Ο Ἀθήναιος ο Ναυκρατίτης


Ο Ἀθήναιος ο Ναυκρατίτης ήταν αρχαίος Έλληνας βιολόγος, (φυτολόγος, ζωολόγος) γαστρονόμος, διαιτολόγος, ρήτορας και γραμματικός από την Ναυκράτιδα της Αιγύπτου. Έζησε στην Αλεξάνδρεια και αργότερα στην Ρώμη. Κυριότερο έργο του ήταν το τριαντάτομο Δειπνοσοφισταί, από το οποίο σώζεται μόνο "Σύνοψις" σε 15 βιβλία, και αυτά αποσπασματικά. Στο έργο αυτό ένας Ρωμαίος οικοδεσπότης δειπνεί με τους 29 φιλοξενούμενούς του, και εν είδη συνομιλίας, περιγράφουν
την ζωή, τα ήθη και τα έθιμα, καθώς και την τέχνη και τις επιστημονικές γνώσεις των αρχαίων Ελλήνων. Το έργο του Αθήναιου είναι μια πηγή πληροφοριών για πλήθος χαμένων αρχαιοτέρων συγγραμμάτων. Άλλα έργα του, τα οποία δεν σώζονται, ήταν τα: Περί των εν Συρία βασιλευσάντων, και Περί του θαλασσίου ιχθύος Θράττης









 ΑΘΗΝΑΙΟΣ Ο ΝΑΥΚΡΑΤΙΤΗΣ ΒΙΒΛΙΟ 13 ΤΩΝ ΔΕΙΠΝΟΣΟΦΙΣΤΩΝ 


 1-20


 1. ᾿Αντιφάνης ὁ κωμῳδιοποιός, ἑταῖρε Τιμόκρατες, ὡς ἀνεγίνωσκέ τινα τῷ βασιλεῖ ᾿Αλεξάνδρῳ τῶν ἑαυτοῦ κωμῳδιῶν, ὃ δὲ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος, 'δεῖ γάρ, ἔφησεν, ὦ βασιλεῦ, τὸν ταῦτα ἀποδεξόμενον ἀπὸ συμβόλων τε πολλάκις δεδειπνηκέναι καὶ περὶ ἑταίρας πλεονάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς,' ὥς φησι Λυκόφρων ὁ Χαλκιδεὺς ἐν τοῖς περὶ Κωμῳδιας. ῾Ημεις οὖν τὸν περὶ ἐρωτικῶν λόγον ἐνταῦθα μέλλοντες κατατάττειν (ἐγένοντο γὰρ καὶ περὶ γαμετῶν καὶ ἑταιρῶν πολλάκις λόγοι) εἰδόσιν ἐκτιθέμενοι τὴν ἱστορίαν τῶν Μουσῶν τὴν ᾿Ερατὼ ἐπικαλεσάμενοι εἰς μνήμην ἡμῖν ἰέναι τὸν ἐρωτικὸν ἐκεῖνον κατάλογον, ἐντεῦθεν τὴν καταρχὴν ποιησόμεθα · εἰ δ' ἄγε νῦν, ᾿Ερατώ, πάρ θ' ἵστατο καί μοι ἔνισπε, τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν. 2. Καὶ γὰρ τὰς γαμετὰς ὁ καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν ῞Επμιππον ἔφη ἐν τοῖς περὶ Νομοθετῶν ἱστορεῖν ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι ἐνεκλείοντο αἱ κόραι, συνεγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων · καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον. Διὸ καὶ Λύσανδρος ἐζημίωσαν, ὅτι καταλιπὼν τὴν προτέραν ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι. Κλέαρχος δ' ὁ Σολεὺς ἐν τοῖς περὶ Παροιμιῶν 'ἐν Λακεδαίμονιν φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσιν τοῖς γάμοις. ᾿Εν δὲ ᾿Αθήναις πρῶτος Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοινογαμίων ὄντων. Διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος τὸν πατέρα.' ᾿Εκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ' ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν ᾿Αριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου (οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν) ἀλλὰ τοῦ τρίτου ἀπ' ἐκείνου. Εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ περιπατητικός, ᾿Αριστόξενος, οἷς τὸ ἐνδόσιμον ᾿Αριστοτέλης ἔδωκεν ἱρτορῶν τοῦτο ἐν τῷ περὶ Εὐγενείας · Εἰ μὴ ἄρα συγκεχωρημένον κατὰ ψήφισμα τοῦτο ἐγένετο τότε διὰ σπάσιν ἀνθρώπων, ὥστ' ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ τοὺς τῆς κωμῳδίας ποιητὰς ἀποσιωπῆσαι τοῦτο, πολλάκις τοῦ Σωκράτους μνημονεύοντας. Παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα ῾Ιερώνυμος ὁ ῾Ρόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου. ᾿Αντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ ῾Ρόδιος. 3. Παρὰ δὲ Πέρσαις ἀνέχεται ἡ βασίλεια τοῦ πλήθους τῶν παλλακίδων διὰ τὸ ὡς δεσπότην ἄρχειν τῆς γαμετῆς τὸν βασιλέα, ἔτι δὲ καὶ διὰ τὸ τὴν βασιλίδα, ὥς φησιν Δίνων ἐν τοῖς Περσικοῖς, ὑπὸ τῶν παλλακίδων θρησκεύεσθαι · προσκυνοῦσι γοῦν αὐτην. Καὶ ὁ Πρίαμος δὲ πολλαῖς χρῆται γυναιξὶ καὶ ἡ ῾Εκάβη οὐ δυσχεραίωει. Λέγει γοῦν ὁ Πρίαμος ἐννεακαίδεκα μέν μοι ἰης ἐκ νηδύος ἦσαν, τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. Παρὰ δὲ τοῖς ῞Ελλησι οὐκ ἀνέρχεται ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ ᾿Αμύντορος παλλακίδα. Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει οὐδε αὐτὴ τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνω καὶ ῾Ελληνικὰ ἐκδεδιῃτημένη. Και ἡ Κλυταιμνήστρα δὲ περιπαθὴς γενομένη τὴν Κασσάνδραν σὺν αὐτῷ τῷ ᾿Αγαμέμνονι ἀποκτείνει, ἣν εἰς τὴν ῾Ελλάδα ὁ κρείων ἐπηγάγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν γάμων. 'Θαυμάσαι δ' ἄν τις, φησὶν ᾿Αριστοτέλης ὅτι οὐδαμου τῆς ᾿Ιλιάδος ῞Ομηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι δοὺς γυναῖκας. Κοιμῶνται γοῦν παρ' αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ και Φοῖνιξ. Οὐ γὰρ ἦσαν οὗτοι ἐκλελυμένοι τοῖς σώμασι ἐν τοῖς τῆς νεότητος χρόνοις ἢ διὰ μέθης ἢ δι' ἀφροδισίων ἢ καὶ διὰ τῆς ἐν ταῖς ἀδηφαγίαις ἀπεψίας, ὥστε εἰκότως ἔρρωντο τῷ γήρᾳ. ῎Εοικεν οῦν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν ῾Ελένην, ὑπερ ἧς καὶ τὴν στρατείαν ἤθροισεν · διόπερ φυλάτταται τὴν πρὸς ἄλλην κοινωνίαν. ῾Ο δ' ᾿Αγαμέμνων ὡς πολυγύναιος ὑπὸ Θερσίτου λοιδορεῖται · Πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι ᾿Αχαιοὶ πρωτίστῳ δίδομεν. Ἀλλ' οὐκ εἰκός, φησὶν ὁ ᾿Αριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ' εἰς γέρας · ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο.' 4. ῾Ο δὲ ῾Ηρακλῆς πλείστας δόξας ἐσχηκέναι γυναῖκας (ἦν γὰρ φιλογύνης) ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρατευόμενος καὶ κατἀ διάφορα γιγνόμενος χωρία · ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο. ᾿Εν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς ῾Ηρόδορος ἱστορεῖ. Πολυγύναιος δ' ἐγένετο καὶ Αἰγεύς · Πρώτην μὲν γὰρ ἔγημε τὴν ῞Οπλητος θυγατέρα, μεθ' ἣν τῶν Χαλκώδοντος μίαν. Παραδοὺς δ' ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων. ῎Επειτα τὴν Πιτθέως ἔλαβεν Αἴθραν, μεθ' ἣν Μήδειαν. Θησεὺς δἐ ῾Ελένην ἁρπάσας ἑξῆς καὶ ᾿Αριάδνην ἥρπασεν. ῎Ιστρος γοῦν ἐν τῇ τεσσαρεκαιδεκάτῃ τῶν ᾿Αττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησι τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ' ἐξ ἁρπαγῆς, ἄλλας δ' ἐκ νομίμων γάμων · ἐξ ἁρπαγῆς μὲν ῾Ελένην, ᾿Αριάδνην, ῾Ιππολύτην καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας, νοίμίμως δ' αὐτὸν γῆμαι Μελίβοιαν τὴν Αἴαντος μητέρα. ῾Ησίοδος δέ φησι καὶ ῞Ιππην καὶ Αἴγλην, δι' ἣν καὶ τοὺς πρὸς ᾿Αριάδνην ὅρκους παρέβη, ὥς φησι Κέκρωψ. Φερεκύδης προστίθησι καὶ Φερέβοιαν. Πρὸ δὲ τῆς ῾Ελένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν ᾿Αναξώ. Μετὰ δὲ τὴν ῾Ιππολύτην Φαίδραν ἔσχεν. 5. Φίλιππος δ' ὁ Μακεδὼν οὐκ ἐπήγετο μὲν εἰς τοὺς πολέμους γυναῖκας, ὥσπερ Δαρεῖος ὁ ὑπ' ᾿Αλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τρίτῳ περὶ τοῦ τῆς ῾Ελλάδος Βίου · ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει. '᾿Εν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν οἷς ἐβασίλευεν, ὥς φησι Σάτυρος ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ, Αὐδάταν ᾿Ιλλυρίδα γήμας ἔσχεν ἐξ αὐτῆς θύγατέρα Κύνναν · ἔγημεν δὲ καὶ Φίλαν ἀδελφὴν Δέδρα καὶ Μαχάτα. Οἰκειώσασθαι δὲ θέλων καὶ τὸ Θετταλῶν ὲθνος ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυναικῶν, ὧν ἥ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, δὲ Λαρισαία Φίλιννα, ἐξ ἧς ᾿Αρριδαῖον ἐτέκνωσε. προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας ᾿Ολυμπιάδα, ἐξ ἧς ἔσχεν ᾿Αλέξανδρον καὶ Κλεοπάτραν. Καὶ τὴν Θρᾀκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. Γήμας δὲ καὶ ταύτην ἐπεισήγαγεν τῇ ᾿Ολυμποιάδι. ᾿Επὶ πάσαις δ' ἔγημε Κλεοπάτραν ἐρασθεὶς τὴν ῾Ιπποστράτου μὲν ἀδελφήν, ᾿Αττάλου δὲ ἀδελφιδῆν · καὶ ταύτην ἐπεισάγων τῇ ᾿Ολυμπῖοιάδι ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. Εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν ῎Ατταλος 'νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται.' Καὶ ὁ ᾿Αλέξανδρος ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχεν κύλικι τὸν ῎Ατταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. Καὶ μετὰ ταῦτα ᾿Ολυμπιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, ᾿Αλέξανδρος δ' εἰς ᾿Ιλλυριούς. Καὶ ἡ Κλεοπάτρα δ' ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπη,.' Φιλογύνης δ' ἦν καὶ Εὐριπίδης ὁ ποιητής. ῾Ιερώνυμος γοῦν ἐν ῾Ιστορικοῖς ῾Υπομνήμασίν φησι οὕτως · 'Εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς · ἐπεὶ ἔν γε τῇ κλίνῃ φιλογύνης.' 6. Αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσιν τοιαῦται οἵας Εὔβουλός φησι ἐν Στεφανοπώλισιν · Μὰ Δι' οὐχὶ περιπεπλασμέναι ψιμυθίοις οὐδ' ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχριμέναι. Κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δ' αἱ τρίχες φορούμεναι εἴξασι πολιαῖς ἀνάπλεῳ ψιμυθίου. ᾿Αναξίλας δὲ ἐν Νεοττίδι φησίν · ῞Οστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὐ γένος τίς ἂν δύναιτο παρανομώτατον φράσαι · τίς γὰρ ἢ δράκαιν' ἄμικτος ἢ Χίμαιρα πυρπνόος ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων, Σφίγξ, ῞Υδρα, λέαιν' ἔχιδνα, πτηνά θ' ῾Αρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους ; Οὐκ ἔνεσθ' · αὖται δ' ἁπάντων ὑπερέχουσι τῶν κακῶν. ῎Εστι δὲ σκοπεῖν ἀπ' ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα, ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους · εἷς μόνος δ' ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο · πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ' ἐκ τῆς οἰκίας. Οἱ Σινώπῃ δ' αὖ συνόντες οὐχ ῞Υδρᾳ σύνεισι νῦν ; Γραῦς μὲν αὐτή, παραπέφυκε δ' ἡ Γνάθαινα πλησίον, ὥστ' ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακό. ῾Η δἐ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ ; Οὐ δύ' ἀποπνίξασ' ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν; ᾿Αλλ' ἐξέπεσεν <ἡ> πορθμὶς ἐλατίνῳ πλάτῃ · ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ' αὐτῷ σκάφει. ῾Η Θεανὼ δ' οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη ; Βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἳ λαλοῦσ' ἁπλῶς μὲν οὐδέν, ἀλλ' ἐν αἰνιγμοῖς τισιν, ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως. Εἶτα 'τετράπους μοι γένοιτο, φησὶ τήνπρος ἢ, θρόνος,' εἶτα δὴ 'τρίπους τις', εἶτα, φησὶ, 'παιδίσκη δίπους.' εἶθ' ὃ μὲν γνοὺς ταῦτ' ἀπῆλθεν εὐθὺς ὥσπερ <Οἰδίπους>, οὐδ' ἰδειν δόξας ἐκείνην, σῴζεται δ' ἄκων μόνος. Οἱ δ' ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι καὶ φέρονθ' ὑψοῦ πρὸς αἴθραν · συντεμόντι δ' οὐδὲ ἓν ἔσθ' ἑταίρας ὅσα περ ἔστιν θηρί' ἐξωλέστερον. 