκην, τὸ μὲν κατὰ τὴν ἀντίπορθμον τῇ βασιλίδι
Χρυσόπολιν, τὸ δὲ κατὰ τὴν τοῦ Ἑλλησπόντου Ἄβυδον. ἀλλὰ τοῦτο
μὲν ὕστερον· πρὶν ἢ δὲ τὰς δυνάμεις ἐλθεῖν, ὁ Τορνίκιος κατὰ τὸν Σεπτέμ-
βριον μῆνα, τῆς πρώτης ἰνδικτιῶνος, βασιλεύς, ὡς ἐλέχθη, ἀναρρηθεὶς
θᾶττον ἢ λόγος τὴν βασιλίδα καταλαμβάνει, ἐλπίζων αὐτοβοεὶ ταύτην
αἱρήσειν διὰ τὸ μὴ εὐπορεῖν τὸν βασιλέα δυνάμεων. καὶ χάρακα πηξά-
μενος καταντικρὺ τῶν Βλαχερνῶν, ἔγγιστα τῆς μονῆς τῶν ἁγίων Ἀναρ-
γύρων, πρότερον μὲν λόγοις καὶ ὑποσχέσεσιν ἀπεπειρᾶτο τῶν πολιτῶν,
μηδενὸς δὲ προσέχοντος αὐτῷ ἤδη καὶ ἔργου ἥπτετο. καὶ αὐτὸς δὲ ὁ
βασιλεὺς διά τε τῶν πολιτῶν καὶ τῶν παρευρεθέντων κατὰ τύχην
στρατιωτῶν ἀντεπαρετάττετο, τοὺς πολίτας μὲν καὶ τὸν δῆμον τάξας
ἐπὶ τοῦ τείχους· τοὺς δὲ παρατυχόντας στρατιώτας καὶ ἄλλους τινάς,
ὅσους οἱ τῆς συγκλήτου ἄρχοντες κελεύσει τούτου καθώπλισαν, μὴ πλέον
τῶν χιλίων ὄντας, ἐξαγαγὼν τοῦ τείχους διὰ τῶν ἐν Βλαχέρναις πυλῶν
ἀντιμετώπους ἔστησε τῷ τυράννῳ, τάφρον τινὰ προστησάμενος εἰς
κώλυμα τῶν ἐπιόντων, δέον εἴσω πυλῶν ἐπέχειν καὶ ἀπὸ τῶν τειχῶν
τοὺς ἐπιόντας ἀμύνεσθαι, πολλὰ τοῦ μαγίστρου Ἀργυροῦ τοῦ Ἰταλοῦ
ποτνιωμένου καὶ παρακαλοῦντος εἴσω μένειν καὶ μὴ ἐξάλλεσθαι, μηδὲ
θέλειν λαῷ συμπλέκεσθαι μαινομένῳ καὶ ὀργῶντι καὶ στρατιωτικαῖς
μελέταις ἐνηθλημένῳ μετὰ στρατιωτῶν ὀλιγοστῶν καὶ νεαλοῦς καὶ
ἀπειροπολέμου λαοῦ. ἀλλὰ ταῦτα λέγων οὐκ ἔπειθεν· ἀντέκειτο γὰρ
Κωνσταντῖνος ὁ τὴν ἐπωνυμίαν Λειχούδης, τὰ πρῶτα τότε παρὰ βασι-
λέως φέρων καὶ μέγα παρὰ τούτῳ δυνάμενος καὶ τῆς βουλῆς ταύτης
ὑπάρχων πατήρ. ἐξελθόντων δὲ τούτων περὶ δείλην ὀψίαν, ὡς ἔγνω ὁ
τύραννος, τὰς ἀμφ' αὐτὸν καθοπλίσας δυνάμεις ἔπεισι μετὰ ῥύμης μεγά-
λης, καὶ θᾶττον ἢ λόγος τὴν τάφρον διατεμὼν τρέπεται τοὺς ἔνδον, ὧν
οἱ μὲν ἁλίσκονται, οἱ δὲ φεύγοντες εἰς τὴν τῆς πόλεως τάφρον κατέπιπτον
καὶ οἰκτρῶς ἀπώλλυντο. ἔφευγον δὲ καὶ ἀπὸ τοῦ τείχους κρημνιζόμενοι
οἱ πολῖται, παραπλησίως καὶ οἱ πυλωροὶ τῶν ἐν Βλαχέρναις τειχῶν τὰς
πύλας ἀναπετάσαντες. καὶ εἰ μὴ τύχη τις ἔσφηλε τῷ Τορνικίῳ τὰ πράγ-
ματα, εἰσῆλθεν ἂν ἀμογητὶ καὶ κύριος τῶν ἁπάντων ἐγένετο. ἄρτι δὲ
διώξας ἄχρι τῆς παρὰ τῷ τείχει τάφρου ἐπέσχε τὸν διωγμόν, καὶ πάλιν
ἀναθαρρήσαντες οἱ περὶ τὸν βασιλέα τάς τε πύλας κατέσχον καὶ τῆς
φυλακῆς ἐπεμελήθησαν τῶν τειχῶν. τότε δὲ καὶ ὁ βασιλεὺς μικροῦ ἂν
ἀπωλώλει διὰ τόξου βληθείς, εἰ μὴ θεὸς προφανῶς διεσώσατο, τοῦ οἰστοῦ
ἐνεχθέντος εἴς τινος θεράποντος κάλυμμα κεφαλῆς στροβιλοειδές, ὅπερ
καὶ τὸν ἔχοντα καὶ τὸν βασιλέα διεσώσατο. τοῦτον δὲ τὸν τρόπον ἐγγὺς
τοῦ ἁλῶναι ἡ πόλις ἐλθοῦσα διεσώθη. ὁ δὲ ἀποστάτης ἐπί τινας ἡμέρας
προσμείνας τῇ στ
α· ἄλλοις πάλιν ἐδόκει κατασχοῦσιν ὄρη τινὰ τῆς Βιθυνίας,
ἐν τούτοις παραμένειν καὶ τοὺς ἐπιόντας ἀμύνεσθαι, ἀνελθεῖν δὲ μηδαμῶς
ἐς Ἰβηρίαν, ἐς χώραν μακρὰν καὶ ἀλλόκοτον, ἔνθα μέλλουσιν ἕξειν πολε-
μίους οὐ μόνον τοὺς ἐχθροὺς Ῥωμαίων, ἀλλὰ καὶ αὐτοὺς τοὺς Ῥωμαίους.
ὁ Καταλεὶμ δὲ μόνος γνώμην ἐδίδου ὑποστρέψαι καὶ ἑνωθῆναι τοῖς
συγγενέσιν. εἰπόντος δέ τινος· ‘καὶ πῶς ἂν ἔσεται περατὴ ἡ θάλασσα;’
μηδὲν πλέον εἰπὼν ἕπεσθαί οἱ κελεύει. τὸν μὲν οὖν Ἁδροβάλανον
ὁρμήσαντες ἀποκτεῖναι οὐκ ἴσχυσαν (φυγὼν γὰρ διεσώθη ἔν τινι τριωρόφῳ
ὑπερῴῳ τῶν ἐν τῷ Δαμάτρυϊ παλατίων), τῷ Καταλεὶμ δὲ ἑπόμενοι
κατήρχοντο πρὸς τὴν θάλασσαν, οὐκ ἐλπίζοντες τάχα πλοῖα ἔχειν αὐτὸν
εὐτρεπισμένα τὰ ῥᾳδίαν τούτοις μέλλοντα ποιῆσαι τὴν τῆς θαλάσσης
περαίωσιν, ἀλλὰ διαποροῦντες καὶ μαθεῖν ἐθέλοντες, τίς ὁ τρόπος τῆς
διαβάσεως. ἐπεὶ δὲ ἐν τῷ αἰγιαλῷ ἐγένοντο, μηδὲν πλέον εἰπὼν ὁ Κατα-
λείμ, ἀλλ' ἢ μόνον· ‘ἑπέσθω ὁ βουλόμενος αὑτόν τε περιεῖναι καὶ πάντας
τοὺς Πατζινάκας,’ τὸν ἵππον μυωπίσας εἴσεισιν εἰς τὴν θάλασσαν. τοῦτο
καὶ ἄλλος ἰδὼν ἐποίησε, καὶ ἐπ' ἐκείνῳ ἄλλος, καὶ εὐθὺς τὸ πλῆθος ἅπαν.
καὶ διανηξάμενοι περαιοῦνται κατὰ τὸν Ἅγιον Ταράσιον, οἱ μὲν αὐτοῖς
ἅρμασιν, οἱ δὲ πρότερον τὰ ἅρματα ἀπορρίψαντες. καὶ περαιωθέντες
καὶ τὴν πορείαν ἐπιτείναντες ἴσχυσαν διασωθῆναι πρὸς τοὺς οἰκείους
κατὰ τὴν Τριάδιτζαν, μηδενὸς ἀντιστῆναι ἢ κωλῦσαι τολμήσαντος. τὸ
γὰρ αἰφνίδιον τῆς ἐφόδου εὔκολον αὐτοῖς τὴν πορείαν εἰργάσατο.
ἑνωθέντες οὖν τοῖς ἐν Τριαδίτζῃ Πατζινάκαις διακηρυκεύονται καὶ πρὸς
τοὺς ἐν ταῖς ἄλλαις χώραις καθιδρυμένους. γενόμενοι οὖν οἱ πάντες
ἄθροισμα ἕν, καὶ ἀνθ' ὅπλων ἀξίνας γεωργικὰς καὶ δρέπανα καὶ ἄλλα
σιδήρια λαμβάνοντες ἀπὸ τῶν ἀγρῶν καθωπλίζοντο, καὶ ἐν Φιλιππου-
πόλει γενόμενοι καὶ τὸν Αἷμον διαβάντες τὸ μὲν πλῆθος ἅπαν περὶ τὸν
λεγόμενον Ὄσμον ποταμὸν κατεσκήνωσεν ἐν τῇ παριστρίῳ πεδιάδι,
μόνος δὲ ὁ Σελτὲ ἐν τῷ Λοβιτζῷ προσμείνας διανεπαύετο. ἄρτι δὲ καὶ
τὰς Μακεδονικὰς ἀθροίσας δυνάμεις ὁ Ἀριανίτης καταδιώκει ὄπισθεν
αὐτῶν. καὶ καταλαβὼν ἐν τῷ Λοβιτζῷ τὸν Σελτὲ κατεσκηνωμένον, τοῦτον
μὲν κρατῆσαι οὐκ ἴσχυσεν (ἔφθασε γὰρ διαδράς), τὴν δὲ πᾶσαν αὐτοῦ
στρατοπεδείαν κατασχὼν ὑπέστρεψε. καὶ τὰ μὲν τῆς ἑσπέρας τοῦτον
ἔσχε τὸν τρόπον.
[Const9.19] Ὁ δὲ σουλτάνος, ὡς εἴπομεν, βαρυθυμήσας διὰ τὴν τῶν αὐτοῦ
καταφρόνησιν πρέσβεων καὶ τὴν τῶν θελημάτων ἀστοχίαν, ἄρας μετὰ
πάσης αὐτοῦ τῆς δυνάμεως ἔξεισι κατὰ τῆς ὑπηκόου Ῥωμαίοις· καὶ
κατελθὼν ἄχρι τοῦ λεγομένου Κωμιοῦ, καὶ μηδὲν ὅ τι καὶ λόγου ἄξιον
διαπράξασθαι δυνηθείς (ἔφθασαν γὰρ οἱ τῆς χώρας προασφαλίσασθαι
ἑαυτούς τε καὶ τὰ αὐτοῖς ἀναγκαιότατα ἐν τοῖς φρουρίοις· γέμει δὲ ἡ
[Const9.19.7] Ἰβηρία φρουρίων ἐρυμνοτάτων), προσωτέρω δὲ προβῆναι μὴ θαρρήσας
τῷ πυθέσθαι τὰς Ῥωμαϊκὰς ἐν Καισαρείᾳ δυνάμεις ἀθροίζεσθαι, ὑπέστρεψε
τῷ θυμῷ φλεγμαίνων καὶ μέγα τι ζητῶν κατεργάσασθαι. γενόμενος δὲ
κατὰ τὸ Βαασπρακάν, καὶ παραπλησίως κἀκεῖ τὰ πάντα τειχήρη
εὑρών, ἐπέβαλε ταῖς πολιορκίαις, καὶ ἀπεπειράσατο πρότερον τοῦ λεγο-
μένου Μανζικίερτε. πόλις δὲ τὸ Μανζικίερτε ἐν τῇ ὁμαλῇ μὲν κειμένη,
τείχεσι δὲ τρισὶ στεφανουμένη καὶ ὕδασι πολλοῖς ἔνδον κατάρρυτος
πηγιμαίοις· τότε δὲ καὶ ἔτυχεν ἀφθόνως εἰσκομίσασα τὰ ἀναγκαῖα. ταύτην
οἰηθεὶς ὁ σουλτάνος ῥᾳδίως ἐκπολιορκῆσαι τῷ ἐν ἐπιβουλεύτῳ ἱδρύσθαι
τόπῳ, χάρακα πηξάμενος ἔγγιστα ἐπεχείρει πολιορκεῖν, καὶ διέμεινεν ἐπὶ
τριάκοντα ἡμέρας ταύτην ἀνενδότως πολιορκῶν, ποικίλαις ἑλεπόλεσι
χρώμενος καὶ παντοίοις εἴδεσι μηχανημάτων. εὐρώστως δὲ τῶν ἔνδον
ἀποκρουομένων τὰς προσβολὰς ἐμπειρίᾳ καὶ συνέσει τοῦ στρατηγοῦ (ἦν
δὲ Βασίλειος πατρίκιος ὁ Ἀποκάπης), ἐπείπερ ἔγνω ἀδυνάτοις ἐπιχειρῶν,
ἐβουλεύσατο λῦσαι τὴν πολιορκίαν καὶ ὑποστρέψαι. ἀνέκοψε δὲ τῆς
ὁρμῆς αὐτὸν Ἀλκὰν ὁ τῶν Χωρασμίων ἡγεμών, αἰτησάμενος μίαν ἔτι
προσμεῖναι ἡμέραν καὶ αὐτῷ ἐπιτρέψαι τὸν κατὰ τῆς πόλεως πόλεμον.
ἡσθεὶς δὲ τῷ αἰτήματι ἐπέσχε τὴν ἀναζυγήν. ἕωθεν οὖν ὁ Ἀλκὰν τὸν
ἀμφ' αὐτὸν ἀθροίσας ἅπαντα λαόν, καὶ θεωρὸν ἐπί τινος γεωλόφου κατὰ
τὴν ἑῴαν στήσας πύλην τὸν σουλτάνον αὐτὸν καὶ τοὺς ὅσοι τῶν Τούρ-
κων ἦσαν ἐπισημότατοι, τὰς ἑλεπόλεις λαβὼν ἄπεισιν εἰς τὴν εἰρημένην
πύλην· ἐκεῖσε γὰρ ἐδόκει τὰ τείχη τῆς πόλεως ταπεινότερά τε καὶ
ἀσθενέστερα, καὶ ὁ τόπος ἀνάστημα ἔχων καὶ τῇ πολιορκίᾳ προσβοηθῶν,
ἄνωθεν διδοὺς βάλλεσθαι τοὺς εἴσω τείχους ὑπὸ τῶν ἔξω. διελὼν οὖν δίχα
τὴν δύναμιν, καὶ τὴν μὲν στήσας ἐπὶ τοῦ ἀναστήματος ἐπιμόνῳ χρῆσθαι
κελεύει τοξείᾳ, αὐτὸς δὲ σκηνὰς ἐκ λύγων ἔχων πεπλεγμένας, βοείαις
βύρσαις ἄνωθεν ἐσκεπασμένας καὶ τροχοὺς ἐχούσας ὑπὸ τὰς τῶν βαστα-
ζόντων κιόνων βάσεις (λέσας τὰς τοιαύτας ὀνομάζουσι μηχανάς), λαοῦ
πλήσας δικέλλας φέροντος καὶ σκαπάνας καὶ ἄλλα γεωργικὰ ὄργανα,
ᾤετο κατὰ μικρὸν ὑπωθεῖν τὰς σκηνὰς καὶ τοῖς τείχεσι προσαρμόσαι καὶ
οὕτως ὑπορύττειν ἀνέτως καὶ ἀδεῶς τὰ θεμέλια, πιστεύσας, ὡς οὐδεὶς
προκύψαι τοῦ τείχους συγχωρηθήσεται ὑπὸ τοῦ πλήθους τῶν βελῶν·
καὶ τοῦτον ἐφαντάζετο τὸν τρόπον παραλήψεσθαι τὴν πόλιν. ταῦτα
δὲ βλέπων ἀπὸ τοῦ τείχους ὁ Ἀποκάπης τοῖς μὲν τειχοφυλακοῦσιν
ἀτρεμεῖν καὶ μηδένα προκύπτειν διεγκελεύεται, μόνον δὲ λίθους χειροπλη-
θεῖς ἔχειν ηὐτρεπισμένους καὶ τόξα καὶ ἄλλα ἑκηβόλα ὄργανα, καὶ
προσμένειν τὸ ἐξ αὐτοῦ σύνθημα (ἦν δὲ τὸ ‘Χριστὲ βοήθει’), οὗ δοθέντος
ἔργου ἔχεσθαι· εἶχε δὲ παρ' ἑαυτῷ καὶ δοκοὺς μεγίστας, κατὰ τὴν βάσιν
ὀξεῖς. καὶ ὁ μὲν διετάττετο ὧδε, ὁ δ' Ἀλκὰν τῶν ἐκτὸς Τούρκων χαλαζη-
δὸν ἐκπεμπόντων τὰ βέλη καὶ τοὺς εἴσω τείχους ἀνακόπτειν δοκούντων,
κατ' ὀλίγον ὑπωθῶν τὰς λέσας προσέρειδε τῷ τείχει. ἐπεὶ δὲ ἔφθασαν αἱ
σκηναὶ προσεγγίσαι καὶ ἐδόκει ἀδύνατος αὐταῖς εἶναι ἡ εἰς τοὐπίσω
ἀναστροφή, αἰφνίδιον τοῦ Ἀποκάπου τὸ σύνθημα δόντος οἵ τε ἐπὶ τῶν
δοκῶν τεταγμένοι τὰς δοκοὺς ἠφίεσαν κατὰ τῶν σκηνῶν καὶ οἱ λοιποὶ
τόξοις καὶ λίθοις ἔβαλλον. τότε δὴ οὖν ἡ τὸν Ἀλκὰν ἔχουσα σκηνὴ
πολλαῖς περιπαρεῖσα κατὰ τὴν στέγην δοκοῖς ἀνετράπη ὑπὸ τοῦ βάρους
τούτων περιτραπεῖσα· ἧς περιτραπείσης οἱ ἔνδον ταύτης ἀπογυμνω-
θέντες ἐβάλλοντο πάντοθεν λίθοις καὶ τόξοις, μηδενὸς ἐπαμῦναι τούτοις
ἰσχύοντος. καὶ οἱ μὲν ἄλλοι πάντες ἔπεσον ἐκεῖσε, ἐλήφθη δὲ ὁ Ἀλκὰν
ζωγρίας, γνώριμος ἀπὸ τῆς λαμπρότητος τῶν ὅπλων ὑπάρχων· δύο
γάρ τινες καλοὶ κἀγαθοὶ νεανίαι προπηδήσαντες τῶν πυλῶν τῆς πόλεως
καὶ τῶν τριχῶν τούτου δραξάμενοι σύροντες εἰσήγαγον εἰς τὴν πόλιν.
καὶ τούτου μὲν εὐθὺς τὴν κεφαλὴν ἀποτεμὼν ὁ Βασίλειος ἀκοντίζει τοῖς
Τούρκοις, ὁ δὲ σουλτάνος περιαλγήσας τῷ πάθει λύει τὴν πολιορκίαν
καὶ ἀναζεύγνυσι, πλασάμενος ἀναγκαῖά τινα πράγματα κατεπείγειν
αὐτὸν οἴκαδε ὑποστρέφειν, ἀπειλῶν εἰς τοὐπιὸν ἔαρ μετὰ μείζονος κατὰ
τῶν Ῥωμαίων ἐπιστρατεῦσαι δυνάμεως.
[Const9.20] Περὶ ἧς φροντίζων ὁ Μονομάχος, ἔτι δὲ καὶ τὸν Ἀπλησφάρην
τὸν τοῦ Τιβίου ἄρχοντα τὰς ἐπὶ Κωνσταντίνου σπονδὰς διαλύσαντα
καὶ τὰ Ῥωμαίων κακοῦντα ἀμυνόμενος, τὰ ἑῷα τάγματα πάντα ἀθροίσας
καὶ ἡγεμονεύειν τάξας αὐτῶν Νικηφόρον τινὰ εὐνοῦχον, ἱερέα μὲν
τυγχάνοντα πρότερον καὶ τῷ βασιλεῖ ὑπηρετοῦντα ἰδιωτεύοντι, διὰ
κοσμικὴν δὲ περιφάνειαν καὶ δόξαν ἀπωσάμενον τὴν ἱερωσύνην, ῥαίκτωρα
τοῦτον τιμήσας καὶ στρατοπεδάρχην ὀνομάσας εἰς τὴν ἕω ἐκπέμπει, οὐκ
ἐπειδὴ δραστήριος ἦν καὶ ἐνεργὸς τὰ πολεμικά, ἀλλ' ἐπειδὴ εὔνοιαν
ἐτήρει τῷ βασιλεῖ. οὗτος ἀνελθὼν μετὰ τοῦ στρατοῦ ἄχρι τῆς λεγομένης
Σιδηρᾶς γεφύρας καὶ τοῦ Καντζακίου Τούρκοις μὲν οὐκ ἐνέτυχεν (ἐν τῇ
πεδιάδι γὰρ τῆς Περσαρμενίας στρατοπεδεύοντες μετὰ Ἀβιμέλεχ τινὸς
στρατηγοῦ, ἀδελφοῦ τοῦ Κουτλουμούς, καὶ πυθόμενοι τὴν τῶν Ῥωμαίων
βαρεῖαν ἔφοδον, μὴ στέρξαι τὴν ἐπέλευσιν τολμήσαντες ὑπενόστησαν
οἴκαδε), ὁ δὲ Ῥωμαϊκὸς στρατὸς τὸν Ἀπλησφάρην εἴσω τείχους συγκλεί-
σαντες, καὶ τὴν περίχωρον πᾶσαν ληϊσάμενοι, ἔπεισαν καὶ ἄκοντα
ἀνανεώσασθαι τὰς σπονδὰς καὶ ὅμηρον δοῦναι Ἀρτασείραν τὸν υἱὸν
Φατλοὺμ τοῦ οἰκείου ἀδελφοῦ τοῦ τῆς Καντζακηνῶν κατάρχοντος γῆς.
ὃν εἰληφὼς ὁ Νικηφόρος ἐπάνεισι πρὸς τὴν πόλιν.
[Const9.21] Οἱ Πατζινάκαι δὲ τὸν Αἷμον, ὡς εἴπομεν, διαβάντες, καὶ τὴν μεταξὺ
τούτου καὶ τοῦ ποταμοῦ Ἴστρου κατασκοπήσαντες πεδιάδα τὴν διήκου-
σαν μέχρι θαλάσσης, καὶ τόπον εὑρόντες νάπας καὶ ἄλση ἔχοντα καὶ λόχμας
παντοδαπὰς καὶ ὕδωρ καὶ νομάς (Ἑκατὸν βουνοὺς τὸν τόπον ὀνομάζου-
σιν οἱ ἐγχώριοι), ἐκεῖσε ἐγκαθιδρύονται, καὶ ἐκδρομὰς αὐτόθεν ποιούμενοι
οὐ μικρὰ τὴν ὑπὸ Ῥωμαίους ἐλύπουν. ὁ δὲ βασιλεὺς μεταπέμπεται τὸν
Κεγένην ἐπὶ συμβουλῇ εἰς τὴν βασιλίδα. καὶ ὃς εἴσεισιν εὐθὺς μετὰ παντὸς
τοῦ οἰκείου στρατοῦ καὶ κατασκηνοῖ κατὰ τὴν ἀφωρισμένην πεδιάδα Βυ-
ζαντίοις εἰς πεδιάν (Μαϊτὰς ὁ τόπος κατονομάζεται) σὺν ἅπαντι τῷ
στρατῷ. μήπω δὲ ἐντυχὼν τῷ βασιλεῖ, μηδ' ὅτου μετεκλήθη χάριν μαθών,
ἐπιβουλεύεται ταύτῃ τῇ νυκτὶ ὑπὸ Πατζινάκων τριῶν μετὰ ξιφῶν ἐπελ-
θόντων κοιμωμένῳ καὶ πληγὰς ἐπενεγκόντων αὐτῷ, μὴ μέντοι καιρίας·
γνωσθέντες γὰρ εὐθὺς ἀπὸ τῶν σωματοφυλακούντων τάς τε πληγὰς
ἀσθενεῖς ἐπιφέρουσι, καὶ πρὸς φυγὴν δρομήσαντες βοηδρομήσαντος τοῦ
πλήθους μετὰ Βαλτζὰρ υἱοῦ τοῦ Κεγένους ἁλίσκονται. ἕωθεν οὖν ὁ Βαλτζὰρ
ἐφ' ἁμάξης τετρατρόχου τὸν ἑαυτοῦ πατέρα θείς, καὶ τοὺς ἐπιβουλεύσαν-
τας ὄπισθεν τῆς ἁμάξης ἕλκων πεπεδημένους (οὐδὲν γὰρ εἰς αὐτοὺς
διαπράξασθαι πλέον ἐτόλμησεν ἐπιβοωμένους τὸν βασιλέα), ἅμα παντὶ
ἐφίππῳ τῷ στρατῷ, αὐτὸς πεζὸς σὺν τῷ ἀδελφῶ Γουλίνῳ ἑπόμενος τῇ
ἁμάξῃ ὑπὸ δυοῖν ἑλκομένῃ ἵππων, ἔρχεται πρὸς τὸν βασιλέα. καὶ κατὰ
τὸ ἱπποδρόμιον γενόμενος, ταύτην μὲν ἵστησιν ἐκεῖσε, αὐτὸς δὲ εἴσεισι
πρὸς τὸν βασιλέα, τῆς φήμης προδραμούσης καὶ προοδοποιησάσης
αὐτῷ τὴν εἴσοδον. ὃν εἰσαχθέντα ὁ βασιλεὺς ἐπήρετο, διὰ τί μὴ εὐθὺς
τιμωρὸς ἐγένετο τῶν τοῦ πατρὸς φονέων· τοῦ δὲ φήσαντος, ὅτιπερ ‘τὸ
σὸν ἐπεκαλοῦντο συνεχῶς ὄνομα,’ εἰς ὑποψίας ἀτόπους ἐνέπιπτεν ὁ
[Const9.21.26] βασιλεύς, καὶ λόγου θᾶττον ἐκπέμψας ἄγει τοὺς δεσμίους πρὸς ἑαυτόν,
καὶ τὴν αἰτίαν ἐπυνθάνετο, δι' ἣν ἐπεχείρησαν τὸν πατρίκιον ἀνελεῖν.
τῶν δὲ φησάντων, ‘ὅτιπερ κακόνους ἦν τῇ βασιλείᾳ σου καὶ τῇ πόλει,
ὄρθρου μελετῶν εἰσελθεῖν καὶ πάντας μὲν κατασφάξαι τοὺς ἔνδον, λαφυρα-
γωγῆσαι δὲ καὶ τὴν πόλιν καὶ πρὸς τοὺς Πατζινάκας ἐπαναδραμεῖν,’
δέον ἐξετάσαι τὰ λεχθέντα καὶ εὑρεῖν τὴν ἀλήθειαν, ὁ δὲ τοῦτο μὲν οὐκ
ἐποίησεν, ἀλλ' ἀδεσπότοις πιστεύσας συκοφαντίαις καὶ ἀσυστάτοις τὸν
μὲν Κεγένην ἄγει πρὸς τὰ βασίλεια καὶ ἐν προσχήματι τάχα θεραπείας
καὶ ἰατρείας ἐν τῇ Ἐλεφαντίνῃ καθείργνυσι, τοὺς δὲ τούτου υἱοὺς ἐν
ἑτέρῳ καὶ ἑτέρῳ τόπῳ διαστήσας ἀπ' αὐτοῦ. τὸ δὲ πλῆθος τῶν Πατζινά-
κων βρώμασι καὶ πόμασι παντοίοις πρὸς τὸ δοκεῖν εὐνοῶν ἀνελάμβανε,
σπεύδων, εἰ οἷόν τε, τῶν ἁρμάτων τούτους ἀπογυμνῶσαι καὶ τῶν ἵππων
καὶ κατασχεῖν καὶ φρουρῆσαι, τοὺς ἐπιθεμένους τῷ φόνῳ ἀνέτως καὶ
ἐλευθερίως, ὅπῃ καὶ ὡς ἐβούλοντο, διάγειν κελεύσας. καὶ ἐδόκει μὲν ταῦτα
διαπραξάμενος λανθάνειν, ἀλλὰ τὸν δῆμον οὐκ ἔλαθε τῶν Πατζινάκων.
τήν τε γὰρ τοῦ αὐτῶν καθηγεμόνος κατάσχεσιν καὶ τὴν τῶν ἐκείνου
υἱῶν διάζευξιν οὐ χρηστὸν οἰωνὸν ἐλογίζοντο, καὶ σημεῖον κακονοίας
προφανὲς ἐνόμιζον τὴν τῶν ἐπιβούλων ἐλευθερίαν. διὸ καὶ τὰ μὲν πεμ-
φθέντα ἐδέξαντο μετ' εὐχαριστίας, καὶ τὸν βασιλέα εὐφήμησαν, καὶ δι'
ὧν ἐποίουν ἀποδεχομένοις ἐῴκεσαν τὰ πραχθέντα· νυκτὸς δ' ἐπιγενο-
μένης, μηδενὸς ὑποτοπάσαντος ἄραντες ἐκ τῆς παρεμβολῆς καὶ συντόνῳ
δι' ὅλης νυκτὸς χρησάμενοι τῇ ὁδοιπορίᾳ, τριταῖοι τὸν Αἷμον διαβάντες
ἑνοῦνται καὶ αὐτοὶ τῷ πλήθει τῶν Πατζινάκων. γενόμενοι γοῦν ἅπαντες
ὑφ' ἕν, ἤδη δὲ καὶ ὅπλων ἀποχρώντως εὐπορηκότες διαπερῶσι τὸν
Αἷμον, καὶ παρεμβολὴν μὲν πηγνύουσι κατὰ τὴν Αὐλήν (φρούριον δὲ ἡ
Αὐλὴ κατὰ τὰς ὑπωρείας κειμένη τοῦ Αἵμου, καὶ οὐ πάνυ πόρρω κείμενον
Ἁδριανουπόλεως), καὶ πρὸς λεηλασίαν καὶ λείαν τρέπονται.
[Const9.22] Ὅπερ μαθὼν ὁ τῆς δύσεως ἄρχων Κωνσταντῖνος μάγιστρος ὁ
Ἀριανίτης, καὶ αὐτὸς παρεσκευασμένας ἔχων τὰς ἀμφ' αὐτὸν δυνάμεις,
ἄρας ἐξ Ἀδριανουπόλεως ἤρχετο κατ' αὐτῶν. καὶ σποράσι μέν τισιν ἐν
τῷ ἀπιέναι περιτυχὼν εὐτύχησεν. εἶτα καὶ περὶ τὸ λεγόμενον Δάμπολιν
φρούριον συναντήσας τῷ πλήθει καὶ προσβαλὼν ἡττᾶται, πεσόντων ἐν
τῷ πολέμῳ Μακεδόνων καὶ Θρᾳκῶν οὐκ ὀλίγων, ἀναιρεθέντων δὲ καὶ
Θεοδώρου τοῦ Στραβομύτου καὶ τοῦ Πολύ, ἀνδρῶν ἐκ γένους λαμπροῦ
καὶ ἐπισήμων γενομένων ἐκ τῆς εἰς τὸν Τορνίκιον ἀπιστίας. ὁ μὲν οὖν
μάγιστρος ὑπέστρεψεν ἐν Ἀδριανουπόλει, τῷ βασιλεῖ δὲ διὰ γραμμάτων
ἄγγελος τοῦ ἀτυχήματος γίνεται, δηλοῖ δὲ καί, ὡς δεῖ στρατοῦ νεαλοῦς.