7. Τοιαῦτα πολλὰ τοῦ Λαρηνσίον λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τών Μάντεων ᾿Αλέξιδος προηνέγκατο ταυτί [τῶν ἐπῶν] · ὦ δυστυχεῖς ἡμεῖς <... οἱ> πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν · γυναιξὶ δοῦλοι ζῶμεν ἀντ' ἐλευθέρων. ῎Επειτ' ἔχειν προῖκ' , οὐχὶ τιμὴν πάσχομεν ; Πικράν γε καὶ μεστὴν γυναικείας χολῆς. ῾Η τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι · οἳ μέν γε συγγνώμην ἔχουσ' ἀδικούμενοι, αὗται δ' ἀδικοῦσαι καὶ προσεγκαλοῦσ' ἔτι · ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ' ἄρχειν ἐχρῆν ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν ἔχουσι καὶ κάμνειν λέγουσ' ἑκάστοτε. Ξέναρχος δ' ἐν ῞Υπνῳ φησίν· εἶτ' εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδ' ὁτιοῦν φωνῆς ἔνι ; Φιλέταιρος Κορινθιαστῇ· ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ' ἔχει. Οὐκ ἐτὸς ῾Εταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς ῾Ελλάδος. ῎Αμφις δ' ἐν ᾿Αθάμαντι· εἶτ' οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα ; πολύ γε καὶ μάλ' εἰκότως. Ἣ μὲν νόμῳ γὰρ καταφρονοῦσ' ἔνδον μένει, ἣ δ' οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον. 8. Εὔβουλος δ' ἐν Χρυσίλλᾳ· Κακὸς κακῶς ἀπόλοιθ' ὅστις γυναῖκα δεύτερος ἔγημε · τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς. Ὃ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ, ὃ δ' οἷον ἦν γυνὴ κακὸν περυσμένος. Καὶ προελθών φησιν · ὦ Ζεῦ πολυτίμητ', εἶτ' ἐγὼ κακῶς ποτε ἐρῶ γυναῖκας ; νὴ Δί' ἀπολοίμην ἄρα πάντων ἄριστον κτημάτων. Εἰ δ' ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπη δέ <γε> μέγα πρᾶγμ'. ᾿Ερεῖ τις ὡς Κλυταιμνήστρα κακή · ῎Αλκηστιν ἀντέθηκα χρηστήν. ᾿Αλλ' ἴσως Φαίδραν ἐρεῖ κακῶς τις · ἀλλὰ νὴ Δία χρηστή τις ἦν μέντοι - τίς ; οἴμοι δείλαιος, ταχέως γέ μ' αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δ' αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. ᾿Αριστοφῶν δ' ἐν Καλλωνίδῃ · κακὀς κακῶς ἀπόλοιθ' ὁ γήμας δεύτερος θνητῶν. ῾Ο μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει · οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν ἐλάμβανεν γυναῖχ' . ὁ δ' ὕστερον λαβὼν εἰς προὖπτον εἰδως αὑτὸν ἐνέβαλεν κακόν. Καὶ ᾿Αντιφάνης ἐν Φιλοπάτορι · γεγάμηκε δήπου. Β. Τὶ σύ λέγεις ; ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά <τε> κατέλιπον ; Μένανδρος δ' ἐν ᾿Αρρηφόρῳ ἢ Αὐλητρίδι · οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς, τοῦτον καταλείπων τὸν βίον. Γεγάμηκα γὰρ καὐτος · διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. Β. Δεδογμένον τὸ πρᾶγμ' · ἀνερρίφθω κύβος. Α. Πέραινε, σωθείης δέ · νῦν ἀληθινὸν εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων, οὐ Λιβυκὸν οὐδ' Αἰγαῖον <οὐδὲ...>, οὗ τῶν τριάκοντ' οὐκ ἀπόλλυται τρία πλοιάρια · γήμας δ' οὐδε εἷς σέσωσθ' ὅλως. ᾿Εν δὲ ᾿Εμπιμπραμένῃ · ἐξώλης ἀπόλοιθ' ὅστις ποτὲ ὁ πρῶτος ἦν γήμας, ἔπειθ' ὁ δεύτερος, εἶθ' ὁ τρίτος, εἶθ' ὁ τέταρτος, εἶθ' ὁ Μεταγένης. Καρκίνος δ' ὁ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχή 'ὦ νύκτες,' φησίν · ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν ; ἀρκοῦν ἂν εἴη, κἂν γυναῖκ' εἴπἴς μόνον. 9. Οὐκ αἰσθάνονται δ' οὐδ' οἱ παρ' ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς · οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι · οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, οὐδ' ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. Καὶ Θεόφιλος δὲ Νεοπτολέμῳ ἔφη · οὐ σύμφορον νέα 'στι πρεσβύτῃ γυνή. ῞Ωσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ' ἀπορρήξασα <δὲ> ἐκ νυκτὸς ἕτερον λιμέν' ἔχουσ' ἐξευρέθη. 10. Οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιτοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο. ῾Ο ᾿Ιλιακὸς δι' ῾Ελένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, ᾿Αχιλλέως μῆνις διὰ Βρισηίδα, καὶ ὁ ἱερὸς δὲ καλούμενος πόλεμος δι' ἑτέραν γαμετήν, φησὶν Δοῦρις ἐν δευτέρᾳ ᾿Ιστοριῶν, Θηβαίαν γένος, ὄνομα Θεανώ, ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός. Δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν · τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα. Καὶ ὁ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ ῾Ιεροῦ Πολέμου ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς ᾿Αργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ. Δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα. ᾿Ανετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας · ὁ Φιλίππου τοῦ ᾿Αλεξάνδρου πατρός διὰ τὸν Κλεοπάτρας γάμον, ὁ ῾Ηρακλέους διὰ τὴν ᾿Ιόλην ἐπιγαμίαν τῆς Εὐρύτρου θυγατρός, ὁ Θησέως διὰ τὴν Φαίδρας τῆς Μίνωος, ὁ ᾿Αθάμαντος διὰ τὸν Θεμιστοῦς τῆς ῾Υψέως, ὁ ᾿Ιάσονος διὰ τὸν Γλαύκης τῆς Κρέοντος, ὁ ᾿Αγαμέμνονος διὰ Κασσάνδραν. Καὶ ἡ ἐπ' Αἴγυπτον δὲ Καμβύσου στρατεία, ὥς φησι Κτησίας, διὰ γυναῖκα ἐγένετο. ῾Ο γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς ῎Αμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων. Ὃ δὲ τῶν μὲν ἑαυτοῦ οὐκ ἔδωκεν, ὑπονοήσας μὴ γυναικὸς ἕξειν αὐτὴν τιμὴν ἀλλὰ παλλακίδος · ἔπεμψε δὲ τὴν ᾿Αρπίου θυγατέρα Νειτῆτιν. ῾Ο δὲ ᾿Αρπίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ ᾿Αμάσιδος. ῾Ησθεὶς οὖν ὁ Καμβύσης τῇ Νειτήτιδι καὶ σφόδρα ἐρεθισθεὶς ἐκμανθάνει παρ' αὐτῆς τὰ πάντα καὶ δεηθείσης ἐκδικῆσαι τοῦ ᾿Αρπίου τὸν φόνον πείθει πολεμῆσαι Αἰγυπτίοις. Δίνων δ' ἐν τοῖς Περσικοῖς καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτιακῶν τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ ᾿Αμάσιδος· ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπ' Αἴγυπτον ποιήσασθαι στρατείαν. Δοῦρις δ' ὁ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν <τὸν> ᾿Ολυμπιάδος καὶ Εὐρυδίκης. ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ' Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρὰ Κύννῃ τῇ ᾿Ιλλυρίδι. 11. ᾿Επὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους. Καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι· ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ἀσμάτων, ὧν ἦν τάδε· Παίδευμα δ' ῎Ερως σοφίας ἀρετῆς πλεῖστον ὑπάρχειν, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς. Καὶ παρὰ λυπῶν τέρψιν τιν' ἔχων εἰς ἐλπίδ' ἄγει. Τοῖς δ' ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρίς τ' ἀγρων ναίοιμι τρόπων. Τὸ δ' ἐρᾶν προλέγω τοῖσι νέοισιν μή ποτε φεύγειν, χρῆσθαι δ' ὀρθῶς, ὅταν ἔλθῃ. Καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη · Εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν. ῞Ετερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε· Σὺ δ' ὦ τύραννε θεῶν τε κἀνθρώπων ῎Ερως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει. Καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ, μὴ δρῶν δ' ὑπ' αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαρεθήσῃ χάριτας αἷς τιμῶσί σε. 12. Ποντιανὸς δὲ Ζήνωνα ἔφη τὸν Κιτιέα ὑπολαμβάνειν τὸν ῎Ερωτα θεὸν εἶναι φιλίας καὶ ἐλευθερίας, ἔτι δὲ καὶ ὁμονοίας παρασκευαστικόν, ἄλλου δὲ οὐδενός. Διὸ καὶ ἐν τῇ Πολιτείᾳ ἔφη τὸν ῎Ερωτα θεὸν εἶναι συνεργὸν ὑπάρχοντα πρὸς τὴν τῆς πόλεως σωτηρίαν. ῞Οτι δὲ καὶ οἱ τούτου πρεσβύτεροι κατὰ φιλοσοφίαν σεμνόν τινα τὸν ῎Ερωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν δῆλον ἐκ τοῦ κατὰ τὰ γυμνάσια αὐτὸν συνιδρῦσθαι ῾Ερμῇ και ῾Ηρακλεῖ, τῷ μὲν λόγου, τῷ δ' ἀλκῆς προεστῶτι· ὧν ἐνωθέντων φιλία τε καὶ ὁμόνοια γεννᾶται, δι' ὧν ἡ καλλίστη ἐλευθερία τοῖς ταῦτα μετιοῦσιν συναύξεται. ᾿Αθηναῖοι δὲ τοσοῦτον ἀπέσχον τοῦ συνουσίας τινὸς διαλαβεῖν προεστάναι τὸν ῎Ερωτα ὥστε τῆς ᾿Ακαδημίας ἐκδήλως τῇ ᾿Αθηνᾷ καθιερωμένης αὐτόθι τὸν ῎Ερωτα ἱδρυσάμενοι συνθύουσιν αὐτῷ. Θεσπιεῖς τε τὰ ᾿Ερωτίδεια τιμῶσιν καθάπερ <᾿Αθηναῖοι τὰ Παν>αθήναια καὶ τὠλύμπια ᾿Ηλεῖοι ῾Ρόδιοί τε τὰ ῾Αλίεια καὶ ἐν ταῖς δημοτελέσι δὲ σπονδαῖς ὡς ἐπίπαν ὁ ῎Ερως τιμᾶται. Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων ῎Ερωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης. Καὶ Κρῆτες δ' ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ ῎Ερωτι, ὡς Σωσικράτης ἱστορεῖ. ῾Ο δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν και ἐρωμένων, τὴν τοῦ θεοῦ σεμνότητα ἐμφαίνων, ἀσπαζομένων θάνατον ἔνδοξον ἀντ' αἰσχροῦ καὶ ἐπονειδίστου βίου. Σάμιοι δέ, ὥς φησιν ᾿Ερξίας ἐν Κολοφωνιακοῖς, γυμνάσιον ἀναθέντες τῷ ῎Ερωτι τὴν διὰ τοῦτον ἀγομένην ἕορτην ᾿Ελευθέρια προσηγόρευσαν· δι' ὃν θέον καὶ ᾿Αθηναῖοι ἐλευθερίας ἔτυχον, καὶ οἱ Πεισιστρατίδαι ἐκπεσόντες ἐπεχείρησαν διαβάλλειν πρῶτον τὰς περὶ τὸν θεὸν τοῦτου πράξεις. 13. Τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου ᾿Αλέξιδος· Πορευομένῳ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν ῎Ερωτα, συντομώτατον δ' εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ᾿Εστὶν γὰρ οὔτε θῆλυς οὔτ' ἄρσην, πάλιν οὔτε θέος οὔτ' ἄνθρωπος, οὔτ' ἀβέλτερος οὔτ' αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος πανταχόθεν ἑνὶ τύπῳ <τε> πόλλ' εἴδη φέρων. ῾Η τόλμα μὲν γὰρ ἀνδρός, ἡ <δὲ> δειλία γυναικός, ἡ δ' ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δέ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος. Καὶ ταῦτ' ἐγώ, μὰ τὴν ᾿Αθηνᾶν καὶ θεούς, οὐκ οἶδ' ὅ τι ἐστίν, ἀλλ' ὅμως ἔχει γέ τι τοιοῦτον, ἐγγύς τ' εἰμὶ τοὐνόματος. Εὔβουλος δ' ἢ ᾿Αραρὼς ἐν Καμπυλίωνι· Τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας ῎Ερωθ' ὑπόπτερον; ῾Ως οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλ' ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ. ᾿Εστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾀδιος ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῇ. Πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; Λῆρος, εἰ [κὰν] φήσειέ τις. ῎Αλεξις δ' ἐν ᾿Αποκοπτομένῳ· Λέγεται γὰρ λόγος ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὀν θεὸν τὸν ῎Ερωτα, τοὺς δ' ἐρῶντας· αἰτίαν δ' ἔχειν ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν. 14. (Θεόφραστος δ' ἐν τῷ ᾿Ερωτικῷ Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν, ὡς τὸν οἶνον τῶν χρωμένων <τοῖς τρόποις> κεράννυσθαι, οὕτως καὶ τὸν ῎Ερωτα· ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος... διόπερ ὁ ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι 'δίδυμα [γὰρ] τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ' εὐαίωνι τύχᾳ, τὸ δ' ἐπὶ συγχύσει βιοτᾶς.') ῾Ο δ' αὐτὸς ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιφραφομένῷ Τραυματίᾳ φησὶν οὕτως· Τίς οὐχί φησι τοὺς ἐρῶντας ζῆν μόνους, <οὓς> δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν μάλιστα προσεδρεύειν τ' ἀρίστους τῷ πόθῳ, ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους. Θεόφιλος δ' ἐν τῷ Φιλαύλῳ· Τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος. Εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετ' οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. ᾿Εγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς· ἥν ἐστ' ἰδειν ἥδιον ἢ τὸ θεωρίκον ἔχουσιν ὑμιν διανέμειν ἑκάστοτε. ᾿Αριστοφῶν δὲ ἐν Πυθαγοριστῇ· Εἶτ' οὐ δικαίως ἔστ' ἀπεψηφισμένος ὑπὸ τῶν θεῶν τῶν δώδεκ' εἰκότως <τ'> ῎Ερως; ᾿Ετάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις, ὅτ' ἦν μετ' αὐτῶν. ῾Ως δὲ λίαν ἦν θρασὺς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά, ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦρ' αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων. Περὶ δὲ τοῦ ἐρᾶν ῎Αμφις ἐν Διθυράμβῳ φησίν· Τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ, ὡς ἔστ' ἐραστὴς ὅστις ὡραῖον φιλῶν τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς; ἄφρων γ' ἀληθῶς. Οὔτε τοῦτο πείθομαι οὔθ' ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐπροροῦσιν οὐ λαβεῖν τι βούλεται. ῎Αλεξις ῾Ελένῃ· ῾Ως ὅστις αὐτῆς <τῆς> ἀκμῆς τῶν σωμάτων ἐρᾷ, τὸν ἄλλον δ' οὐδὲ γινώσκει λόγον, τῆς ἡδονῆς ἐστ', οὐχὶ τῶν φίλων φίλος, ἀδικεῖ τε τὸν ῎Ερωτ' ἐμφανῶς θνητὸς θεόν, ἄπιστον αὐτον πᾶσι τοῖς ἄμμοις ποιῶν. 15. Τούτων τῶν ᾿Αλέξιδος ἀπομνημονεύσας ὁ Μυρτίλος κᾆτα ἀποβλέψας εἰς τοὺς τὰ τῆς στοᾶς αἱρουμένους τὰ ῾Ερμείου τοῦ Κουριέως ἐκ τῶν ᾿Ιάμβων προειπών· ᾿Ακούσατ', ὦ στοίακες, ἔμποροι λήρου λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα τἀν τοῖς πίναξι, πρίν τι τῷ σόφῳ δοῦναι, αὐτοὶ καταρροφεῖτε κᾆθ' ἁλίσκεσθε ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε, παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐξηλωκότες τὸν ἀρχηγόν ὑμῶν τῆς σόφιας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δ' αἰεί, ὡς ᾿Αντίγονος ὁ Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτου. Θρυλεῖτε γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν· οἵτινες μέχρι ὀκτὼ καὶ εἴκοσι ἐτῶν δεῖν λέγοντες συνέχειν τοὺς ἐρωμένους. - Καί μοι δοκεῖ ᾿Αρίστων ὁ Κεῖος ὁ περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν ᾿Ερωτικῶν ῾Ομοίων πρός τινα ᾿Αττικόν, μέγαν τινὰ κατὰ τὴν ἡλικίαν ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα· 'τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρ' ᾿Οδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν· ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.' 16. ῾Ηγήσανδρος δ' ἐν τοῖς ῾Υπομνήμασι τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν οὐδὲ τῶν ἰχθύων· ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ' ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων. Καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ ᾿Αρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. Πρὸς ἀλήθειαν γάρ, καθάπερ φησί Κλέαρχος ἐν τῷ πρώτῳ τῶν ᾿Ερωτικῶν, Λυκοφρονίδην εἰρηκέναι φησίν· Οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων καλὸν τὸ πρόσωπον, ἐὰν κόσμιον πεφύκῃ. ῾Η γὰρ αἰδὼς ἄνθος ἐπισπείρει. Καὶ ὁ ᾿Αριστοτέλης δὲ ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν. Σοφοκλῆς δέ που περὶ τοῦ κάλλους τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν ῾Ιπποδάμειάν φησι· Τοιάνδ' ἐν ὄψει λύγγα θηρατηρίαν ἔρωτος, ἀστραπήν τιν' ὀμμάτων ἔχει· ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ' ἐμέ, ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών. 17. Λικύμνιος δ' ὁ Χῖος τὸν ῞Υπνον φήσας ἐρᾶν τοῦ ᾿Ενδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς. Λέγει δ' οὕτως· ῞Υπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν κοῦρον. Καὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι νομιζόμενόν φησιν· Στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπ' ὄσσοις ἀμπέτασον χάριν. ῾Ο δ' ᾿Aνακρέων τί φησίν; ὦ παῖ παρθένιον βλέπων, δίζημαί σε, σὺ δ' οὐ κλύεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. ῾Ο δὲ μαγαλοφωνότατος Πίνδαρος· Τὰς δὲ Θεοξένου, φησίν, ἀκτῖνας <πρὸς> ὄσσων μαμρμαριζοίσας δρακεὶς ὅς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν <καρδίαν> ψυχρᾷ <φλογί>. ῾Ο δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς ἐπαινεῖ ἢ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε· ὦ καλλιπρόσωπε, χρυσεοβόστρυχε [Γαλάτεια], χαριτόφωνε, θάλος ᾿Ερώτων. Τυφλὸς ὁ ἔπαινος καὶ κατ' οὐδεν ὅμοιος τῷ ᾿Ιβυκείῳ ἐκείνῳ· Εὐρύαλε, γλυκέων Χαρίτων θάλος, ... καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις ἃ τ' ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσιν θρέψαν. Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη "λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.' 18. ῾Υμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους· τοῦ ξύρεσθαι τὸν πώγωνα κατ' ᾿Αλέξανδρον εὑρημένους, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ Καλοῦ καὶ τῆς ῾Ηδονῆς. Οὐκ ἀκαίρως δ', ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. Λέγει δὲ οὕτως ὁ φιλόσοφος· « Τὸ ξύρεσθαι τὸν πώγωνα κατ' ᾿Αλέξανδρον προῆκται, τῶν προτέρων οὐ χρωμένων αὐτῷ. Καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν ᾿Αθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχει Κόρσην. » - Διὸ καὶ ῎Αλεξις ἔφη που· <ἂν> πιττοκοπούμενόν τιν' ἢ ξυρούμενον ὁρᾷς, τοῦτον ἔχει τι θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ <τι> προσπίπτει κακόν. Τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν; Δι' ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ' ὑπονοεῖς; - « Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν· « Μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα; » Ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ' εὑρηκέναι. ᾿Εν ῾Ρόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ' ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι. ᾿Εν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι [κουρεῖ] ξυρὸν οὐδὲν ἧππον πάντες χρῶνται αὐτῷ. » Καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος. 19. ῾Ο δὲ σοφὸς ἐκεῖνος Ζήνων, ὥς φησιν ᾿Αντίγονος ὁ Καρύστιος, προμαντευόμενος ὑμῶν, ὡς τὀ εἰκός, περὶ τοῦ βίου καὶ τῆς προσποιητοῦ ἐπιτηδεύσεως ἔφη ὡς οἱ παρακούσαντες αὐτοῦ τῶν λόγων καὶ μὴ συνέντες ἔσονται ῥυπαροὶ καὶ ἀνελεύθεροι, καθάπερ οἱ τῆς ᾿Αριστίππου παρενεχθέντες αἱρέσεως ἄσωτοι καὶ θρασεῖς. Καὶ δὴ τοιοῦτοι ὑμῶν εἰσιν οἱ πλεῖστοι, συνεσπασμένοι καὶ κακοπινεῖς οὐ μόνον τοῖς ἤθεσιν ἀλλα καὶ ἕξει. Βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ [τῶν] ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς ἢ μύρου προσβάλλοντας ἢ μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα. Οὐ δεῖ οὖν οὕτως ἐσταλμένους περὶ ἀργύριον ἐπτοῆσθαι καὶ ἐρωμένους περιάγεσθαι ξυρουμένους τὴν ὑπήνην καὶ τὸν ὄρρον τοὺς ἀκολουθοῦντας ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία, λεπτῶν, ἀσίτων, σκυτίνων, κατὰ τὸν ᾿Αντιφάνην. 20. ᾿Επαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος. Καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν ἐπιτρέπουσιν. ᾿Εν ῎Ηλιδι δὲ καὶ κρίσις γίνεται κάλλους, καὶ τῷ πρώτῳ τὰ τῆς θεοῦ φέρειν τεύχη δίδοται, τῷ δὲ δευτέρῳ τὸν βοῦν ἄγειν, ὁ δὲ τρίτος τὰς θυηλὰς ἐπιτίθησιν. ῾Ηρακλείδης δ' ὁ Λέμβος ἱστορεῖ ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται μᾶλλον <... ἀνὴρ> ὁ κάλλιστος καὶ γύνη ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας. Διὸ καὶ φασὶν ᾿Αρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτον, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων τᾷ Σπάρτᾳ γεννᾶν προαιρεῖται. Εὐριπίδης τε ἔφη· Πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος... Καὶ οἱ παρ' ῾Ομήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς ῾Ελένης τὸ κάλλος φασίν· Οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας ᾿Αχαιοὺς τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν. ᾿Εκπέπληκται οὖν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει [τῆς γυναικὸς] καίτοι ἐν δεινοῖς ὑπάρχων. Θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν ᾿Αγαμέμνονα τοιαῦτα ἐκφωνῶν· Καλὸν δ' οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν οὐδ' οὕτω γεραρόν· βασιλῆι δὲ ἀνδρὶ ἔοικεν. Καθίστων δὲ καὶ πολλοὶ τοὺς καλλίστους βασιλέας, ὡς μέχρι νῦν οἱ ᾿Αθάνατοι καλούμενοι Αἰθίοπες, ὥς φησι Βίων ἐν Αἰθιοπικοῖς. ῾Ως ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν. Θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, καὶ διὰ κάλλος οἱ θεοὶ ἀνηρείψαντο Διὶ οἰνοχόον τὸν Γανυμήδη· Κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείῃ. Αἱ θεαὶ δὲ τίνας ἀναρπάζουσιν; οὐ τοὺς καλλίστους; Οἷς καὶ σύνεισιν· ᾿Ηὼς μὲν Κεφάλῳ καὶ Κλείτῳ καὶ Τιθωνῷ, Δημήτηρ ᾿Ιασίωνι, ᾿Αφροδίτη ᾿Αγχίσῃ καὶ ᾿Αδώνιδι. Διὰ κάλλος δὲ καὶ ὁ μέγιστος τῶν θεῶν διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς πτεροῦται πολλάκις, ὥσπερ καὶ ἐπ' Αἰγινῃ. Σωκράτης δ' ὁ φιλόσοφος ὁ πάντων καταφρονῶν τοῦ ᾿Αλκιβιάδου κάλλους οὐχ ἥττων ἐστίν; ὡς καὶ ὁ σεμνότατος ᾿Αριστοτέλης τοῦ Φασηλίτου μαθητοῦ. ῾Ημεῖς δ' οὐχι καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; ... ἐπαινοῦντες τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. ᾿Εν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις.'