μετὰ γὰρ τῶν παρόντων ἀδύνατον ἀντιπαρατάξασθαι πρὸς τοσαύτην
πληθὺν ἤδη τὰ νῶτα στρεψάντων. ὁ δὲ βασιλεὺς καὶ πρὸ τῶν ἐκείνου
γραμμάτων τὸ συμβὰν μὴ ἀγνοήσας, τὸν μὲν Τυρὰχ καὶ τοὺς ἐν τῇ
πόλει κατεχομένους ἄρχοντας τῶν Πατζινάκων δωρεαῖς καὶ χάρισιν
ὑποποιησάμενος ὑποσχομένους μεθ' ὅρκων ἐξημερῶσαι τὸ γένος ἐκπέμπει,
γράμμασι δὲ αὐτὸς τὰ ἑῷα ἅπαντα μεταπέμπεται τάγματα. ὧν ἐλθόντων
καὶ διὰ τῆς Ἀβύδου περαιωθέντων καὶ Χρυσοπόλεως στρατηγὸν
αὐτοκράτορα χειροτονήσας τὸν ῥαίκτωρα Νικηφόρον ἐκπέμπει κατὰ τῶν
Πατζινάκων. συνεξέπεμψε δ' αὐτῷ καὶ Κατακαλὼν τὸν Κεκαυμένον,
στρατηλάτην τῆς ἀνατολῆς προβαλλόμενος, καὶ Ἐρβέβιον τὸν Φραγγό-
πωλον, ἄρχοντα τῷ τότε τῶν ὁμοεθνῶν, κελεύσας συνεῖναι τῷ ῥαίκτωρι
καὶ τῆς αὐτοῦ γνώμης ἔχεσθαι καὶ τοῖς ἐκείνου προστάγμασι καὶ θελήμα-
σιν ἕπεσθαι. ὃς ἀναλαβὼν τὰς δυνάμεις καὶ τὸν Αἷμον διαπεραιωθεὶς διὰ
τῆς λεγομένης Σιδηρᾶς ἀπῄει κατὰ τῶν Πατζινάκων, ἐλθὼν δὲ κατεσκήνω-
σεν ἔν τινι χώρῳ οὐ μακρὰν ἀπέχοντι τῶν Ἑκατὸν βουνῶν, τῷ λεγομένῳ
Διακενέ. κἀκεῖσε χάρακα πηξάμενος ὀχυρὸν τῇ ἐπαύριον ἐμελέτα τὴν μὲν
ἀποσκευὴν ἐκεῖσε λιπὼν καὶ τὰ περιττὰ τοῦ στρατοῦ, αὐτὸς εὔζωνος
ἀπελθεῖν καὶ συμμῖξαι τοῖς ἐναντίοις. ᾤετο γὰρ αὐτοβοεὶ ἀφρόνως τού-
τους αἱρήσειν, καὶ ἐδεδίει καὶ φροντίδα ἐτίθετο, μή τις λαθὼν ἀποδράσειε,
καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ σύμπας στρατός· ἐπεφέροντο γὰρ καὶ
καλῴδια καὶ λώρους πρὸς τὸ δεσμεῖν τοὺς ἁλισκομένους. τοῦτο δὲ
ἐδίδου τούτοις ὑπονοεῖν τὸ κατ' ἀρχὰς ἐπιγενόμενον εἰς αὐτοὺς ἐπὶ τοῦ
Κεγένους πτῶμα. ἀμέλει καὶ συναίσθησιν λαβόντων τῶν Πατζινάκων
τῆς ἐπελεύσεως τῶν Ῥωμαίων (ἤδη γὰρ καὶ ὁ Τυρὰχ καὶ οἱ σὺν αὐτῷ τῆς
πόλεως ἀπολυθέντες ἄρχοντες ἑνωθέντες ἦσαν αὐτοῖς καὶ τὰ συμφέροντα
τούτοις ἐσπούδαζον, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς τὸν Μονομάχον
ὑποσχέσεσι) καὶ προδραμόντων τῶν ἀλκιμωτέρων, καὶ τοῦ Κεκαυμένου
μέγιστον ἀναβοῶντος καὶ παρακαλοῦντος νῦν εἶναι καιρὸν τῆς συμπλο-
κῆς, ὁπηνίκα σποράδες εἰσὶ καὶ διεσπαρμένοι, καὶ μὴ περιμένειν τὸ ἅπαν
ἄθροισμα, οὐκ ἐπῄνει μὲν καὶ τὸ λοιπὸν πλῆθος τῶν Ῥωμαίων τοὺς
ἐκείνου λόγους, ὁ δὲ ῥαίκτωρ καὶ προφανῶς κατεγέλα, ‘παῦσαι,’ λέγων,
‘ὦ στρατηλάτα, καὶ ἐμοῦ στρατηγοῦντος αὐτὸς μὴ παραστρατήγει. οὐ
χρὴ γὰρ διεσπαρμένοις ἐπιβήσεσθαι τοῖς Πατζινάκαις, μή πως πτυρέντες
ὑποδύσωνται τὰς λόχμας. ἐμοὶ δὲ ἀκολουθοῦντι, ὦ τᾶν, οὐ παρέπονται
κύνες θηρατικοί, οἵτινες ῥινηλατοῦντες ἐξάξουσιν αὐτοὺς τῶν καταφυ-
γῶν.’ καὶ τὰ μὲν τῶν Ῥωμαίων ἦσαν ἐν τούτοις, οἱ δὲ πρόδρομοι τῶν
Πατζινάκων πλησίον γενόμενοι τῆς παρεμβολῆς τῶν Ῥωμαίων, μικρὸν
ἐκκλίναντες, στρατοπεδεύουσι καὶ αὐτοὶ καὶ τοῖς ὄπισθεν δηλοῦσιν
ἥκειν τὴν ταχίστην. πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, τῇ ἐπαύριον
ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαϊκὰς δυνάμεις, ἀντιπαρατάττονται
καὶ αὐτοί.
καὶ τοῖς ὄπισθεν ἔτι δηλοῦσιν ἥκειν τὴν ταχίστην, πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων,
ὡς ἔφαμεν, ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαικὰς δυνάμεις.
εἶχε δὲ τῆς μὲν Ῥωμαϊκῆς φάλαγγος τὸ μέσον αὐτὸς ὁ ῥαίκτωρ, τοῦ
δεξιοῦ δὲ κέρατος ἦρχεν ὁ Κεκαυμένος, θατέρου δὲ ὁ Φραγγόπωλος.
συμβολῆς δὲ γενομένης τρέπονται Ῥωμαῖοι, τῶν στρατηλατῶν πρώτων
ἐκκλινάντων πρὸς τὴν φυγήν. αὐτοὶ μὲν γὰρ οὐδὲ τὸν κτύπον, ὅ φασιν,
τῶν ποδῶν τῶν ἵππων ἐνεγκόντες ἐτράπησαν, μόνος δὲ ὁ Κεκαυμένος
μετὰ τῶν ἑαυτοῦ στὰς θεραπόντων καί τινων συγγενῶν ὀλιγοστῶν καὶ
ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσε μετὰ πάντων τῶν σὺν αὐτῷ. τότε μὲν
οὖν οὐκ ἐτόλμησαν διῶξαι οἱ Πατζινάκαι ἐνέδρας πτοηθέντες, καὶ παρὰ
τοῦτο διασωθῆναι ἴσχυσαν ἀσινεῖς οἱ Ῥωμαῖοι· τέως δὲ τοὺς πεσόντας
σκυλεύσαντες, καὶ πολλῶν ἁρμάτων γενόμενοι κύριοι καὶ αὐτῆς τῆς
Ῥωμαϊκῆς παρεμβολῆς σὺν τῇ ἀποσκευῇ, κατασκηνοῦσιν ὑπὸ τὴν
Ῥωμαϊκὴν τάφρον. καί τις δὲ Πατζινάκος τὴν κλῆσιν Κουλῖνος, εἰδὼς τὸν
Κεκαυμένον, οἷός ἐστιν ἐξ ὅτου περ ἦρχε τῶν παρὰ τῷ Ἴστρῳ φρουρίων
καὶ ἀνεμίγνυντο ἀλλήλοις τὰ γένη, εὑρὼν αὐτὸν ἐν τοῖς νεκροῖς κείμενον
καὶ σκυλεύων, ἐπεὶ περιστρέψας αὐτὸν ἐς τὸ ὕπτιον ἀπὸ τοῦ προσ-
ώπου ἐγνώρισε καὶ κατέλαβεν ἔτι ἐμπνέοντα, ἐπιθεὶς εἰς ἵππον (ἔκειτο γὰρ
ἄφωνος διὰ τὸ καιρίας λαβεῖν πληγάς, μίαν μὲν κατὰ γυμνοῦ τοῦ κρα-
νίου, πεσόντος τοῦ κράνους αὐτοῦ, διήκουσαν ἀπὸ κορυφῆς ἄχρι τῶν
ὀφρύων, ἑτέραν δὲ ἀπὸ τοῦ τραχήλου, ἔνθα περ ἡ γλῶσσα ἐρρίζωται,
καὶ διατεμοῦσαν τὸν τράχηλον καὶ εἰς τὸ στόμα πεσοῦσαν, καὶ ἔξαιμος
γενέσθαι) ἐπήγαγεν εἰς τὴν ἑαυτοῦ σκηνήν, καὶ ἐπιμελείας καὶ φροντίδος
[Const9.22.75] ἀξιώσας περιεποίησε. καὶ οἱ μὲν Πατζινάκαι τὴν ἐπελθοῦσαν οὕτω
ῥᾳδίως ἀποσκευασάμενοι δύναμιν, ἀδεῶς τὸ ἀπὸ τοῦδε τὴν Ῥωμαίων
γῆν ἐληΐζοντο. ὁ δὲ βασιλεὺς διὰ τῶν φυγόντων μαθὼν τὸ ἀτύχημα
ἤλγησε μὲν ὡς εἰκός, ἤθροιζε δὲ πάλιν δυνάμεις, ἀνελάμβανε δὲ καὶ τὰς
προσούσας, καὶ ἐς τὸ ἐπιὸν ἔτος τὴν γενομένην ἧτταν ἐπανορθώσασθαι
ἔσπευδε. τῆς δὲ τρίτης ἐπιστάσης ἰνδικτιῶνος τοῦ ͵Ϛφνηʹ ἔτους, τὸν ἑται-
ρειάρχην Κωνσταντῖνον στρατηγὸν αὐτοκράτορα προχειρισάμενος ὁ
βασιλεὺς ἐκπέμπει κατὰ τῶν Πατζινάκων. καὶ ὃς τάς τε νεωστὶ περαιω-
θείσας ἐξ ἑῴας δυνάμεις ἀνειληφὼς καὶ τὰς ἐν τῇ ἑσπέρᾳ παραχειμαζού-
σας ἀθροίσας ἐν Ἀδριανουπόλει γίνεται, κἀκεῖσε χάρακα πηξάμενος
βαθὺν ἔκειτο διασκοπούμενος μετὰ τῶν ἀρίστων, πόθεν ἂν ποιήσηται
τὴν εἰς τὰ πρόσω πορείαν. ἐν ᾧ δὲ οὗτος διενοεῖτο, αἰφνίδιον κατὰ τὴν
ὀγδόην τοῦ Ἰουνίου μηνὸς οἱ Πατζινάκαι τὸν Αἷμον διαβάντες ἐπιφαί-
νονται τῇ Ἀδριανουπόλει. καὶ διὰ τῶν σκοπῶν μηνυθείσης τῷ Κωνσταν-
τίνῳ τῆς τούτων ἐφόδου, βουλὴ προετέθη, εἰ πολεμητέον αὐτοῖς, εἴτε
καὶ μή. ἀλλὰ τῶν ἀρίστων ἐν τῇ σκηνῇ τοῦ ἑταιρειάρχου περὶ τῶν
πρακτέων βουλευομένων, Σαμουὴλ πατρίκιος ὁ Βούρτζης, ἀνὴρ αὐθά-
δης καὶ θρασύς, ἄρχων τότε τῶν πεζικῶν ὑπάρχων δυνάμεων καὶ τὴν
τοῦ χάρακος ἐπιστασίαν πᾶσαν ἐπιτετραμμένος, μὴ προσδεξάμενος τὸ
τοῦ ἄρχοντος σύνθημα, τὴν τάξιν λιπὼν καὶ διαλύσας τὸν χάρακα
ἔξεισι μετὰ τῶν πεζῶν καὶ τοῖς Πατζινάκαις προσρήγνυται. ὧν ῥαγ-
δαίως ἐπιβρισάντων ἤρξαντο κάμνειν οἱ πεζοί. διὸ καὶ θαμάκις πέμπων
πρὸς τὸν ἑταιρειάρχην ὁ Σαμουὴλ βοήθειαν ἐζήτει, ὡς ἀπαναγκασθέντα
τοῦτον καὶ ἀκουσίως δοῦναι τὸ σύνθημα τοῦ πολέμου. ἐξελθόντος οὖν
παντὸς τοῦ στρατοῦ κατὰ τὴν λεγομένην Βασιλικὴν Λιβάδα, καὶ καθο-
λικῆς συμπλοκῆς κροτηθείσης, διὰ τὸ αἰφνίδιον καὶ ἀσύντακτον καὶ
τὸ προηττῆσθαι τοὺς πεζούς, ἀναθαρσῆσαι δὲ καὶ τοὺς Πατζινάκας,
γίνεται τροπὴ φοβερὰ τῶν Ῥωμαίων, καὶ φόνος μὲν αὐτῶν οὐκ ἐγένετο
πολύς, συνεκλείσθησαν δὲ αἰσχίστως εἰς τὸν χάρακα, ἔπεσε δὲ Μιχαὴλ
πατρίκιος ὁ Δοκειανός, ἔλαβε δὲ καιρίαν κατὰ τῶν σπλάγχνων καὶ ὁ
μάγιστρος Κωνσταντῖνος ὁ Ἀριανίτης, καὶ τριταῖος ἀπέθανε. πεπτώ-
κασι δὲ καὶ ἄλλοι τινὲς τῶν ἀσήμων ὀλιγοστοί. τὸ δὲ λοιπὸν ἅπαν στρά-
τευμα συγκλεισθὲν ἀγεννῶς εἰς τὸν χάρακα ἐπολιορκεῖτο παρὰ τῶν
Πατζινάκων, χωννύντων τὴν τάφρον λίθοις καὶ κλάδοις καὶ πρὸς βίαν
ἑλεῖν ἐπειγομένων τὸν χάρακα. καὶ κἂν ἐγένετο τοῦτο, εἰ μὴ καταπελ-
τικῷ βέλει βληθεὶς ὁ Σουλτζοὺς διεπεραιώθη σὺν τῷ ἵππῳ καὶ εἰς
ἔκπληξιν μεγάλην ἤγαγε τοὺς θεασαμένους Πατζινάκας. ἐξῆλθε δὲ καὶ
τῆς Ἀδριανουπόλεως ὁ πρωτοσπαθάριος Νικήτας ὁ Γλαβᾶς, τοποτη-
ρητὴς ὢν τοῦ τάγματος τῶν σχολῶν, εἰς βοήθειαν· καὶ ἰδόντες τοῦτον
καὶ προσδοκήσαντες τὸν σύγκελλον Βασίλειον μετὰ τῶν Βουλγαρικῶν
ἀφικέσθαι δυνάμεων (προσεδοκᾶτο γὰρ καὶ οὗτος ἐλθεῖν) καὶ δειλιάσαν-
τες οἱ Πατζινάκαι σποράδες ἄλλος ἀλλαχοῦ φεύγοντες ὑπεχώρησαν, καὶ
πανσυδὶ ἂν ἀπωλώλει ὁ τῶν Ῥωμαίων στρατός.
[Const9.23] Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ τυραννίδος διαβολὴ
κατά τινων ἀρχόντων πολιτῶν, ὧν ἔξαρχοι ἐτύγχανον Νικηφόρος καὶ
Μιχαὴλ οἱ τοῦ Εὐθυμίου παῖδες, καὶ ἄλλοι τινὲς τῶν εἰς τὸ αὐτῶν γένος
ἀναφερόντων. ἀλλ' οἱ μὲν ἄλλοι πάντες διεσώθησαν, μόνος δὲ ὁ Νικη-
φόρος ἀνεξερευνήτως κατακριθεὶς ἐξωρίσθη, τῆς οὐσίας αὐτοῦ πρό-
τερον δημευθείσης.
[Const9.24] Ὅπως δὲ τῶν Πατζινάκων ἐπικρατέστερα γένηται τὰ Ῥω-
μαίων ὁ βασιλεὺς φροντίζων, τὸν Κεγένην ἐξάγει τῆς φυλακῆς καὶ ἐς
Πατζινάκας ἐκπέμπει, ὑποσχόμενον διασχίσαι τούτους καὶ εὔνους θεῖναι
τῷ βασιλεῖ. καὶ τὰ συμμαχικὰ πάντα συναθροίσας ὑφ' ἕν, Φράγγους
φαμὲν καὶ Βαράγγους, μεταπεμψάμενος δὲ καὶ ἱπποτοξότας ἀπό τε τοῦ
Τελούχ, τοῦ Μαύρου ὄρους, καὶ τοῦ Καρκάρου, περὶ τὰς εἴκοσι χιλιά-
δας, καὶ ἀνδράσιν ἐπισήμοις τῶν γενῶν ἕκαστον ἀναθείς, καὶ ἐπὶ πᾶσιν
ἡγεμόνα καταστήσας τὸν πατρίκιον Βρυέννιον καὶ ἐθνάρχην τοῦτον
κατονομάσας, τὰς ἐκδρομὰς ἐκπέμπει κωλύειν καὶ ἐπέχειν τῶν Πατζινά-
κων. οὗτοι γὰρ μετὰ τὴν ἐν Ἀδριανουπόλει μάχην καταφρονήσαντες
ὁλοσχερῶς τῶν Ῥωμαίων ἀδεῶς τήν τε Μακεδονίαν καὶ Θρᾴκην ἐδῄ-
ουν καὶ ἐπυρπόλουν, ἀναιροῦντες ἀνοίκτως καὶ αὐτὰ τὰ θηλάζοντα
νήπια, ὡς καὶ μίαν αὐτῶν μοῖραν ἄχρι τῶν Κατασυρτῶν (ἔγγιστα δὲ
αἱ Κατασύρται τῆς βασιλίδος) ἐλθεῖν. ἀλλὰ τούτων μὲν ἡ καταστροφὴ
ταχυτάτη ἐγένετο. λαὸν γὰρ ὁ βασιλεὺς ὁπλίσας ἀπό τε τῶν ἐν τῇ
αὐλῇ φυλασσόντων καί τινων ἄλλων ἐκ τοῦ παρείκοντος εὑρεθέντων,
καὶ Ἰωάννῃ πατρικίῳ, ἑνὶ τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος
Ζωῆς, ᾧ φιλόσοφος τὸ ἐπώνυμον, ἐγχειρίσας, κατειργάσατο ῥᾳδίως·
νυκτὸς γὰρ οὗτος ἐπελθὼν καὶ μεθύοντας καὶ κοιμωμένους πάντας εὑρὼν
ἀπέσφαξε, καὶ τὰς κεφαλὰς αὐτῶν ἁμάξαις γεωργικαῖς ἐπιθεὶς κομίζει
τῷ βασιλεῖ.
[Const9.25] Ὁ μὲν οὖν Κεγένης ἐξελθὼν διαπρεσβεύεται τοῖς Πατζινάκαις,
καὶ τούτων ὑποσχομένων μεθ' ὅρκων ποιήσειν τὸ αὐτοῦ θέλημα, πιστεύ-
σας τοῖς ὅρκοις καὶ ἀπελθὼν εὐθὺς ἀναιρεῖται, εἰς μικρὰ κατατμηθεὶς
μέρη καὶ μόρια. ὁ δὲ Βρυέννιος τὰς ἐμπιστευθείσας αὐτῷ παραλαβὼν
δυνάμεις καὶ ἐν Ἀδριανουπόλει γενόμενος ἐφρόντιζε τῆς φυλακῆς τῶν
χωρίων. στέλλεται δὲ καὶ τοῦ παντὸς ἡγεμὼν στρατοῦ Μιχαὴλ πατρί-
κιος ὁ Ἀκόλουθος, προσταχθεὶς καὶ αὐτὸς καθολικῆς μὲν μάχης μὴ
ἅπτεσθαι, εἴργειν δὲ καὶ ἀνακόπτειν τὰς ἐκδρομάς. ὃς ἐξελθὼν καὶ τῷ
Βρυεννίῳ ἑνωθεὶς ἔργου ἥπτετο, καὶ πρότερον μὲν ἐν Γολόῃ μιᾷ μοίρᾳ
τῶν Πατζινάκων περιτυχὼν καὶ ταύτην τρεψάμενος ἠφάνισεν, εἶτα
πάλιν ἐν τῷ Τοπλιτζῷ (φρούριον δὲ οὗτος παρὰ τὸν Εὗρον κείμενον)
ἑτέραν ἀποσπάδα μοῖραν τῶν Πατζινάκων εὑρὼν ἀπώλεσεν. ὅθεν
εὐλαβηθέντες τὰς τοιαύτας οἱ Πατζινάκαι δυνάμεις τὰ μὲν παρὰ τὰς
ὑπωρείας τοῦ Αἵμου κείμενα χωρία ληΐζεσθαι ἀπέσχοντο, πᾶσαν δὲ
τὴν ὁρμὴν ἐποιήσαντο κατὰ Μακεδονίας. καὶ πᾶν, ὅσον ἦν ἄλκιμον
διακριθέντες κατέτρεχον τὰ ἐν Μακεδονίᾳ χωρία, καὶ ἤν τις ἐπίῃ πόλε-
μος, εὐρώστως αὐτὸν προσδέξασθαι ἐμελέτων. ὅπερ μαθόντες ὁ Βρυέν-
νιος καὶ ὁ Μιχαήλ, ἄραντες νυκτός, ὡς μηδένα συναίσθησιν λαβεῖν, ὅποι
ἀπίασι, καὶ συντόνῳ χρησάμενοι ὁδοιπορίᾳ ἔρχονται εἰς Χαριούπολιν,
καὶ ἐν αὐτῇ εἰσελθόντες μετὰ τοῦ στρατοῦ ἐξεδέχοντο τὸν καιρόν. οἱ
δὲ Πατζινάκαι τοὺς ἀγροὺς καὶ τὰ προάστεια ληϊσάμενοι πάντα, καὶ
περὶ βουλυτὸν ὑποστρέψαντες ἔγγιστα Χαριουπόλεως προστίθενται
τὴν παρεμβολήν, ἀγνοοῦντες, ὅτι περ ἐπιχωριάζει στράτευμα ὅλως ἐν
αὐτῇ· διὸ καὶ ἀδεῶς ἔκειντο ἐν αὐλοῖς καὶ κυμβάλοις κωμάζοντες. νυκτὸς
δὲ ἐπιγενομένης οἱ περὶ τὸν Βρυέννιον καὶ τὸν Μιχαὴλ ἐξελθόντες καὶ
κοιμωμένους καὶ ῥέγχοντας εὑρόντες ἀναιροῦσι σύμπαντας. τοῦτο δὲ
τὸ ἀτύχημα συστολὴν καὶ δειλίαν ἐνέθηκε τοῖς Πατζινάκαις. διὸ καὶ τὰς
ἐκδρομὰς οὐκ ἀνέτως, ὡς τὸ πρότερον, ἀλλὰ μετὰ φειδοῦς ἐποιοῦντο
κατά τε τὴν τετάρτην καὶ πέμπτην ἰνδικτιῶνα.
[Const9.26] Κατὰ τοῦτον τὸν χρόνον καὶ ἡ Ῥωμανοῦ τοῦ λεγομένου Βοΐλα
αἰφνίδιος γέγονεν αὔξησις. οὗτος γὰρ ἐν ταῖς ἑταιρείαις κατατεταγ-
μένος καὶ τὴν γλῶτταν ὑγρὸς ὤν, καὶ δοκῶν κατὰ τοῦτο ἀστεῖος, καὶ
εὐτράπελος, ἐπεί ποτε ἐς ὄψιν ἦλθε τῷ βασιλεῖ καὶ ὁμιλήσας χαριέστατος
ἔδοξε, τὸ ἀπὸ τοῦδε ἀχώριστος ἦν αὐτῷ διὰ παντός, καὶ τούτῳ ἐχρῆτο
[Const9.26.6] καὶ συμβούλῳ καὶ διακόνῳ καὶ ὑπουργῷ πρὸς πᾶσαν ὑπηρεσίαν. ὃν
κατὰ μικρὸν ταῖς τιμαῖς προβιβάζων ἐς μέγα ἐξῆρε καὶ ὕψωσεν, ὡς τὰ
πρῶτα φέρειν ἐν βασιλείοις. οὗτος ὁ ἀνὴρ εὐμήχανος ὢν καὶ ποικίλος,
καὶ τῆς βασιλείας ἐρῶν ἀεί ποτε ἀπεπειρᾶτο τῶν ὅσοι τῶν συγκλητι-
κῶν προσκεκρουκότες ἦσαν τῷ βασιλεῖ καὶ τὸ μυστήριον ἀνεκάλυπτε.
καὶ τούτων ὁπόσοι μὲν ἔτυχον προσδεχόμενοι τοὺς λόγους τῆς ἐπιβουλῆς,
ἠρέμα καὶ προσηνῶς ἀνελάμβανε καὶ ὅρκοις ἐξησφαλίζετο. τοὺς ὅσοι
δὲ καὶ πρὸς μόνην ἀπεδυσπέτουν τὴν ἀκοήν, ἀποδέχεσθαι προσεποιεῖτο
καὶ θαυμάζειν τῆς εἰς τὸν βασιλέα εὐνοίας, καὶ τὰ λεχθέντα δοκιμασίας
ἔλεγε ῥηθῆναι χάριν καὶ ὑπερλαλῆσαι τούτων ἐς τὸν βασιλέα ἐπ-
ώμνυτο. τελευταῖον δὲ πολλοὺς διαφθείρας τῶν πολιτῶν καὶ ἐπιβουλὴν
ἐξαρτύων ἐφωράθη. καὶ οἱ μὲν ἄλλοι πάντες οἱ αὐτῷ συνομόσαντες
κακῶς ἔπαθον ἐτασθέντες καὶ τῶν οἰκείων ὑπάρξεων γυμνωθέντες καὶ
ὑπερορίαις παραπεμφθέντες, ὁ δὲ Ῥωμανὸς οὐδὲν πέπονθε φαῦλον. κατὰ
μικρὸν γὰρ ἀποστραφέντος αὐτὸν τοῦ βασιλέως, πάλιν συνεχωρήθη
καὶ τὴν προτέραν εἶχε κατάστασιν.
[Const9.27] Ὁ δὲ σουλτάνος ἐγκοτῶν, ὡς ἐρρέθη, Ἀβραμίῳ τῷ ἀδελφῷ καὶ
διὰ παντὸς ἐπιβουλεύων τῇ τούτου ζωῇ, ἐμελέτα διηνεκῶς ἀνελεῖν
αὐτόν. ὅπερ προγνοὺς ἐκεῖνος ἀπέδρα πρὸς Κουτλουμούσην τὸν ἑαυτοῦ
ἀνεψιόν, καὶ ἅμα ἐκείνῳ τὸν κατὰ τοῦ σουλτάνου ἀναδέχεται πόλεμον.
οἷς συμβαλὼν κατὰ τὸ λεγόμενον Πάσαρ ἐκεῖνος τρέπεται, καὶ τὸν μὲν
Ἀβράμιον ἀναιρεῖ κατασχεθέντα· ὁ δὲ Κουτλουμούσης φυγὼν μετὰ
χιλιάδων ἓξ καὶ Μέλεχ τοῦ υἱοῦ τοῦ Ἀβραμίου διαπρεσβεύεται πρὸς
βασιλέα, ἱκετεύων προσδεχθῆναι καὶ σύμμαχος καὶ φίλος γενέσθαι
Ῥωμαίων. καὶ ἐλθὼν πρὸς τὴν Περσαρμενίαν κατὰ τὸ λεγόμενον Κάρ-
σε προσέμενε τὰς τῆς πρεσβείας ἀποκρίσεις. ἐν τῷ μεταξὺ δὲ πολιορκήσας
τὸ Κάρσε πλὴν τῆς ἀκροπόλεως παρειλήφει τὴν πόλιν. κατόπιν δὲ
τούτων διώκων ὁ σουλτάνος ἦλθε μετὰ τῶν αὐτοῦ δυνάμεων ἐν Ἰβηρίᾳ·
ὅπερ μαθὼν ὁ Κουτλουμούσης ἔφυγε πρὸς τὸ Σάβα καὶ τὴν εὐδαίμονα
Ἀραβίαν. ὁ δὲ σουλτάνος ἐν Ἰβηρίᾳ γενόμενος ἐληΐζετο τὰ παρατυ-
χόντα καὶ ἐπυρπόλει. διὸ καὶ κατὰ σπουδὴν ὁ βασιλεὺς τὸν Ἀκόλουθον
Μιχαὴλ μεταπεμψάμενος ἐκ τῆς ἑσπέρας ἐς Ἰβηρίαν ἐκπέμπει. ὃς ἐκεῖσε
γενόμενος καὶ τοὺς διεσπαρμένους ἔν τε Χαλδίᾳ καὶ Ἰβηρίᾳ Φράγγους
καὶ Βαράγγους ἀγηοχώς, κωλύειν ἠπείγετο τὸν ἐνόντα τρόπον τὰς
ἐκδρομὰς τοῦ σουλτάνου. ἀλλ' ἐκεῖνος τὴν ὀξεῖαν ἔφοδον τούτου μαθών,
καὶ ὅτι λαὸν ἀθροίσας σπεύδει τούτῳ συμπλέκεσθαι, λογισάμενος,
ὅπερ ἦν εἰκός, τὸ ἑκατέρωθεν τοῦ πράγματος ἄδοξον, καὶ ὅτι νικήσας
μὲν δοῦλον ἔσται βασιλέως νενικηκώς, νικηθεὶς δὲ οὐ μικρὰν αἰσχύνην
ἀποίσεται, ἄρας παντὶ τῷ στρατῷ ἀνέζευξε πρὸς τὸ Ταβρέζιον.
[Const9.28] Τότε δὴ καὶ Μιχαηλᾶς ὁ τοῦ Στεφάνου υἱός, καὶ Τριβαλλῶν καὶ
Σέρβων μετὰ τὸν πατέρα καταστὰς ἀρχηγός, σπένδεται τῷ βασιλεῖ,
καὶ τοῖς συμμάχοις καὶ φίλοις Ῥωμαίων ἐγγράφεται, πρωτοσπαθάριος
τιμηθείς. ἐπέμφθη δὲ τῷ βασιλεῖ καὶ ἐξ Αἰγύπτου παρὰ τοῦ ταύτης
ἀρχηγοῦ ζῷον ἐλέφας καὶ καμηλοπάρδαλις. βουλόμενος δὲ ὁ βασιλεὺς
τελέως ἀποσκευάσασθαι τοὺς Πατζινάκας, τὰς ὁθενδήποτε δυνάμεις
ἀθροίσας ἔκ τε ἑῴας καὶ ἑσπέρας καὶ Μιχαὴλ παραδοὺς τῷ Ἀκολούθῳ,
καὶ τὸν σύγκελλον δὲ Βασίλειον τὰ Βουλγαρικὰ στρατεύματα ἀνειλη-
φέναι κελεύσας, καὶ ἄμφω κατὰ τῶν Πατζινάκων ἐκπέμπει. ὅπερ ἐκεῖνοι
πυθόμενοι χάρακα ἐπήξαντο κατὰ τὴν μεγάλην Περσθλάβαν τάφρῳ
βαθείᾳ καὶ σταυρώμασι ταύτην κατοχυρώσαντες. ἀφικομένων οὖν τῶν
Ῥωμαίων συγκλείσαντες ἑαυτοὺς ἔνδον τῆς τάφρου ἐπολιορκοῦντο.