 21-40 


 21. Καὶ ὁ Κύνουλκος « ταυτὶ καὶ τολμᾶς σὺ λέγειν, » οὐ « ῥοδοδάκτυλος οὖσα » κατὰ τὸν Κρατῖνον, ἀλλὰ βολίτινον ἔχων θάτερον σκέλος, ἐκείνου τοῦ ὁμωνύμου σοι ποιητοῦ τὴν κνήμην φορῶν, ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι ᾿Ισοκράτους τοῦ ῥήτορος ἐν τῷ ᾿Αρεοπαγιτικῷ εἰρηκότος· « ἐν καπηλείῳ δὲ φαγεῖν ἢ πιεῖν οὐδεὶς οὐδ' ἂν οἰκέτης ἐτόλμησεν. Σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύσθαι. » ῾Υπερείδης δὲ ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος ὁ λόγος, τοὺς ᾿Αρεοπαγίτας φησιν ἀριστήσαντά τινα ἐν καπηλείῳ κωλῦσαι εἰς ῎Αρειον πάγον. Σὺ δὲ, ὦ σοφιστά, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μετὰ ἑταίρων ἀλλὰ μετὰ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων αἰεὶ τοιαυτὶ βιβλία ᾿Αριστοφάνους καὶ ᾿Απολλοδώρου καὶ ᾿Αμμωνίου καὶ ᾿Αντιφάνους, ἔτι δὲ Γοργίου τοῦ ᾿Αθηναίου, πάντων τούτων συγγεγραφότων περὶ τῶν ᾿Αθήνησι ῾Εταιρίδων. Ὢ τῆς καλῆς σου πολυμαθίας, ὡς κατ' οὐδὲν ἐμιμήσω Θεόμανδρον τὸν Κυρηναῖον, ὅν φησι Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐτυχίαν, ἐρωτοδιδάσκαλε· οὐδὲν ἄρα διαφέρεις ᾿Αμάσιος τοῦ ᾿Ηλείου, ὃν Θεόφραστος ἐν τῷ ᾿Ερωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει. Οὐκ ἂν ἁμάρτοι δέ τίς σε καὶ πορνογράφον καλῶν, ὡς ᾿Αριστείδην καὶ Παυσίαν ἔτι τε Νικοφάνη τοὺς ζωγράφους. Μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικυῶνι Πινάκων. Ὢ τῆς καλῆς πολυμαθίας, ἄνδρες φίλοι, τῆς τοῦ γραμματικοῦ τοῦδε, ὃς οὐδ' ἐγκαλύπτεται, ἀλλ' ἀναφανδὸν τὰ Εὐβούλου αἰεὶ ἐκ Κερκώπων λέγει· Κόρινθον ἦλθον. ῾Ηδέως ἐνταῦθά πως λάχανόν τι τρώγων ῎Ωκιμον διεφθάρην· κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα. Καλός γε ὁ τῶν Κορινθίων σοφιστής, ὁ τοῖς μαθηταῖς διηγούμενος ὅτι ῎Ωκιμον ἑταίρας ὄνομα... καὶ ἄλλα δὲ πολλά, ὦναιδές, δράματα ἀπὸ ἑταιρῶν ἔσχε τὰς ἐπιγραφάς, Θάλαττα Διοκλέους, Φερεκράτους Κοριαννώ, Εὐνίκου ἢ Φιλυλλίου ῎Αντεια, Μενάνδρου δὲ Θαὶς καὶ Φάνιον, ᾿Αλέξιδος ᾿Ορώπα, Εὐβούλου Κλεψύδρα. Οὕτω δ' ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσιάζεν ἕως κενωθῇ, ὡς ᾿Ασκληπιάδης εἴρηκεν ὁ τοῦ ᾿Αρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην. 22. ᾿Εστὶν δ' ἑταίρα, ὡς ᾿Αντιφάνης φησὶν ἐν ᾿Αγροίκῳ, τῷ τρέφοντι συμφορά· εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα. Διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμοκλέους ἐν Νεαίρᾳ· ᾿Αλλ' ἔγωγ' ὁ δυστυχὴς Φρύνης ἐρασθείς, ἡνίκ' ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ' εἶχεν ὅσαπερ νῦν ἔχει, πάμπολλ' ἀναλίσκων ἐφ' ἑκάστῳ τῆς θύρας ἀπεκλειόμην. Καὶ ἐν τῷ ἐπιγραφομένῳ δ' ᾿Ορεσταυτοκλείδης <ὁ> αὐτος Τιμοκλῆς φησι· Περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυνθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλίς, ῾Ιερόκλεια, Λοπάδιον. Τούτων τῶν ἑταιρῶν καὶ ῎Αμφις μνημονεύει ἐν Κουρίδι λέγων· Τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται, παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου ἔνδον κάθητ' ἀπόπληκτος οὐδ' ἐξέρχεται. 23. ῎Αλεξις δ' ἐν τῷ ἐπιγραφομένῳ δράματι ᾿Ισοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δι' ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται· Πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ' αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ πᾶσιν ἐπιβουλάς. ᾿Επειδὰν δ' εὐπορήσωσίν ποτε, ἀνέβαλον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης· εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι. Τυγχάνει μικρά τις οὔσα· φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. Μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ' ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. Οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσ' ἐρραμέν' αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. Κοιλίαν <ἁδρὰν> ἔχει· στηθί' ἔστ' αὐταῖσι τούτων ὧν ἔχουσ' οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔκλυτον τῆς κοιλίας ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ' ἀπήγαγον. Τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ. Συμβέβηκ' εἶναι μέλαιναν· κατέπλασεν ψιμυθίῳ. Λευκόχρως λίαν τίς ἐστιν· παιδέρωτ' ἐντρίβεται. Καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γύμνον δείκνυται. Εὐφυεῖς ὀδόντας ἔσχεν· ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρώσ' οἱ παρόντες τὸ στόμ' ὡς κομψὸν φορεῖ. Ἂν δὲ μὴ χαίρῃ γελώσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἅ παράκειθ' ἑκάστοτε, ἡνίκ' ἂν πολώσιν αἰγων κρανία, ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν· ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ' ἄν τε μή. [῎Οψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.] 24. Διὸ συμβουλεύς σοι, « Θετταλὲ ποικιλόδιφρε, » τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα. ῎Οντως γὰρ ἄριστα χωλὸς οἰφεις, τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίστατος καὶ διδάξαντος σκύτη βλέπειν. Ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλον Παννυχίδα « τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένας », γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας ᾿Ηριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας· παρ' ὧν βεβαίως ἀσφαλῶς τ' ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν. Καὶ ἐν Ναννίῳ, <εἰ> Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου, φησίν· ῞ Οστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος; ᾿Εξον θεωρήσαντι πρὸς τὸν ἥλιον γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας ᾿Ηριδανὸς ἁγνοῖς ὕδασι κήπεύει κόρας, μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν, καὶ μὴ λαθραίαν Κύπριν αἰσχίστην νόσων πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν. ῾Ελλάδος ἔγωγε τῆς ταλαιπώρου στένω, Κυδίαν ναύαρχον ἐξεπέμψατο. ᾿Επιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μαγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων· Δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι. ῞Οπου γὰρ οὐσῶν μειράκων μάλ' εὐπρεπῶν ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ' ὁρᾶν εἰληθερούσας, στέρν' ἀπημφιεσμένας, γυμνὰς ἐφεξῆς τ' ἐπὶ κέρως τεταγμένας· ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται, λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ, νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ· μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ μηδὲ δι' ὀπῆς κάτωθεν εἰσδῦναι στέγης μήδ' ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ. Αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι πατρίδια, τοὺς δ' ἀπφάρια, τοὺς νεωτέρους. Καὶ τῶνδ' ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς, μεθ' ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους· ἃς δ' οὔτ' ἰδεῖν ἔστ', οὔθ' ὁρῶντ' ἰδεῖν σαφῶς, αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον... [Δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα] ἃς πῶς ποτ', ὦ δέσποινα ποντία Κύπρι, βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι; 25. Καὶ Φιλήμων δὲ ἐν ᾿Αδελφοῖς προσιστορῶν ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστηκεν ἐπὶ οἰκημάτων γύναια πριάμενος, καθὰ καὶ Νίκανδρος ὁ Κολοφώνιος ἱστορεῖ ἐν τρίτῳ Κολοφωνιακῶν φάσκων αὐτὸν καὶ πανδήμου ᾿Αφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι ἀφ' ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων. ᾿Αλλ' ὅ γε Φιλήμων οὕτως φησί· Σὺ δ' εἰς ἃπαντας εὗρες ἀνθρώπους, Σόλων· σὲ γὰρ λέγουσιν τοῦτ' ἰδεῖν πρῶτον, μόνον δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ ὶσωτήριον, (καί μοι λέγειν τοῦτ' ἐστὶν ἁρμοστόν, Σόλων) μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέτων τούτους τ' ἔχοντας τὴν ἀναγκαίαν φύσιν ἁμαρτάνοντάς τ' εἰς ὅ μὴ προσῆκον ἦν, στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους κοινὰς ἃπασι καὶ κατεσκευασμένας. ῾Εστᾶσι γυμναί, μὴ 'ξαπατηθῇς· πάνθ' ὅρα. Οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων... ... ἔχεις πως· ἡ θύρα 'στ' ἀνεῳγμένη. Εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ' οὐδὲ εἷς ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ' ὑφήρπασεν· ἀλλ' εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον. ᾿Εξῆλθες· οἰμώζειν λέγ', ἀλλοτρία 'στί σοι. Καὶ ᾿Ασπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ ῾Ελλάς, ὡς καὶ ὁ χαρίεις ᾿Αριστοφάνης παρασημαίνεται, λέγων [τὀν Πελοποννησιακὸν πόλεμον] ὅτι Περικλῆς διὰ τὸν ἁρπασθείσας ἀπ' αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν· πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κᾆθ' οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν ᾿Ασπασίας πόρνα δύο· κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη ῞Ελλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν. (Acharniens, 524) 26. Τῶν οὗν μεγαλομίσθων ἑταιρῶν ἀποτρέπω σε, γραμματικώτατε, διότι Τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν αὐλητρίδας πάσας ᾿Απόλλωνος νόμον, ... Διὸς νόμον· αὖται δὲ μόνον αὐλοῦσιν ᾿Ιέρακος νόμον, ᾿Επικράτης φησὶν ἐν ᾿Αντιλαίδι, ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει· Αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις, τὸ καθ' ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μὸνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι ἐκ τῶν ὀρῶν πρόβατ' ἐσθίουσι καὶ λαγὼς μετέωρ' ἀναπράζοντες ὑπὸ τῆς ἰσχύος· ὅταν δέ γηράσκωσιν ἤδη, τὸτε <θεῶν> ἐπὶ τοὺς νεώς ἵζουσι πεινῶντες κακῶς· κἄπειτα τοῦτ' εἶναι νομίζεται τέρας. Καὶ Λαὶς <οὖν> ὀρθῶς νομίζοιτ' ἂν τέρας. Αὕτη γὰρ ὁπότ' ἦν <μὲν> νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ' ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν. ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι· ἐξέρχεταί τε πανταχόσ' ἤδη πιομένη, δέχεται δὲ καὶ στατῆρα και τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον· οὕτω δὲ τιθασὸς γέγονεν ὥστε, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει. Μνημονεύει δὲ τῆς Λαίδος καὶ ᾿Αναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκατελέγει δὶα τούτων· Τὴν ἐκ Κορίνθου Λαίδ' οἶσθα; Β. Πῶς γὰρ οὔ; τὴν ἡμετέρειόν <γ'>. Α. ᾞν ἐκείνῃ τις φίλη ῎Αντεια. Β. Καὶ τοῦθ' ἡμέτερον ἦν παίγνιον. Α. Νὴ τὸν Δί', ἤνθει τότε Λαγίσκ', ἤνθει τότε καὶ Θεολύτη μάλ' εὐπρόσωπος καὶ καλή, ὑπέφαιν' ἐσομένη δ' ῎Ωκιμον λαμπρὰ πάνυ. 27. Ταυτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. Καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα· Παῦσαι γέρων ὢν τοὺς τρόπους. Οὐκ οἶσθ' ὅτι οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ' ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον. Ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς, ῞Οσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νὺκτα κοιμᾶσθαι. Βαβαί, ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες. Τὸ μὴ σφόδρ' εἶναι πάνθ' ἕτοιμα, δεῖν δέ τι ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε νὴ τὸν Δία τὸν μέγιστον.' ῎Ετι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ τοῦ Μάγνου ἐπιραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ Μυρτίλου, φθάσας ὁ Μυρτίλος (διήχθευεν γὰρ τῷ Σύρῳ) ἔφη· '᾿Ουχ ὧδ' ἐμόγησαν ἐλπίδες ὥστ' ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶν ὁ Καλλίμαχος. Οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, ὦ Κύνουλκε; ῾Ως σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα ἐπαρίστερ' ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς κατὰ τὴν ᾿Εφίππου Φιλύριαν. Δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν. 28. ᾿Εγὼ γάρ, ὦ ἄνδρες σύσσιτοι, οὐ κατὰ τὰς Μεταγένους Αὔρας ἢ τὸν ᾿Αρισταγόρου Μαμμάκυθον ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας ὡραίας πρότερον, νῦν δ' οὐχ ὑμῖν ἀγορεύω ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν, ἀλλὰ περὶ τῶν ὄντως ἑταιρῶν τὸν λόγον πεποίημαι τουτέστιν τῶν φιλίαν ἄδολον συντηρεῖν δυναμένων, ἃς ὁ Κύνουλκος τολμᾷ λοιδορεῖν, <τὰς> μόνας τῶν ἄλλων γυναικῶν τῷ τῆς φιλίας ὀνόματι προσηγορευμένας [ἢ] ἀπὸ τῆς παρὰ τοῖς ᾿Αθηναίοις καλουμένης ῾Εταίρας [τῆς] ᾿Αφροδίτης. Περὶ ἧς φησιν ὁ ᾿Αθηναῖος ᾿Απολλόδωρος ἐν τοῖς περὶ Θεῶν οὕτως. « ῾Εταίραν δὲ τὴν ᾿Αφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν· τοῦτο δ' ἐστὶν φίλας. » Καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς ἡ Σαπφώ· Τὰδε νῦν ἑταίραις ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω. Καὶ ἔτι· Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι. Καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δή καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπο τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί· Πεποιήκατ' ἔργον οὐχ ἑταίρων γὰρ <... ἀλλ' ἑταίρων>· ταὐτὰ δ' ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδρ' εὔσχημον ποιεῖ. 29. Περὶ δὲ τῶν ἑταιρῶν ῎Εφιππος ἐν ᾿Εμπολῇ τάδε φησίν· ῎Επειτά γ' εἰσίοντ', ἐὰν λυπούμενος τύχῃ τις ὑμῶν, ἐκολάκευσεν ἡδέως· ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσ' ὁμοίως· ἧς ἐπαρεμυθήσατο ἐποίησέ θ' ἱλαρὸν εὐθέως τ' ἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων. Εὔβουλος δ' ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράφων φησίν· ῾Ως δ' ἐδείπνει κοσμίως, οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι τολύπας ἔσσατον τὰς γνάθους καὶ τῶν κρεῶν ἀπέβρυκον αἰσχρῶς, ἀλλ' ἑκάστου μικρὸν ἂν ἀπεγεύεθ' ὥσπερ παρθένος Μιλησία. ᾿Αντιφάνης ῾Υδρίᾳ· Οὗτος δ' ὃν λέγω ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ' ἀφίκετο, ἀστῆς, ἐρήμου δ' ἐπιτρόπου καὶ συγγενῶν, ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης ὄντως ἑταίρας. Αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν. ᾿Αναξίλας Νεοττίδι· ᾿Εὰν δέ τις μέτρια καὶ λέγουσα... τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρείας ἑταίρα τοὔνομα προσηγορεύθη. Καὶ σὺ νῦν οὐχ ὡς λέγεις πόρνης, ἑταίρας δ' εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς· ἆρ' ὡς ἀληθῶς ἐστι γοῦν ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὀν Δία. 30. ῾Ο δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον ῎Αλεξις ἢ ᾿Αντιφάνης ἐν ῞Υπνῳ παράγει· Διὰ ταῦθ' ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ' ἐπεδείπνει μεθ' ῆμῶν· τοῦτο δ' ἦν, ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν. Καλῶς δὲ περὶ τῶν τοιούτων ῎Εφιππος ἐν Σαπφοῖ φησι· ῞Οταν γὰρ ὦν νέος ἀλλότριον εἰσελθὼν ὄψον ἐσθίειν μάθῃ ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ' αὐτὸν σὺ τῆς νυκτὸς λόγον. Τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου. 31. Περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν· Οὐκ ἐτὸς ῾Εταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς ῾Ελλάδος. Οἶδα δὲ καὶ ἑορτήν τιν' ῾Εταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δι' ἑτέραν αἰτίαν, ἧς μνημονεύει ῾Ηγήσανδρος ἐν ῾Υπομνήμασι γράφων ὧδε· « Τὴν τῶν ῾Εταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες. ῾Ιστοροῦσι δὲ πρῶτον ᾿Ιάσοντα τὸν Αἴσονος συναγαγόντα τοὺς ᾿Αργοναύτας ῾Εταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν ῾Εταιρίδεια προσαγονεῦσαι. Θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ ῾Εταιρίδεια. » Πόρνης δὲ ᾿Αφροδίτης ἱερόν ἐστι παρὰ ᾿Αβυδηνοῖς, ὥς φησι Πάμφιλος· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Νεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθένθας ἑταίρας πλείονας προσλαβεῖν, ὧν μίαν κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν ἀπαγγεῖλαι τοῖς ᾿Αβυδηνοῖς. Τοὺς δ' αὐτίκα μεθ' ὅπλων ἀφικομένους ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας ᾿Αφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι. ῎Αλεξις δ' ὁ Σάμιος ἐν δευτέρῳ ῞Ωρων Σαμιακῶν « Τὴν ἐν Σάμῳ ᾿Αφροδίτην, ἣν οἵ μὲν ἐν καλάμοις καλοῦσιν, οἵ δὲ ἐν ἕλει, ᾿Αττικαί, φησὶν, ἑταῖραι ἱδρύσαντο αἱ συνακολουθήσασαι Περικλεῖ ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας. » Εὐάλκης δ' ἐν τοῖς ᾿Εφεσιακοῖς καὶ ἐν ᾿Εφέσῳ φησὶν ἱερὰ ἱδρῦσθαι ῾Εταίρᾳ ᾿Αφροδίτῃ. Κλέαρχος δ' ἐν πρώτῳ ᾿Ερωτικῶν· « Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμὲνην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευσάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε μὲν [Λυδίας] τὸ νῦν ἔτι καλούμενον τῆς ῾Εταίρας μνῆμα, εἰς ὕψος ἄρας... ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεῖς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι. » Δημοσθένης δ' ὁ ῥήτωρ ἐν τῳ κατὰ Νεαίρας λόγῳ, εἰ γνήσιος, ὃν ᾿Απολλόδωρος εἴρηκε, φησί· « Τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκα ἔχομεν, τὰ δὲ παλλακὰς τῆς καθ' ἡμέραν θεραπείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν. » 32. Καταλέξω δέ σοι, Κύνουλκε, ᾿Ιωνικήν τινα ῥῆσιν ἐκτείνας κατὰ τὸν Αἰσχύλου... περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας. Νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ ὡς καὶ Χαμαιλέων ὁ ῾Ηρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ ᾿Αφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. Καἱ ὅτε δὴ ἐπἱ τὴν ῾Ελλάδα τὴν στρατείαν ἦγεν ὁ Περσής, ὡς καὶ Θεόπομπος ἱστορεῖ καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν ῾Ελλήνων σωτηρίας εἰς τὸν τῆς ᾿Αφροδίτης ἐλθοῦσα νεών. Διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα· Αἵδε ὑπὲρ ῾Ελλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ· οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δι' ᾿Αφροδίτα Πέρσαις ῾Ελλάνων ἀκρόπολιν προδόμεν. Καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας. 33. ῾Υπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θὲον Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς ᾿Ολυμπίαν ἐπὶ τὸν ἀγώνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον, οὗ ἡ ἀρχή 'τρισολυμπιονίκαν ἐπαινέων οἶκον,' ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν ᾧ τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας, αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ ᾿Αφροδίτῃ συνέθυσαν. Διόπερ ἔφη· ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ' ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις ἐπήγαγ' εὐχωλαῖς ἰανθείς. ῎Ητξατο δ' οὕτως τοῦ μέλους· Πολύξεναι νεάνιδες ἀμφίπολοι Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ, αἵτε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη θυμιᾶτε, πολλάκι ματέρ' ᾿Ερώτων οὐράνιαι πτάμεναι νοήμα ποττὰν ᾿Αφροδίταν· ὑμῖν ἄνωθεν ἀπαγορίας ἔπορεν, ὦ παῖδες, ἐρατειναῖς <ἐν> εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι σύν δ' ἀνάγκᾳ πᾶν καλόν. ᾿Αρξάμενος δ' οὕτως ἑξῆς φησιν· ᾿Αλλὰ θαυμάζω τί με λεξοῦντι ᾿Ισθμου δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρὸμενον σκολιοῦ ξυνάορον ξυναῖς γυναιξί. Δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνια ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. Πιστεύων δέ, ὡς ἕοικεν, αὐτῷ πεποίηκεν εὐθέως· ᾿Εδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ. ῞Οτι δὲ καὶ ᾿Αφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, ῎Αλεξις ἐν Φιλούσῃ φησίν· ᾿Αφροδίσι' ἦγε ταῖς ἑταίρας ἡ πόλις, ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις. Ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε <μεθύειν> μεθ' ἡμῶν. 34. ᾿Εν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι ᾿Αναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησι καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως. « Καὶ τὸ Κοττίνας δὲ τῆς ἑταίρας εἰκόνιον, ἧς διὰ τὴν ἐπιφάνειαν οἴκημά τι λέγεται καὶ νῦν ἐγγυτάτω τῆς Κολώνης. ῞Ινα τὸ Διονύσιόν ἐστι, ἐπιφανὲς καὶ πολλοῖς ἐγνωσμένου τῶν ἐν τῇ πόλει. ᾿Ανάθημα δ' αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον. » ᾿Αλκιβιάδης δὲ ὁ καλός, ἐφ οὗ τις κωμικῶν ἔφη. ᾿Αλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί, ὃν ἡ Λακεδαίμων μοιχὀν ἐπιθυμεῖ λαβεῖν; <ὁ> ὑπὸ τῆς ῎Αγιδος ἀναπώμενος γυναικὸς ἐπὶ τὰς τῶν ἑταιρίδων θύρας ἐκώμαζεν, ἀπολιπὼν τὰς Λακαίνας καὶ τὰς ᾿Αττικάς. Μεδοντίδος γοῦν τῆς ᾿Αβυδηνῆς ἐξ ἀκοῆς ἐρασθεὶς ἔστερξε καὶ πλεύσας εἰς ῾Ελλήσποντον σύν ᾿Αξιόχῳ, ὃς ἦν αὐτοῦ τῆς ὥρας ἐραστής, ὥς φησιν Λυσίας ὁ ῥήτωρ ἐν τῷ κατ' αὐτοῦ λόγῳ, καὶ ταύτης ἐκοινώνησεν αὐτῷ. Καὶ ἑτέρας δὲ δύο ἑταίρας παριήγετο αἰεὶ ὁ ᾿Αλκιβιάδης, Δαμασάνδραν τὴν Λαίδος τῆς νεωτέρας μητέρα καὶ Θεοδότην· ὑφ' ἧς καὶ ἀποθανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ τῆς Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου. Εἴδομεν δὲ καὶ ἡμεῖς τὸ ἐν Μελίσσῃ τοῦ ᾿Αλκιβιάδου μνῆμα ἐκ Συννάδων εἰς Μητρόπολιν ἀφικνούμενοι· ἐφ' ᾧ καὶ κατ' ἔτος θύεται βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου ᾿Αδριανοῦ βασιλέως· ὃς καὶ ἀνέστησεν ἐπὶ τῷ μνήματι Παρίου λίθου εἰκόνα τὸν ᾿Αλκιβιάδην. 35. Οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης ὁ Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν ῾Ιστοριῶν περὶ ᾿Αλέξανδρόν φησι ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν· γράφει δὲ οὕτως· « ῾Υστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρη, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι ὅτι ἐξ ᾿Αφροδίτης καὶ ᾿Αδώνιδος ἐγεννήθησαν. ᾿Εκυρίευσεν δὲ ὁ μὲν ῾Υστάσπης Μηδίας καὶ τῆς ὑποκάτω χώρας, ὁ δὲ Ζαριάδρης τῆς ὑπεράνω Κασπίων πυλῶν μέχρι τοῦ Τανάιδος. Τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος ῾Ομάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ᾿Οδάτις· περὶ ἧς ἐν ταῖς ἱστορίαις γέγραπται ὡς ἄρα κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἐρασθείη, τὸ δ' αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτὴν. Διετέλουν οὖν ἀλλήλων ἐπιτυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν. Ἦν δὲ ἡ ᾿Οδάτις καλλίστη τῶν κατὰ τὴν ᾿Ασίαν γυναικῶν, καὶ ὁ Ζαριάδρης δὲ ἦν καλός. Πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν ῾Ομάστην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο ὁ ῾Ομάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἕρημος· ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων. Καὶ μετ' οὐ πολὺν χρόνον ὁ ῾Ομάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπῶν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα. ᾿Ακμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν ᾿Οδάτιν ὁ πατὴρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων· « ῾Ημεῖς, ὦ θύγατερ ᾿Οδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους. Περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς ᾧ θέλεις [γαμηθῆναι]· τούτου γὰρ κεκλήσῃ γυνή. » Κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν· ἐπεστάλκει γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι. Ὃ δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος [καὶ] διαλαθὼν τὴν στρατοπεδείαν διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ νυκτὸς ὁρμήσας ἐπὶ τοῦ ἅρματος διῆλθεν διὰ γῆς πολλῆς, διώξας περὶ τοὺς ὀκτακοσίους σταδίους. Πλησίον δὲ τῆς κώμης γενόμενος ἐν ᾗ τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν. Καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν ᾿Οδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παρ' αὐτὴν· « Ὦ ᾿Οδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης. » Ἣ δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην· καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τό ἅρμα καὶ ἔφυγεν ἔχων τὴν ᾿Οδάτιν. Οἱ δὲ παῖδες καὶ αἱ θεράπαιναι συνειδυῖαι τὸν ἔρωτα κατεσιώπησαν καὶ κελεύοντος τοῦ πατρὸς λαλεῖν οὐκ ἔφασαν εἰδέναι ὅπου πεπόρευεται. Μνημονεύεται δὲ ὁ ἔρως οὗτος παρὰ τοῖς τὴν ᾿Ασίαν οἰκοῦσι βαρβάροις καὶ περισσῶς ἐστι ζηλωτὸς, καὶ τὸν μῦθον τοῦτον ζωγραφοῦσιν ἐν τοῖς ἱεροῖς καὶ τοῖς βασιλείοις, ἔτι δἐ ταῖς ἰδιωτικαῖς οἰκίαις· καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τιθένται ᾿Οδάτιν. » 36. Τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ ᾿Αριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ οὕτως· « Φωκαεῖς οἱ ἐν ᾿Ιωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν. Εὔξενος δὲ ὁ Νάνῳ τῷ βασιλεῖ (τοῦτο δ' ἦν αὐτῷ ὄνομα) ἦν ξένος. Οὗτος ὁ Νάνος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην. ῾Ο δὲ γάμος ἐγίγνετο τόνδε <τὸν> τρόπον· ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην ᾦ βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων· ᾦ δὲ δοίη, τοῦτον εῖναι νυμφίον. ῾Η δὲ παῖς εἰσελθοῦσα δίδωσι εἴτε ἀπὸ τύχης εἴτε καὶ δι' ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ· ὄνομα δ' ἦν τῇ παιδὶ Πέττα. Τούτου δὲ συμπεσόντος καὶτοῦ πατρὸς ἀξιοῦντος ὡς κατὰ θεὸν γενομένης τῆς δόσεως ἔχειν αὐτήν, ἔλαβεν ὁ Εὔξενος γυναῖκα καὶ στυνῴκει μεταθέμενος τοὔνομα ᾿Αριστοξένην. Καὶ ἔστι γένος ἐν Μασσιλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον· Πρῶτις γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς ᾿Αριστοξένης. » 37. Θεμιστοκλῆς τε, ὥς φησι ᾿Ιδομενεύς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἅστυ; ἦσαν δ' αὗται Λάμια και Σκιώνη και Σατύραι καὶ Νάννιον. Οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα ᾿Αβροτόνου; ὡς ᾿Αμφικράτης ἱστορεῖ ἐν τῷ περὶ ᾿Ενδόξων ᾿Ανδρῶν συγγράμματι· ᾿Αβρότονον Θρηίσσα γυνή γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν ῞Ελλησιν φασὶ Θεμιστοκλέα. Νεάνθης δ' ὁ Κυζικηνὸς ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν ῾Ελληνικῶν ῾Ιστοριῶν Εὐτέρπης αὐτὸν εἶναί φησι υἱόν. Κῦρος δὲ ὁ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην <καὶ> καλλίστην γενομένην εἶχε συστρατευομένην; ἣν Ζηνοφάνης φησὶ πρότερον Μιλτὼ καλουμένην ᾿Ασπασίαν μετονομασθῆναι. Συνηκολούθει δὲ αὐτῷ καὶ ἡ Μιλησία παλλακίς. ῾Ο δὲ μέγας ᾿Αλέξανδρος οὐ Θαίδα εἶχε μεθ' ἑαυτοῦ τὴν ᾿Αττικὴν ἑταίραν; περὶ ἧς φησι Κλείταρχος ὡς αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια. Αὕτη δὲ ἡ Θαὶς [καὶ] μετὰ τὸν ᾿Αλεξάνδρου θάνατον καὶ Προλεμαίῳ ἐγαμήθη τῷ πρώτῳ βασιλεύσαντι Αἰγύπτου καὶ ἐγένησεν αὐτῷ τέκνον Λεοντίσκον καὶ Λάγον, θυγατέρα δὲ Εἰρήνην, ἣν ἔγεμεν Εὔνοστος ὁ Σόλων τῶν ἐν Κύπρῳ βασιλεύς. Καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεύς, Φιλάδελφος δ' ἐπίκλην, ὡς ἱστορεῖ ὁ Εὐεργέτης Πτολεμαῖος ἐν τῷ τρίτῳ τῶν Υπομνημάτων, πλείστας ἔσχεν ἐρωμένας, Διδύμην μὲν μίαν τῶν ἐπιχωρίων γυναικῶν μάλ' εὐπρεπεστάτην τὴν ὄψιν καὶ Βιλιστίχην, ἔτι δὲ ᾿Αγαθόκλειαν καὶ Στρατονίκην ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς ᾿Ελευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλείστας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ᾿Ιστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχούσης αὐτῳ εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν ᾿Αλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν. Αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται; καίτοι Μνησὶς μὲν ἦν αὐλητρὶς και Ποθεινὴ..., Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ κοινῶν δεικτηριάδων. Τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου ούκ ᾿Αγαθόκλεια ἡ ἑταίρα ἐκράτει, ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν; Εὔμαχος δὲ ὁ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν περὶ ᾿Αννίβαν ῾Ιστοριῶν ῾Ιερώνυμόν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα <μίαν> τῶν ἐπ' οἰκήματος προεστυκυιῶν Πειθὼ ὄνομα καὶ ἀποδεῖξαι βασιλίδα. 38. Τιμόθεος δ' ὁ στρατηγήσας ᾿Αθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾀττης τὸ γένος, σεμνῆς δ' ἄλλως τοὺς τρόπους. Μεταβάλλουσαι γὰρ αἱ τοιαῦται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτῷ σεμνυμένων εἰσὶ βελτίους. ῾Ο δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρὸς « Καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα, ὅτι δι' αὐτὴν Κόνωνος εἰμι υἱός. » Φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας υἱόν φησι γενέσθαι Καρύστιος ἐν ῾Ιστορικοῖς ῾Υπομνήμασιν. ᾿Αριστοφῶν δ' ὁ ῥήτωρ ὁ τὸν νόμον εἰσενεγκὼν ἐπ' Εὐκλείδου ἄρχοντος, ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος ὡς ὁ αὐτὸς ἱστορεῖ Καρύστιος ἐν τρίτῳ ῾Υπομνημάτων. Δημήτριος δ' ὁ Πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν; τὴν δὲ Λάμιαν Πολέμων φήσι ἐν τῷ περὶ τῆς ἐν Σικυῶνι Ποικίλης Στοᾶς θυγατέρα μὲν εἶναι Κλεάνδρος ᾿Αθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν. ῎Ηρα δὲ καὶ Λεαίνης καὶ αὐτῆς ἑταίρας ᾿Αττικῆς ὁ Δημήτριος καὶ ἄλλων πλειόνων 39. Μάχων δ' ὁ κομῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως· ῾Υπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν τὸν βασιλέ' εὐμελῶς κελητίσαι ποτὲ ἐπαινεθῆναι θ'. Ἣ δὲ τοῦτ' ἀπεκρίθη· « Πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει. » Ἦν δὲ Λάμια σφόδρα εὔθικτος καὶ ἀστικη πρὸς τὰς ἀποκρίσεις, καθάπερ καὶ Γνάθαινα, περὶ ἧς ἐροῦμεν. Πάλιν δὲ περὶ τῆς Λαμίας ὁ Μάχων οὕτω γράφει· Δημήτριός ποθ' ὁ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο. ῾Η Λάμια δ' ἦν αὐλητρίς, ἧς σφόδρ' ἡδέως σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον. ᾿Αποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ, νάδρον τινὰ διένευσ' ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας [καὶ] θιγὼν τοῖς δακτύλοις « Τουτί γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ εἴσει παρὰ τἄλλα διαφόραν ὅσην ἔχει. » Κείνη δὲ γελάσασ' « ᾿Αλλὰ τοῦτ', ἔφη, τάλαν, ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ. » Δημήτριος δ' εἶπ'· « ᾿Αλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτ' ἐστί, Λάμια, βασιλικῆς. » 40. Πτολεμαῖος δ' ὁ τοῦ ᾿Αγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα ῾Ιστορίας βασιλέων ἐρωμένας ἀναγράφων φησί· « Φιλίππου τοῦ Μακεδόνας αὐξήσαντος Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς καὶ γεννῆσαι ᾿Αρριδαῖον τὸν μετ' ᾿Αλέξανδρον βασιλεύοντα, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ μετὰ τὰς προειρημένας Μανίαν, ᾿Αντιγόνου δὲ Δημώ, ἐξ ἧς ᾿Αλκυονέα γεννηθῆναι, Σελεύκου δὲ τοῦ νεωτέρου Μύσταν καὶ Νῦσαν. » ῾Ηρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν ῾Ιστοριῶν Δημώ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου· ᾗ ἐπιμανῆναι καὶ τὸν πατέρα αὐτοῦ ᾿Αντίγονον καὶ ἀποκτεῖναι ῾Οξύθεμιν ὡς καὶ πολλὰ συνεξαμαρτάνοντα τῷ Δημητρίῳ, καὶ ὅτι ἀπέκτεινε τὰς τῆς Δημοῦς θεραπαίνας στρεβλῶν.