ἐπεὶ δὲ τοῖς Ῥωμαίοις τηνάλλως ὁ καιρὸς ἐτρίβετο, μηδέν, ὅ τι καὶ
λόγου ἄξιον διαπράττουσι, κατέσχε δὲ αὐτοὺς καὶ σπάνις τῶν ἀναγ-
καίων, βουλὴν προὐτίθεσαν περὶ τοῦ πρακτέου, καὶ δόξαν ἅπασιν
ὑποστρέφειν, ἀωρὶ τῶν νυκτῶν σιγὴν παραγγείλαντες καὶ τὰς πύλας
ἀναπετάσαντες τῆς παρεμβολῆς ὑπεχώρουν. τοῦτο δὲ οὐκ ἔλαθε τὸν
Τυράχ, ἀλλὰ μαθών, ὡς βούλονται φεύγειν, λαὸν ὅτι πλεῖστον τοῦ
χάρακος ἐξαγαγὼν ἐν ταῖς διόδοις ἐκπέμπει, ὅπου περ ἔμελλον οἱ Ῥω-
μαῖοι διέρχεσθαι. αὐτὸς δὲ ἐξελθοῦσιν εὐθὺς ἐπιτίθεται. καὶ γίνεται
τροπὴ τῶν Ῥωμαίων φρικτή, καὶ οἱ μὲν ὑπὸ τῶν κατόπιν καταλαμ-
βανόμενοι ἀπεσφάττοντο, οἱ δὲ ὑπὸ τῶν προκατειληφότων τὰς δυσχω-
ρίας ἐρχόμενοι ἀνηλίσκοντο. ἔπεσεν οὖν πλῆθος πολύ, πίπτει δὲ καὶ
αὐτὸς ὁ σύγκελλος, οἱ δὲ λοιποὶ σὺν τῷ Μιχαὴλ ἐν Ἀδριανουπόλει
διασῴζονται. περιαλγὴς οὖν ὁ βασιλεὺς γενόμενος ἐπὶ τῷ ἀτυχήματι
τούς τε ἐκ τῆς τροπῆς διασωθέντας ἀνελάμβανε καὶ λαὸν ἕτερον ἐστρα-
τολόγει καὶ μισθοφόρους συνέλεγε, καὶ ἀβίωτον ἡγεῖτο τὸν βίον, εἰ
μὴ ἄρδην ἀφανίσει τὸ γένος τῶν Πατζινάκων. ἀλλ' ἐκεῖνοι δι' αὐτο-
μόλου τοῦτο πυθόμενοι διαπρεσβεύονται πρὸς τὸν βασιλέα, εἰρήνην
αἰτοῦντες. καὶ προσδεξάμενος οὗτος τὴν πρεσβείαν σπένδεται μετ' αὐτῶν
τριακοντούτεις σπονδὰς θέμενος.
[Const9.29] Μοναστήριον δὲ οἰκοδομῶν ὁ βασιλεὺς κατὰ τὰ λεγόμενα Μάγ-
γανα ἐπ' ὀνόματι τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου, καὶ ἀφειδῶς
τὰ δημόσια καταναλίσκων ἐν ταῖς οἰκοδομαῖς χρήματα, νῦν μὲν οἰκο-
δομῶν, νῦν δὲ καταστρέφων, εἰς μεγάλην ἤλασεν ἔνδειαν, ὡς πᾶσαν
ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους καὶ σεσοφισμένας εἰσπρά-
ξεις ἐφευρηκέναι· δημοσίους τε γὰρ προεχειρίζετο φροντιστὰς ἀσεβεῖς
καὶ ἀλάστορας, καὶ δι' αὐτῶν χρήματα ἐξ ἀδίκων πόρων συνήθροιζε.
κατέλυσε δὲ καὶ τὸν Ἰβηρικὸν στρατὸν ἀμφὶ τὰς πεντήκοντα χιλιάδας
ἀριθμούμενον διὰ Λέοντος τοῦ Σερβλίου, καὶ ἀντὶ στρατιωτῶν φόρους
πολλοὺς ἐπορίζετο ἀπὸ τῶν χωρίων ἐκείνων. καὶ ἄλλας πλείους εἰσπρά-
ξεις ἐπενοήσατο πονηρὰς καὶ ἀθέσμους, ἃς καὶ καταλέγειν αἰσχύνη.
ὃ δὲ εἰπεῖν ἐστιν ἀναγκαῖον, τοῦτο δὴ καὶ λέξω, ὅτι περ ἐξ ἐκείνου τοῦ
βασιλέως καὶ τῆς ἐκείνου ἀσωτίας καὶ σαλακωνείας τὰ Ῥωμαίων ἤρξατο
φθίνειν πράγματα, καὶ ἔκτοτε καὶ μέχρι τῆς δεῦρο κατὰ μικρὸν εἰς τὸ
κατόπιν χωροῦντα ἐς παντελῆ κατήντησε τὴν ἀσθένειαν· τὸ γὰρ ἐλευ-
θέριον ἀτεχνῶς διώκων εἰς ἄκραν ἐληλάκει τὴν ἀσωτίαν. οὐ μήν γε καὶ
παντάπασι πράξεων ἀγαθῶν ἐστέρητο, ἀλλὰ φέρονται καί τινα ἔργα
αὐτοῦ ἱστορικῆς μνήμης ἄξια. τό τε γὰρ ῥηθὲν μοναστήριον καὶ τὰ ἐν
αὐτῷ γηροτροφεῖα καὶ οἱ ξενῶνες καὶ τὰ πτωχοτροφεῖα ἐπαίνων οὐκ
ἀμοιροῦσι, καὶ τὸ γενόμενον ἔργον εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν
ἐγκωμίων οὐκ ἀπολείπεται. ἕως ἐκείνου γὰρ ἐν μόναις ταῖς ἐπισήμοις
ἑορταῖς ἐν ταύτῃ, ἔτι δὲ καὶ τοῖς σάββασι καὶ ταῖς κυριακαῖς ἡμέραις ἡ
ἀναίμακτος τῷ θεῷ ἐπετελεῖτο ἱερουργία, ἐν δὲ ταῖς λοιπαῖς οὐδαμῶς
ἡμέραις. τοῦτο δὲ ἐγίνετο διὰ προσόδου ἔνδειαν, ἣν οὗτος δαψιλῶς
ἀφορίσας καὶ ἀποχρώντως καθ' ἑκάστην τελεῖσθαι τὴν ἱερὰν παρ-
εσκεύασε λειτουργίαν· ὃ καὶ κρατεῖ γινόμενον μέχρι τῆς ἡμῶν. καὶ σκεύη
δὲ τὰ τῇ ἱερᾷ ἀνειμένα σπονδείᾳ τῇ τοιαύτῃ ἀνέθετο ἐκκλησίᾳ, ἐκ χρυ-
σοῦ καὶ πολυτίμων μαργάρων καὶ λίθων κατεσκευασμένα, μακρῷ παρ-
ελάσαντα τὰ λοιπὰ μεγέθει καὶ κάλλει καὶ τιμῇ· καὶ λοιποῖς ἄλλοις κειμη-
λίοις οὐκ ὀλίγοις ταύτην ἐφαίδρυνε. καὶ τὰ μὲν ἐκείνου ταῦτα.
[Const9.30] Ἐνέσκηψε δὲ καὶ λοιμικὴ νόσος τῇ βασιλίδι κατά τε τὴν ἑβδό-
μην καὶ ὀγδόην ἰνδικτιῶνα, ὡς μὴ ἐξισχύειν τοὺς ζῶντας ἐκφέρειν τοὺς
τεθνεῶτας. ἠνέχθη δὲ καὶ κατὰ τὸ θέρος τῆς ἑβδόμης ἰνδικτιῶνος μέγι-
[Const9.30.4] στόν τι χρῆμα χαλάζης, καὶ πολλὰ ὑπ' αὐτῆς οὐ ζῷα μόνον, ἀλλὰ
καὶ ἄνθρωποι διεφθάρησαν. ὁ δὲ βασιλεὺς κατεχόμενος ὑπὸ τῆς συν-
ήθους νόσου τῆς ποδάγρας ἔκειτο ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ μονῇ
τῶν Μαγγάνων. ἐπεὶ δὲ καὶ ἕτερον ἐπηκολούθησε σύμπτωμα καὶ ἤδη
ὁ θάνατος ἤγγιζεν, ἐσκέπτοντο οἱ τὰ πρῶτα ἐν τοῖς βασιλείοις φέρον-
τες, ὁ λογοθέτης Ἰωάννης, ὃν ὁ βασιλεὺς παραδυναστεύοντα εἶχε,
παρωσάμενος τὸν Λειχούδην, ὁ πρωτονοτάριος τοῦ δρόμου Κωνσταν-
τῖνος, ὁ ἐπὶ τοῦ κανικλείου Βασίλειος, καὶ οἱ λοιποὶ οἱ ἄλλως αὐτῷ
προσῳκειωμένοι, τίνα δὴ ἐς τὸν βασίλειον καθιδρύσουσι θρόνον. ἔδοξεν
οὖν ἅπασιν ἐπιτήδειος εἰς τοῦτο Νικηφόρος ὁ Πρωτεύων. καὶ δὴ πέμ-
πεται ταχυδρόμος ἐν Βουλγαρίᾳ, ἄξων αὐτὸν ἐκεῖθεν· ἔτυχε γὰρ τότε
τὴν τῆς Βουλγαρίας περιεζωσμένος ἀρχήν. ἀλλὰ τοῦτο γνόντες οἱ τῇ
Θεοδώρᾳ τῇ βασιλίδι ὑπηρετούμενοι (ἡ Ζωὴ γὰρ ἤδη προκατέστρεψε
τὴν ζῳήν), ὅ τε Νικήτας ὁ Ξυλινίτης, Θεόδωρος καὶ Μανουήλ, δρόμωνι
αὐτὴν ἐμβιβάσαντες ἄγουσιν εἰς τὰ τοῦ μεγάλου παλατίου ἀνάκτορα
καὶ αὐτοκράτορα ἀναγορεύουσι. καὶ ὁ μὲν βασιλεὺς ἀποθανὼν ἐν τοῖς
Μαγγάνοις ταφῆς ἔτυχε τῆς τυχούσης, οἱ δὲ περὶ τὴν βασιλίδα πέμ-
ψαντες ἐπέσχον τὸν Πρωτεύοντα ἐν Θεσσαλονίκῃ, κἀκεῖθεν ἀπάγουσιν
εἰς τὸ Θρᾳκήσιον ἐν τῇ μονῇ τοῦ Κουζηνᾶ κἀκεῖσε περιορίζουσιν.
[Theod.t] ΘΕΟΔΩΡΑ
[Theod.1] Τὴν προγονικὴν δὲ παραλαβοῦσα βασιλείαν ἡ Θεοδώρα εὐθὺς
μὲν μέτεισι τοὺς ὅσοι βασιλεῦσαι τὸν Πρωτεύοντα ἐβουλεύσαντο, τῶν
ὑπαρχόντων ψιλώσασα καὶ ὑπερορίσασα. προβιβάζει δὲ καὶ τοὺς
εὐνούχους αὐτῆς ἅπαντας εἰς τὰς μεγίστας ἀρχάς, δομέστικον μὲν τῶν
σχολῶν τῆς ἀνατολῆς τὸν Θεόδωρον προβαλλομένη, καὶ εἰς τὴν ἑῴαν
ἐκπέμψασα, ἐφ' ᾧ τὰς ἐκδρομὰς τῶν Τούρκων κωλύειν, τὸν μάγιστρον
Ἰσαάκιον τὸν Κομνηνὸν μετακινήσασα τῆς στρατοπεδαρχίας. ἔτυχε
γὰρ ὁ Μονομάχος διαπεραιωσάμενος πάσας ἐν ἑῴᾳ τὰς Μακεδονικὰς
δυνάμεις, ἀρχηγοὺς ἐχούσας ἅπαντας Μακεδόνας, ὧν εἷς ἦ
τες τοὺς τοῦ πατριάρχου ἀνεψιοὺς ἀπάξειν ἠπείλουν, εἰ μὴ τάχιον
αὐτὸς καταβαίη πρὸς τούτους. ὁ δὲ εἴτ' ἄκων, οὐκ οἶδα, εἴθ' ἑκών, ὡς
ὁ τῶν πλειόνων εἶχε λόγος, τὴν ἱερατικὴν περιθέμενος διπλοΐδα καὶ τὰ
λοιπὰ παράσημα τῆς ἀρχιερωσύνης ἀναλαβὼν κάτεισιν ἀκκιζόμενος
καὶ δεινὰ πάσχοντι ἐοικώς· ἦσαν δὲ ταῦτα πάντα σκηνή, ὡς τὰ πράγματα
ἔδειξε. κατελθόντα γὰρ ἐκεῖνον εὐθέως οἱ ἀνάπται τοῦ πλήθους παρειλη-
φότες καὶ θρόνον ἐνέγκαντες ἐπὶ τοῦ δεξιοῦ μέρους καθίζουσι τοῦ
ἁγίου βήματος. καὶ πρῶτον μέν, ὡς ἐν προσχήματι τάχα, πρεσβευτὴν
αὐτὸν παρεκάλουν ὡς βασιλέα γενέσθαι, ὅπως ἀποδοθείη αὐτῷ τὸ ὑπο-
γραφὲν παρ' αὐτῶν ἔγγραφον, ὡς ἤδη τοῦ βασιλέως σπεισαμένου τῷ
Κομνηνῷ καὶ βασιλέα ἀνειπόντος αὐτόν. τοῦ γὰρ ἐγγράφου σῳζο-
μένου ἀδιαρρήκτου, δυοῖν ἀτόποιν θάτερον ἔφασκον ἐξ ἀνάγκης ἕψε-
σθαι· ἢ γὰρ εὐφημήσαντες αὐτὸν ὡς βασιλέα ἐπιορκήσουσιν, ἢ ὡς ἐνυ-
βρίσαντες εἰς βασιλέα κολασθήσονται. ὁ δὲ πρῶτον μὲν ἀνελάμβανεν
αὐτούς, καὶ πληρώσειν τὸ αἴτημα τούτων κατεπηγγέλλετο. εἶτα μικροῦ
διαλιπόντος καιροῦ, πάντων ἀφέμενοι αὐτοκράτορα βασιλέα ἀναγορεύ-
ουσι τὸν Κομνηνόν, καὶ τοὺς ὅσοι μὴ τοῦτο βούλονται ἐχθροὺς Ῥω-
μαίων καὶ ἀποστάτας ὠνόμαζον, καὶ διαρπάζεσθαι τὰς οἰκίας αὐτῶν
ὑπὸ τοῦ πλήθους ἐδοκίμαζον, αὐτοῦ τοῦ πατριάρχου πρώτου διὰ τοῦ
τῆς ἐκκλησίας δευτερεύοντος Στεφάνου συμπαρόντος καὶ συνευδοκοῦν-
τος, καὶ Θεοδώρου τοῦ τῆς Ἀντιοχείας πατριάρχου τὴν ἀνάρρησιν τῆς
εὐφημίας βοήσαντος, καὶ τοὺς οἴκους τῶν ἐν ὑπεροχαῖς, ὅσοι μὴ ἠρέ-
σκοντο τοῖς γινομένοις, ἀνασκάπτειν καὶ διαρπάζειν προτρέποντος.
καὶ ταῦτα μὲν ἔπραττεν ἔσωθεν τοῦ θείου καὶ περιωνύμου ναοῦ. ἄγγελον
δὲ πρὸς τὸν Κομνηνὸν πέμψας, καὶ πρὸς τὸν γέροντα ἄλλους, ἐκείνῳ
μὲν μηνύει σπεύδειν καὶ μὴ βραδύνειν, καὶ μισθοὺς ἀπῄτει τῆς συνερ-
γείας, ὡς ἤδη τέλος ἐχούσης τῆς αὐτοῦ ἐφέσεως, τούτῳ δὲ κατιέναι
τῶν ἀνακτόρων κατ' οὐδὲν αὐτῷ προσηκόντων. κἀκ τούτου τοῖς
πᾶσιν ἀπροφάσιστος ἐφάνη ὁ πατριάρχης μὴ μόνον μέτοχος ὤν, ἀλλὰ
καὶ πρωταίτιος τῆς ἀποστασίας. τοῦ δὲ τοὺς πεμφθέντας ἐς αὐτὸν
μητροπολίτας ἐρωτήσαντος· ‘καὶ τί μοι ἀντὶ τῆς βασιλείας ὁ πατριάρ-
χης παρέχεται;’ ἐκείνων δὲ ἀποκριναμένων· ‘τὴν οὐράνιον βασιλείαν,’
ἅμα τῷ λόγῳ τὴν πορφυρίδα ἀποβαλὼν καὶ τὰ κοκκοβαφῆ πέδιλα, καὶ
ἰδιωτικὴν ἐσθῆτα ἀμφιασάμενος, κάτεισι. τοῦτο δὲ πάντως ἐγένετο ἄν,
ὡς ἐκεῖνός τε ἐβουλεύετο καὶ οἱ μητροπολῖται ὑπέσχοντο, εἰ ἅμα τῇ
ἀποστασίᾳ ᾤχετο λιπὼν τὰ βασίλεια· ἐγκαρτερήσας δ' ἄχρι πολέμου
καὶ ἀνασχόμενος τοσαύτην πτῶσιν ἰδεῖν ἀνδρῶν ὁμοφύλων, εἶτα
θραυσθεὶς καὶ κατασεισθεὶς ὑπὸ τῶν πολιτῶν καὶ ἄκων τῆς βασιλείας
ὑπεξερχόμενος, οὐκ οἶδα, εἰ ἀντιμισθίαν κομιεῖται τῆς ἐπιγείου βασιλείας
τὴν ἐπουράνιον. ἀλλὰ τοῦτο μέν, ὥς πῃ τῷ θεῷ φίλον, γενήσεται. τοῦ
δὲ κατὰ τὴν ἐν ἀκροπόλει οἰκίαν αὐτοῦ γενομένου ἡμέρᾳ τετράδι, τρια-
κοστὴν πρώτην ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς δεκάτης ἰνδικτιῶνος,
στέλλεται ὁ Κεκαυμένος κουροπαλάτης ὑπὸ τοῦ Κομνηνοῦ τιμηθεὶς
μετά τινων οὐκ ὀλίγων εὐπατριδῶν τῇ πέμπτῃ πρωΐας διὰ δρόμωνος,
καὶ εἰσελθὼν κρατεῖ τὰ ἀνάκτορα. ἔρχεται δὲ περὶ δείλην ὀψίαν καὶ ὁ
Κομνηνός, καὶ εἴσεισιν ἐν αὐτοῖς, καὶ τῇ ἐπαύριον, πρώτην ἄγοντος
τοῦ Σεπτεμβρίου μηνός, δημοσίαν ποιησάμενος πρόοδον ἄπεισιν εἰς
τὴν μεγάλην ἐκκλησίαν, κἀκεῖσε ἄνωθεν τοῦ ἄμβωνος διὰ τῶν χειρῶν
τοῦ πατριάρχου τῷ βασιλικῷ ταινιοῦται διαδήματι καὶ βασιλεὺς
αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται.
[103] ΙΩΑΝΝΟΥ ΣΚΥΛΙΤΣΗ ΧΡΟΝΟΓΡΑΦΙΑΣ ΣΥΝΕΧΕΙΑ
[103] Τὸν μὲν οὖν τρόπον ὃν εἴρηται τὴν βασιλείαν ὁ Κομνηνὸς ἀναζω-
σάμενος δόξαν τε παρεσχηκὼς ἀνδρείας καὶ πεῖραν πολεμικῆς γενναιότη-
τος, αὐτίκα τῷ βασιλικῷ νομίσματι σπαθηφόρος διαχαράττεται, μὴ τῷ
Θεῷ τὸ πᾶν ἐπιγράψας, ἀλλὰ τῇ ἰδίᾳ ἰσχύι καὶ τῇ περὶ πολέμους ἐμπειρίᾳ,
καὶ οἷα αὐτοκράτωρ τῶν τῆς βασιλείας ἀπάρχεται πράξεων, φιλοτίμοις
πρότερον τοὺς συναραμένους αὐτῷ πρὸς τὸ σπούδασμα κοσμήσας τιμαῖς
τό τε δημοτικὸν τῆς προσηκούσης ἀξιώσας προνοίας· καὶ φροντιστὰς
δὲ πολλοὺς τῶν δημοσίων ἀπέδειξε συλλόγων. Τῷ δὲ πατριάρχῃ πολύ τι
νέμων αἰδοῦς ἴσα καὶ πατέρα ἐτίμα, διὸ καὶ τοὺς αὐτοῦ ἀνεψιοὺς ταῖς
πρώταις ἀξίαις καὶ πράξεσι περιβλέπτους ἀποδέδειχε. Τῇ τε Μεγάλῃ Ἐκ-
κλησίᾳ τὸ οἰκονομεῖσθαι δι' αὑτῆς τὰ πράγματα ἀφιεροῖ, ἀλλοτριώσας
τούτων παντάπασι τὴν βασιλείαν, ὥστε μηδ' ἐπὶ τῆς οἰκονομίας μήτ'
ἐπὶ τῆς τῶν ἱερῶν κειμηλίων προνοίας καὶ προστασίας παρὰ βασιλέως
τινὰ προχειρίζεσθαι, ἀλλὰ τῆς τοῦ πατριάρχου ἐξουσίας ἠρτῆσθαι τὸ πᾶν,
καὶ τὴν τῶν προσώπων προχείρισιν καὶ τὴν τῶν πραγμάτων διοίκησιν.
Ἀγαγόμενος δὲ καὶ τὴν γυναῖκα ἀπὸ τοῦ φρουρίου Πημολίσσης αὐγοῦ-
σταν ἀναγορεύει σεβαστήν. Ἰωάννην δὲ τὸν ἀδελφὸν καὶ Κατακαλὼν τὸν
Κεκαυμένον κουροπαλάτας καὶ ἀμφοτέρους τιμᾷ, μέγαν δομέστικον τὸν
ἑαυτοῦ ἀδελφὸν προβαλλόμενος. Σκοπήσας δὲ τὸ τῶν χρημάτων ἀναγ-
καῖον, ὧν οὐδὲν ἄνευ κατὰ τὸν ῥήτορα περαίνεται, διὰ τὸ τὰ στρατιωτικὰ
[104] ἠσθενηκέναι καὶ τέλεον τεταπεινῶσθαι ἐκ τῆς κατεχούσης ἐνδείας τὴν
βασιλείαν καὶ τὸ πανταχόθεν τῶν Ῥωμαίων ἅπαντας κατεπαίρεσθαι, ὁ
πρὸς ἀδοξίας αὐτῷ ἦν καὶ πάντων βαρύτερον ἐλογίζετο, βαρὺς ἐχρημά-
τισε φορολόγος τοῖς χρεωστοῦσι δημόσια. Καὶ τὰς τῶν ὀφφικίων δὲ δό-
σεις αὐτὸς πρῶτος περιέτεμεν. Ἐμέλησε δ' αὐτῷ καὶ φειδωλίας καὶ τοῦ
προσθήκην ἀγρῶν τῇ βασιλείᾳ περιποιήσασθαι. Διὸ καὶ πολλὰ μὲν ἰδιω-
τικὰ πρόσωπα πολλῶν ἀπεστέρησε κτήσεων τὰς χρυσοβούλλους αὐτῶν
γραφὰς παριδών, ἐνέσκηψε δὲ καί τισι τῶν φροντιστηρίων καὶ πολλὰς
αὐτῶν κτήσεις ἀφελόμενος διὰ λογοποιίας τὸ ἀρκοῦν ἐγκαταλιπὼν τοῖς
μονάζουσι, τῷ δημοσίῳ τὸ περισσὸν προσαφώρισε· πρᾶγμα τοῖς μὲν
ἀκρίτως σκοποῦσιν ἐκ τοῦ προχείρου ἀσεβείας καὶ παρανομίας εἰσάγον
καὶ πρὸς ἱεροσυλίαν ἀναφερόμενον, ἀποτέλεσμα δὲ μηδὲν ἄτοπον φέρον
τοῖς ἐμβριθῶς σκοποῦσι καὶ πνευματικῶς, ἅτε <μὴ> ἀκτημοσύνης ἀπάγον
τοὺς ταύτην ἐπαγγειλαμένους καὶ τὴν συβαριτικὴν καὶ χλιδῶσαν περι-
κόπτον τρυφὴν καὶ μηδὲ τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων καὶ ἀναγκαίων
ἀποστεροῦν καὶ τοὺς ἀγρογείτονας τῆς ἐκ τῶν μοναχῶν κακότητος καὶ
πλεονεξίας ἐλευθεροῦν. Ὃ καὶ εἴθε αὐτῷ εἰς τέλος κατώρθωτο οὐκ ἐπὶ
τοῖς σεμνείοις μόνοις, ἀλλ' ἐπὶ τοῖς ἐκκλησιαστικοῖς πᾶσιν ἁπλῶς. Οὕτω
μὲν οὖν ταῦτα τῷ βασιλεῖ ᾠκονόμητο καὶ ἡ βασιλὶς τοῦτον εἶχε τῶν πό-
λεων.
Ὁ δὲ πατριάρχης τῇ τοῦ βασιλέως ἀπλήστῳ εὐνοίᾳ θαρρήσας ἐ-
φρονηματίσατο καὶ κατ' αὐτοῦ, οὐκ αἰτήσεσι καὶ παραινέσεσι χρώμενος,
εἴ ποτέ τινος δέοιτο καὶ ὑπέρ τινος, ἀλλὰ πολλάκις ἀποτυγχάνων διὰ τὸ
τῶν αἰτήσεων συνεχὲς καὶ φορτικὸν ἀπειλαῖς ἐχρῆτο καὶ ἐπιτιμίοις ἀπο-
τόμοις, καὶ εἴγε μὴ πείθοιτο καὶ τῆς βασιλείας ἔκπτωσιν ἀπειλούμενος,
τὸ δημῶδες τοῦτο καὶ κατημαξευμένον ἐπιλέγων: «Ἐγὼ σὲ ἔκτισα, φοῦρ-
[105] νε, καὶ ἐγὼ νὰ σὲ χαλάσω». Ἐπεβάλετο δὲ καὶ κοκκοβαφῆ περιβαλέσθαι
πέδιλα τῆς παλαιᾶς ἱερωσύνης φάσκων εἶναι τὸ τοιοῦτον ἔθος καὶ δεῖν
τούτοις κἀν τῇ νέᾳ κεχρῆσθαι τὸν ἀρχιερέα. Ἱερωσύνης γὰρ καὶ βασι-
λείας τὸ διαφέρον οὐδὲν ἢ καὶ ὀλίγον ἔλεγεν εἶναι· ἐν δέ γε τοῖς τιμιωτέ-
ροις καὶ πλέον ἔχειν καὶ μᾶλλον εἶναι ἐρίτιμον. Ταῦτα δὲ ὁ βασιλεὺς ἐνω-
τιζόμενος ὑπ' ὀδόντα λαλούμενα ἔσπευσε μᾶλλον δρᾶσαι ἢ παθεῖν. Ὅθεν
καὶ τῆς τῶν Ἀρχαγγέλων ἐφισταμένης ἑορτῆς ἄπεισι μὲν ὁ πατριάρχης
εἰς τὸ πρὸ τῆς πόλεως <παρ' αὐτοῦ συστὰν φροντιστήριον>, φιλοτίμως τὰ
τῆς ἑορτῆς ἐκτελέσαι φροντίζων. Ὁ δὲ βασιλεὺς τὸν καιρὸν ὡς ἕρμαιον
ἁρπάσας, ἵνα μὴ θόρυβος καὶ τάραχος γένηται ὑπειδόμενος, στῖφος στρα-
τιωτικὸν ἀποστείλας-Βαράγγους αὐτοὺς ἡ κοινὴ ὀνομάζει διάλεκτος-
ἀνάρπαστον ἐκ τοῦ θρόνου ἀτίμως ἐπαίρουσι, καὶ ἡμιόνῳ καθίσαντες συν-
ήλαυνον ἄχρι τῆς ἐν Βλαχέρναις ἀκτῆς αὐτόν τε καὶ τοὺς ἀνεψιοὺς αὐτοῦ,
ἐκεῖθέν τε λέμβῳ ἐμβληθέντας εἰς τὴν νῆσον Προικόννησον περιορίζουσι.
Κοινολογησάμενος δέ τισι τῶν μητροπολιτῶν καὶ περὶ τῆς αὐτοῦ καθαιρέ-
σεως συνδιασκεψάμενος, τοὺς λογιωτέρους αὐτῶν ἐπιλεξάμενος δηλοῖ δι'
αὐτῶν ἀποθέσθαι τὴν ἀρχιερωσύνην, πρὶν ἂν ἀτίμως αὐτὴν ἀποβάληται
συνόδῳ καὶ συλλόγῳ τῶν κατ' αὐτὸν δημοσιευθέντων. Ἀνάλωτος δὲ τού-
τοις ὀφθεὶς καὶ ἀταπείνωτος τά γε ἐπ' αὐτῷ, ἀπέγνωστο αὐτῷ ἡ καθαί-
ρεσις. Φροντίζοντος δὲ τοῦ βασιλέως περὶ ταύτης διηνεκῶς ἐν τῷ μέσῳ
μεταλλάττει τὸν βίον ὁ πατριάρχης εἰρηνικῶς. Ὁ δὲ βασιλεὺς μετανοίᾳ
βληθεὶς τὸ σῶμα αὐτοῦ εἰσάγει ἐντίμως καὶ τῇ μονῇ αὐτοῦ ἀποτίθεται,
ἐκπλαγεὶς ἐπὶ τῷ συμβάντι θαύματι αὐτός τε καὶ οἱ σὺν αὐτῷ. Ἡ γὰρ
χεὶρ ἡ δεξιὰ τοῦ πατριάρχου σταυροειδῶς σχηματισθεῖσα, ᾗ ἔθος εὐ-
[106] λογεῖν ἐπιφωνοῦντας τῷ λαῷ τὴν εἰρήνην, μεμένηκεν ἄτρεπτος μὴ συν-
αλλοιωθεῖσα τῇ νεκρώσει τοῦ σώματος.
Προχειρίζεται δὲ ἀντ' αὐτοῦ πατριάρχης Κωνσταντῖνος πρόεδρος
καὶ πρωτοβεστιάριος ὁ Λειχούδης, πρότερον ψήφου προβάσης ἐπ' αὐτῷ
παρὰ τῶν μητροπολιτῶν καὶ τοῦ κλήρου καὶ τοῦ λαοῦ παντός, ἀνὴρ μέ-
γιστον διαλάμψας τοῖς βασιλικοῖς καὶ πολιτικοῖς πράγμασιν ἀπό τε τῆς
τοῦ Μονομάχου ἀναρρήσεως καὶ μέχρι τοῦ τηνικάδε καιροῦ, καὶ μέγα
κλέος ἐπὶ τῷ μεσασμῷ τῆς τῶν ὅλων διοικήσεως ἀπενεγκάμενος καὶ τῆς
τῶν Μαγγάνων προνοίας καὶ τῶν δικαιωμάτων φύλαξ παρὰ τοῦ εἰρημέ-
νου βασιλέως καταλειφθείς. Εἰ καὶ προβέβλητο γοῦν καὶ οὐκ ἐνδοιάσι-
μον τὴν ἀρχιερωσύνην καὶ πατριαρχίαν ἐκέκτητο καὶ ἀναμφήριστον, ἀλλ'
ὁ βασιλεὺς φροντίζων ὅπως τῶν τοιούτων δικαιωμάτων ἐγκρατὴς γένηται,
τοῦτον εἶναι καιρὸν ἐπιτήδειον οἰηθείς, πρεσβυτέρῳ χειροτονηθέντι ἐπέσχε
τὴν ἐντελῆ χρῖσιν τῆς ἀρχιερωσύνης, «ἄχρις ἂν» φησὶ «τὰ ὑποτονθορυζό-
μενα κατὰ σοῦ σκοπηθῇ συνοδικῶς τε καὶ κανονικῶς». Ὁ δὲ Κωνσταντῖ-
νος μὴ ἀγνοήσας δι' ὃν ταῦτα τρόπον τυρεύεται κατ' αὐτοῦ, τὸ τῆς αἰ-
σχύνης ἀδόκητον λογιζόμενος, φέρων τὰ ζητούμενα τῷ βασιλεῖ ἐπιδίδωσι.
Καὶ ἔκτοτε ἀδιστάκτως καὶ δίχα τινὸς προφάσεως πάντα τελεῖται ἐπ'
αὐτῷ ὅσα ἔθος τελεῖν ἐπὶ τοῖς χειροτονουμένοις. Γέγονε δὲ δωρηματικὸς
καὶ προνοητικὸς οὐ τῶν τῆς Ἐκκλησίας μόνον, ἀλλὰ καὶ πάντων ἁπλῶς,
ὡς μηδένα ὑπολειφθῆναι τῆς αὐτοῦ προνοίας ἀμέτοχον, τὸν μὴ τῆς αὐτοῦ
χειρὸς ἀπολαύσαντα.
Τῶν Οὔγγρων δὲ τὴν πρὸς Ῥωμαίους εἰρήνην διαλυσάντων καὶ τῶν
Πατζινάκων δὲ ἐξερπυσάντων τῶν φωλεῶν οἷς ἐνεκρύβησαν καὶ τὴν
παρακειμένην χώραν σινόντων, τὰ πρὸς τὴν ἐκστρατείαν ἐξαρτύσας ὁ
βασιλεὺς ἔξεισι πασίρρωμος εἰς Τριάδιτζαν. Ἐκεῖσέ τε πρέσβεις πρὸς
τῶν Οὔγγρων δεξάμενος, τὴν μετ' αὐτῶν εἰρήνην κυρώσας καὶ ἐμπεδώσας
[107] ὡς ἐνῆν, ἐπὶ τοὺς Πατζινάκους ἐξώρμησε. Διῃρημένων δὲ αὐτῶν κατὰ
γενεὰς καὶ φατρίας, οἱ μὲν λοιποὶ ἡγεμόνες τῷ βασιλεῖ ὑποκλιθέντες
εἰρηνικά τε καὶ φίλια ἐφρόνησαν, μόνος δὲ ὁ Σελτὲ χεῖρας δοῦναι τῷ βα-
[107.4] σιλεῖ οὐκ ἠθέλησε, τοῖς ἕλεσι τοῦ Ἴστρου οἷς συνέφυγε καὶ τῇ ἐκεῖσε
ἀποκρήμνῳ πέτρᾳ ἐπερειδόμενος, οἷς καὶ θαρρήσας εἰς τὸ πεδίον ἐξῆλθε
συρράξαι τῷ βασιλεῖ προθυμούμενος. Οὐκ εἰς μακρὰν δὲ τῆς οἰκείας ἀπο-
νοίας ἀποίσατο τὰ ἐπίχειρα· βραχείας γὰρ μερίδος τῶν βασιλικῶν ἀντι-
ταχθείσης αὐτῷ φυγὰς ᾤχετο, καὶ τὸ κρησφύγετον αὐτοῦ ληφθὲν κατη-
ρειπώθη ἐκ βάθρων αὐτῶν. Ὁ δὲ βασιλεὺς μετὰ τὸ τοῦτον τροπώσασθαι
καὶ ἀφανίσαι ἄρδην, ἀναζεύξας ἐσκήνωσεν ἐν τῷ Λοβιτζῷ περὶ τοὺς
αὐτοῦ πρόποδας. Ῥαγδαῖος δὲ ὄμβρος τῇ παρεμβολῇ ἐπικαταρραγεὶς
καὶ νιφετὸς ἔξωρος-Σεπτέμβριος γὰρ ἦν μὴν ἡμέραν ἄγων κδʹ, καθ' ἣν
ἡ τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλας ἑορτὴ τελεῖται χριστιανοῖς-
πολλῆς κακώσεως καὶ λύμης ἐνέπλησε τὸ στρατιωτικόν· ἥ τε γὰρ ἵπ-
πος σχεδὸν ἅπασα καὶ τῶν παρόντων οἱ πλείους τῷ κρύει καὶ τῷ ὄμβρῳ,
γυμνοὶ καὶ ἀπαράσκευοι τυγχάνοντες, τὸ ζῆν ἐναπέρρηξαν. Ἐπιλελοί-
πασι δὲ παρὰ πᾶσαν ἐλπίδα καὶ τὰ ἐπιτήδεια ποταμίων ῥευμάτων φορᾶς
καὶ χειμῶνος γενόμενα πάρεργον. Ἀναστολῆς δὲ μετρίας γενομένης καὶ
τῶν νιφετῶν ἀνακωχὴν λαβόντων ἐξῄει ὁ βασιλεύς, πλείστους δὲ τῷ πο-
ταμῷ ἀποβαλὼν ὑπὸ σκιὰν ἔστη δένδρου τινὸς ἅμα τῶν ὑπερεχόντων
τισί. Μετ' ὀλίγον δὲ ἠχῆς γενομένης ἐκ τῆς δρυὸς πρόεισι μικρὸν ὁ βασι-
λεύς, ὅσον μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι, ῥιζόθεν δ' αὕτη ἀνα-
σπασθεῖσα ὑπτία τῇ γῇ προσήρεισε. Γέγονε δὲ ἐνεὸς ὁ βασιλεὺς λογισά-
μενος οἵας τελευτῆς ἐπωδύνου παρὰ μικρὸν τυχεῖν ἔμελλεν. Ἦν δὲ
οὐκ ἀγαθὸς οἰωνὸς τὸ συμβάν, ἀλλὰ προοίμιον τῆς μελλούσης αὐτὸν
καταλαβεῖν τύχης καὶ τῶν ἤδη γεγενημένων εἴσπραξις καὶ τιμωρία.
Εὐχαριστῶν δὲ ἐπὶ τῷ συμβεβηκότι τῷ Θεῷ ναὸν ἐν τῷ παλατίῳ τῶν
Βλαχερνῶν ἐπὶ τῷ ὀνόματι τῆς πρωτομάρτυρος Θέκλας ἀνήγειρε κάλ-
[108] λιστον. Προβιβάζων δὲ τὸν στρατὸν ἀπῄει ταχέως ἐπὶ τὴν βασιλεύουσαν,
λογοποιουμένην ἀποστασίαν ἐν τῇ ἀνατολῇ ἐνωτιζόμενος. Καταλαβὼν
δὲ καὶ πάντα ψευδῆ εὑρηκὼς κυνηγεσίοις ἑαυτὸν ἐψυχαγώγει καὶ τῇ ἄλ-
λῃ ἀνέσει κατὰ τὸν τῇ βασιλίδι προκείμενον πορθμὸν ἀνιών. Περὶ δὲ
ὥραν ἀρίστου φῶς ἀστραπηβόλον τοῖς τόποις ἐκείνοις ἐνέσκηψε, Νεά-
πολις τούτοις τὸ γνώρισμα, χοῖρός τέ ποθεν ἐπιφανεὶς ἐφ' ἑαυτὸν τὸν
βασιλέα ἐξεκαλέσατο, ὃν ἐπιδιώκων ὁ βασιλεὺς ἄχρι καὶ θαλάσσης ἐξή-
λασεν. Ὡς δὲ ὁ χοῖρος τὴν θάλασσαν εἰσδὺς ἀφανὴς ἐγένετο, ὁ βασιλεὺς
ἐξαίφνης πληγεὶς τῷ ἀστραπηβόλῳ φωτὶ τοῦ ἵππου τε ἀπεσφαιρίσθη
καὶ πρὸς τῇ γῇ ἀφρίζων ἐκυλίετο. Ἀκατίῳ δὲ ἐμβληθεὶς πρὸς τὰ βασί-
λεια διασῴζεται παρακεκομμένος καὶ ἑαυτοῦ μηδόλως ἐπαισθανόμενος.
Νοσημαχήσας δὲ ἐφ' ἡμέρας τινὰς τὸν μόρον ἐκαραδόκει καὶ διὰ τοῦτο
πρὸς ἐξιλέωσιν τοῦ θείου ἀσπάζεται τὴν μετάνοιαν καὶ τὴν βασιλικὴν
ἐξουσίαν, ἧς παρανόμως ἐδράξατο, ἑκοντὶ μεθίησι, τοῦτό γε καλῶς ποιη-
σάμενος, καὶ τὸν μοναδικὸν ἀσπάζεται βίον, τὴν πρὶν εὐδοξίαν καὶ τρυ-
φὴν ὑποπτώσει ἑκουσίᾳ καὶ μετριότητι διορθούμενος. Ὃ δὲ μᾶλλον δεί-
κνυσιν ὡς εἰλικρινῶς καὶ ψυχῆς ἐξ ὅλης μεταμεμέληται ἐφ' οἷς ἔπραξε,
βασιλέα προχειρίζεται οὐ τὸν ὁμαίμονα αὑτοῦ Ἰωάννην, οὐ τὸν ἀδελ-
φιδοῦν ἑαυτοῦ Θεόδωρον τὸν Δοκειανόν, οὐκ ἄνδρα προσζεύξας τῇ θυγα-
τρὶ οὔτ' ἄλλον τινὰ τῶν πρὸς αἷμα ᾠκειωμένων αὐτῷ, ἀλλὰ τὸν πρόε-
δρον Κωνσταντῖνον, ᾧ Δούκας τὸ πατρωνυμικὸν ἀνέκαθεν ἦν, ὡς συνί-
στορα καὶ συναγωνιστὴν καὶ χρημάτων ποριστὴν ἀφθονώτατον εἰς τὴν
τῆς βασιλείας κατάσχεσιν. Ὁ δὲ Κομνηνὸς ῥάκια μοναχικὰ περιβαλλό-
μενος, ἐπ' ὀλίγον γνωσιμαχήσας εἴ πως ἀνεθείη τῆς νόσου, ἐπείπερ ἔγνω
κατ' ἄκρας ταύτῃ ἁλούς, ἔτι τῇ νόσῳ τρυχόμενος τὴν τοῦ Στουδίου
καταλαμβάνει μονήν, πολλὰ καὶ τῆς αὐγούστης Αἰκατερίνης συμβαλλομένης
[109] αὐτῷ πρὸς τὸ προκείμενον καὶ τῇ τῆς ἐπιγείου βασιλείας ἀποβολῇ τὴν
ἐν οὐρανοῖς ἀπόλαυσιν ἐπαγγελλομένης αὐτῷ, βασιλεύσας μὲν ἔτη δύο
καὶ μῆνας τρεῖς, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ, πᾶσαν ὑπα-
κοὴν πρὸς τὸν ἐν τῇ μονῇ ἡγουμενεύοντα ἐνδεικνύμενος, ὡς καὶ θυρωρὸς
γενέσθαι καὶ ταῖς ἄλλαις ὑπηρετῆσαι διακονίαις διὰ πολλὴν ἐπιείκειαν
καὶ μετριοφροσύνην καταδεξάμενος. Σωφρονέστατος δὲ εἰσάγαν γενέσθαι
λέγεται. Στρατοπεδάρχῃ γὰρ ὄντι αὐτῷ νόσον ἐνσκῆψαι νεφριτικὴν φασίν,
ὥστε καὶ ἀπογνῶναι αὐτὸν τῆς ζωῆς διὰ τὸ παρέσει παντελεῖ καὶ ἀκινησίᾳ
κατασχεθῆναι. Τῶν δὲ ἰατρῶν, μετὰ τὸ τοῖς ἄλλοις ἅπασι χρήσασθαι
καὶ ἐλεγχθῆναι ἀνηνύτοις ἐπιχειρεῖν, συμβουλευόντων μιγῆναι γυναικὶ
αὐτὸς οὐχ ὑπήκουσεν. Εἰπόντων δέ, εἰ μὴ τούτῳ ἐπιχειρήσειε, πρὸς ἀνάγ-
κης ἔχειν καυτῆρι χρήσασθαι, ἐκ τούτου δὲ ἀπαιδίᾳ κατασχεθῆναι δεινῇ
καὶ ἀγονίᾳ, αὐτὸς «ἀρκοῦσί μοι» ἔφη «ὁ Μανουὴλ καὶ ἡ Μαρία, οἳ ἤδη
μοι χάριτι Θεοῦ παῖδες γενόμενοι. Τούτων μὲν γὰρ ἄνευ ἔνεστι τυχεῖν
τῆς βασιλείας τοῦ Θεοῦ, σωφροσύνης δὲ χωρὶς οὐδεὶς τὸν Κύριον ὄψεται».
Ἀλλὰ καὶ ἡ βασιλὶς Αἰκατερῖνα καὶ ἡ ταύτης θυγάτηρ Μαρία τὴν τρίχα
κειράμεναι διῆγον ἐν τοῖς παλατίοις τοῦ Μυρελαίου, πᾶσαν ἄσκησιν μονα-
δικὴν μετερχόμεναι.
Τελευτήσαντος δὲ τοῦ βασιλέως, ὑγρότητος μεστὴ θεαθεῖσα ἡ τοῦτον
κατέχουσα σορὸς ὑπόνοιαν παρέσχε πολλοῖς τιμωρίαν εἶναι τὸ γεγονὸς
καὶ κολάσεως ἔνδειγμα τοῦ ἐμφυλίου πολέμου καὶ τῆς σφαγῆς καὶ τῶν
μετὰ τὸ βασιλεῦσαι πεπραγμένων αὐτῷ εἴς τε τὰς τῆς συγκλήτου στε-
ρήσεις τῶν ἔκπαλαι διδομένων αὐτῇ, καὶ τὴν τῶν θείων ναῶν καὶ τῶν
ἱερῶν σεμνείων ἀποστέρησιν ἥν, ὡς ἔφημεν, ἐποιήσατο, τὸ ἀπέριττον
μὲν καὶ τὴν αὐτάρκειαν αὐτοῖς προνοούμενος, τῷ δημοσίῳ δὲ εἰσφέρων
[110] μετρίαν παράκλησιν. Ἄλλοι δὲ τὸ ῥεῦσαν ἁγιωσύνης ἔργον ἐτίθεντο ὡς
καθαρῶς καὶ ἀδιστάκτως μεταγνόντος αὐτοῦ ἐφ' οἷς ἔπραξε· μὴ γὰρ εἶναι
ἁμαρτίαν νικῶσαν τὴν φιλανθρωπίαν τοῦ Θεοῦ. Ἀμφοτέρων δὲ τὴν γνώ-
μην ἐπαινῶ καὶ ἀποδέχομαι, τῷ τὴν μὲν κωλυτικὴν εἶναι τῶν μελλόντων
κακῶν, τὴν δὲ προτρεπτικὴν ἀπὸ τοῦ χείρονος πρὸς τὸ βέλτιον.
Τῆς δὲ βασιλίσσης Αἰκατερίνης, ἐν τῷ μοναχικῷ Ξένης μετονομα-
σθείσης, ἐπετείως τελούσης τὰ τοῦ βασιλέως μνημόσυνα συγκαλούσης
τε ἄλλους τέ τινας μοναχοὺς καὶ δὴ καὶ τοὺς ἐν τῇ τοῦ Στουδίου μονῇ
ἀσκουμένους σύμπαντας, ἐπειδὴ ἔμελλε τελευτᾶν, ἐτέλει μὲν συνήθως
καὶ κατὰ τὸ ἔθος τὰ τοῦ βασιλέως ἐτήσια, διπλᾶ δὲ πάντα τούτοις τὰ
ἐκ τύπου διδόμενα παραθέσθαι προσέταξε. Τοῦ δὲ καθηγουμένου δια-
πορήσαντος καὶ τὸν λόγον τοῦ διπλασιασμοῦ ἡσυχῇ προσελθόντος καὶ
ἀπαιτήσαντος, «ὅτι τοι» ἔφη «ὦ τιμιώτατε, οὐκ οἶδα εἰ καὶ κατὰ τὸ
ἐπιὸν ἔτος ὑμῖν συνέσομαι, τοῦ Θεοῦ τὰ καθ' ἡμᾶς ἴσως ἄλλως καὶ ὡς
αὐτῷ βουλητὸν οἰκονομήσαντος». Ὃ δὴ καὶ γέγονε· τετελευτήκει γὰρ
ἐν τῷ μέσῳ ἀξιώσασα ταφῆναι σὺν τοῖς ἀδελφοῖς ἐν τῷ κοιμητηρίῳ
τῆς τοῦ Στουδίου μονῆς. Κατεκόσμησαν δὲ καὶ ἀμφότεροι, αὐτή τε καὶ
ὁ βασιλεύς, τὸν πάνσεπτον τοῦ Προδρόμου ναόν, ἃ καταλέγειν καὶ κατὰ
λεπτὸν διεξιέναι ἆθλος Ἡράκλειος.
Ἦν δὲ ὁ βασιλεὺς τὸ ἦθος στάσιμος, τὴν ψυχὴν ἐπιεικής, τὴν γνώμην
ὀξύς, τὴν χεῖρα δραστήριος, τὴν σύνεσιν ἕτοιμος, στρατηγικώτατος τὰ
πολέμια, τοῖς ἐχθροῖς φοβερός, τοῖς περὶ αὐτὸν εὐμενής, λόγοις προσκά-
μενος, καὶ ταῦτα μὴ τούτων ἐξ ἀρχῆς ἐθὰς ὤν. Ἔλεγε δὲ δεῖν τὸν βασιλέα
[111] φοβερὸν μὲν εἶναι τοῖς ἔξω, εὐπρόσιτον δὲ τοῖς ἰδίοις. Πάλιν ἔλεγε τοὺς
[111.2] τυραννιῶντας τῶν βασιλέων ἀπελευθέρους εἶναι σπεύδειν. Αἰτιώμενος
δὲ ὅτι τετυράννηκε κατὰ τοῦ Μιχαήλ, «ὤκνουν» ἔλεγε «τῷ συνδούλῳ δου-
λεύειν καὶ τῶν εἰκότων μὴ τυγχάνειν». Ἐπισκώπτων δὲ τῇ γυναικὶ
ἔλεγε δούλην μὲν εἶναι πρότερον, νῦν δὲ ἠλευθερῶσθαι ὑπ' αὐτοῦ. Πάλιν
ἔλεγε τοῖς μὲν ἄλλοις τοὺς συγγενεῖς τυγχάνειν σκόλοπα, τῷ δὲ τυραν-
νοῦντι ὠφέλειαν. Ἔλεγε δὲ καὶ ἡ βασιλὶς Αἰκατερῖνα μηδὲν ξένον ἐπ' αὐτῇ
γεγενῆσθαι βασιλείαν βασιλείας ἀλλαξαμένη.
Μετὰ δὲ τὸν Κομνηνὸν Κωνσταντῖνος πρόεδρος ὁ Δούκας τῶν
σκήπτρων ἐπιλαβόμενος ἀναιμωτὶ καὶ δίχα πραγμάτων καὶ ταραχῆς,
λόγους ἐπιεικείας γέμοντας ἐδημηγόρησε πρὸς τὴν σύγκλητον καὶ πρὸς
ἅπαν τὸ δημοτικόν τε τῆς πόλεως καὶ κοινόν. Καὶ τὸ ἀπ' ἐκείνου τῆς τῶν
πραγμάτων ἐνήρξατο ἀντιλήψεως τοῦ ἐπιεικοῦς καὶ μετρίου κατ' οὐδὲν
ἀφιστάμενος, ἀλλὰ πᾶσι τρόποις αὐτοῦ ἐξεχόμενος. Ἐτίμησε δὲ τῶν
τε τῆς συγκλήτου καὶ τοῦ δήμου πολλούς. Ἀνώρθωσε δὲ καὶ τοὺς ἤδη
ἐπὶ τοῦ Κομνηνοῦ ἐκπεπτωκότας τῶν οἰκείων τιμῶν· πολλοὺς γὰρ ἐκεῖ-
νος παγανώσας ἀδόξους ἐξ ἐνδόξων καὶ ἀτίμους ἐξ ἐντίμων ἀπέδειξεν.
Ἐπιστάσης δὲ τῆς τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου μνήμης κατὰ
τὸ ἔθος ἄπεισιν ὁ βασιλεὺς εἰς τὰ Μάγγανα αἰδοῖ τοῦ μάρτυρος. Μετὰ δὲ
τὸ τελεσθῆναι τὴν ἑορτὴν τινὲς τῶν κακοήθων καὶ δολερῶν βουλὴν πονη-
ρὰν ἐξαρτύσαντες τῷ βασιλεῖ ἐπεβούλευσαν μέν, ἤνυσαν δὲ οὐδέν, Θεοῦ
τὸν σύλλογον καὶ τὸ πονηρὸν καὶ ἄθεον διαλυσαμένου σκαιώρημα. Ἦν
γὰρ αὐτοῖς γνώμη τῷ βυθῷ παραδοθῆναι αὐτὸν παγγενεὶ ἅτε διὰ θαλάσ-
σης πρὸς τὸ παλάτιον ἀποπλεῖν μέλλοντα. Ζητήσεως δὲ καὶ ἐρεύνης γε-
νομένης περὶ τοῦ συμβάντος πολλῆς πολλοὶ τῶν μεγιστάνων καὶ αὐτὸς
ὁ τηνικαῦτα ἔπαρχος ἑάλωσαν ὡς ἐπίβουλοι καὶ καθοσιώσεως αἰτίᾳ ὑπέ-
πεσον, τῶν οἰκείων στερηθέντες κτήσεων καὶ πάσης τῆς περιουσίας αὐτῶν.
[112] Ἐπόθησε δὲ καὶ ἠγάπησε διαφερόντως τῶν ἄλλων ἁπάντων ὁ βασι-
λεὺς τήν τε τῶν δημοσίων χρημάτων ἐπαύξησιν καὶ τῶν ἰδιωτικῶν δι-
κῶν τὴν ἀκρόασιν, κἀν τούτοις τὴν μείζονα φροντίδα κατεκένου τῆς βα-
σιλείας τῶν ἄλλων ἧττον ἐχόμενος, στρατηγικῶν φημι πλεονεκτημάτων
καὶ στρατιωτικῶν ἀνδραγαθημάτων. Διὰ δὴ ταῦτα καὶ συκοφαντικαῖς
ἐπηρείαις καὶ σοφιστικαῖς μεθόδοις καὶ δικανικῶν προβλημάτων ἑσμῷ
καὶ σεκρετικῶν ζητημάτων ἐπιπλοκαῖς τὸ ῥωμαϊκὸν ἐκλονεῖτο καὶ
ἐκραδαίνετο, ὡς καὶ αὐτοὺς τοὺς στρατευομένους τὰ ὅπλα καὶ τὴν στρατείαν
μεταθέντας συνηγόρους καὶ νομικῶν προβλημάτων καὶ ζητημάτων γενέσθαι
ἐραστάς, μακρὰν χαίρειν εἰπόντας ἐνυαλίῳ τε ἠχῇ καὶ πολεμικῇ ὀρχήσει
καὶ περιδινήσει ἀγχιστρόφῳ. Εὐσεβὴς δὲ ὤν, εἴπερ τις ἕτερος, καὶ φιλο-
μόναχος φιλόπτωχός τε καὶ περὶ τὸ σῶμα ἧττον κολαστικός, πρὸς ἄλλο
τι ἀμβλὺς ἐτύγχανε καὶ νωθρός, φειδωλὸς δὲ εἰσάγαν καὶ ποριστικὸς
καὶ τῶν δημοσίων χρημάτων αὐξητικός. Ἐνεξουσίαζε δὲ καὶ ταῖς κρί-
σεσι καὶ πολλάκις αὐτὰς ὑπήλλαττε διὰ τὴν τῶν προσώπων ποιότητα,
βαρὺς δεικνύμενος τοῖς δυνατοῖς καὶ ἀφόρητος.
Προσκειμένου δὲ αὐτοῦ τοῖς τοιούτοις διηνεκῶς, τῶν δὲ στρατιω-
τικῶν ἠμεληκότος καὶ καταρραθυμήσαντος, τὰ τῆς ἀνατολῆς καὶ μᾶλλον
τὰ ἐν τοῖς τέρμασι τῶν μερῶν τῶν ῥωμαϊκῶν ὑπὸ τῶν πολεμίων ἐφέ-
ροντό τε καὶ ἤγοντο καὶ ἐληίζοντο, καὶ διεφθείροντο ἅπαντα τῇ τε τῶν
Τούρκων ἐπιδρομῇ καὶ κατισχύσει καὶ τῇ βιαίᾳ ὑποχωρήσει καὶ δειματώ-
σει τῶν ἠμελημένων στρατιωτῶν· συνεχεῖς γὰρ ὑπῆρχον ἐκδρομαὶ καὶ
λεηλασίαι συχναί, ἀφανιζομένου τοῦ προστυχόντος παντός. Διὸ καὶ ἡ εὐ-
δαίμων χώρα τῆς Ἰβηρίας ἠπείρωτο παντελῶς καὶ ἠδάφιστο, ἤδη προκα-
τειργασμένη καὶ ἠσθενηκυῖα καὶ κατὰ μικρὸν ἐκλείπουσά τε καὶ φθίνουσα.
Συμμετελάμβανον δὲ τοῦ δεινοῦ καὶ ὅσαι ταύτῃ παρέκειντο, Μεσοποταμία
[113] τε καὶ Χαλδία, πρὸς δὲ Μελιτηνὴ καὶ Κολώνεια καὶ τὰ τῷ Εὐφράτῃ συγκεί-
μενα ποταμῷ, ἀλλὰ μὴν τό τε Ἀρμενιακὸν καὶ τὸ Βαασπρακάν. Καὶ εἰ μὴ
πολλάκις στρατεύμασιν, ἐνίοτε δὲ καὶ φήμαις μόναις δυνάμεων, ἀνείργοντο
τὰ τῶν βαρβάρων, καί τινες ἀρχηγοὶ τούτων, Χωροσάν τις σελάριος καὶ
Σαμούχ, ἀγαθῇ τινι τύχῃ τὴν ἧτταν συμβαλόντες ἐκληρώσαντο, κἂν μέχρι
Γαλατίας καὶ Ὁνωριάδος καὶ αὐτῆς Φρυγίας τὸ ἀντίπαλον περιέδραμεν.
Ἐστέλλετο μὲν γὰρ στρατιωτικόν, ψιλὸν δὲ καὶ ἄοπλον καὶ γυμνόν, τῶν
κρειττόνων ἀπελαυνομένων ἑκάστοτε τῆς στρατείας τοῦ πλήθους τῶν
ὀψωνίων ἕνεκα καὶ τῶν μειζόνων βαθμῶν. Ἃ καὶ καταγνώσεως ἐκτὸς
οὐκ ἦν, μηδενὸς γενναίου καὶ ἀξιολόγου πραττομένου διὰ τοῦτο. Συνέ-
βαινε δὲ ἐκ τούτου τοὺς μὲν Ῥωμαίους ταπεινοῦσθαι καὶ κατεπτηχέναι,
τοὺς βαρβάρους δὲ φυσᾶσθαί τε καὶ ἐπαίρεσθαι καὶ μετὰ πολλῆς προσρή-
γνυσθαι πεποιθήσεως. Ὅτε δὴ καὶ εἰς τὸ Ἀνίον ἀποστέλλεται δοὺξ Ἀρμέ-
νιός τις, Παγκράτιος τοὔνομα, ἐκ τῶν ἐνόντων ὑποσχόμενος τὰ ἐκεῖσε στρα-
τεύματα διοικεῖν. Τοῦ δὲ σουλτάνου παριόντος, μὴ μέντοι γε πημαινομέ-
νου τὴν χώραν τὴν ῥωμαϊκήν, τῶν περὶ τὸν Παγκράτιον ἐξιόντες τινὲς
τὴν οὐραγίαν τοῦ σουλτανικοῦ στρατοπέδου ἐσίνοντο καὶ κατέκαινον. Ἐφ'
οἷς δὴ καὶ δυσθυμήσας ὁ σουλτάνος ἀφίησι τοῦ πρόσω ἰέναι. Πρὸς τὸ
Ἀνίον δὲ ἀνθυπέστρεψε καὶ δι' ὀλίγων ἡμερῶν αὐτό τε τὸ Ἀνίον καὶ τὰ
περὶ αὐτὸ πάντα περιποιησάμενος στρατῷ τε ὀχυρώσας καὶ στρατηγοῖς
ἀξιολόγοις τὰ ἐκεῖσε παραδούς, τὴν τῶν Ῥωμαίων ἐπικράτειαν αὐτοῦ
τε καὶ τῆς περὶ αὐτὸ χώρας ἀπεστέρησεν. Εἶχε μὲν οὖν οὕτω ταῦτα καὶ
εἰς τοσοῦτον σκυλμὸν τὰ ῥωμαϊκὰ περιήγοντο κατά τε τὴν Ἀσίαν καὶ
τὴν ἄλλην πᾶσαν ἀνατολήν.
Ἐν δὲ τῇ δύσει κατὰ τὴν τρίτην ἰνδικτιῶνα, ἀρχόντων τῶν περὶ
τὸν Ἴστρον πόλεων τοῦ μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ
[114] μαγίστρου Νικηφόρου τοῦ Βοτανειάτου, τὸ τῶν Οὔζων ἔθνος, γένος
δὲ καὶ οὗτοι σκυθικὸν καὶ τῶν Πατζινάκων εὐγενέστερον καὶ πολυπλη-
θέστερον, παγγενεὶ μετὰ τῆς ἰδίας ἀποσκευῆς τὸν Ἴστρον περαιωθὲν
ξύλοις μακροῖς καὶ λέμβοις αὐτοπρέμνοις καὶ βύρσαις, τοὺς διακωλύον-
τας τὴν αὐτῶν περαίωσιν στρατιώτας, Βουλγάρους τέ φημι καὶ Ῥω-
μαίους καὶ λοιποὺς τοὺς ὄντας σὺν αὐτοῖς, κατηγωνίσαντο αἰφνιδίως
καὶ τοὺς ἡγεμόνας αὐτῶν, τόν τε Ἀποκάπην Βασίλειον καὶ τὸν Βο-
τανειάτην Νικηφόρον, αἰχμαλώτους ἀπήγαγον καὶ τὴν περὶ τὸν Ἴστρον
πᾶσαν ἐπλήρωσαν ὕπαιθρον. Συνεποσοῦτο γὰρ τὸ ἔθνος, ὡς οἱ εἰδότες
διεβεβαιοῦντο, εἰς ἑξήκοντα μυριάδας μαχίμων ἀνδρῶν καὶ πολεμι-
στῶν. Μοῖρα δέ τις αὐτῶν οὐκ ἐλαχίστη, τούτων ἀποτμηθεῖσα, ἄχρι
Θεσσαλονίκης καὶ αὐτῆς Ἑλλάδος εἰσήρρεισε καὶ πᾶν τὸ προστυχὸν κα-
τελυμήνατο καὶ ἐκεράισε καὶ λείαν ἤλασεν οὐκ ἀριθμητήν. Χειμῶνι δὲ
περιπεπτωκότες πολλῷ ὅτε πρὸς τοὺς σφετέρους ὑπέστρεφον, οὐ μόνον
τὰ ἀλλότρια, ἀλλὰ καὶ τὰ ἑαυτῶν σχεδὸν ἀπέβαλον ἅπαντα καὶ δυστυχῶς
εἰς τὴν παρεμβολὴν ἐπανέζευξαν. Ὁ δὲ βασιλεὺς πυνθανόμενος περὶ τοῦ
πληθυσμοῦ ἤσχαλλε μὲν καὶ ἠδημόνει, στρατιὰν δὲ ἀθροῖσαι καὶ δυνά-
μεις ἀξιομάχους ἀφεῖναι κατ' αὐτῶν ὀκνηρότερος ἦν, ὡς μέν τινες ἔλεγον
τῶν ἀναλωμάτων φειδοῖ-ἦν γάρ, ὡς ἔφημεν, φιλοχρήματος καὶ τὸν ὀβο-
λὸν παντὸς προτιμῶν-ὡς δ' ἔνιοι, μὴ ἀποθαρρῶν πρὸς τοσαύτην ἰσχὺν
ἀντιπαρατάξασθαι· ἅπαντες γὰρ ἀπρόσμαχον τῶν ἐναντίων τὸ πλῆθος
διισχυρίζοντο, καὶ ἀμήχανος ἐδόκει πᾶσιν ἡ λύτρωσις καὶ μετοικίαν ἤδη
οἱ πλείους ἐβουλεύοντο. Ὁ δὲ βασιλεὺς πρεσβείαν πρὸς τοὺς ἐθνάρχας
[115] αὐτῶν ἐσταλκὼς ἐπειρᾶτο ὡς οἷόν τε παρενεγκεῖν αὐτοὺς καὶ καταστεῖλαι,
[115.2] πολλὰ τούτοις ἀποστείλας ἐπαγωγὰ καὶ θελκτήρια· χαρίσμασι γὰρ ἐνί-
ους αὐτῶν ἁδροῖς ἐδεξιώσατο. Μέγιστον δὲ τὸ ἔθνος ὂν καὶ διὰ τοῦτο
πρὸς πορισμὸν τῶν ἀναγκαίων ὁσημέραι ἐπιρρηγνύμενον ἐν πολλοῖς
μέρεσι τὴν Βουλγαρίαν, ἤδη δὲ τήν τε Θρᾴκην καὶ τὴν Μακεδονίαν συν-
έθλιβε. Μὴ φέρων δὲ ὁ βασιλεὺς τὸ λεγόμενον-ἀνέδην γὰρ παρὰ πάντων
ὡς φειδωλὸς καὶ γλίσχρος διεσύρετο καὶ διεβάλλετο-ἔξεισι τῆς βασιλί-
δος καὶ περὶ τὸν τόπον ὃς Χοιροβάκχοι καλεῖται τὴν σκηνὴν πήγνυσιν,
οὐ πλείους τῶν ἑκατὸν πεντήκοντα στρατιωτῶν ἐπαγόμενος μεθ' ἑαυτοῦ.
Ὅθεν καὶ πολλοῖς θαυμάζειν ἐπῄει ὅπως μετὰ τοσούτων ἀνδραρίων πρὸς
τοσαύτην πληθὺν ἀπεδειλίασεν. Ἐν τοιαύτῃ δὲ παρασκευῇ ὄντος αὐτοῦ
καὶ περὶ συναγωγῆς βουλευομένου στρατοῦ δρομαῖοι προσελθόντες τινὲς
ἐδήλουν τῷ βασιλεῖ τήν τε τῶν ἡγεμόνων λύτρωσιν καὶ τοῦ ἔθνους παντὸς
τὴν ἀπώλειαν, φράζοντες ὡς οἱ μὲν ἡγεμόνες αὐτῶν ἐμβάντες σκάφεσι
τὸν Ἴστρον διαβεβήκασι, τὸ δὲ περιλειφθὲν πλῆθος λιμῷ τε καὶ λοιμῷ
τοῖς τε παρακειμένοις Βουλγάροις καὶ Πατζινάκοις καταπολεμηθέντες
ἄρδην ἀπώλοντο, Θεοῦ τὸ πᾶν ἐργασαμένου. Λέγεται γὰρ ὡς ἀπογνοὺς
ὁ βασιλεὺς ἐκ πάντων, νηστείαν παραγγείλας τῷ τε πλήθει καὶ ἑαυτῷ,
λιτανείαν ἐκτενῆ ἐποιήσατο, αὐτὸς πεζὸς συμπορευόμενος μετὰ δακρύων
καὶ συντετριμμένης καρδίας, καθ' ἣν ἡμέραν ἐφάνη τοῖς ἐν Τζουρουλῷ
ἐσκηνωμένοις τῶν Οὔζων πλῆθος στρατιωτικὸν ἐπιστὰν ἐναέριον καὶ
διᾷττον σὺν σπουδῇ βέλη ἀφιέναι κατ' αὐτῶν συνεχῆ, ὥστε μηδένα ἐξ
αὐτῶν ἀπομεῖναι ἄτρωτον. Ὁ δὲ βασιλεὺς τῷ Θεῷ τε καὶ τῇ Θεοτόκῳ
θύσας τὰ χαριστήρια εὐθὺ τῆς βασιλίδος πεπόρευτο. Εὗρε δὲ καὶ ταύτην
[116] ἐκπλήξεως γέμουσαν καὶ σῶστρα τῷ Θεῷ ἐπιθύουσαν. Ἀλλὰ καὶ πάντες
ἁπλῶς θεοσημίαν τὸ γεγονὸς ἐλογίζοντο καὶ τῇ τοῦ βασιλέως περὶ τὸ
θεῖον εὐσεβείᾳ τὸ πᾶν ἀνετίθεσαν, ἀρετῇ καὶ τῇ τοῦ ἄρχοντος ῥοπῇ καὶ
περὶ τὸ θεῖον εὐλαβείᾳ τὸ θεῖον ἐπικλινόμενον.
Προσῆλθον δὲ τούτων τινὲς μετὰ τὸν τοιοῦτον ὄλεθρον τῷ βασιλεῖ,
καὶ χώραν λαβόντες δημοσίαν ἀπὸ τῆς μακεδονικῆς τὰ Ῥωμαίων ἐφρό-
νησαν καὶ σύμμαχοι καὶ ὑπήκοοι τούτων μέχρι τοῦ δεῦρο γεγόνασι καὶ
ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώθησαν. Ἦν δὲ τὸ τηνικαῦτα
ἔτος μὲν ἕκτον βασιλεύοντι τῷ Δούκᾳ, ἰνδικτιὼν γʹ, ἐν τῷ ͵Ϛφογʹ ἔτει
τῆς κοσμικῆς κτίσεως.
Πρὸ δὲ τούτου τοῦ ἔτους κατὰ τὸν Σεπτέμβριον μῆνα τῆς δευτέρας
ἐπινεμήσεως, εἰκοστὴν τρίτην ἄγοντος τοῦ αὐτοῦ μηνός, περὶ δευτέραν
νυκτὸς φυλακὴν σεισμὸς ἐξαίσιος γέγονε τῶν πώποτε γενομένων ἐκπλη-
κτικώτερος ἐκ τῶν ἑσπερίων μερῶν ἀρξάμενος. Τοσοῦτος δὲ ἦν τὸ μέ-
γεθος, ὡς καὶ οἰκίας ἀνατρέψαι πολλὰς καὶ ναοὺς καὶ κίονας. Τὰ ὅμοια
δὲ τοῖς εἰρημένοις πεπόνθασι Ῥαιδεστός τε καὶ Πάνιον καὶ τὸ Μυριόφυτον,
ὡς καὶ μέρη τειχῶν ἀνατραπῆναι ἄχρις ὑποβάθρας αὐτῆς καὶ πλείστας
οἰκίας καὶ φόνον γενέσθαι πολύν. Ἀλλὰ μὴν καὶ ἡ Κύζικος, ὁπότε καὶ
τὸ ἐν αὐτῇ ἑλληνικὸν ἱερὸν κατεσείσθη καὶ τῷ πλείστῳ μέρει κατέπεσε,
μέγιστον ὂν χρῆμα πρὸς θέαν δι' ὀχυρότητα καὶ λίθου τοῦ καλλίστου
τε καὶ μεγίστου ἁρμονίαν καὶ ἀνοικοδομὴν καὶ ὕψους καὶ μεγέθους διάρκει-
αν. Καὶ μέχρι δὲ δύο ἐνιαυτῶν ἔκτοτε σποράδες ἐπεφοίτων σεισμοὶ μηδα-
μῇ τοῖς ἐξωροτέροις μνημονευόμενοι. Τὰ αὐτὰ δὲ καὶ ἡ Νίκαια πέπονθε·
κατεσείσθησαν γὰρ καὶ ταύτης ὅ τε ἐπ' ὀνόματι τῆς ἁγίας Σοφίας ναὸς
καὶ ὁ λεγόμενος τῶν ἁγίων Πατέρων σηκός, καὶ τὰ τείχη δὲ σὺν τοῖς
[117] πολιτικοῖς οἰκήμασι καταπεπτώκασιν, ὅτε δὴ καὶ τὰ τοῦ τρόμου κα-
τέληξε τέλεον. Ἦσαν δὲ ταῦτα καὶ εἴσπραξις μὲν ἁμαρτημάτων καὶ
χόλος θεῖος ἐξ ἅπαντος, ᾐνίττοντο δὲ καὶ τὴν τοῦ ῥηθέντος ἔθνους ἐπέ-
λευσιν καὶ κατάλυσιν. Ἐν γὰρ ταῖς θεοσημίαις οὐ τὸ ἐνεστὸς μόνον, ἀλλὰ
καί τι μέλλον προτεθεώρηται καὶ προσημαίνεται.
Καὶ Μαΐῳ δὲ μηνὶ τῆς δʹ ἰνδικτιῶνος ἐφάνη κομήτης κατόπιν τοῦ
ἡλίου δύνοντος τὸ μέγεθος σεληναῖον φέρων, ὅταν ἥδε πλησιφαὴς γένη-
ται. Καὶ ἐῴκει μὲν τηνικαῦτα ἐκπέμπειν καπνὸν καὶ ὀμίχλην, ἐν δὲ τῇ
ἐπιούσῃ ἤρξατο παραδεικνύειν βοστρύχους τινάς, καὶ ὅσον οὗτοι προε-
πετάννυντο τὸ μέγεθος τοῦ ἀστέρος ὑπέληγεν. Ἀπέτεινε δὲ τὰς ἀκτῖ-
νας ὡς πρὸς ἑῴαν καὶ πρὸς ἐκείνην προήρχετο καὶ ἦν ἐπικρατῶν ἄχρις
ἡμερῶν τεσσαράκοντα.
Κωνσταντίνου δὲ τοῦ πατριάρχου θανόντος Ἰωάννης μοναχὸς ὁ
ἐπίκλην Ξιφιλῖνος προχειρίζεται, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀνὴρ
δὲ σοφὸς καὶ παιδεύσεως εἰς ἄκρον ἐληλακὼς κἀν τοῖς πολιτικοῖς περί-
βλεπτος γεγονὼς καὶ ἀρετῆς εὐφρόνως ἐπιμελούμενος, ὥστε ἐν ἀκμῇ
τῆς εὐημερίας καὶ τῆς ἡλικίας τὴν μοναχικὴν πολιτείαν ἀσπάσασθαι καὶ
τὸν ἀναχωρητικὸν ἑλέσθαι βίον χρόνον οὐκ ἐπὶ μικρὸν παρὰ τὸ τοῦ Ὀλύμ-
που ὄρος. Ὅθεν οὐδεὶς ἄξιος πλὴν αὐτοῦ ἐνομίσθη πρὸς τὸν ὑψηλὸν τῆς
πατριαρχίας βαθμόν, εἰ καὶ ἀπαναινόμενος καὶ φεύγων ἐδιώχθη πρὸς
τῆς τιμῆς. Ἀλλὰ μὴν καὶ Θεοδούλου τοῦ Βουλγαρίας ἀρχιερέως κοιμη-
θέντος προχειρίζεται ὁ βασιλεὺς Ἰωάννην τινὰ μοναχὸν ἐκ τῆς Λάμπης
μὲν ὡρμημένον, συνασκητὴν δὲ καὶ σύμπονον τοῦ Ξιφιλίνου.
Ἀπὸ δὲ μηνὸς Ὀκτωβρίου νόσος ἐνσκήψασα τῷ βασιλεῖ κατέτρυ-
[118] χεν αὐτὸν δεινῶς ἄχρι τοῦ ἐπιόντος Μαΐου μηνός· ἐν αὐτῷ δὲ κατειργά-
σατο τοῦτον καὶ τῆς ἐνταῦθα ζωῆς ἀπήγαγεν. Ἡ δὲ ὁσία τούτου οὐκ
ἔνθα προσεδόκησε γέγονεν, ἀλλὰ διαπόντιος ἀχθεὶς ἐν τῇ μονῇ τοῦ ἁγί-
ου Νικολάου, ἣ καλεῖται Μολυβωτόν, ἐναπετέθη. Ἔζησε δὲ ἐν τῇ βασι-
λείᾳ χρόνους ἑπτὰ καὶ μῆνας ἕξ. Ἦσαν δὲ αὐτῷ παῖδες ἐξ Εὐδοκίας τῆς
βασιλίδος, ἣν ἔτι ἰδιωτεύων ἠγάγετο, ἄρρενες μὲν τρεῖς, Μιχαὴλ, Ἀν-
δρόνικος καὶ Κωνστάντιος-τούτων πορφυρογέννητος ἦν ὁ Κωνστάντιος,
πάντας δὲ βασιλεῖς ἀνηγόρευσε-θήλειαι δὲ τρεῖς, Ἄννα, Θεοδώ-
ρα καὶ Ζωή. Καίσαρα δὲ τὸν αὑτοῦ ἀδελφὸν προχειρισάμενος κοινωνὸν
βουλευμάτων μυστηριωδῶν καὶ σκεμμάτων ἐτίθετο. Μέλλων δὲ τελευ-
τᾶν ἔγγραφον ἀπῄτησεν ἐκ πάντων ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ
παῖδας βασιλέα ἕτερον δέξαιντο· ἐν ᾧ καθυπέγραψαν ἅπαντες, ἀλλὰ μὴν
καὶ ἡ βασιλὶς Εὐδοκία ὡς οὐκ ἂν οὐδὲ αὐτὴ πρὸς δεύτερον ἐλεύσοιτο
συνοικέσιον· καὶ ἀπαρτισθὲν τῷ πατριάρχῃ φυλάττειν δεδώκασιν. Ὅθεν
καὶ παρὰ τῇ γυναικὶ καὶ βασιλίδι τὰ πάντα πεποίηκε, σωφρονεστάτῃ τε
νομιζομένῃ τἀνδρὶ καὶ παιδοτροφῆσαι ἀκριβεστάτῃ καὶ πρὸς τὸ τὰ κοι-
νὰ διοικεῖν ἱκανωτάτῃ. Τελευτᾷ δὲ ὁ βασιλεὺς ἐτῶν ὢν ἑξήκοντα καὶ μικρόν
τι πρός. Εἴθιστο δὲ λέγειν περὶ τῶν ἐπιβουλευόντων αὐτῷ ὡς τιμῆς μὲν
καὶ χρημάτων οὐκ ἀποστερήσοι τούτους, ἀντ' ἐλευθέρων δὲ ὡς ἀργυ-
ρωνήτοις χρήσαιτο· «ἀφειλόμην δὲ οὐκ ἐγὼ τὴν ἐλευθερίαν αὐτούς, ἀλλ'
οἱ νόμοι ἐκπτώτους αὐτοὺς τῆς πολιτείας ποιήσαντες». Τοῖς δὲ λόγοις
ἐξόχως προσκείμενος «ὤφελον» ἔλεγεν «ἐκ τούτων ἢ τῆς βασιλείας ἐγνω-
ριζόμην». Γενναῖος δὲ ὢν τὴν ψυχὴν πρός τινα εἰρηκότα ὡς αὐτὸς ἂν ἡδέως
[119] μαχόμενος ἐκείνου τὸ ἴδιον σῶμα προβάλλοιτο, «εὐφήμει» εἶπε «καὶ εἰ βού-
λοιό γε πεσόντι ἐπένεγκε πληγὴν καὶ αὐτός». Πρὸς δὲ τὸν τοὺς νόμους
ἐξακριβούμενον ἐπὶ τῷ βούλεσθαι ἀδικεῖν, «οὗτοι» ἔφησεν «οἱ νόμοι
ἡμᾶς ἀπολωλέκασι».
Κατέσχον δὲ τὰ σκῆπτρα τῆς βασιλείας ἥ τε σύζυγος αὐτοῦ καὶ οἱ
παῖδες. Οἱ δὲ τὴν ἑῴαν κατατρέχοντες Τοῦρκοι πάλιν τοῖς περὶ Μεσοπο-
ταμίαν ἐφήδρευον καὶ μάλιστα τοῖς περὶ τὴν Μελιτηνὴν ἐστρατοπεδευ-
[119.8] μένοις ῥωμαϊκοῖς στρατεύμασιν, οἵπερ τοῦ ὀψωνιασμοῦ ἐνδεήσαντες
καὶ τῶν συνήθως παρεχομένων αὐτοῖς σιτηρεσίων στερούμενοι ἐνδεῶς
εἶχον καὶ ταπεινῶς, πρὸς τούτοις δὲ καὶ ὀργίλως διὰ τὴν ἔνδειαν, ὡς μὴ
τοῖς ἰθαγενέσι στρατιώταις βούλεσθαι συνελθεῖν καὶ τὸν Εὐφράτην σὺν
αὐτοῖς περαιώσασθαι. Ἐπερχομένων οὖν τῶν Τούρκων μόνοι οἱ Μελιτη-
νοὶ ἀντιστάντες ἄτερ αὐτῶν εὐμαρῶς ὑπὸ τῶν βαρβάρων ὡς ἑκηβόλων
ἐλυμαίνοντο καὶ κατετιτρώσκοντο, αὐτοὶ δ' ἀπαθεῖς διέμενον, ἕως ἀναγ-
κασθέντες εἰς τὸν ποταμόν τε ἔφυγον καὶ πρὸς μάχην καὶ ἄκοντες ἔστη-
σαν καὶ νῶτα δοῦναι παρεβιάσθησαν. Καὶ τροπῆς γενομένης ἔπεσον συ-
χνοὶ ἐξ αὐτῶν, τινὲς δὲ καὶ ζωγρίαι ὑπὸ τῶν βαρβάρων ἐλήφθησαν, οἱ
δὲ λοιποὶ τῷ ἄστει τῆς Μελιτηνῆς ἀνεσώθησαν. Περιφρονήσαντες δὲ
τούτους οἱ βάρβαροι ὡς ἤδη καταστραφέντας καὶ ἀσθενεῖς, ἐκτρέχουσιν
ἄχρι Καισαρείας, καταληιζόμενοι πάντα καὶ καταστρέφοντες καὶ πῦρ
αὐτοῖς ὑπανάπτοντες. Καὶ τῷ σηκῷ τοῦ Μεγάλου καὶ περιωνύμου Βασι-
λείου εἰσπηδήσαντες δῃοῦσι μὲν ἅπαντα καὶ τὰ ἱερὰ διαρπάζουσι, προσ-
ραγέντες δὲ καὶ τῇ τοῦ ἁγίου σορῷ τῷ ἁγίῳ αὐτοῦ λειψάνῳ δρᾶσαί τι
πονηρὸν οὐδαμῶς ἠδυνήθησαν· προκατησφάλιστο γὰρ καὶ περιεδεδό-
μητο κτίσμασιν ὀχυροῖς καὶ χρόνου δεομένοις πολλοῦ πρὸς καθαίρεσιν.
[120] Τὰ δὲ τὰς ὀπὰς περιστέλλοντα θύρια, χρυσῷ καὶ μαργάροις ἐξειργασμένα
καὶ λίθοις, ἐξαίρουσι καὶ τὸν ὅλον κόσμον ὁμοῦ συμφορήσαντες αἴρου-
σιν ἐκεῖθεν, παραδόντες πολλοὺς τῶν Καισαρέων σφαγῇ καὶ τὸν ναὸν
καταχράναντες. Κἀκεῖθεν ὑποστρέψαντες διέρχονται τοὺς εἰς Κιλικίαν
ἄγοντας στενωπούς, μηδενὸς προγνόντος τὴν τούτων ἔφοδον, καὶ τοῖς
Κίλιξιν ἐπιφανέντες ἐκπλήκτως ἐμφόβους εἰργάσαντο, φόνον πολὺν ποι-
οῦντες τῶν παρεμπιπτόντων αὐτοῖς. Χρονίσαντες δὲ τῇ χώρᾳ καὶ ταύ-
την λυμηνάμενοι καὶ λαφύρων ἑαυτοὺς ἐμπλήσαντες καὶ λείας καὶ αἰ-
χμαλωσίας πολλῆς ἀπίασι πρὸς τὸ Χάλεπ, παρά τινος αὐτομόλου Ἀμερ-
τικῆ λεγομένου ὁδηγηθέντες ἐκεῖσε, δυσμενῶς τοῖς Ῥωμαίοις διακει-
μένου, ἐπὶ τοῦ γέροντος μὲν Μιχαὴλ αὐτομολήσαντος καὶ τυχόντος με-
γάλων δωρεῶν καὶ τιμῶν καὶ δεξιώσεων, κατηγορηθέντος δὲ παρὰ τῷ
βασιλεῖ Κωνσταντίνῳ τῷ Δούκᾳ ὡς μέλλοντος αὐτὸν μαχαίρᾳ διαχει-
ρίσασθαι καὶ διὰ τοῦτο κατακριθέντος φυγὴν διηνεκῆ, πάλιν δέ γε τυ-
χόντος ἀνακλήσεως καὶ ἀποσταλέντος κατὰ τῶν Τούρκων, τηνικαῦτα
δὲ διὰ σπάνιν τῶν ἀναγκαίων προσθεμένου τε τοῖς Τούρκοις καὶ τὴν χώραν
διατιθέντος κάκιστα. Γενόμενοι γοῦν ἓν οἵ τε Τοῦρκοι καὶ οἱ Χαλεπῖται,
καὶ ὁμολογίαν δόντες ἀλλήλοις, τὴν ἐν Συρίᾳ Ἀντιόχειαν καὶ τὰ περὶ
αὐτὴν κακῶς διετίθεσαν σφάττοντες, πυρπολοῦντες, ἀνδραποδίζοντες,
λεηλατοῦντες, αἰχμαλωτίζοντες καὶ πᾶν, εἴ τι χείριστον, διαπραττόμενοι.
Συνηθροίσθη μὲν γὰρ στράτευμα ἐπ' αὐτοὺς ἀξιόλογον, Νικηφόρου ὄν-
τος τοῦ Βοτανειάτου ἐν ταύτῃ δουκός, ἡ δὲ φειδωλία καὶ ἡ γλισχρότης
ἄπρακτα πάλιν τὰ πάντα ἀπέδειξεν. Οὐ γὰρ ὁλόκληρον τὸ ὀψώνιον, ἀλλὰ
μερικὸν αὐτοῖς καὶ μέτριον δοθὲν ναρκῆσαι τοὺς στρατιώτας ἐποίησε·
λαβόντες γὰρ τὸ δοθὲν εἰς τὰ οἰκεῖα διεσκεδάσθησαν, καὶ πάλιν ἦσαν οἱ
βάρβαροι τὴν χώραν δῃούμενοι καὶ ἀδεῶς κατατρέχοντες. Νεολαίαν δέ
τινα βραχεῖαν, ἄρτι τῶν οἰκημάτων οἷς ἐνετρέφοντο ἐκπεπηδηκυῖαν,
μικροῖς καὶ ἐλαχίστοις ἀθροίσαντες ἀναλώμασι τῷ τῆς Ἀντιοχείας
[121] ἡγεμόνι ἐνεχείρισαν. Οἳ δρᾶσαι μέν τι προεθυμοῦντο ἀπονοίᾳ νεωτερικῆς
θρασύτητος στρατηγούμενοι, ἀπειροπόλεμοι δὲ ὄντες καὶ ἄφιπποι καὶ
σχεδὸν ἄοπλοι καὶ γυμνοὶ καὶ μηδὲ τὸν ἡμερήσιον ἄρτον ἔχοντες, πολλὰ
παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ἐπανέστρεψαν γῆν, τοῦ δου-
κὸς Βοτανειάτου μετὰ τῶν οἰκείων ὑπασπιστῶν καί τινων ξενικῶν δυ-
νάμεων μετρίως αὐτοὺς ἀποσοβῆσαι ἰσχύσαντος. Παραλυθέντος δὲ τῆς
ἀρχῆς ἐκείνου τὰ τῶν βαρβάρων ἐπὶ πλέον ἐθρασύνθη, σιτοδείας πιεζού-
σης τὰς πόλεις καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας.
Ἀλλ' ἐπειδήπερ ἐξ ἀνάγκης βασιλέως ἐδεήθη τὰ πράγματα δυνα-
μένου αὐτὰ ποσῶς καταστῆσαί τε καὶ ὁμαλίσαι ἐν οὕτως ἐναντίοις και-
ροῖς, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ Βοτανειάτης καὶ ἄλλοι πολλοί, νικᾷ
δὲ ὅμως ἡ θεία βουλή· διὸ καὶ ἀνάγεται ἐπὶ ταύτην ὁ βεστάρχης Ῥωμα-
νὸς ὁ Κωνσταντίνου τοῦ Διογένους υἱός. Ὃν δὲ τρόπον ἀνήχθη, ἔνθεν ἐρῶ.
Ἦν μὲν προβεβλημένος δοὺξ Σαρδικῆς ὁ Διογένης, πατρίκιος δὲ τυγχά-
νων ἐζήτησε τὸν βασιλέα Κωνσταντῖνον τὸν Δούκαν τιμηθῆναι βεστάρ-
χης. Ὁ δὲ βασιλεὺς ὑπειπὼν αὐτῷ: «δεικνύων ἔργα ἀπαίτει μισθούς», κε-
νὸν αὐτὸν καὶ ἄπρακτον ἀπεπέμψατο μὴ προσσχὼν τῇ αἰτήσει αὐτοῦ.
Ἐξελθὼν οὖν ὁ Διογένης καὶ τὴν Σαρδικὴν καταλαβών, περιτυχὼν Πα-
τζινάκοις ἐξελθοῦσι καὶ λεηλατοῦσι τὴν χώραν τρόπαιον μέγιστον ἐστήσατο
κατ' αὐτῶν, καὶ τῶν ἑαλωκότων ζῶντας μὲν πολλούς, κεφαλὰς δὲ τῶν ἀνῃ-
ρημένων τῷ βασιλεῖ πεπομφὼς ἐτιμήθη βεστάρχης, γράψαντος αὐτῷ τοῦ
βασιλέως ὡς οὐκ ἐμὸν δῶρον,
αἵδε
αἱ χῶραι τῆς τοιαύτης κακοδοξίας. Ἐπὰν δὲ καὶ τῶν ὀρθοδόξων ἥψατο
τὸ δεινόν, ἐν ἀμηχάνοις ἦσαν πάντες οἱ τὰ Ῥωμαίων θρησκεύοντες,
πεπληρῶσθαι καὶ τὸ αὐτῶν μέτρον, οἷα καὶ τὸ τῶν Ἀμορραίων, λογιζό-
μενοι καὶ πιστεύοντες τηνικαῦτα ὡς ἄρα οὐ μόνον πίστις ἀπαιτεῖται
ὀρθή, ἀλλὰ καὶ βίος τῇ πίστει μὴ ἀνθιστάμενος. Διὸ καὶ ἀμφότεροι, ὅ τε
περὶ τὴν πίστιν σφαλλόμενος δηλαδὴ καὶ ὁ περὶ τὸν βίον ὑποσκάζων καὶ
χωλεύων, ἐν ἴσῃ τιμωρίᾳ καθίστανται· ὁ δὲ ποιήσας καὶ διδάξας ἐπαι-
νεῖται καὶ μακαρίζεται. Ταῦτα ἐνωτισάμενος ὁ βασιλεὺς προθυμίαν μὲν
εἶχεν ὡς αὐτίκα ἐξορμῆσαι καὶ τῇ ἑαυτοῦ χώρᾳ βοηθῆσαι, ἀπείργετο
δὲ τοῖς τε συμβούλοις καὶ τῇ ἀγνοίᾳ τοῦ πλήθους τῶν ἐναντίων. Ἦσαν
δὲ ὅ τε Παλαιολόγος Νικηφόρος, ὁ ὑπέρτιμος καὶ τῶν φιλοσόφων ὕπα-
τος Κωνσταντῖνος ὁ Ψελλὸς καὶ ἐπὶ πᾶσιν ὁ καῖσαρ, ὁ τοῦ προβεβασι-
λευκότος σύναιμος, οἳ τὸ ὅσον μὲν ἐπ' αὐτοῖς οὐδὲ ζῆν ᾑροῦντο αὐτόν·
βαρὺς γὰρ ἦν αὐτοῖς καὶ βλεπόμενος λίαν, αὐτῷ ἀπεχθανομένοις ὡς ἀνδρὶ
γενναίῳ καὶ θυμοειδεῖ καὶ τοὺς ἐφέδρους τῆς βασιλείας ἔχοντι, τοὺς παῖ-
δάς φημι τοῦ Δούκα. Ὅμως δ' οὖν ἐκ τοῦ προφανοῦς ᾐδοῦντο συμβου-
λεύειν αὐτῷ τὰ ἀσύμφορα. Μεθ' ἡμέρας δέ τινας ἧκε καὶ ὁ κουροπαλά-
της Μανουὴλ ἐπαγόμενος μεθ' ἑαυτοῦ τὸν κατασχόντα αὐτὸν Τοῦρκον
οὐκ ἄκοντα, ἀλλ' ἑκόντα τὴν ὑπὸ τὸν βασιλέα δουλείαν αἱρετισάμενον.
Δυσμενῶς γὰρ ἔχοντος τοῦ σουλτάνου πρὸς αὐτὸν διά τινα συμβάντα
αἰτιάματα στρατιὰν κατ' αὐτοῦ μετά τινος στρατάρχου ἐξαπέστειλε
παντὶ τρόπῳ ἑλεῖν αὐτὸν μηχανώμενος, οὗ τῷ φόβῳ κατασεισθεὶς τῷ
βασιλεῖ προσπέφευγε καὶ πρόεδρος παραυτίκα τετίμηται. Ἦν δὲ τὸ μὲν
φαινόμενον νέος, πυγμαῖος δὲ σχεδὸν τὴν ἡλικίαν καὶ τὴν ὄψιν Σκύθης
[142] καὶ ἄχαρις. Διεῖπε δὲ αὐτὸν ὁ βασιλεὺς συμβαλέσθαι αὐτῷ κατὰ τῶν
Τούρκων ἐλπίζων ἐν τῇ προκειμένῃ στρατείᾳ.
Κατάλογον δὲ τῶν στρατιωτῶν ποιησάμενος, ἄρτι τοῦ ἔαρος ὑπα-
νοίγοντος διαπεραιωθεὶς εἰς τὰ τῶν Ἠρίων παλάτια κατάγεται καὶ
περὶ αὐτὴν τὴν ἡμέραν τῆς Ὀρθοδοξίας, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτη-
σίαν ῥόγαν τῷ τε στρατῷ καὶ τῇ συγκλήτῳ διανειμάμενος, οὐ διὰ
χρυσίου πᾶσαν, ἀλλὰ τὸ ἐνδέον σηρικοῖς ὑφάσμασιν ἀναπληρωσάμενος.
Διαπεραιουμένου δ' αὐτοῦ περιστερά τις οὐ πάνυ λευκή, πρὸς τὸ μέλαν
δὲ τὸ πλεῖστον αὑτῆς ὑποφαίνουσα, ποθὲν ἱπταμένη τὴν φέρουσαν τὸν
βασιλέα τριήρη περιεπέτετο, ἕως εἰς αὐτὸν ἐκεῖνον καθεσθεῖσα χερσὶ ταῖς
αὐτοῦ προσερρύη. Κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψεν ἐν τοῖς ἀνα-
κτόροις παρὰ τὸ εἰωθὸς ἀπομεινάσῃ διά τινας θρύψεις γυναικείας καὶ
[142.13] ἀκκισμούς. Ἔδοξεν οὖν ἡ περιστερὰ σύμβολον οὐ χρηστῆς ἀποβάσεως
αὐτῷ τε τῷ λαβόντι καὶ πρὸς ἣν ἔσταλτο. Ἀλλ' ἐκείνη περιπετῶς σχοῦ-
σα τῆς θρύψεως, μεταμεληθεῖσα πρὸς τὸν βασιλέα ἀφίκετο τὸν συντα-
κτήριον ἀποδώσουσα καὶ αὐτὸν ἐπὶ τὴν ἐκστρατείαν προπέμψουσα. Ἐ-
κεῖθεν οὖν ἀπάρας ὁ βασιλεὺς οὐκ ἐν Νεακώμῃ οὐδὲ ἐν ὑπατίοις χωρίοις
τισὶ <ἢ> βασιλικοῖς προσωρμίσατο, ἀλλ' ἐν Ἑλενοπόλει, ἣν οἱ ἐγχώριοι
ἀγροικικώτερον κικλήσκουσιν Ἐλεεινόπολιν, ὃ καὶ αὐτὸ οἰωνὸς οὐ χρη-
στὸς ἔδοξε. Συνέβη δὲ καί τι ἕτερον· τὸ γὰρ συνέχον τὴν βασιλικὴν σκη-
νὴν μέγιστον ξύλον κατεαγὲν πεσεῖν αὐτὴν αἰφνηδὸν παρεσκεύασεν.
Ὅμως δ' οὖν οὐδὲ πρὸς ἓν τούτων ἡ τῶν ἀνθρώπων ἀβελτηρία καὶ οἷον
εἰπεῖν καχεξία καὶ τὸ ἐν τῇ δοκούσῃ πίστει ἄπιστον καὶ ἀσύμβλητον
διαβλέψαι ἠθέλησε, τοῦ χρεὼν ἐμποδίζοντος πανταχοῦ καὶ μηδ' αὐτῷ
παρεχομένου συναίσθησιν πρὸς ὃν ἀποσκήπτειν ἔμελλον. Προῄει τοίνυν
ὁ βασιλεὺς καὶ τῆς ἑῴας προσωτέρω προήρχετο, ἕως τῇ τῶν Ἀνατολι-
κῶν ἐπαρχίᾳ προσέβαλε φειδωλίᾳ παρὰ τὸ εἰκὸς πρὸς πάντας συνεχό-
[143] μενος. Συνεὶς δέ, ὡς ἔοικε, τὸ συνεχὲς τῶν προγεγονότων σημείων εἰς
αὐτὸν ἀποσκῆψον, οὐκ ἐν σκηνῇ οὐδ' ἐν πεδίοις, ἀλλ' ἐν γηλόφοις καὶ δω-
ματίοις τὴν κατασκήνωσιν ἐποιήσατο. Ἔνθα δή τι καὶ συνέβη οὐκ ἔλατ-
τον εἰς κακοδαιμονίαν οἰώνισμα. Πῦρ γάρ ποθεν ἐνεχθὲν τοὺς δόμους,
ἐν οἷς ὁ βασιλεὺς ἐσκήνωτο, κατενεμήσατο, οἷς καὶ συγκατεκαύθησαν
ἵπποι τε καὶ ἐφεστρίδες βασιλικαὶ καὶ χαλινὰ τῶν ἄλλων πολὺ διαφέ-
ροντα καὶ τοῦ πυρὸς δι' ὀλίγου γεγόνασι παρανάλωμα. Οἱ δὲ ἵπποι ἡμί-
φλεκτοι καθορώμενοι τῷ στρατοπέδῳ ἐλεεινὸν διεφαίνοντο θέαμα. Τὸν
δὲ Σαγγάριον διαπεραιωθείς, παρ' ᾧ ταῦτα γέγονε, διὰ τῆς τοῦ Τζούμ-
που λεγομένης γεφύρας τὰς οἰκείας δυνάμεις ἀθροίζειν ἤρξατο, διασκε-
δασθείσας διὰ τὴν τῶν βαρβάρων ἐπίθεσιν. Καταλέξας δ' οὖν ἐκ τούτων
ὅσον ἠβούλετο, τὸ λοιπὸν ἀπεπέμψατο στρατιωτῶν τε καὶ λοχαγῶν, τοὺς
μὲν στρατιώτας ὡς προκατειργασμένους ταῖς προβεβηκυίαις ἥτταις,
τοὺς δὲ λοχαγοὺς αὐτὸς δειλιῶν ἐπάγεσθαι σὺν αὑτῷ ὡς τῷ μέρει τῶν
ἐφέδρων προσανέχοντας. Εἴθε μὲν οὖν αὐτὸ εἰς πάντας ἐπέπρακτο· καὶ
εἰ μὴ δυνατὸν ἦν τὸν θεῖον ὅρον παρελθεῖν καὶ τὸ κεκερασμένον ποτήριον
ἐκφυγεῖν, τέως δ' οὖν ἀσφαλῶς πράξας ἐφάνη ἄν. Τὸν Βοτανειάτην δὲ
Νικηφόρον καὶ τοιούτους τινὰς ὡς ὑπόπτους διωσάμενος, τοὺς δόλου καὶ
κακοηθείας μεστοὺς συνεπήγετο, ὡς προϊὼν ὁ λόγος δηλώσει. Αὐτὸς δὲ
οὕτως ἰών, τῶν καταληψόντων αὐτὸν κακῶν ἀνεπαίσθητος, ἐπεραιώθη τὸν
Ἅλυν λεγόμενον ποταμόν, εἰ καὶ αὐτὸς ὑπομείνας εἴς τι νεοπαγὲς φρού-
ριον, πρὸς αὐτοῦ τὴν οἰκοδομίαν λαχόν, ἐσκηνώσατο. Μετὰ ταῦτα δὲ
περαιωθεὶς τὴν διαίρεσιν εἰς οἰκείας κτήσεις συνδιεγράψατο. Τὴν δὲ Και-
σαρέων παρελθὼν εἰς τὴν λεγομένην κατήντησε Κρύαν Πηγήν· ἦν γὰρ
ὁ τόπος πρὸς ὑποδοχὴν στρατοῦ εὔθετος πᾶσι βρίθων τοῖς χρησίμοις,
ἀστυκώμη καὶ ἀγρόπολις διὰ τῆς συμμιγοῦς ποριμότητος γνωριζόμενος.
Κειρομένης δὲ τῆς χώρας καὶ ἐρημουμένης παρὰ τῶν στρατιωτῶν ἀπη-
[144] νέστερον προσηνέχθη τισὶ τῶν ἐκ τοῦ τάγματος τῶν Νεμίτζων. Ἀλλ'
οἵ γε δηχθέντες ἀποστατοῦσι. Γνωσθέντος δὲ τούτου ἵππου ἐπιβὰς ὁ
βασιλεὺς καὶ τὸ στρατιωτικὸν συγκαλεσάμενος τοὺς ἰδιοξένους τούτους
κατέπληξε καὶ αὖθις ὑποσπόνδους κατέστησεν, ἐν τούτῳ μόνῳ τὸ πρόσ-
τιμον ὁρίσας αὐτοῖς, ἐν τῷ ἐσχάτοις τετάχθαι ἀντὶ τῆς πρώην ἐγγύτητος
καὶ σωματοφυλακίας. Ἐκεῖθεν χωρεῖ εἰς Σεβάστειαν τὴν Ἰβηρίαν
καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ τῶν σὺν τῷ κουροπαλάτῃ Μανουὴλ τῷ
Κομνηνῷ πεσόντων θεατὴς τῶν πτωμάτων ἐγένετο. Κἀκεῖθεν σχολῇ καὶ βά-
δην ἰὼν καταλαμβάνει τὴν Θεοδοσιούπολιν, πρώην μὲν ἀμεληθεῖσαν, ἐξ ὅτου
δὲ ἐπολιορκήθη τὸ Ἄρτζε ἀνοικοδομηθεῖσαν καὶ κατοχυρωθεῖσαν. Ἐν-
τεῦθεν διμήνου τροφὴν ἑκάστῳ φέρειν ἐπικηρυκευσάμενος, ὡς δι' ἀοι-
κήτου καὶ ἠρημωμένης χώρας βαδίζειν μέλλουσι, πάντων δὲ τὸ προστα-
χθὲν ποιησαμένων τὸ μισθοφορικὸν τῶν Οὔζων καὶ τοὺς Φράγκους σὺν
Ῥουσελίῳ, ἀνδρὶ γενναίῳ καὶ πολεμικῷ, διαφίησι κατὰ τοῦ Χλίατ εἰς προ-
νομήν. Τοῦτο δὲ καὶ πρότερον ἐποιήσατο. Ἐκεῖνος δὲ κατόπιν ἐλαύνων
εἰς τὸ Μαντζικίερτ παρεγένετο, πόλιν ῥωμαϊκὴν μέν, χειρωθεῖσαν δὲ
πρό του τῷ σουλτάνῳ καὶ Τούρκους ἐγκαθημένους ἔχουσαν. Καταφρο-
νήσας δὲ τούτων ὡς ὀλιγοστῶν, ἑτέραν μοῖραν οὐκ ἐλαχίστην ἀποτε-
μόμενος τοῦ στρατοῦ Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανειώτῃ παραδίδωσι,
προσεπιδοὺς καὶ στῖφος πεζῶν οὐκ εὐκαταφρόνητον, μᾶλλον δὲ τῶν
ἱπποτῶν τὸ ἔκκριτόν τε καὶ μαχιμώτατον κἀν τοῖς πολέμοις προκινδυ-
νεῦον ἀεὶ καὶ προμαχόμενον. Ἄρας δὲ ὁ Τραχανειώτης ἄπεισιν εἰς τὸ
Χλίατ βοηθήσων τοῖς Οὔζοις καὶ τοῖς Φράγκοις καὶ παντὶ τῷ μισθο-
φορικῷ· ἠκηκόει γὰρ ὁ βασιλεὺς πλῆθος μυρίανδρον κατ' αὐτῶν φέρε-
σθαι. Διεῖλε γὰρ ὁ βασιλεὺς τὸν στρατὸν ἐλπίζων αὐτὸς ταχὺ τὸ Μαν-
τζικίερτ παραστήσασθαι-ὃ δὴ καὶ γέγονε-καὶ ἐπιδημῆσαι τοῖς ἐν τῷ
Χλίατ· εἰ δέ τις ἀνάγκη κατεπείξει, ταχέως αὐτοὺς προσκαλέσασθαι,
[145] πλησίον ἐσκηνωμένων τῶν στρατευμάτων· ἤκουε γὰρ τὸν σουλτάνον
ἐπείγεσθαι κατ' αὐτοῦ. Καί γε ἦν οὐκ ἄλογος ἡ διαίρεσις τῶν στρατευ-
μάτων καὶ λογισμῶν οὐκ ἄπο στρατηγικωτάτων, εἰ μὴ πεπρωμένη· μᾶλλον
δὲ θεῖος χόλος ἢ λόγος ἡμῖν ἀπορρητότερος τὴν ἔκβασιν εἰς τοὐναντίον
περιέτρεψε καὶ πρὸς τῷ τέλει τοῦ ἔργου καὶ τῇ αὐθημερινῇ τῶν στρα-
τευμάτων ἑνώσει καὶ τὸν σουλτάνον ἀκηρυκτὶ τοῖς Τούρκοις ἐπέστησε
καὶ τὰ δοκηθέντα τελεσθῆναι διακεκώλυκε. Παραλαβὼν γὰρ ὁ βασιλεὺς
τὸ Μαντζικίερτ, καταπλαγέντων καὶ ὀρρωδησάντων τῶν Τούρκων τὴν
αὐτοῦ ἐπέλευσιν καὶ πίστιν αἰτησαμένων καὶ λαβόντων, οὗ καὶ συνέβη ῥινο-
τμηθῆναι Ῥωμαῖόν τινα εὐορκίας χάριν ἧς ὀμωμόκει τούτοις ὁ βασιλεύς,
ὀνάριον τουρκικὸν ὑφελόμενον, τὴν Θεοτόκον καὶ τὸν Χριστὸν καὶ τοὺς
ἁγίους πάντας μεσίτας προβαλλόμενον. Ἐν ὅσῳ δὲ ταυτὶ τῷ βασιλεῖ
διετάττετο, τοῖς εἰς τὴν λείαν ἐξελθοῦσι στρατιώταις Ῥωμαίοις πληθὺς
τουρκικὴ ἐπιτίθεται. Οἰηθεὶς οὖν ὁ βασιλεὺς ἡγεμόνα τινὰ τοῦ σουλτά-
νου μετά τινος ἀφῖχθαι δυνάμεως καὶ διακλονεῖν τοὺς σποράδας τοῦ βα-
σιλικοῦ στρατοῦ, ἀπέστειλεν ἐπ' αὐτοὺς Νικηφόρον μάγιστρον τὸν Βρυέν-
νιον μετὰ τῆς ἀρκούσης δυνάμεως, ὃς καὶ συμβαλὼν αὐτοῖς οὐκ ἐνέδωκε
μέν, ἐτραυματίσθησαν δὲ πολλοὶ τῶν σὺν αὐτῷ, οὐκ ὀλίγοι δὲ τούτων καὶ
ἔπεσον, ῥωμαλεωτέρων φανέντων ἐκ τῆς συγκρίσεως τῶν πρώην ἐθάδων·
θρασύτερον γὰρ προσρηγνύμενοι ἀγχεμάχοις ὅπλοις ἀντικαθίσαντο.
Ὅθεν καὶ φόβῳ κατασεισθεὶς δύναμιν ἐζήτει παρὰ τοῦ βασιλέως. Ὁ
δὲ καταγνοὺς αὐτοῦ δειλίαν-ἠγνόει γὰρ τὸ ἀληθές-ἐκκλησίαν συστη-
σάμενος ἐδημηγόρησε τὰ περὶ τοῦ πολέμου, ἐν δὲ τῷ μέσῳ καὶ τραχυ-
τέρων ἥψατο λόγων. Καὶ ἐν τοσούτῳ ὁ ἱερεὺς ἐπεφώνησε τὴν τοῦ Εὐαγ-
γελίου ἀνάγνωσιν. Εἶχε δὲ τὸ Εὐαγγέλιον, ἵνα τἆλλα παρῶ, «εἰ ἐμὲ ἐδί-
ωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον
τηρήσουσιν», ἕως τοῦ «δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ»· ὃ καὶ ἐπι-
σημηνάμενοι οἱ συνετώτεροι ἔδοξαν ἀψευδὲς τοῦτο καὶ θεοπρόπιον. Ζέον-
[146] τος δὲ τοῦ πολέμου ἐπαπέστειλεν ὁ βασιλεὺς καὶ Νικηφόρον μάγιστρον
καὶ δοῦκα Θεοδοσιουπόλεως, τὸν Βασιλάκιον, μετὰ τῶν ἰθαγενῶν στρα-
τιωτῶν. Προστεθέντος οὖν τῷ Βρυεννίῳ μέχρι τινὸς ἀκροβολισμοῖς
[146.4] ἰσοπαλὴς καὶ ἀμφήριστος ἦν ἡ μάχη. Συνθεμένων δὲ τῶν στρατιωτῶν
ἀκολουθεῖν ὄπισθεν τῶν στρατηγῶν πρωταγωνιστεῖν αὐτὸς καθυπέσχετο,
καὶ εὐθὺς ἐξορμήσας, νῶτα δεδωκότων τῶν ἐναντίων, ἐδίωκε. Τοῦ δὲ
Βρυεννίου τοὺς ῥυτῆρας ἀνασχεῖν τοῖς περὶ αὐτὸν ἐγκελευσαμένου μόνος
διώκων ὁ Βασιλάκιος ἦν ἀγνοίᾳ τοῦ πραχθέντος. Ἐπεὶ δὲ τῷ χάρακι
τῶν ἐναντίων προσέμειξε, περιπαρέντος αὐτοῦ τοῦ ἵππου προσέσχε τῇ
γῇ βάρος τῶν ὅπλων ἐπιφερόμενος. Διὸ καὶ περιχυθέντες οἱ πολέμιοι αἴ-
ρουσιν αὐτὸν ζωγρίαν καὶ πρὸς τὸν σουλτάνον ἀπάγουσι δέσμιον. Ὧ καὶ
εἰς ὄψιν παραστὰς οὔτε ὡς δοῦλος ἤδη γεγονὼς οὔτε ὡς αἰχμάλωτος ἀπα-
χθεὶς τῷ σουλτάνῳ καθυπετάγη. Ἀλλ' οὔτε ὁ σουλτάνος εἴτε ὡς δούλῳ εἴτε
ὡς αἰχμαλώτῳ προσηνέχθη αὐτῷ, συνεχῶς δὲ παριστῶν περὶ τοῦ βασιλέως
τε ἐπηρώτα καὶ τὴν ἑαυτοῦ ἰσχὺν ἐπεδείκνυε καὶ εἰς ὀρρωδίαν καὶ πτοίαν
ἐνέβαλλεν. Ὁ δὲ πάντα ἐπαινῶν καὶ μεγαλύνων τὰ αὐτοῦ τὸ ἀντιπαρατά-
ξασθαι τῷ βασιλεῖ Ῥωμαίων ἀσύμφορον αὐτῷ συνεβούλευεν. Ἀλλ' οὕ-
τω μὲν οὗτος· ὁ δὲ βασιλεὺς ἀναγκασθεὶς ἐξῄει μετὰ τῆς λοιπῆς πληθύος
εἰς τὴν τῶν πραγμάτων θέαν. Μέχρι δὲ ἑσπέρας ἐπί τινων λόφων ἑστώς,
ἐπείπερ οὐκ εἶδε τὸν ἀντικαθιστάμενον, ὑπέστρεψεν εἰς τὴν παρεμβολήν.
Καὶ αὐτίκα περιχυθέντες οἱ Τοῦρκοι τόξων βολαῖς καὶ περιιππεύσεσι φό-
βον οὐ μικρὸν τῇ στρατιᾷ ἐνεποίησαν, ἐντὸς γενέσθαι τοῦ χάρακος βιαζό-
μενοι. Νὺξ ἦν ἀσέληνος, ὅτε ταῦτα ἐγίνετο, καὶ διάκρισις ὀθνείων τε καὶ
γνωστῶν, φευγόντων τε καὶ διωκόντων οὐκ ἦν. Διὰ πάσης δὲ τῆς νυκτὸς
περιηχοῦντες ἦσαν ὑλαγμοῖς ἀσήμοις τὸ στρατόπεδον, ὡς ἅπαντας δια-
νυκτερεῦσαι ἠνεῳγμένοις καὶ ἀγρύπνοις τοῖς ὄμμασι. Πρωίας δὲ γενο-
[147] μένης μοῖρά τις οὐζικὴ ἔξαρχον ἔχουσα Ταμῆν τινα Σκύθην-οὕτως
ὀνομαζόμενον, ὑπὸ Τορνικίῳ τῷ Κοτέρτζῃ ταττόμενον-τοῖς ἐναντίοις
προσερρύη· ὅπερ οὐκ εἰς μικρὰν ἀγωνίαν τοὺς Ῥωμαίους ἐνέβαλεν ὑπο-
πτεύοντας καὶ τὸ λοιπὸν ἔθνος ὡς πολέμιον. Τινὲς δὲ τῶν πεζῶν ἐξιόντες
Τούρκων ἀνεῖλον πολλοὺς βέλεσιν ἑκηβόλοις καὶ ἀγχεμάχοις ἀμυντη-
ρίοις ὅπλοις, καὶ τῆς παρεμβολῆς ἐκστῆναι παρέπεισαν. Ὁ δὲ βασιλεὺς
ταχυδρόμους ἀποστείλας εἰς τὸ Χλίατ τοὺς ἐκεῖσε ἡγεμόνας ἐκάλει μετὰ
τῶν ὑπ' αὐτοῖς δυνάμεων, παραυτίκα θέλων ἀγχεμάχῳ πολέμῳ διακρῖ-
ναι τὰ πράγματα, καὶ ἀναμένων τὴν ἐξ αὐτῶν βοήθειαν τὸν καιρὸν τηνάλ-
λως ἔτριβεν· ἦσαν γὰρ οἱ τῶν ἄλλων μάλιστα τὴν πυρρίχιον ἐκμεμελε-
τηκότες ὄρχησιν. Ὡς δ' ἀπεγνώκει τὴν ἀπὸ τούτων βοήθειαν, κώλυμά
τι εἶναι ὑποπτεύσας ἐσκέψατο μετὰ τῶν συνόντων εἰς τὴν ὑστεραίαν
διαγωνίσασθαι. Ἠγνόει δὲ ἄρα ὡς ὁ Τραχανειώτης παραπείσας καὶ τὸν
Ῥουσέλιον συνελθεῖν τῷ βασιλεῖ προθυμούμενον, μαθὼν τὴν τοῦ σουλ-
τάνου ἄφιξιν καὶ τὴν αὐτοῦ κατὰ τοῦ βασιλέως ἐπέλευσιν, ἄρας τοὺς
ἀμφ' αὐτὸν ἅπαντας διὰ τῆς Μεσοποταμίας φυγὰς ἀγεννῶς εἰς τὴν Ῥω-
μαίων ἐνέβαλε, μηδένα λόγον τοῦ δεσπότου μήτε μὴν τοῦ εἰκότος ὁ δεί-
λαιος θέμενος. Ὁ γοῦν βασιλεὺς κατὰ τὸ συγκείμενον τὴν εἰς τὸν πόλεμον
παρασκευὴν ἐς τὴν αὔριον ἐξαρτύσας τὰ κατ' αὐτὸν διετάττετο ἔτι τῆς
βασιλείου σκηνῆς ἐντὸς καθιστάμενος, ὁπότε καὶ τὸ ἐκ τῶν συνόντων
Σκυθῶν, τῶν Οὔζων φημί, δέος ἀφαιρούμενος ὅρκῳ συνήθει τῆς αὐτῶν
θρησκείας αὐτοὺς κατησφαλίσατο. Ἐν ὅσῳ δὲ τὰ τοιαῦτα ἐπράττετο
καὶ οἱ στρατιῶται κατὰ τάξεις καὶ λόχους ἐπὶ τῶν ἵππων ἐφίσταντο ἔν-
οπλοι, πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου τὴν εἰρήνην ἀμφοτέροις ἐπικηρυ-
κευόμενοι. Ὁ δὲ βασιλεὺς ἐδέξατο μὲν αὐτοὺς καὶ λόγων αὐτοῖς κατὰ
νόμον τῶν πρέσβεων μετέδωκεν, οὐ πάνυ δὲ τούτους φιλανθρώπως ἐδέ-
ξατο. Ὅμως δ' οὖν συνεπινεύσας καὶ σταυρὸν αὐτοῖς ἐπιδέδωκεν, ἵνα
[148] τῇ ἐπιδείξει τούτου ἀβλαβεῖς πρὸς αὐτὸν ὑποστρέψωσι κομίζοντες ἀγ-
γελίας, ἃς ἂν ἐκ τοῦ σουλτάνου πύθοιντο. Δεδήλωκε γὰρ τῷ ἀνελπίστῳ
τοῦ μηνύματος ἐπαρθείς, ἵν' ὁ σουλτάνος καταλιπὼν τὸν τόπον τῆς ἰδίας
παρεμβολῆς πορρωτέρω στρατοπεδεύσηται· ὁ δὲ βασιλεὺς ἐν ἐκείνῳ
τῷ τόπῳ, ὃς τὸν σουλτάνον εἶχε πρότερον, ἐπικαταπήξει τὸν χάρακα καὶ
τηνικαῦτα πρὸς συμβιβάσεις αὐτῷ χωρήσει. Ἔλαθε δὲ τὴν νίκην ὑπὸ
ὑψηλοφροσύνης τοῖς ἐναντίοις καταπροέμενος, καθὼς οἱ τὰ τοιαῦτα δια-
κριβοῦντες συμβάλλουσι, τὸ νικητικώτατον σύμβολον, τὸν σταυρόν, ἀπο-
στείλας αὐτῷ. Οὔπω τέλος ἔσχεν οὐδ' ἀναμονὴν ἡ τῶν πρέσβεων ἄφιξις,
καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν ἀποβαλέσθαι τὴν
εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπατῶσαν μᾶλλον ἢ τὸ συμφέρον
ἐθέλουσαν· δεδιέναι γὰρ ὑπελάμβανον τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον
ἔχειν δύναμιν καὶ περιμένειν τοὺς κατόπιν ἀφιξομένους καὶ τῷ προσχή-
ματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνον. Οἱ μὲν οὖν περὶ τὸν σουλτά-
νον κατὰ σφᾶς αὐτούς, ἐπανελθόντων τῶν πρέσβεων, τὰ περὶ τῆς εἰρήνης
ὡμίλουν καὶ ταύτην ὁλοσχερῶς ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς ἀκηρυ-
κτὶ σαλπίσας τὸ ἐνυάλιον τὸν μόθον παραλόγως ἐκρότησε. Καταλαβοῦσα
δ' ἡ φήμη τοὺς ἐναντίους ἐξέπληξε. Τέως δ' οὖν καθοπλισάμενοι καὶ αὐτοὶ
τὸ ἄχρηστον πλῆθος εἰς τοὐπίσω προσήλαυνον, αὐτοὶ δὲ κατόπιν ἐδίδουν
φαντασίαν πολεμικῆς παρατάξεως· τὸ δὲ πλεῖον φυγή τις κατεῖχεν
αὐτοὺς συντεταγμένας ἰδόντας τῶν Ῥωμαίων τὰς φάλαγγας ἐν τάξει
καὶ κόσμῳ πολεμικῆς παρατάξεως. Καὶ οἱ μὲν προῄεσαν εἰς τοὐπίσω,
ὁ δὲ βασιλεὺς πανστρατιᾷ κατόπιν αὐτῶν ἐπεδίωκεν, ἕως ἄρα καιρὸς
δείλης ὀψίας κατέλαβεν. Ἐπεὶ δ' ὁ βασιλεὺς τοὺς ἀντιτεταγμένους οὐκ εἶχε
καὶ ἀντιπολεμοῦντας, τὴν δὲ παρεμβολὴν ἐψιλωμένην στρατιωτῶν καὶ
πεζοφυλάκων ἐγίνωσκε διὰ τὸ μηδ' εὐπορεῖν ἱκανοῦ πλήθους, ὥστε καὶ
[149] παρατάξεις ἐν ταύτῃ καταλιπεῖν-ἤδη προεξαντληθέντων τῶν ταγμάτων
ὡς προδιείληπται-ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίωξιν, ἵνα μὴ ταύτῃ
ἀφυλάκτῳ οἱ Τοῦρκοι ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς, εἰ ἐπὶ πλεῖον
ἐκμακρυνθείη, καταλήψεται αὐτὸν ἡ νύξ, καὶ τηνικαῦτα οἱ Τοῦρκοι
παλίντροπον θήσουσι τὴν φυγὴν ἑκηβόλοι τυγχάνοντες. Διὰ δὴ ταῦτα καὶ
τὴν βασιλικὴν σημαίαν ἐπιστρέψας νόστου ἐπιμνησθῆναι παρήγγειλεν. Οἱ
δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὰς σημαίας ἰδόντες ὀπι-
σθορμήτους ἧτταν εἶναι τὸ πρᾶγμα βασιλικὴν ὑπετόπασαν. Μᾶλλον δέ
τις τῶν ἐφεδρευόντων αὐτῷ, Ἀνδρόνικος ὁ τοῦ καίσαρος μὲν υἱός, τῶν δὲ
βασιλέων ἐξάδελφος, προβεβουλευμένην ἔχων τὴν ἐπιβουλὴν αὐτὸς δι'
ἑαυτοῦ τὸν τοιοῦτον λόγον ὑπέσπειρε καὶ τοὺς περὶ αὐτὸν στρατιώτας
ἀναλαβὼν ταχὺ τῇ παρεμβολῇ ἐπεφοίτησεν. Ὃν καὶ οἱ λοιποὶ μιμησά-
μενοι εἷς καθεὶς τὴν φυγὴν ἀμαχητὶ ἠσπάσαντο. Ὁ δὲ βασιλεὺς ἰδὼν
τὸ παράλογον ἔστη τὴν τῶν οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος.
Ἦν δὲ ὁ ἐπακούων οὐδείς. Τῶν δ' ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι τὸ
παράλογον ἰδόντες ἐξαίφνης τῶν Ῥωμαίων ἀτύχημα τῷ σουλτάνῳ σπουδῇ
ἀπαγγέλλουσι τὸ ὁρώμενον καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσι, φεύ-
γοντι καὶ αὐτῷ ἤδη καὶ μακρὰν τῆς οἰκείας γενομένῳ ἐπαύλεως. Εὐθὺς
οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόα τῷ βασιλεῖ προσρήγνυται. Κε-
λεύσας δὲ τοὺς ἀμφ' αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἀλλ'
ἄνδρας ἀγαθοὺς φανῆναι, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολλοῦ Ἐν
τοσούτῳ δὲ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα λό-
γος σαφὴς οὐκ ἠκούετο, ἄλλων ἄλλοτε ἄλλα ἀφηγουμένων, τῶν μὲν τρο-
[149.24] πήν, τῶν δὲ νίκην ἀπαγγελλόντων καὶ καταλεγόντων ἄσημά τε καὶ ἀδιά-
γνωστα, ἕως καὶ τῶν Καππαδοκῶν τινες ἤρξαντο αὐτοῦ καὶ αὐτοὶ
ἀποφοιτᾶν κατὰ φατρίας καὶ συμμορίας. Πολλοὶ δὲ καὶ τῶν βασιλικῶν
[150] ἱπποκόμων σὺν τοῖς ἵπποις ὑπέστρεφον, μὴ ἰδεῖν τὸν βασιλέα διενιστά-
μενοι. Καὶ ἦν σεισμὸς οἷον καὶ ὀδυρμὸς καὶ φόβος ἀκίχητος, καὶ οἱ Τοῦρ-
κοι πανταχόθεν ἐπιρρέοντες. Ὅθεν καὶ ἕκαστος, ὡς εἶχεν ὁρμῆς, ἑαυτῷ
τὴν σωτηρίαν ἐπραγματεύετο. Ἐπιδιώκοντες δὲ οἱ ἐναντίοι οὓς μὲν ἀνῄ-
ρουν, οὓς δὲ ζωγρίᾳ εἷλον, ἑτέρους δὲ συνεπάτουν. Καὶ ἦν τὸ πρᾶγμα λίαν
ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. Τὸν δὲ βασιλέα
περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ' ἅτε στρα-
τιωτικῶν καὶ πολεμικῶν εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς
καρτερῶς ἠμύνατο, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα,
τοῦ τε ἵππου κατακοντισθέντος ἐκ ποδὸς ἱστάμενος διεμάχετο. Καμὼν δ'
ὅμως πρὸς ἑσπέραν ἁλώσιμος-φεῦ τοῦ πάθους-καὶ αἰχμάλωτος ὁ περιώνυ-
μος βασιλεὺς Ῥωμαίων γίνεται. Καὶ τῇ μὲν νυκτὶ ἐκείνῃ ἐπ' ἴσης τοῖς πολ-
λοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος
λυπηρῶν κύμασι. Τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βα-
σιλέως ἁλώσεως χαρά τις ἄπληστος καὶ ἀπιστία κατέσχεν αὐτὸν οἰόμενον
<ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι>, ὥσπερ καὶ ἦν, μετὰ νίκην
τοσούτου καὶ τηλικούτου στρατοῦ καὶ αὐτὸν τὸν βασιλέα ἁλώσιμον λα-
βεῖν καὶ ὑποχείριον. Ἀνθρωπίνως δὲ ὅμως τὸ γεγονὸς λογισάμενος καὶ
τὴν νίκην μετριοφρόνως ἐνεγκὼν καὶ τὸ γεγονὸς εὐτύχημα συστολὴν
μᾶλλον καὶ ψυχῆς ἀγαθῆς ἔνδειξιν καὶ τρόπων καλοκαγαθίας μεστῶν
θέμενος, Θεῷ τὸ πᾶν ἀνετίθει, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτοῦ ἰσχὺν ἀποτε-
λέσας τρόπαιον. Διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ Ἀξὰν τοῦ βα-
σιλέως Ῥωμαίων ἐν εὐτελεῖ καὶ στρατιωτικῇ ἀμπεχόνῃ διαπορῶν ἦν καὶ
περὶ τούτου μαρτυρίαν ζητῶν. Ὡς δ' ἐπληροφορήθη παρὰ τῶν πρέσβεων
καὶ τοῦ Βασιλακίου, πεσόντος μὲν πρὸ τῶν ποδῶν αὐτοῦ, οἰκτρὸν δέ τι καὶ
γοερὸν ἀνοιμώξαντος, εὐθὺς ὥσπερ ἐμμανὴς ἀνέθορε τοῦ θρόνου καὶ ἔστη
[151] ὀρθός. Τεθέντα τοῦν ὅμως πρὸ τῶν ποδῶν αὐτοῦ, πατήσας, ὥσπερ ἔθος,
καὶ ἀναστήσας καὶ περιπτυξάμενος «μὴ δέδιθι» ἔφη «ὦ βασιλεῦ, ἀλλ'
εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ,
τιμηθήσῃ δ' ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. Ἄφρων γὰρ ἐμοὶ λογί-
ζεται ἐκεῖνος, ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς λογιζόμενός
τε καὶ εὐλαβούμενος». Ἐπιτάξας οὖν αὐτῷ σκηνὴν ἀποταχθῆναι καὶ θε-
ραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν τηνικαῦτα καὶ ὁμοδίαιτον ἀ-
πειργάσατο, μὴ παρὰ μέρος καθίσας, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκ-
κρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. Δὶς τῆς ἡμέ-
ρας συνερχόμενος αὐτῷ καὶ συλλαλῶν καὶ παρακλήσεσιν ἀνακτώμενος,
μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων ἐκοινώνει αὐτῷ λόγων τε καὶ ἁλῶν
μηδ' ἄχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον πεπαρῳνηκώς, περί τινων
δὲ δοκούντων σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας. Διερω-
τήσαντος δὲ μιᾷ τῶν ἡμερῶν τοῦ σουλτάνου τὸν βασιλέα «τί ἂν ἔδρασας,
εἰ ἔσχες ἐμὲ ὑποχείριον;» ἀνυποκρίτως καὶ ἀθωπεύτως ὁ βασιλεὺς ἀπεκρί-
νατο «ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησα ἄν σου τὸ σῶμα γίνω-
σκε». «Ἀλλ' ἐγὼ» φησὶν ὁ σουλτάνος «οὐ μιμήσομαί σου τὸ αὐστηρὸν
καὶ ἀπότομον. Πλὴν ἀκούω ὅτι καὶ ὁ ὑμέτερος Χριστὸς εἰρήνην ὑμῖν
νομοθετεῖ καὶ ἀμνηστίαν κακῶν καὶ τοῖς ὑπερηφάνοις ἀντικαθίσταται,
τοῖς ταπεινοῖς δὲ δίδωσι χάριν». Μετὰ τοῦτο γοῦν σπονδὰς ποιησάμενοι
καὶ συνθήκας εἰρηνικὰς διηνεκεῖς καὶ κῆδος ἐπὶ τοῖς παισὶ συστησάμενοι
καὶ τὰ δίκαια ἑκάστης ἐπικρατείας, ἃ ἦν ἐξ ἀρχῆς, θέμενοι, φιλίως τε ἀλ-
λήλοις <ὡμολόγησαν> προσμίγνυσθαι, μηκέτι δὲ λεηλασίας τῆς τῶν Ῥω-
μαίων ἐπικρατείας παρ' οὑτινοσοῦν τῶν Τούρκων γίνεσθαι ὑποστραφῆναί
τε πάντας τοὺς ὅσοι ποτὲ κατὰ Ῥωμαίων ἐστάλησαν καὶ τὴν αἰχμαλωσίαν
ἅπασαν καὶ μάλιστα τὸ προέχον τῶν Ῥωμαίων καὶ ἔκκριτον, δεξίωσιν ἁ-
δρὰν τοῦ βασιλέως προσομολογήσαντος τῷ σουλτάνῳ. Ἐσφάγησαν δὲ τηνι-
[152] καῦτα Λέων ὁ ἐπὶ τῶν δεήσεων καὶ ὁ μάγιστρος Εὐστράτιος καὶ πρωταση-
κρῆτις ὁ Χοιροσφάκτης, ἑάλω δὲ καὶ ὁ πρωτοβεστιάριος Βασίλειος ὁ
Μαλέσης.
Μετὰ δὲ τὸ ταῦτα οὕτω πραχθῆναί τε καὶ συμφωνηθῆναι ἀπέλυσεν
ὁ σουλτάνος τὸν βασιλέα σὺν πολλῇ περιπλοκῇ καὶ συντακτηρίῳ τιμῇ
προσεπιδοὺς καὶ τῶν οἰκείων πρέσβεις. Κατείχετο δὲ τὸ Μαντζικίερτ
ὑπὸ Ῥωμαίων. Ὡς δ' ὁ βασιλεὺς ἀπολυθεὶς ἐπανῆλθε, δι' ἄλλης ὁδοῦ
ἀφέντες ἐκεῖνοι νυκτὸς ἔφυγον, περιτυχόντες δὲ πολεμίοις ἐκινδύνευ-
σαν. Ὁ δὲ βασιλεὺς κατηντηκὼς εἰς Θεοδοσιούπολιν μετὰ τουρκικῆς
σουλτανικῆς στολῆς ὑπεδέχθη φιλοτίμως. Ἡμέρας δέ τινας ἐκεῖσε διε-
καρτέρησε τὴν χεῖρα θεραπευόμενος καὶ ἑαυτὸν ἀνακτώμενος καὶ πάλιν
μεθαρμόζων πρὸς τὸ ῥωμαϊκώτερον, ὡς ἐνῆν. Ἄρας δ' ἐκεῖθεν διῄει τὰς
ἰβηρικὰς κώμας· συνῆσαν δ' αὐτῷ καὶ οἱ ἐκ τοῦ σουλτάνου πρέσβεις.
Κἀκεῖθεν προσελαύνει μέχρι Κολωνείας αὐτῆς. Γενομένου δὲ ἐν τῷ Με-
λισσοπετρίῳ Παῦλος πρόεδρος, ὁ τῆς Ἐδέσσης κατεπάνω, νύκτωρ αὐτὸν
καταλιπὼν εἰς Κωνσταντινούπολιν ἀπέδρα, προμαθὼν τὰ ἐκεῖσε κατ-
τυόμενα. Ἰωάννης γὰρ ὁ καῖσαρ καὶ οἱ τούτου υἱεῖς καὶ τῆς συγκλήτου
ὅσοι τὰ αὐτὰ ἐφρόνουν, τὴν μὲν βασιλίδα ὑπερόριον τίθενται εἰς τὸ
παρ' αὐτῆς συστὰν φροντιστήριον, Πιπερούδιον οὕτω καλούμενον, ἀπο-
κείραντες καὶ μὴ βουλομένην, τὸν δὲ Μιχαὴλ μόναρχον ἀναγορεύσαντες
αὐτοκράτορα ἔγραψαν ἁπανταχοῦ ἐπανιόντα τὸν βασιλέα μὴ ὑποδέξασθαι
μήτε ὡς βασιλέα τιμῆσαι. Ἤρξατο δὲ τῆς ἀποκηρύξεως πρῶτος ὁ τῶν
φιλοσόφων ὕπατος, ὁ Ψελλός, καθὼς καὶ αὐτὸς ἔν τινι τῶν ἰδίων συγγραμ-
μάτων μεγαλαυχεῖ. Λέγεται δὲ ὅτι καὶ αὐτὴ ἡ βασιλὶς τοῦ αὐτοῦ σκοποῦ
ἦν, ὥστε μὴ προσδέξασθαι τὸν Διογένην ἐπανιόντα. Ἀπτέρῳ δὲ τάχει
μαθὼν τοῦτο ὁ Διογένης, καὶ πληροφορηθεὶς ὅτι κοινῶς ἀποκεκήρυκται,
φρούριόν τι κατασχών, Δόκειαν ὀνομαζόμενον, ἐκεῖσε ἐστρατοπεδεύσα-
το.
Ὁ δὲ καῖσαρ τὰ τῆς βασιλείας, ὡς ἐδόκει, ἄριστα κρατυνόμενος,
[153] τὸν πρόεδρον Κωνσταντῖνον, τὸν βραχύτερον τῶν υἱέων, μετὰ δυνάμεως
ἁδρᾶς κατὰ τοῦ Διογένους ἀφίησιν, ὃς καὶ ἑνωθεὶς αὐτῷ ἐν τῇ Δοκείᾳ
ἀπεδειλία τὸν πόλεμον. Ὁρῶν δὲ ὁ Διογένης ὑπερτεροῦντα τοῦ Κωνσταν-
τίνου ἑαυτόν, ἄρας ἐκεῖθεν ἀφικνεῖται εἰς Καππαδοκίαν. Ἐν τοσούτῳ δὲ
πλῆθος Φράγκων τῷ Κωνσταντίνῳ προσγίνεται, καὶ Κρισπῖνος αὐτὸς
μετὰ τῶν ὁμογενῶν, ὃν ἀνιὼν ὁ Διογένης ἐν Ἀβύδῳ περιώρισε πρότερον.
Θεόδωρον οὖν πρόεδρον τὸν Ἀλυάτην, ἄνδρα γενναῖον καὶ ἐπιφανῆ,
μεγέθει τε καὶ θέᾳ θαυμασιώτατον, στέλλει κατ' αὐτῶν. Ἐρρωμένως δ'
ἀντιταξαμένων τῶν περὶ τὸν Κωνσταντῖνον ἡττῶνται οἱ περὶ τὸν Ἀλυά-
την, ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται σκηνικοῖς
σιδήροις. Περιώδυνος δὲ ὁ Διογένης ἐπὶ τοῖς συμβεβηκόσι γεγονὼς εἰς
τὴν Καππαδοκίαν ἐνέβαλε, πανταχόθεν τὸ στρατιωτικὸν προσκαλού-
μενος. Αὐτὸς δὲ διῆγεν ἐν τῷ Τυροποιῷ, φρούριον δὲ τοῦτο λίαν ἰσχυρὸν
καὶ ἀπόκρημνον. Προσκαλεσάμενος οὖν ὁ Κωνσταντῖνος καὶ τὸν Ἀντιο-
χείας δοῦκα, τὸν Χατατούριον, σύμμαχον κατὰ τοῦ Διογένους οὐκ ἔσχεν
ὑπακούοντα· προσέθετο γὰρ τῷ Διογένει. Καὶ τοῦτον παραλαβὼν παραγίνε-
[153.17] ται εἰς Κιλικίαν, ἔνθα καὶ προσεκαρτέρει τὴν ἀπὸ τοῦ σουλτάνου ἀναμένων
βοήθειαν, ὁμοῦ δὲ καὶ διὰ τὸν χειμῶνα διάγων ἐκεῖσε, ἀλεεινοτέραν τὴν
Κιλικίαν ἐπιστάμενος, καὶ πάλιν πρὸς συλλογὴν στρατοῦ ἑαυτὸν ἀπησχό-
λει. Ὁ δέ γε Κωνσταντῖνος μετὰ τὸ τὸν Διογένην ὑποχωρῆσαι ὑπέστρε-
ψεν εἰς τὸ Βυζάντιον. Ἀντ' ἐκείνου δὲ στέλλεται κατὰ τοῦ Διογένους ὁ
πρόεδρος Ἀνδρόνικος, ὁ τοῦ καίσαρος υἱός. Διανείμας δὲ τοῖς στρατιώταις
σιτηρέσια, διὰ τῆς κλεισούρας τοῦ Ποδανδοῦ ἀφικνεῖται εἰς Κιλικίαν,
ἔνθα συναντᾷ αὐτῷ ὁ Χατατούριος, ὃν καὶ πρὸς βραχὺ μαχεσάμενον ἀναι-
ροῦσιν οἱ τοῦ Ἀνδρονίκου. Τῶν δὲ ἄλλων συμφυγόντων εἰς Ἄδαναν,
ἔνθα καὶ ὁ Διογένης διέτριβε, πολιορκίᾳ τὴν πόλιν διέλαβεν ὁ Ἀνδρόνι-
κος. Συνθηκῶν δὲ γενομένων ἐφ' ᾧ τὸν Διογένην ἀποθέσθαι τὴν βασιλείαν
τὴν τρίχα τε καρέντα διάγειν ἰδιωτικῶς, ἔξεισι τοῦ κάστρου μελανειμο-
[154] νῶν καὶ τὰ καθ' ἑαυτὸν ἀποκλαιόμενος. Νόστου δὲ εὐθὺς μιμνήσκεται ὁ
Ἀνδρόνικος καὶ τὸν Διογένην μεθ' ἑαυτοῦ ἐφελκόμενος μελανειμονοῦν-
τα, ἐν εὐτελεῖ ὑποζυγίῳ ὀχούμενον δι' ἐκείνων τῶν κωμῶν καὶ τῶν χω-
ρῶν αἷς τὸ πρὶν ἰσόθεος ἐγνωρίζετο. Μέχρι δὲ τοῦ Κοτυαείου τὴν ὁδοιπο-
ρίαν ὀδυνηρῶς ποιησάμενος-ἦν γὰρ νοσηλευόμενος ἀπὸ κοιλιακῆς διαθέ-
σεως ἐκ κωνείου προποθέντος αὐτῷ ἐξ ἐπιβουλῆς ἐπιγενομένης-ἐκεῖσε
κατεσχέθη, ἄχρις ἂν ἐκ βασιλέως τὸ ποιητέον αὐτῷ ὁρισθῇ. Ἀλλ' ἧκεν
ἡμέραις ὕστερον ἡ κατὰ τοῦ μάτην δυστυχοῦντος ἀπόφασις διοριζομένη
τοὺς ὀφθαλμοὺς αὐτοῦ διορυγῆναι. Οὓς καὶ παραυτίκα ἐξορύττεται τῶν
ἀρχιερέων, τῶν ἐπὶ τῷ δοῦναι λόγον συμπαθείας ἐσταλμένων, μηδόλως ἐπα-
ρηξάντων αὐτῷ· οἵτινες ἦσαν ὅ τε Χαλκηδόνος, ὁ Ἡρακλείας καὶ ὁ Κο-
λωνείας Θεόφιλος, οὓς καὶ τῶν ὅρκων ὑπεμίμνησκε καὶ τῶν ἐκ τοῦ θείου
νεμέσεων. Οἱ δέ, καίπερ βοηθῆσαι προαιρούμενοι, ἀσθενῶς εἶχον καὶ ἀ-
δυνάτως ἀνδρῶν ὠμηστῶν καὶ ἀπηνῶν ἀναρπασάντων αὐτὸν καὶ τοὺς
ὀφθαλμοὺς αὐτοῦ ἐξορυξάντων ἀνηλεῶς καὶ ἀφιλανθρώπως. Προσενε-
χθεὶς δὲ ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος ὥσπερ πτῶμα
σεσηπός, τοὺς ὀφθαλμοὺς ἔχων ἐξορωρυγμένους, τὴν δὲ κεφαλὴν καὶ τὸ
πρόσωπον ἐξῳδηκός, σκωλήκων βρύον καὶ δυσωδίας, ἡμέρας ὀλίγας ἐπι-
βιοὺς ἐπωδύνως καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει τὸν βίον τῇ
νήσῳ τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος, ἔνθα νέον ἐκεῖνος ἐδείματο φρον-
τιστήριον, κηδευθεὶς πολυτελῶς παρὰ τῆς ὁμευνέτιδος καὶ βασιλίδος
Εὐδοκίας, μνήμην καταλιπὼν πειρασμῶν καὶ δυστυχημάτων ὑπερβαι-
νόντων ἀκρόασιν. Ἐπὶ δὲ τοῖς τοσούτοις καὶ τηλικούτοις κακοῖς οὐδὲν
βλάσφημον ἢ ἀπόφημον ἐφθέγξατο, εὐχαριστῶν δὲ διετέλει, φέρων εὐ-
μαρῶς τὰ προσπίπτοντα. Λέγεται δὲ τὰ εἰς αὐτὸν πραχθέντα γνώμης
[155] ἄτερ τοῦ βασιλέως γενέσθαι Μιχαήλ, ὡς ὕστερον αὐτὸς ἐνωμότως διι-
σχυρίζετο, τοῦ καίσαρος ὑπὸ σκότῳ καὶ ἀφανείᾳ ταῦτα τελεσιουργοῦν-
τος καὶ διαταττομένου. Οὗτος ὁ βασιλεὺς καὶ τὴν ἐπισκοπὴν Ναζιανζοῦ
εἰς μητροπόλεως ἀνεβίβασε δίκαιον. Ἐβασίλευσε δὲ ἄχρι τῆς αἰχμαλω-
σίας αὐτοῦ ἔτη τρία καὶ μῆνας ὀκτώ.
Τοῦτον δὲ τὸν τρόπον ὁ Μιχαὴλ τὴν βασιλείαν διαδεξάμενος ἐπιει-
κής τε ἐδόκει καὶ γέρων ἐν νέοις διὰ τὸ παρειμένον καὶ ἀναπεπτωκὸς
καὶ ἁπαλόν. Προσελάβετο δὲ διὰ τοῦτο Ἰωάννην τὸν τῆς Σίδης μητροπο-
λίτην εἰς τὸ τὰ κοινὰ διοικεῖν, εὐνοῦχον μὲν τὴν φύσιν, δραστήριον δὲ
καὶ ἀμφιδέξιον, πρωτοπρόεδρον τῶν πρωτοσυγκέλλων τυγχάνοντα, ἄνδρα
πᾶσι τοῖς ἀγαθοῖς σεμνυνόμενον. Ὅθεν τὸ τοῦ βασιλέως ἔκλυτον καὶ περὶ
τὸ διοικεῖν τὰ κοινά, ὡς εἰπεῖν, θῆλυ καὶ ἀναπεπτωκὸς καὶ ἀδέξιον ὁ τούτου
τρόπος καὶ ἡ περὶ ταῦτα ἐντρέχεια καὶ σπουδὴ ἐπεκόσμει τε καὶ κατήρτυε.
Παρεμίγη δὲ τῷ σίτῳ τούτῳ καὶ ζιζάνιον. Ἦν γάρ τις εὐνοῦχος Νικηφό-
ρος ὄνομα, ὃν ὑποκορίζοντες Νικηφορίτζην ὠνόμαζον, ἐκ Βουκελλαρίων
ἕλκων τὸ γένος, δεινὸς ἐπινοῆσαι συγχύσεις καὶ ῥάψαι πράγματα καὶ τρι-
κυμίας ἐγεῖραι καὶ ἀκαταστασίας ἐν γαλήνῃ καὶ καταστάσει ἐπενεγκεῖν.
Ὃς εἰς τάξιν σεκρετικοῦ τῷ πατρὶ τοῦ Μιχαὴλ ὑπηρετησάμενος, ἐπεὶ σκαι-
ὸς καὶ διαβολεὺς ἐφάνη καὶ σοφιστὴς τῶν κακῶν κερδαλέος καὶ τῷ βασι-
λεῖ κατὰ τῆς βασιλίδος μοιχείας ἔγκλημα ὑποψιθυρίσας φθόνῳ τοῦ συν-
εξυπηρετουμένου, δοὺξ δὲ Ἀντιοχείας ἀναδειχθεὶς καὶ ἅπαξ καὶ δεύτερον
μυρίων ὀχλήσεων καὶ ταραχῶν τῇ Συρίᾳ γέγονεν αἴτιος. Ὅμως δ' οὖν
κατηγορηθείς, συλληφθεὶς ἐκεῖσε τῇ τοῦ αἵματος φρουρᾷ παραδίδοται,
καὶ ἦν ἔμφρουρος ἐπὶ χρόνον τινὰ ὁ πρὶν περίδοξος γνωριζόμενος. Ἀναρ-
ρυσθεὶς δὲ τῇ τοῦ Διογένους ἀναγορεύσει καὶ εἰς νῆσόν τινα ἐξορισθείς,
ὑποσχέσει χρημάτων δικαστὴς Ἑλλάδος καὶ Πελοποννήσου προβέβλη-
[156] ται καὶ τὰ κατ' ἐκείνην ἦν διοικῶν. Τοῦτον ἐπὶ κακῷ τῆς τῶν Ῥωμαίων
ἀρχῆς ὁ βασιλεὺς Μιχαὴλ μεταπεμψάμενος εἰς τὴν τῶν κοινῶν διοίκησιν
κατεστήσατο, λογοθέτην αὐτὸν προβαλλόμενος. Γίνεται οὖν ὁ βασιλεὺς
ἁλώσιμος ταῖς αὐτοῦ τερατείαις καὶ μαγγανείαις, οἷα μὴ εὐμοιρῶν φρο-
νήματος ἀνδρείου καὶ σταθηροῦ. Διὸ καὶ ἐξωθεῖται μὲν ὁ Σίδης, πάντα
δὲ αὐτὸς εἰς ἑαυτὸν ἀναδέχεται ἀθύρμασι τοῦ Μιχαὴλ καὶ παιδιαῖς παι-
δαριώδεσι προσκειμένου, τοῦ ὑπάτου τῶν φιλοσόφων, τοῦ Ψελλοῦ, πρὸς
ἅπαν ἔργον ἀδέξιον καὶ ἄπρακτον αὐτὸν ἀπεργασαμένου. Παραγκωνί-
ζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον, Ἰωάννην τὸν καίσαρα, καὶ τῷ
ἀνεψιῷ καὶ βασιλεῖ ὕποπτον ἀπεργάζεται. Καὶ πάντας ἁπλῶς τοὺς οἰ-
κειοτάτους ὡς πολεμιωτάτους συκοφαντεῖ καὶ πάντων ἀποξενοῖ τὴν τοῦ
βασιλέως διάθεσιν καὶ ὅλον τὸν μειρακίσκον ὑποποιεῖται ἄνακτα. Κἀ-
κεῖνο πᾶσι βασιλικὸν ἐνομίζετο πρόσταγμα, ὃ τῷ μηχανορράφῳ τούτῳ
ἐδόκει. Ἐντεῦθεν κατηγορίαι καὶ ἀπαιτήσεις ἀθῴων καὶ ἀκατακρίτων
ἀνδρῶν, καὶ τίσεις ἀχρεωστήτων καὶ κρίσεις τῷ δημοσίῳ τὸ πλέον, οὐ
τῷ δικαίῳ, βραβεύουσαι, ἀφ' ὧν δημεύσεις καθολικαί τε καὶ μερικαί,
κατηγορίαι συχναὶ καὶ πίστις εὐθὺς ἀπαραλόγιστος, καὶ τῶν πασχόντων
θρῆνος ἐλεεινὸς καὶ τῶν γυμνουμένων κωκυτὸς ἀφόρητος καὶ πολύδα-
κρυς.
Ἀλλὰ τούτων οὕτω γινομένων, θεήλατος ὀργὴ τὴν ἑῴαν κατειλή-
φει. Τῶν γὰρ πρὸς Διογένην εἰρηνικῶν συμφώνων ἀργῶν μεινάντων καὶ
ἀπράκτων θυμῷ συνεχόμενοι οἱ Τοῦρκοι ἐφ' οἷς, ὃν αὐτοὶ ὡς ἐχθρὸν
εἰληφότες καὶ ὑποχείριον πάσης κομιδῆς καὶ τιμῆς ἠξιώκασι καὶ τῇ ἰδίᾳ
ἐπικρατείᾳ αὖθις ἀποκατέστησαν, τούτῳ οἱ οἰκεῖοι μανιωδῶς ὡς ἐχθρῷ
προσενεχθέντες ἀσπόνδῳ, ἃ παρ' αὐτοῖς ἐχρῆν αὐτὸν παθεῖν, οἱ γνωστοὶ
καὶ συγγενεῖς καὶ τοῖς τῆς εἰρήνης νόμοις ἀγόμενοι διαπεπράχασι καὶ οἰκτί-
στῳ καὶ ἐπωδύνῳ θανάτῳ παραδεδώκασιν-ὑπερήλγουν γὰρ αὐτῷ καὶ οἱ ἀλ-
λότριοι διὰ τὸ πλῆθος τῶν δεινῶν καὶ τὸ τῆς συμφορᾶς ἀπαρηγόρητον-
[157] ἄραντες ἐκ Περσίδος παμπληθεῖ, ὡς μηδενὸς ὄντος τοῦ κωλύοντος, τοῖς
ῥωμαϊκοῖς ἐπιστρατεύουσι θέμασι καὶ ταῦτα κατελυμήναντο, οὐ σποράδες
ἐπιφοιτῶντες ὡς τὸ πρὶν καὶ φυγάδες αὐτόχρημα, μᾶλλον δὲ ὡς δεσπόται
τῶν προστυχόντων κατακυριεύοντες. Ταῦτα διενωτιζόμενος ὁ βασιλεύων,
συναγείρας στρατόπεδον ἱκανὸν στρατηγὸν αὐτῷ ἐφίστησι τὸν Κομνη-
νὸν Ἰσαάκιον. Συνίστησι δ' αὐτῷ καὶ Ῥουσέλιον τὸν Λατῖνον μετὰ φραγ-
κικοῦ συντάγματος εἰς τετρακοσίους Φράγκους ἀναβαίνοντος. Ἐν τῷ
Ἰκονίῳ δὲ τοῦ στρατοπέδου γενομένου παντός, φιλονεικίας συμβάσης
τινός, ἀποστατεῖ τηνικαῦτα ὁ Ῥουσέλιος προφανῶς καὶ τοὺς Φράγκους
[157.10] παραλαβὼν ἑτέραν ἐτράπετο καὶ τὰ καθ' ἑαυτὸν τῷ ἰδίῳ ἐπιτρέπει θε-
λήματι. Ἀνελθὼν δὲ εἰς Μελιτηνήν, Τούρκοις περιτυχὼν ἀριστεύει
ἐξ ἐφόδου τούτοις ἐπεισπεσών. Τὸ δὲ λοιπὸν στράτευμα τῇ Καισαρέων
παραβάλλει. Σκεψάμενος δὲ ὁ Κομνηνὸς τοῖς ἐναντίοις ἐξ ἐφόδου προσ-
βαλεῖν προῄει μὲν διὰ τῆς νυκτός, ὡς ἂν ἀπαρασκεύοις ἐμπέσῃ αὐτοῖς,
τὸ δ' ἐναντίον πάσχει τῆς οἰκείας βουλῆς· ἐμπαρασκεύοις γὰρ καὶ ἡτοι-
μασμένοις ἐντυγχάνει αὐτοῖς. Συρρήγνυσι δὲ τούτοις καὶ μὴ βουλόμενος
καὶ ἡττᾶται εὐθὺς καὶ αἰχμάλωτος αὐτίκα γίνεται. Ἁλίσκεται δὲ καὶ τὰ
ἐν τῷ χάρακι ἅπαντα, πολλῶν μὲν Ῥωμαίων πεσόντων, ζωγρίᾳ δὲ λη-
φθέντων τινῶν, πλειόνων δὲ τὴν σωτηρίαν εὑραμένων φυγῇ. Τῆς δὲ φή-
μης τὸν βασιλέα καταλαβούσης ἔδοξε μέν τι σκυθρωπὸν παθεῖν, οὐ μὴν
δὲ παντάπασι τῶν πολιτικῶν ἀδικημάτων καὶ τῶν κοσμικῶν ἀπέσχετο
ταῖς τοῦ Νικηφόρου ὑποθημοσύναις· μὴ ἔχων γὰρ φύσιν διαγνωστικὴν
καὶ ἕξιν διακριτικὴν καὶ ἐγρηγορυῖαν πᾶν τὸ προσταττόμενον παρὰ τοῦ
Νικηφόρου ἐποίει ὥσπερ ἀνδράποδον. Ἔκτοτε οὖν ἀδείας λαβόμενοι οἱ
τὴν ἑῴαν κατατρέχοντες Ἀγαρηνοὶ οὐκ ἐπαύοντο καθ' ἑκάστην κεραΐ-
[158] ζοντες ταύτην καὶ καταλυμαινόμενοι. Ἀλλαξαμένου δὲ τοῦ Ἰσαακίου
τὴν αἰχμαλωσίαν χρημάτων πολλῶν καὶ βαλαντίου ἁδροῦ, αὖθις στρατηγὸς
αὐτοκράτωρ ὁ καῖσαρ Ἰωάννης προχειρίζεται· ὃς διαπεραιωθεὶς καὶ μέ-
χρι τοῦ Δορυλαίου προϊών, ἄρας ἐκεῖθεν πορρωτέρω πεπόρευται καὶ μέχρι
τῆς γεφύρας τοῦ Τζούμπου κατέλαβε. Πρὸ δὲ τοῦ περαιωθῆναι τὸν Σαγ-
γάριον ἀφικνεῖται ὁ Ῥουσέλιος ἐκ τοῦ Ἀρμενιακοῦ σπουδῇ πολλῇ καὶ
στρατοπεδείαν ἐκεῖσε πήγνυσι. Πέμψας δ' ὁ καῖσαρ ὡσανεὶ προσκρού-
σαντι καὶ ἐξαμαρτόντι, εἰ γνωσιμαχήσειε καὶ τὸν οἰκεῖον ἐπιγνοίη δεσπό-
την, συμπάθειαν καὶ ἀμνηστίαν κακῶν ἐπηγγέλλετο. Φρυαξαμένου δὲ τοῦ
βαρβάρου οἷα ἐπὶ ταῖς ἰδίαις χερσὶ καὶ τῷ πολέμῳ θαρροῦντος καὶ τῷ
πλήθει τῶν σὺν αὐτῷ ἐρειδομένου ἄπρακτος ἡ πρεσβεία ἐδείχθη καὶ κενή·
διὸ καὶ πολέμῳ κριθῆναι τὸ πᾶν ἔδοξε. Διαβὰς οὖν τὸν ποταμὸν ὁ καῖσαρ
καὶ ὁ συστράτηγος αὐτοῦ Νικηφόρος ὁ Βοτανειάτης μετὰ τῆς λοιπῆς
πληθύος αὐτίκα πρὸς πόλεμον τῷ Ῥουσελίῳ προσέβαλε. Μὴ ἐνεγκόντων
δὲ τῶν Ῥωμαίων τὴν τῶν Φράγκων ἐπίθεσιν φυγὴ γίνεται παντὸς τοῦ
στρατοῦ, καὶ ἁλώσιμος ὁ καῖσαρ τῷ Ῥουσελί�
των καὶ λεχθέντων
τελευταῖον κρατεῖ τὸ δόξαν αὐτῷ κοινῇ λυσιτελές, ὥστε τὸν μὲν σουλτάνον
ἄρχειν τῆς Περσίδος, ᾗπερ καὶ ὁ πατὴρ αὐτοῦ, τοὺς δὲ περὶ τὸν Κουτλου-
μοὺς λαβόντας δύναμιν παρὰ τοῦ σουλτάνου καὶ συγχέρειαν τὴν τῶν
Ῥωμαίων χώραν ἑαυτοῖς περιποιήσασθαι καὶ ἔχειν εἰς ἰδίαν ἐξουσίαν
καὶ βασιλείαν, ὥστε μηδόλως ἐπηρεάζειν ἀλλήλοις ἢ ἐνοχλεῖν. Καὶ ἐπὶ
τῇ τοιαύτῃ ὑποθήκῃ καὶ διαιτήσει τοῦ χαλιφᾶ διαλύεται μὲν ἡ μάχη
καὶ ὁ στρατὸς ὑποχωρεῖ καὶ πᾶσα ἡ ἔρις ἀποδιοπομπεῖται, καὶ τὰ τῶν
Ῥωμαίων καταδουλοῦν ἑαυτοῖς ἀπήρξαντο. Τούτους οὖν προσεταιρι-
σάμενος μετὰ στρατιᾶς ἀξιολόγου καὶ ἱκανῆς ἐπὶ συνθήκαις ῥηταῖς
μεθ' ἑαυτοῦ συνεπήγετο, καὶ τῆς ὁδοῦ ἀρξάμενος ἐχώρει ἐπὶ τὴν Νίκαιαν.
Πολὺ δὲ πλῆθος ἐκ τῆς μεγαλοπόλεως ἑκάστοτε συνέρρεον πρὸς αὐτόν·
καὶ τὸ δὴ παράδοξον, ὅτι οὐδὲ οἱ Τοῦρκοι αὐτῷ ἐμποδὼν καθίσταντο,
προέπεμπον δὲ μᾶλλον σὺν αἰδοῖ καὶ σεβάσματι. Καὶ ἡ βασιλὶς δὲ τῶν
πόλεων καὶ πᾶν τὸ ἐν αὐτῇ ἐξαίρετον, ὅσον τε ἐν ἄρχουσι καὶ ὅσον ἐν ἀστι-
κοῖς καὶ δημοτικοῖς, ἀλλὰ μὴν καὶ τὸ τῆς Ἐκκλησίας ἔκκριτον, κοινῇ συν-
ελθόντες εἰς τὸν περίπυστον τῆς τοῦ Θεοῦ Λόγου Σοφίας νεών, ἄρτι τῶν τοῦ
Εὐαγγελισμοῦ τῆς Θεομήτορος ἐπιβατηρίων ἐφισταμένων, ἀναγορεύουσι
[178] τὸν Βοτανειάτην αὐτοκράτορα, προεξάρχοντος τούτων τοῦ πατριάρχου
Θεουπόλεως μεγάλης Ἀντιοχείας, τοῦ ὀνομαζομένου Αἰμιλιανοῦ, καὶ τοῦ
μητροπολίτου Ἰκονίου. Συννεύει τε πᾶς ὁ κλῆρος αὐτῷ καὶ ἡ σύγκλητος
καὶ ἡ πόλις σχεδὸν ἅπασα. Καὶ διαιρεθέντες κατὰ φατρίας οἱ τῆς πολι-
τείας ἐπώνυμοι συνταγματάρχας τε προβάλλονται καὶ λόχους ἐπιφανεῖς
συνεστήσαντο· κυριεύουσι δὲ καὶ τῶν ἀνακτόρων ἐξ ἐφόδου καὶ στρατιώ-
τας ἐφιστῶσι, τοὺς τοῦ βασιλέως Μιχαὴλ ἐκδιώξαντες πολέμῳ τε τὸ
μισθοφορικὸν καταγωνισάμενοι. Καθαιροῦσι δὲ καὶ τὸν βασιλεύοντα Μι-
χαήλ, φυγόντα εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα σὺν τῇ αὐγούστῃ Μαρίᾳ
τῇ ἐξ Ἀλανῶν καὶ τῷ τούτου παιδὶ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ,
καὶ πρὸς τὸν μονήρη μεταλλάττουσι βίον τῇ μονῇ τοῦ Στουδίου μετ'
εὐτελοῦς τοῦ ὑποζυγίου παραπέμψαντες, μοναρχήσαντα χρόνους ἓξ πρὸς
μησὶν ἕξ, ἐν αὐτῷ τῷ Σαββάτῳ καθ' ὃ ἡ ἐπὶ Λαζάρῳ θαυματουργία
παρὰ τῶν πιστῶν ἑορτάζεται· καὶ προϊστῶσιν ἀρχὰς τάς τε ἐπὶ ξηρᾶς,
ἀλλὰ μὴν καὶ τῆς θαλάσσης, δρουγγάριον τοῦ στόλου προβαλλόμενοι.
Οὕτω δὲ τῶν κατὰ τὴν πόλιν πραγμάτων φερομένων παρὰ πᾶσαν
προσδοκίαν τοῦ τε βασιλέως καθαιρεθέντος ὁ Βοτανειάτης πεποιθὼς
ἐχώρει πρὸς τὸ Βυζάντιον, ἀναίμακτον ὥσπερ ἀπολαμβάνων τὴν ἀρχὴν
τῆς αὐτοκρατορίας, εἰ καὶ αὐτὸς πρὸς μάχας καὶ πολέμους διεσκευά-
ζετο καὶ τὸ ὑπ' αὐτὸν συνεκρότει στρατιωτικόν. Ὁ δὲ λογοθέτης Νικη-
φόρος καὶ ὁ τούτου ὁμοιότροπος Δαβὶδ πρὸς ἑσπέραν ἐξώρμησαν, καὶ
καταλαμβάνουσι τὸν Ῥουσέλιον ἐν Ἡρακλείᾳ αὐλιζόμενον καὶ τὰ κατὰ
τῆς τῶν ἀντιπάλων νίκης τῷ Θεῷ χαριστήρια θύοντα. Οἱ δὲ τῆς πό-
λεως, ἐπὶ τρισὶν ἡμέραις τὰ ἀνάκτορα ἄτερ βασιλέως συντηρήσαντες,
[179] γράμμασι τὸν Βοτανειάτην διαναστῆναι καὶ ἐλθεῖν ταχινώτερον ἐπέ-
σπευδον. Σπουδῇ δὲ εἰς Πραίνετον ἀφικόμενος, ἕνα τῶν σὺν αὐτῷ ἄνδρα
γενναῖον καὶ δραστήριον ἀποστείλας, Βορίλον τὸν ἑαυτοῦ δοῦλον, κρα-
τεῖ τὰ ἀνάκτορα. Μετ' ὀλίγον δὲ καὶ αὐτὸς εἴσεισι κατ' αὐτὴν τὴν Μεγά-
λην Τρίτην καὶ ταῖς τοῦ πατριάρχου χερσὶ τῷ βασιλικῷ ταινιοῦται διαδή-
ματι. Φιλοτιμησάμενος δὲ πάντας τοὺς σὺν αὐτῷ ἔν τε δώροις καὶ κτή-
μασι καὶ ἀξιώμασι, καὶ τοὺς Τούρκους δὲ ἐσκηνωμένους κατὰ τὴν Χρυ-
σόπολιν φιλοφρονησάμενος, τῶν ἄλλων πραγμάτων τῆς βασιλείας ἐφή-
ψατο. Πάσας δὲ τὰς δημοσιακὰς ὀφειλὰς ῥιζόθεν ἀπέτεμεν οὐ μετὰ προσ-
διορισμοῦ, ἀλλὰ συλλήβδην πάντων τῶν χρόνων ὁμοῦ, ὡς μηδ' ὄνομα
τούτων ἢ μνήμην εὑρίσκεσθαι.
Ἐπεὶ δὲ ὁ Βρυέννιος ἐκτὸς ὢν τὰ τῆς ἑσπέρας ἐκύκα καὶ συν-
εκλόνει, στέλλεται πρὸς αὐτὸν πρεσβεία βασιλικὴ ἀπαγγέλλουσα μεταθέ-
σθαι μὲν τὴν ἄλογον ὄρεξιν, τὴν δὲ τοῦ καίσαρος λαβόντα τύχην στῆ-
σαι τὴν ἔφεσιν. Ἐπεκύρου δὲ καὶ τὰς τιμὰς τοῖς αὐτῷ συναποστατή-
σασιν. Ὁ δὲ ἄτεγκτος ἦν καὶ ἀτεράμων καὶ ὑπερήφανος καὶ τῆς βα-
σιλείας μὴ ἐξιστάμενος μηδὲ τῶν πρωτείων παραχωρῶν, ὧν οὐκ ἦν
κύριος. Στέλλεται καὶ δευτέρα πρεσβεία πρὸς αὐτὸν καὶ γέγονεν ἄπρα-
κτος. Ἐπὶ ταύτῃ δὲ καὶ τρίτη πρεσβεία φοιτᾷ, σταλέντος Ῥωμανοῦ
πρωτοπροέδρου καὶ μεγάλου ἑταιρειάρχου, τοῦ Στραβορωμανοῦ. Οὐδὲ
κἀκείνην οὖν δέχεται, μᾶλλον μὲν οὖν καὶ τὸν ἄνδρα ἀτίμως προσήκατο
καὶ οὐδ' ὡς ἐκ βασιλέως, ἀλλ' ὡς ἐξ ὑποστρατήγου τινὸς ἀποσταλέντα·
καίτοι ἱερὸν εἶναι σῶμα ὁ πρέσβυς λελόγισται καὶ παρὰ τοῖς ἀπίστοις
αὐτοῖς, ὡς εἰρήνης μεσίτης καὶ τῶν μαχομένων διαλλακτὴς καὶ πολε-
μικὰς περιστάσεις ἀποσοβῶν. Ἔπεσε δὲ τηνικαῦτα αὐτομάτως ἡ τοῦ
[180] Βρυεννίου σκηνή, τοῦ ὀρόφου ταύτης παραλυθέντος ἀοράτοις χερσί. Γέ-
γονε δὲ καὶ ἔκλειψις τῆς σελήνης, ἥτις εἰς αὐτὸν ἀπέσκηψεν, ἐπεὶ καὶ πε-
φύκασιν ὡς ἐπίπαν τὰ τοιαῦτα τυραννούντων καθαίρεσιν δηλοῦν, καθὼς
[180.4] οἱ περὶ τὴν τῶν ἀστέρων ἀδόλεσχον ματαιότητα διαγινόμενοι τερατεύον-
ται. Ἐπανελθόντος οὖν τοῦ Στραβορωμανοῦ καὶ τῆς πρεσβείας ἀπράκτου
μεινάσης ἔργων πολεμικῶν ὁ βασιλεὺς εἴχετο καὶ ἐπ' αὐτὸν συνετάττετο
στράτευμα καὶ θαρσῶν τὴν αὐτοῦ κατάλυσιν προηγόρευε· τὸ γὰρ ᾀδό-
μενον στοιχεῖον τοῦ Ν ἁπλοῦν μόνον καὶ οὐ διπλοῦν τοῖς ταῦτα σκοποῦ-
σιν ἐφοιβάζετο. Καὶ δὴ στρατηγὸν ἐπιστήσας ἕνα τῶν εὐπατριδῶν, τὸν
νωβελίσσιμον Ἀλέξιον τὸν Κομνηνὸν μέγαν αὐτὸν δομέστικον προβαλλό-
μενος, ὃς τὸν Ῥουσέλιον τὸ πρὶν εὐμηχάνως ἐχειρώσατο, κατὰ τοῦ Βρυεν-
νίου ἀφίησι, φρονήσει καὶ διανοίας σταθηρότητι γεραρὸν καὶ πρὸς μά-
χας καὶ κινδύνους πολεμικοὺς ἑδραῖόν τε καὶ ἀπερικτύπητον. Ὃς δὴ τὰς
δυνάμεις ἀνειληφὼς κατὰ τοῦ Βρυεννίου ἐβάδιζε, καὶ πρὸς τόπον Καλα-
βρύην ἐπονομαζόμενον διαναπαύων τὸν στρατὸν ἔμαθε παρὰ τῶν σκο-
πῶν ὡς ὁ Βρυέννιος ἐγγίζει πανστρατιᾷ τῆς Μεσήνης ἀπαναστάς. Καὶ
αὐτίκα ὁ νωβελίσσιμος Τούρκους τῶν ἑαυτοῦ ἀπολεξάμενος ἀφικέσθαι
μὲν ἄχρι τοῦ Βρυεννίου ἐκέλευσεν, ἐπίδειξιν δὲ πολέμου ποιησαμένους
μόνην πάλιν ἐπαναστρέψαι πρὸς αὐτόν. Αὐτὸς δὲ λόχους ἐν ἐπικαίροις
θέμενος καὶ τὰ κατὰ τὸν στρατόν, ὡς ἄριστον ἐδόκει, διαταξάμενος ἔμενε
τὴν τοῦ Βρυεννίου ἐπέλευσιν. Φανέντων δὲ τῶν σημείων τῶν στρατευ-
μάτων ἀμφοῖν καὶ ἀλαλαξάντων ἑκατέρων τὸ ἐνυάλιον πόλεμος συνέστη
καρτερός. Ὡς δὲ ἑώρα ὁ Βρυέννιος τῶν ἑαυτοῦ ταγμάτων τὴν ἧτταν
καὶ τὸ τεθορυβημένον καὶ σφαλερόν, τὰς κρατίστας τῶν σὺν αὐτῷ δυ-
νάμεων συνηλικὼς αὐτὸς δι' ἑαυτοῦ τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα ἐκρό-
τησεν. Ἀπεκρούσαντο δὲ τὴν τούτου ὁρμὴν οἱ τοῦ βασιλέως. Φιλοτιμου-
μένων δὲ ἀμφοτέρων περὶ τῆς νίκης καταπληκτική τις καὶ φόβου πλήρης
[181] ἡ μάχη γέγονεν. Ὁ δὲ Κομνηνὸς σύνθημα δοὺς τοῖς ἐν τοῖς λόχοις δια-
ναστῆναι καὶ τοῖς ἐναντίοις μεθ' ὁρμῆς βιαίας εἰσβαλεῖν τροπὴν τῶν τοῦ
Βρυεννίου εἰργάσαντο καρτεράν. Ἑάλω μὲν οὖν ὁ Βρυέννιος ζῶν, ἔπεσον
δὲ καὶ συχνοὶ τῶν αὐτοῦ, ἑάλωσαν δὲ οὐχ ἥττους καὶ μᾶλλον οἱ τῶν ἄλλων
προέχοντες. Ὁ δὲ Βρυέννιος ληφθεὶς τῆς τοσαύτης ἀπονοίας πρόστιμον
τὴν τῶν ὀφθαλμῶν ὑφίσταται πήρωσιν, πολλὰ μετακλαυσάμενος τῆς
δυσβουλίας ἑαυτόν. Ὁ δὲ βασιλεὺς τὴν ἀγγελίαν δεξάμενος τῷ Θεῷ καὶ τῇ
αὐτοῦ Μητρὶ τὰς εὐχαριστίας ἀνέθετο.
Ἀναιρεῖται δὲ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ Βυζαντίῳ παρὰ τῶν Βα-
ράγγων. Τοῦ γὰρ Βρυεννίου ἀποστατήσαντος καὶ τῶν ἐκτὸς Βαράγγων
ὁμοφρονησάντων αὐτῷ οἱ ἐν τῷ παλατίῳ Βάραγγοι ἕνα τινὰ ἑαυτῶν ἐπι-
λεξάμενοι πρὸς τοὺς ὁμοέθνους ἀποστέλλουσιν, ἀξιοῦντες ἀφεῖναι μὲν τὸν
ἀποστάτην, φρονῆσαι δὲ τὰ τοῦ βασιλέως. Γνωσθεὶς δὲ καὶ κρατηθεὶς
ἐτασθείς τε σφοδρῶς πᾶσαν ἀνεκάλυψε τῶν μηνυθέντων τὴν δήλωσιν,
στερεῖται δὲ καὶ τῆς ῥινός, παρὰ τοῦ Ἰωάννου ταύτην λωβηθείς. Ὅ-
θεν καὶ μὴ πράως ἐνεγκὼν τὴν ὕβριν ἣν πέπονθεν ὁ βάρβαρος, ἀναι-
ρεῖ τὸν Ἰωάννην ἐξιόντα τοῦ παλατίου, μαχαίραις ἐθνικαῖς κατακόψας
αὐτόν. Ἐπανέστησαν δὲ καὶ τῷ βασιλεῖ οἱ Βάραγγοι καὶ διαχειρίσασθαι
αὐτὸν ἔσπευδον. Ἀντιταξαμένων δὲ τούτοις τῶν τοῦ βασιλέως εἰς
ἱκετείας ἐτράποντο καὶ τὸν βασιλέα ἐξιλεωσάμενοι συγγνώμης ἔτυ-
χον.
Ὁ δὲ βασιλεὺς τῆς γυναικὸς αὐτοῦ τελευτησάσης τῆς Βεβδηνῆς,
ἅμα τῇ ἀναρρήσει ἀναγορευθείσης καὶ αὐτῆς, ἑτέραν ἠγάγετο. Πολλαὶ μὲν
γὰρ αὐτῷ ἐμνηστεύοντο, Ζωή τε γὰρ ἡ τοῦ βασιλέως τοῦ Δούκα θυ-
γάτηρ, παρθένος οὖσα καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ τῶν συγκλητικῶν
θυγατέρες πολλαὶ ὥραν ἔχουσαι γάμου. Ὁ δὲ μίαν ᾑρεῖτο τῶν δύο, ἢ
τὴν τοῦ Δούκα σύζυγον καὶ αὖθις τοῦ Διογένους Εὐδοκίαν ἢ τὴν τοῦ
ἔναγχος βασιλεύσαντος Μιχαὴλ Μαρίαν τὴν ἐξ Ἀλανῶν. Στέλλει γοῦν
[182] τὴν Εὐδοκίαν ληψόμενος, ἡ δὲ ἠκολούθει περιχαρῶς. Ὅπερ γνοὺς ὁ
τηνικαῦτα ἐπ' ἀρετῇ διαβόητος μοναχός, ὃν δὴ καὶ Πανάρετον ἀντ' ἄλ-
λου παντὸς ἐκάλουν ὀνόματος, παντὶ τρόπῳ διακωλῦσαι ἐσπούδασε τὸ
ἀτόπημα, πολλῶν ὑπομνήσας αὐτὴν τῶν δυναμένων παραλῦσαι τῆς προ-
θυμίας. Ἄγεται τοίνυν τὴν Μαρίαν ἀπηρυθριασμένως ὁ βασιλεὺς καὶ
ἱερολογεῖται αὐτῇ, καὶ παραυτίκα καθαιρεῖται ὁ ἱερεὺς ὡς προφανῶς
μοιχείας τετελεσμένης. Ὁ δὲ Μιχαὴλ τὴν τρίχα κειράμενος, ψήφῳ τοῦ
πατριάρχου καὶ τῶν μητροπολιτῶν χειροτονεῖται Ἐφέσου ἀρχιερεύς.
Ἅπαξ μέντοι ἐν ἐκείνῃ ἐφοίτησε, καὶ ὑποστρέψας ἔμεινεν ἐν τῇ τοῦ Μα-
νουὴλ μονῇ, χερσὶν ἰδίαις ἐργαζόμενος. Ἐτιμήθη δὲ διαφερόντως ὑπὸ τοῦ
μετὰ ταῦτα βασιλεύσαντος Ἀλεξίου τοῦ Κομνηνοῦ, ἐφ' οὗ δὴ καὶ ἐκοιμήθη,
τὴν ἑαυτοῦ σύζυγον Μαρίαν, μετὰ τὴν τοῦ Βοτανειάτου καθαίρεσιν μο-
ναχὴν γεγενημένην, συμπαθείας τῶν εἰς αὑτὸν ἐπταισμένων καταξιώ-
σας ἐν τῇ τελευτῇ.
Ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος τὸ Δυρράχιον κατα-
λαβὼν στρατὸν ἤθροιζεν ἐκ πασῶν τῶν ἐκεῖσε χωρῶν, μετεπέμψατο δὲ
καὶ Φράγκους ἐξ Ἰταλίας, διὰ τοῦ ἐπισκόπου Διαβόλεως Θεοδοσίου φι-
λοτίμοις ταῖς δεξιώσεσι, κατὰ τοῦ Βρυεννίου συσκευαζόμενος. Συναγηο-
χὼς δὲ στρατιὰν ἀξιόλογον ἔκ τε Φράγκων καὶ Βαράγγων, Ῥωμαίων
τε καὶ Βουλγάρων καὶ Ἀρβανιτῶν, ἄρας ἐκεῖθεν πρὸς Θεσσαλονίκην
ἠπείγετο. Ἀφιγμένος δὲ εἰς Ἀχρίδα ἠβούλετο μὲν ἐκεῖσε ἀναγορευθῆ-
ναι, σπουδῇ δὲ τοῦ ἐκεῖσε ἀρχιερατεύοντος ἐκωλύθη. Ἐν δὲ Θεσσαλονίκῃ
γενόμενος ἐπληροφορήθη τὴν τοῦ Βοτανειάτου ἀναγόρευσιν καὶ δουλικὰ
πρὸς αὐτὸν ἀπέστειλε γράμματα, ἐν τῷ λεληθότι δὲ τὰ τῆς ἀνταρσίας
διεπράττετο συνεργὸν ἔχων πρὸς τοῦτο τόν τε λεγόμενον Γυμνὸν καὶ
Γρηγόριον τὸν Μεσημέριον καὶ τὸν Τεσσαρακοντάπηχυν. Προσκαλεῖται
δὲ καὶ τοὺς Πατζινάκους εἰς συμμαχίαν. Ὁ βασιλεὺς δ' ὡς ἔγνω τὸν τού-
του σκοπὸν καὶ τὴν προαίρεσιν, χρυσοβούλλῳ γραφῇ τὸ ἀμέριμνον αὐ-
[183] τῷ περιποιησάμενος, τινὰ τῶν οἰκείων πρὸς αὐτὸν ἐξαπέστειλε, παντὸς
μὲν ἀπολύων δέους αὐτὸν καὶ νωβελισσίμου βραβεύων ἀξίωμα. Ὁ δὲ
τὰς ἐν χερσὶν εὐεργεσίας περιφρονήσας ἀνόνητα μετεκλαύσατο ὕστερον.
Διὸ καὶ στέλλεται κατ' αὐτοῦ ὁ νωβελίσσιμος Ἀλέξιος, τιμηθεὶς σεβαστός,
μετὰ στρατιᾶς ἀξιολόγου καὶ ἱκανῆς. Φρουρὰν οὖν ἐν τῷ Περιθεωρίῳ
τοῦ Βασιλακίου καταλαβών, στρατηγὸν ἔχουσαν τὸν Γυμνόν, πολέμῳ
ταύτην ἀνήρπασε. Προβιβάζων δὲ τὴν στρατιὰν μέχρι Θεσσαλονίκης
ἀπαθὴς διεσώθη κακῶν. Ἔκ τινος δὲ διαστήματος τὸν χάρακα θείς, πέραν
τοῦ ποταμοῦ τοῦ λεγομένου Βαρδαρίου, ἐκεῖσε τὸν στρατὸν διαναπαῦσαι
ἐσκόπησεν. Ὁ δὲ Βασιλάκιος τὴν νίκην κλέψαι ἀγωνιζόμενος ἐσκέψατο
νυκτίλοχος ἐπιπεσεῖν αὐτῷ καὶ τοῦτον κατὰ κράτος ἑλεῖν καὶ ἀπωλείᾳ
παραδοῦναι παντελεῖ. Τοῦ δὲ Γεμιστοῦ τὴν ἐπιβουλὴν καταμηνύσαντος
τῷ σεβαστῷ ἐφυλάξατο ταύτην αὐτός τε καὶ οἱ περὶ αὐτόν. Ἐλάσας τοί-
νυν ὁ Βασιλάκιος δι' ὅλης τῆς νυκτὸς ἀπροόπτως τῷ δοκεῖν καὶ ἀδιαγνώ-
στως πολέμῳ χαλεπῷ περιέπεσε. Κατὰ κράτος οὖν ἡττηθεὶς καὶ τῶν
οἰκείων πλείστους ἀποβαλών, καὶ μᾶλλον τῶν Φράγκων, καὶ αὐτὸς δὲ τῷ
δομεστίκῳ ἀντιταχθεὶς καὶ παρ' αὐτοῦ καταπονηθεὶς εἰς τὴν τῆς Θεσ-
σαλονίκης ἀκρόπολιν καταπέφευγεν, οἰόμενος τῷ ὀχυρώματι ἀποσοβῆ-
σαι τὴν τοῦ σεβαστοῦ ἐπέλευσιν. Ὁ δὲ σεβαστὸς μηδὲν μελλήσας τὴν
ἅλωσιν τοῦ φρουρίου τοῖς ἀμφ' αὐτὸν προετρέψατο διὰ τάχους ποιήσα-
σθαι· οἳ καὶ ἐνεργοὺς τὰς προσβολὰς ποιησάμενοι, τῶν Θεσσαλονικέων
συμφρονησάντων αὐτοῖς, ταχὺ τούτου περιγίνονται καὶ τῆς ἀκροπόλεως
ἐκυρίευσαν. Ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ σιδηροῖς ἐμβάλλεται δεσμοῖς
[183.24] καὶ τῷ βασιλεῖ ἀποστέλλεται δέσμιος. Τῆς δ' ἀγγελίας καταλαβούσης
τὸν βασιλέα προστάξει αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξορύττεται ἔγγιστα τῆς
Χριστουπόλεως, καὶ ἔκτοτε ὁ τόπος ὠνόμασται ἡ βρύσις τοῦ Βασιλακίου.
Τούτου δὲ γενομένου ἤχθη ἐφ' ἁμάξης φόρτος ἐλεεινὸς καὶ δυστυχὲς
καταγώγιον.
[184] Ἐν ὅσῳ δὲ τὰ στρατεύματα εἰς τὴν περὶ τὸν Βασιλάκιον ἠσχολοῦν-
το ἐκστρατείαν, Πατζινάκοι ἀναμὶξ Κομάνοις τῇ Ἀδριανουπόλει ἐπῆλ-
θον, ὀργιζόμενοι κατὰ τοῦ Βρυεννίου διὰ τὸ παρ' αὐτοῦ ἀναιρεθῆναί τινας
αὑτῶν. Πυρὰν οὖν ὑφάψαντες πολλὰ τῶν ἐκεῖσε οἰκημάτων κατέπρησαν
καὶ μηδὲν ἄξιον λόγου πεπραχότες ὑπέστρεψαν.
Ὡμολόγησε δὲ τούτῳ τῷ ἔτει καὶ Φιλάρετος κουροπαλάτης ὁ
Βραχάμιος πίστιν τῷ βασιλεῖ καὶ δούλωσιν. Ἔν τισι γὰρ τόποις ὀχυ-
ροῖς, τείχεσι καὶ ξυναγκείαις περιειλημμένοις, τὴν οἴκησιν ποιούμενος,
Ἀρμενίων τε πληθὺν καὶ συγκλύδων ἀνδρῶν συλλεξάμενος τῷ μὲν
προβεβασιλευκότι Μιχαὴλ ἀκαταδούλωτος ἦν καὶ τὴν βασιλικὴν ἐπικρά-
τειαν ἑαυτῷ οἰκειούμενος, τοῦ δὲ Βοτανειάτου περιζωσαμένου τὴν ἀρχὴν
τῆς αὐτοκρατορίας δοῦλος αὐτεπάγγελτος γέγονε.
Λέκας δέ τις ἀπὸ Παυλικιάνων Φιλιππουπόλεως ὡρμημένος ἐξ
ἐπιγαμβρείας ηὐτομόλησε τοῖς Πατζινάκοις καὶ τούτοις συμφρονῶν τῇ
Ῥωμαίων ἠπείλει τὰ φοβερώτατα, ἀλλὰ καὶ Δοβρομηρός τις τὰ ἐν
Μεσημβρίᾳ διακυκῶν. Καὶ τῷ βασιλεῖ ἀντᾶραι μελετῶντες, δείσαντες
καὶ τοῖς τῶν ἄλλων σωφρονισθέντες κακοῖς, πρὸ τῆς πείρας δουλικῷ
ζυγῷ τοὺς αὐχένας ὑπέκλιναν καὶ προσῆλθον ἱκέται αὐτόμολοι. Τότε
δὴ ὁ Λέκας τὸν ἐπίσκοπον Σαρδικῆς Μιχαήλ, τὰ τοῦ βασιλέως φρονοῦν-
τα καὶ τὴν πόλιν αὐτὸ τοῦτο ποιεῖν παραινοῦντα, ἀνεῖλε τὴν θείαν καὶ
ἱερατικὴν στολὴν ἀμπεχόμενον.
Ἠξίωσε δὲ ὁ βασιλεὺς καὶ τὴν πρὸ τοῦ αὐγοῦσταν Εὐδοκίαν καὶ
τοὺς παῖδας αὐτῆς προνοίας τε μεγάλης καὶ τιμῆς, καὶ τριῶν σεκρέ-
των κυρίαν ἀπέδειξεν· οὐ μὴν ἀλλὰ καὶ τὸν Βρυέννιον καὶ τὸν Βασιλά-
κιον προνοίας ἐνδεχομένης ἠξίωσεν.
Ἄρτι δὲ τῶν Τούρκων τὴν ἑῴαν κατατρεχόντων στρατὸν ἀξιό-
[185] χρεων συνηλικὼς στρατηγὸν αὐτῷ ἐφίστησι Κωνστάντιον, τὸν υἱὸν
Κωνσταντίνου τοῦ Δούκα. Καὶ αὐτίκα διαπεράσας νεωτερίζει κατὰ τοῦ
βασιλέως, καὶ βασιλεὺς παραυτίκα ἀναγορεύεται παρὰ τοῦ ἐν Χρυσοπό-
λει συνόντος αὐτῷ στρατιωτικοῦ πλήθους. Ἀξιώσας δὲ περὶ τούτου ὁ
βασιλεὺς καὶ μὴ εἰσακουσθείς, τοὺς μὲν δώροις καὶ ἀξιώμασι μειλιξάμε-
νος, ἄλλους δὲ ἄλλον τρόπον μεταχειρισάμενος λαμβάνει τοῦτον ἀναι-
μωτί, αὐτῶν τῶν ἀναγορευσάντων προδόντων αὐτόν, καὶ ἀποκείρει μο-
ναχὸν καὶ εἴς τινα νῆσον περιορίζει. Λέγεται δὲ ὅτι καὶ εἰς πρεσβυτέρου
ἀνήχθη βαθμόν.
Ὀκτωβρίῳ δὲ μηνί, ἰνδικτιῶνος γʹ, κεραυνὸς ἐνσκήψας ἐν τῷ τοῦ
Μεγάλου Κωνσταντίνου κίονι, οὗ ἄνωθεν ἡ στήλη αὐτοῦ ἵστατο-Ἀπόλ-
λωνος οὖσα ἀφίδρυμα πρότερον, εἰς ὄνομα δὲ αὐτοῦ μετονομασθεῖσα-
μέρος τε τούτου διέτεμε καὶ ζωστῆρας τρεῖς, σιδηροῦς μὲν τὰ ἔνδον, τὰ
δὲ ἔξω χαλκοῦς, κατέκαυσε.
Τοῦ δὲ ἀρχιερέως τῆς Βουλγαρίας Ἰωάννου τελευτήσαντος ἐν τῇ
τοῦ Βασιλακίου διόδῳ ἕτερον ἀντ' αὐτοῦ ὁ βασιλεὺς προεβάλετο, Ἰωάν-
νην καὶ αὐτὸν καλούμενον, Ἄοινον δὲ ὀνομαζόμενον διὰ τὸ μηδόλως
μετέχειν αὐτὸν οἴνου. Ὡσαύτως δὲ καὶ τοῦ πατριάρχου Ἀντιοχείας
κοιμηθέντος προεβάλετο ὁ βασιλεύς τινα Νικηφόρον, Μαῦρον τὴν ἐπω-
νυμίαν φέροντα. Σκοπίων δὲ δοὺξ προεβλήθη Ἀλέξανδρος ὁ Καβά-
σιλας. Λέων δὲ ὁ Διαβατηνὸς εἰς Μεσημβρίαν ἀποσταλεὶς τὰ ἐκεῖσε
ἦν διοικῶν καὶ μετὰ τῶν Πατζινάκων καὶ τῶν Κομάνων συμβιβάσεις
καὶ σπονδὰς ποιησάμενος. Δέδωκε δὲ καὶ τὴν ἀνεψιὰν αὑτοῦ ὁ βασιλεὺς
τὴν Συναδηνήν, θυγατέρα οὖσαν Θεοδούλου τοῦ Συναδηνοῦ, τῷ κράλῃ
Οὐγγρίας εἰς γυναῖκα, οὗ καὶ τελευτήσαντος αὖθις εἰς τὸ Βυζάντιον ὑπέ-
στρεψε. Καὶ χειροτονίαι δὲ πολλαὶ μητροπολιτῶν τε καὶ τῶν ἄλλως ἱε-
ρωμένων γεγόνασιν ἐπὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔχουσαι τὸ ἀνεπίληπτον.
Ὁ δὲ βασιλεὺς λιτότητι καὶ ἁπλότητι συνειθισμένος κατ' οὐδὲν τοῦ
οἰκείου ἐξέστη τρόπου. Φιλοδωρότατος δὲ ἦν καὶ προετικὸς καὶ πᾶσιν
ἑτοίμως ἐπικλινόμενος. Ἦσαν δὲ αὐτῷ δοῦλοι δύο, Βορίλος τε καὶ Γερ-
[186] μανός, οὐ κατὰ δούλους αὐτῷ ὑπακούοντες, ἀλλὰ πᾶν τὸ αὑτοῖς βουλητὸν
διαπραττόμενοι ἀνενδοιάστως· δι' οὓς καὶ φορτικὸς τοῖς ἐξοχωτέροις τῆς
συγκλήτου ἐνομίζετο, δακνομένοις ἐφ' οἷς εἰς πάντας ἐπεδείκνυντο.
Ἐπεὶ δέ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ λογοθέτης τῷ Ῥουσελίῳ
προσέδραμε καὶ παρὰ τούτῳ διῆγε κατασχεθείς τε πρὸς αὐτοῦ ἐτηρεῖτο,
τὸν μὲν Ῥουσέλιον φαρμάκῳ ἀναιρεῖ, παρὰ δὲ τῶν ἐπιτηδείων τοῦ Ῥου-
σελίου τῷ Βοτανειάτῃ προσαχθεὶς φρουρεῖται ἐν τῇ νήσῳ Πρώτῃ. Τῶν
δὲ περὶ αὐτὸν εἰδότων ἀκριβῶς ὡς, εἰ μόνον ἴδοι αὐτόν, συμπαθείας τε τεύ-
ξεται καὶ εἰς τὸ τὰ κοινὰ διοικεῖν προσληφθήσεται ὡς πολύπειρος, ἀμ-
βλύτερον πρὸς ταῦτα τοῦ βασιλέως ἔχοντος, ὅπερ μὴ συμφέρον αὑτοῖς οἱ
περὶ τὸν βασιλέα λογιζόμενοι-ἔσεσθαι γὰρ αὐτὸν σκόλοπα ἑαυτοῖς ὑπε-
λάμβανον-ἀποστείλαντες τὸν μέγαν ἑταιρειάρχην τὸν Στραβορωμανὸν
ἀναιροῦσιν αὐτόν, παρὰ μὲν τοῦ βασιλέως προστεταγμένον ὂν περὶ τῶν
τῇ βασιλείᾳ διαφερόντων χρημάτων πυθέσθαι μόνον αὐτοῦ καὶ μὴ πε-
ραιτέρω ἐνοχλῆσαι αὐτόν. Ὁ δὲ ἅμα τῷ ἀφικέσθαι δεσμεῖ τε αὐτὸν καὶ
ἐτάζει σφοδρῶς· ὃς δὴ καὶ ἐν τῷ ἐτάζεσθαι ἀφῆκε τὴν ψυχήν. Καίτοι γε
ὑπισχνεῖτο, εἰ μὴ ἐτασθείη, ὁμολογῆσαι ταῦτα καὶ ἀναδοῦναι· ἀλλ', ὅ-
περ ἔφην, οὐ τοσοῦτον ἔμελεν αὐτοῖς τῶν βασιλικῶν θησαυρῶν, ὅσον
ποιῆσαι αὐτὸν ἐκποδὼν πρὸ τοῦ εἰς ὄψιν ἐλθεῖν καὶ ὁμιλίαν τῷ βασιλεῖ.
Καὶ τὰ μὲν κατὰ τὴν ἀναίρεσιν τοῦ λογοθέτου τοιοῦτον ἔσχε τέλος.
ΕΘΝΙΚΟ& ΚΑΠΟΔΙΣΤΡΙΑΚΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΑΘΗΝΩΝ
ΑΡΧΑΙΟΓΝΩΜΩΝ