 41-60 


 41. Περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος ὁ Μάχων τάδε φησίν· Ἴσως ἂν ἀπορήσαι τις εὐλόγως θ' ἅμα τῶν νῦν ἀκροατῶν, εἴ τις ᾿Αττικὴ γυνὴ προσηγορεύετ' ἢ ἐνομίσθη Μανία. Αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ' ἔχειν, καὶ ταῦθ' ἑταίραν ἐκ μέσης τῆς ῾Ελλάδος, μὴ τὴν ᾿Αθηναίων τι κωλῦσαι πόλιν, ὑφ' ἧς ἅπαντές εἰσ' ἐπηνορθωμένοι. Τὸ μὲν οὗν ὑπάρχον εὐθέως ἐκ παιδἰου αὐτῇ Μέλιττ' ἦν ὄνομα. Τῳ μεγέθει μὲν <ἦν> τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα· φωνῇ δ' ὁμιλίᾳ τε κεχορηγημένη πάνυ τ' εὐπρόσωπος οὖσα καὶ καταπλητικὴ πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους ἔχουσ' - ὅπου περὶ <τῆς> γυναικός τις λόγος γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν ἔφασκον εἶναι, καὶ προσεξειργάζετο αὐτὴ τὸ πλεῖον. ῾Ηνίκα σκώψειε γάρ ῥημάτιον εὐθὺ τοῦτο 'μάνίαν' ἀνεβόα, αὐτή θ' ὅτ' ἐπαινοίη τιν' ἢ ψέγοι πάλιν, ἐπ' ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων. Διὸ τῆς μανίας τὸ ῥῆμ' ἐπεκτείνας δοκεῖ καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν· μᾶλον τὸ πάρεργον ἐπεκράτησ' ἢ τοὔνομα. ᾿Εδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ', ἡ Μανία· Γνάθαινα δ' εἰς τὰ στρώμαθ' ὅτι προίετο, ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου. Μετὰ ταῦτα δ' ἡ Γνάθαινα πρὸς τὴν Μανίαν ἐλοιδορεῖτο καὶ λέγει « Τί τοῦτο, παῖ, εἰ καὶ λίθον εἶχες; » ῾Υπολαβοῦσ' ἡ Μανία « ῎Εδωκ' ἄν, ἵν' εἶχες, φήσ', ἀποψᾶσθαι, τάλαν. » 42. ῞Οτι δ' ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει· Τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ ὁ παγκρατιαστὴς καὶ συνεῖχ' αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός. ῾Υπο δ' ᾿Αντήνορος μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ' ἠγανάκτησ'. Ἣ δὲ « Μηθέν, φησί, σοί, ψυχή, μελέτω· μαθεῖν γὰρ αἰσθέσθαι θ' ἅμα ᾿Ολυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν <παρὰ πληγὴν> τί δύναταί ποτ' ἤθελον. » Αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα. Δόντος δ' ἐπιστρέψασα μετὰ μικρὸν λέγει « ᾿Αγαμέμνονος παῖ, νῦν ἐκεῖν' ἔξεστί σοι. » Εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας ᾿Αθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ' ὅσον ᾔτησε δούς. Εἰς τὸν <πότον> δ' ἧν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν· βουλόμενος εἶωαι γλαφυρὸς ἀστεῖός θ' ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενος « Πρὸς τῶν θεῶν μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν; » ῾Η Μανία δ' « αὐτόμολος, ὦ βέλτιστ', ἔφη. » Μετὰ ταῦτα δ' ὡς εἰσῆλθε πάλιν ἡ Μανία, τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ' ἔφη αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ. ῾Ο δ' στρατιώτης ὑπό τι <δὴ> σκυθρωπάσας ἀπέπεμψε ταύτην· διαλιποῦσα δ' ἡ ἑταίρα « Μήθεν παρὰ τοῦτο, φησὶ, λυποῦ, φίλατε· οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, μὰ τὴν ᾿Αφροδίτην, ἀλλ' ὁ σοὶ χρήσας τότε. » ᾿Εν συμποσίῳ δ', ὥς φασι, παρὰ τῇ Μανίᾳ παρεδέξατ' αὐτὴν τῶν πονηρῶν τις πάνυ. κᾆθ' ὡς ἐπηρώτησε « Πότερ' ἄνω θέλεις ἔλθοῦσ' ἅμα βαλεῖν ἢ κάτω; » Γελάσασ' « ῎Ανω, βέλτιστε, φησίν. ῾Υπό τι γὰρ δέδοικά σε, μή μου προπεσούσης τοὐμπλόκιον ὑπερτράγῃς. » 43. Καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα ὁ Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι. Γναθαίνης μὲν οὕτως· [Παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ « Ψυχρόν γ' , ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν', ἔχεις. » « Τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτό γ' αἰεὶ δραμάτων ἐμβάλλομεν. »] Πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς ᾿Αφροδισίοις, τιμώμενος μάλιστα τῶν ἐρωμένων (ᾔδει δ' ὑπ' αὐτῆς ἐκτενῶς ἀγαπώμενος) παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα, μύρον, στεφάνους, τραγήματ', ἔριφον, ταινίας, ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ' αὐλητρίδα. Καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου πέμψαντος αὐτῃ χιόνα σαπέδρην θ' ἕνα, αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πόλυ μάλιστα Δίφιλον, μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὀ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν, τὴν χιόνα δ' εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ· τῳ παιδί τ' ἐπέταξ' ἐγχέανθ' ὅσον δέκα κυάθους προσενεγχεῖν Διφῖλῳ ποτήριον. ὑπερηδέως δὲ τὴν κύλικ' ἐκπίων ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος « Νὴ τὴν ᾿Αθηνᾶν καὶ θεοὺς, ψυχρόν γ', ἔφη Γνάθαιν', ἔχεις τὸν λάκκον ὁμολογουμένως. » Ἣ δ' εἶπε « Τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν. » Μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο. Περιλαμβάνουσα δ' αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, « Τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ' ἔφη, τὰ τραύματα; » Κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ' ὢν ἀνείλετ', εἰς πυράν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν. « Νὴ τὴν φίλην Δήμητρα, δικαίως τοιγαρ, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν. » Παρὰ Δεξιθέᾳ δειπνοῦσα θῄταίρᾳ ποτε Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν τῆς Δεξιθέας τῇ μητρί, « Νὴ τὴν ῎Αρτεμιν, εἰ, φησίν, ᾔδει, ἡ Γνάθαινα, τοῦτ' ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι. » ᾿Επεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σοφός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ' ἕκαστον. Εἴτ' ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπῶλην τιν' ἀστεῖον πάνυ τῇ θ' ἡλικίᾳ σφόδρα νέον « Ὦ πρὸς τῶν θεῶν, μειράκιον, ὁ καλός, φησί, πῶς ἵστης; φράσον. » ὃ δὲ μειδιάσας 'Κύβδ', ἔφη, τριωβόλου.' « Τίς δ' οὑπιτρέψων ἐστί σοι, φησίν, τάλαν, ὄντα γ' ἐν ᾿Αθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς; » Στρατοκλῆς δύ' ἐρίφους προῖκ' ἐδίδου τοῖς γνωρίμοις λοπάδας συνάλμους τε συναρτύειν δοκῶν καὶ διψᾶν ὑπολειπόμενοι εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολὰς. Γνάθαινα δ' αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς· « Στρατοκλῆς ἐπ' ἐρίφοις, φησί, χειμῶνας ποιεῖ. » ᾿Ιδοῦσ' ἔφηβον ἡ Γνάθαιν' ἰσχνὸν πάνυ καὶ μέλανα λεπτὸν θ', ὡς ἔοιχ', ὑπερβολῇ καὶ λιπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον, ἔσκωπτεν εἰς ῎Αδωνιν. ᾿Αναγώγως δέ πως τοῦ μειρακίσκου καὶ τυραννικώτερον αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ θυγατρὶ μετ' αὐτῆς συνπρορευομένῃ λέγει· « Δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ... » Λέγουσι Ποντικόν τι μειρακύλλιον ἀναπαυόμενον μετὰ Γναθαίνης ἀξιοῦν πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ αὐτῷ παρασχεῖν· τὴν δὲ τοῦτ' εἰπεῖν « Τάλαν, ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε τἀς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν; » 44. Καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει· Εἰς τὰς ᾿Αθήνας παρεπιδημήσας ξένος σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ' <ὢν> ἐτῶν, Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον μετὰ τῆς Γναθαίνης ἐξ ᾿Αφροδισίου τινός, τό τ' εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον τῆς νυκτός. ῾Η Γνάθαινα δ' εἰς τὴν πορφύραν καὶ τὰ δόρατ' ἀποβλέψασα δραχμὰς χιλίας ἔταξεν. Ὃ δ' ἄφνω καιρίμην πληγεὶς « Παπαῖ, ζωγρεῖς, γύναι, φήσ', ἕνεκα τοῦ στρατιωτικοῦ· μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ καὶ στρῶσον ἡμῖν ἔνδον. » Ἣ δ' ἐπιδέξιον βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο, εἶπεν δέ· «..... δὸς ὅσον ἐπιθυμεῖς, πάτερ· οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθ' ὅτι εἰς νύκτ' ἀποδώσεις τῳ θυγατρίῳ μου διπλοῦν. » ᾿Εν ταῖς ᾿Αθήναις χαλκοτύπος σφόδρ' εὐφυής, καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν οὐκέτι θ' ἑταιρεῖν ὑπομενούσης διὰ τό πως τὸν ᾿Ανδρόνικον ἡδέως αὐτῆς ἔχειν τὸν ὑποκριτήν· τότε δ' ὄντος ἐν ἀποδημίᾳ, ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον, οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον. ᾿Ανάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς ἐν σκυτοτομείῳ μετά τινων καθήμενος κατεσχόλαξε τῆς Γναθαινίου λέγων, ἑτέρῳ τρόπῳ μὲν μὴ συγγεγενῆσθαι μηδενί, ἑξῆς καθιππάσθαι, δ' ὑπ' αὐτῆς πεντάκις. Μετὰ ταῦτ' ἀκούσας ᾿Ανδρόνικος τὸ γεγονὸς ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος ... πικρῶς τε λοιδορούμενος παρὰ τὸν πότον ταῦτ' ἔλεγε τῇ Γναθαινίῳ, αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι τούτου παρ' αὐτῆς μηδέποτε τοῦ σχήματος, ἐν τῷδε δ' ἑτέρους ἐντρυφᾶν μαστιγίας. Ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνον· « Περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον· διὰ τοῦθ' ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, ἐφιλοσόφησά θ', ἵν' ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος. » ῎Επειτα, φασί, τῆς Γναθαινίου ποτὲ τὸν ᾿Ανδρόνικον οὐ θελούσης παρὰ πότον φιλεῖν, καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί, ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν, ἔπειθε πῶς « Οὐχ ὁρᾷς, Γνάθαιν', ἔφη, ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένων; » ῾Η γραῦς δ' ἀγανακτήσασα « Τάλαν, ἔφη, τέκνοι περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει. » Ἣ δ' εἶπε « Μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας τὸν κοῖλον ῎Αργος δωρεὰν θέλοντ' ἔχειν. » Πανηγύρεως οὔσης ποθ' ἡ Γναθαίνιον εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν εὐτελῶς ἐπ' ἀστράβης, τὰ πάντ' ἔχουσ' ὀνάρια μεθ' ἑαυτῆς τρία καὶ τρεῖς θεραπαίνας καὶ νέαν τιθὴν μίαν. ῎Επειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττῶμένων· ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως, ἀλλὰ στενοχωρῶν εἶπεν « Ὦ τρισάθλιε ὀνηλάτ' εἰ μὴ θᾶττον ἐκατήσῃ ποτε ἐκ τῆς ὁδου, τὰ γύναια ταυτὶ καταβαλῶ σὺν τοῖς ὀναρίοις, φήσι, καὶ ταῖς ἀστράβαις. » Γναθαίνον δ' εἶπ' « Ὦ τάλαν, μὴ δῆτ', ἄνερ· οὐδέποτε γὰρ τοῦτ' ἐστί σοι πεπραγμένου. » 45. ῾Εξῆς δὲ καὶ ταῦτ' ἀναγράφει· Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ πινακίδα καὶ γραφεῖον ἐξηρτημένον ἔχοντ'· « ᾿Απόκριναι, φησίν, ὦ ποιητά μοι, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ » « ῎Ερρ', αἰσχροποιέ; » Καταπλαγεὶς δ' Εὐριπίδης τὴν τόλμαν αὐτῆς « Σὺ γάρ, ἔφη, τίς εἶ , γύναι; <οὐκ> αἰσχροποιός; » Ἣ δὲ γελάσασ' ἀπεκρίθη « Τί δ' αἰσχρόν, εί μὴ τοῖσι χρωμένοις δοκεῖ; » ῾Η Γλυκέριον λαβοῦσα παρ' ἐραστοῦ τινος Κορίνθιον παράπηχυ καινόν λῄδιον ἔδωκεν εἰς γναφεῖον· εἶτ' ἐπεὶ τέλος ἔδοξ' ἔχειν, πέμψασα τὴν θεραπαινίδα τὸ μισθάριον ἔχουσαν ἐκέλευ' ἀποφέρειν θοἰμάτιον. ῾Ο γναφεὺς δ' εἶπεν· « Ἂν γ' ἐλᾳδίου ταρτημόριά μοι, φησὶ, προσενέγκῃς τρία κόμισαι. Τὸ κωλῦον γάρ ἐστι τοῦτο με. » Ἣ δ' ὡς ἀπήγγειλ', « <Ὦ> τάλαιν', εἶπεν, κακῶν » ἢ Γλυκέρον, « Μέλλει γὰρ ὥσπερ μαινίδας ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον. » ῾Ο τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτ' αὐτὸς εἶχεν. ᾿Επεκαλεῖτο δ' Αἴξ, ὅτι τὸν μέγαν κατέφαγ' ἐραστήν ποτε Θαλλόν· παρεγενήθη γὰρ εἰς τὴν ᾿Αττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας ῾Υμήττιόν τε φορτιούμενος μέλι. Λέγεται δ' ἐκείνην τὴν γυναῖκ' ἐσχηκέναι πυγὴν πάνυ καλήν, ἥν ποτ' ἠξίου λαβεῖν ὁ Δημοφῶν. Ἣ δ' εἶπε γελάσασ' «Εὖ <γ'>, ἵνα Σοφοκλεῖ λαβὼν δῷς, φησί, παρ' ἐμοῦ, φίλτατε. » Καλλιστίου δὲ τῆς ῾Υὸς καλουμένης πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτὲ μητέρα (Κορώνη δ' ἐπεκαλεῖτο τοὔνομα), διέλυεν ἡ Γνάθαιν'. ᾿Ερωτηθεῖσα δὲ τί διαφέρονται « Τί γάρ, ἔφησεν, ἄλλο πλὴν ἄλλ' ἡ Κορώνης, ἕτερ' ἐκείνη μέμφεται. » ῞Ιππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον. Αὕτη δ' ὀψὲ τῆς ὥρας ποτὲ εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα Πτολεμαῖον· εἰώθει δὲ συμπίνειν αἰεὶ αὐτῷ. Λέγει δ' οὖν ὑστεροῦσα παρὰ πολύ. « Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα· ἀλλ' ἐγχεάτω μοι τέτταρας κοτύλας ἔπειτα εἰς τὴν μεγάλην. » ῎Επειτεν ὁ βασιλεὺς λέγει· « Εἰς τὴν λεκάνην μὲν οὖν· δοκεῖς γάρ μοι πολύν, ῞Ιππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι. » Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν· κἄπειτεν αἰτήσασαν αὐτον μνᾶν μίαν ὁ Μοίριχος « Μέγ', εἶπεν· οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί; » «Περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὐ βινητιάσω, καὶ τοσοῦτον λήψομαι. » Νικὼ τὴν Αἶγα, Πύθωνός τινος αὐτήν ποτ' ἀπολιπόντος, Εὔαδριν δὲ τὴν παχεῖαν ἀναλαβόντος, εἶπεν ὕστερον μεταπεμπομένου ποθ', ὡς ἔοικ', αὐτήν, λέγειν πρὸς τὸν μετιόντα παῖδα· « Πύθων, φήσ' ἐπεὶ ἤδη διάμεστος τῶν ὑείων ἐγένετο ἐπ' αἴγει οἷός ἐστιν ἀνακάμπτειν πάλιν; » 46. Μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνος εἰρημένων. Αἱ γὰρ καλαὶ ἡμῶν ᾿Αθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. ᾿Αναγέγραφε γοῦν ᾿Αριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ λε', ᾿Απολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δὲ πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ ᾿Αριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε, .... τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην· αὕτη δὲ ἦν γναφέως θυγάθηρ. ῎Αγραφοι δ' εἰσὶν αὐτῷ Μεγίστη, ᾿Αγαλλίς, Θαυμάριον, Θεόκλεια (αὕτη δ' ἐπεκαλεῖτο Κορώνη, Ληναιτόκυστος, ῎Αστρα, Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς. Τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται, Δίφιλος ὁ κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς ᾿Απομνημονεύμασιν ἱστορεῖ. ᾿Εν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον ἐλθεῖν πρὸς τὴν Γνάθαιναν. Κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, ἣ δὲ « τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις; » Σφόδρα δ' ἧν εὔθικτος πρὸς τὰς ἀποκρίσεις ἡ Γνάθαινα. Καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ' αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι· διόπερ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν. Κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις, ὑποτυχοῦσα ἡ Γλυκέρα « Τὴν αὐτήν, ἐφη, ἔχομεν αἰτίαν, ὦ Στίλιπων. Σέ τε γὰρ λέγουσιν διαφθείρειν τοὺς ἐντυγχάνοντάς σοι ἀνωφελῆ καὶ ἐριστικὰ σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως. Μηθὲν οὖν διαφέρειν ἐπιτριβουμένοις καὶ κακῶς πάσχουσιν [ἢ] μετὰ φιλοσόφου ζῆν ἢ ἑταίρας. » Κατὰ γὰρ ᾿Αγάθωνα Γυνὴ τὸ σῶμα δι' ἀργίαν ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ. 47. Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραφεν ὁ Λυγκεύς. Παρασίτου γάρ τινος ὑπο γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, « Χαριέντως γ', ἔφη, ὦ νεανίσκε, τὸ σωμάτιον διάκεισαι. » « Τί οὖν οἶει, εἰ μὴ ἐδευτεροποίτουν; » « Τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες. » Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, « ῾Ο λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν. » Ἐπιδόντος δέ τινος οἶνον ἐν ψυκτηριδίῳ μικρὸν καὶ εἰπόντος ὅτι ἑκκαιδεκαέτης, « Μικρός γε, ἔφη, ὡς τοσούτον ἐτῶν. » Νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον « Θάρρει, παιδίον· οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλ' ἀργυρίτης. » ῾Ως δ' ὁ τὴν μνᾶν τῇ θυγατρὶ δοὺς αὐτῆς οὐδὲν ἐτι ἐφερεν, ἀλλ' έφοίτα μόνον, « Παιδίον, ἐφη, ὤσπερ πρὸς Ἱππόμαχον τὸν παιδοτρίβην μνᾶν δοὺς οἶει αἰεὶ φοιτήσειν; » Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇ « Εἱ δὲ λίθον, έφη, εἶχες », « Ἀποψήσασθαι ἄν σοι ἔδωκα. » Ἐτύγχανεν δὲ ἣ μὲν αἰτίαν ἐχουσα λιθιᾶν, ἣ δὲ κοιλίαν προπετεστέραν ἔχειν. Τῶν δὲ πινόντων παρ᾽ αὐτῇ συμβαλλομένων εἰς βολροφακῆν καὶ τῆς παιδίσκης έν τῷ καθαίρειν εἰς τὸν κόλπον έμβαλλομένης τῶν φακῶν, ἡ Γνάθαινα ἔφη « Κολποφακῆν διανοεῖται ποιεῖν » ᾽Ανδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ' ἀγῶνός τινος, έν ᾧ τοὺς ᾽Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παρ᾽ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τήν Γνάθαιναν προαναλῶσαι « Ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον, » Πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμευον ὅτι παραγέγονεν ἀφ' ῾Ελλησπόντου « Πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν έκεῖ; » Τοῦ δ' είπόντος « Εἰς ποίαν; » « Εἰς Σίγειον » εἶπεν, Εἰσελθόντος δέ τινος ὡς αὐτὴν καὶ ἰδόντος έπί τινος ἀγγείου ᾠὰ εἰπόντος τε « Ὠμὰ ταῦτα, Γνάθαινα, ἢ ἑφθά; » « Ἔγχαλκα, ἔφη, παιδίον. » Χαιρεφῶντος ὸ ἀκλήτου έπὶ δεῖπνον έλθόντος, προπιοῦσα ποτήριον αὐτῷ ἡ Γνάθαινα « Λαβέ, ἔφησεν, ὑπερήφανε. » Καὶ ὃς « Ἐγὼ ὑπερήφανος; » « Τίς δὲ μᾶλλον », εἷπεν ἡ Γνάθαινα, « Ὃς οὐδὲ καλούμενος ἐρχῃ; » Νικὼ δὲ ἡ Αἰξ έπικαλουμένη, φησὶν ὁ Λυγκεύς, παρασίτου τινὸς ἀπαντήσαντος λεπτοῦ έξ ἀρρωστίας, « Ὡς ίσχνός » ἔφη. « Τί γὰρ οἴει με έν τρισὶν ἡμέραις καταβεβρωκέναι; » « Ἤτοι τήν λήκυθον, ἔφη, ἢ τὰ ὑποδήματα. » 48. Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, « Καὶ γὰρ σύ, φησί, σαυτὸν ἐδωκας οὗ ψῆφοι εἰσίν. » Διαπηδῶντος δ' αὐτοῦ ἐπὶ τὴν πλησίον κλινην « Πρόσεχε, φησί, μὴ ἀνατραπῇς. » Τοῦτο ἱστορεῖ ᾽Ηγήσανδρος. ᾽Αριστόδημος δ' ἐν δευτέρῳ Γελοίων ᾽Απομνημονευμάτων ῾Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας· ἀναγωγότέρον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος « Πῶς; ἔφησεν· ἢ ὅτι δύο ποταμοὶ έμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; » Ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν έραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάφειν τὴν οἰκίαν· ἐνηνοχέναι γὰρ δικέλλας <καὶ> ἄμας, « Εἰ ταῦτ' εἰχεθ᾽ ὑμεῖς, » εἶπεν ἡ Γνάθαινα, « ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε, » Ἐμμελής δ' ἦν πάνυ ἡ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι· ἥτις καὶ νόμον συσσιτικὸν συνέγραφεν, καθ' ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συυταξαμένων φιλοσόφων. Ἀνέγραψε δ' αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο· « Ὁδε ὁ νόμος ἴσος ἐγράφη καὶ ὅμοιος, » στίχων τριακοσίων εἴκοσι τριῶν. 49. Καλλίστιον δὲ τήν έπικληθεῖσαν Πτωχελένην μαστιγίας έμισθώσατο. Θέρους δὲ ὄντος ἐπεὶ γυμνὸς κατέκειτο, τοὺς τύπους τῶν πληγῶν ἰδοῦσα « Πόθεν οὗτοι, τάλαν; » εἶπε. Καὶ ὃς « Παιδὸς ὄντος μου ζωμὸς κατεχύθη. » Ἣ δὲ « Δηλαδή μόσχειος. » Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῤοφῆσαι· ὃ δ᾽ « Οὐ θέλω » εἶπεν, ἦν γὰρ έφεστηκυῖα γραῦς αὐτῷ. Ἣ δὲ « Ἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ. » Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λεγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δἐ κατασκευάσαι, « Ἀπολεῖς, ἔφη, ἐκάστου τὸ ἴδιον. » Λεόντιον κατακειμένη μετ' ἐραστοῦ, έπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν, ὡς δ' ἐπιστρέφας ὁ γνώριμος αὐτήν ἠρώτησε τί λυπεῖται, « Ἡ ὑστερα με λυπεῖ » ἐφη. Πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. Ἣ δ' « Οὐ δύναμαι » εἶπε· « πηλός έστι. » Θαὶς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεὶ τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν· « Αἰγεῖ συνοικήοουσα τῷ Πανδίονος. » Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνην « Λαβέ, εἶπε, καὶ, ταῦτα τράγε. » Πέμφαντος δέ τινος αὐτῇ τῶν γνωρίμων οἶνον χρηστὸν μέν, ὀλίγον δέ, καὶ λέγοντος ὅτι δεκαέτης ἐστίν, « Μικρὸς ὡς πολλῶν ἐτῶν » ἔφη. Ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, εἶπεν « Ὅτι φυχαγωγοῦσιν. » Μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθ' ὑπόκρισιν έσκυθρώπαων. Ἐπερωτήσαντος δὲ τὴν αἰτίαν « Ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις. » Φιλάργυρος δέ τις ἐραστἠς ὑποκοριβόμενος αὐτὴν εἶπεν « Ἀφροδίσιον εἶ Πραξιτέλους· » Ἣ δὲ « Σὺ δ' Ἔρως Φειδίου. » 50. Ἐπεὶ δὲ καὶ τῶν πολιτικῶν οἶδά τινας μνημονεύοντας αὐτῶν ἢ κατηγοροῦντας ἢ ἀπολογουμένους, μνησθήσομαι καὶ τούτων. Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ ᾽Ανδροτίωνος Σινώπης μέμνηται καὶ Φανοστράτης. Καὶ περὶ μὲν τῆς Σινώπης ῾Ηρόδικος ὁ Κρατήτειος ἐν ς' Κωμῳδουμένων φησὶν ὅτι Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. Μνημονεύει δ' αὐτῆς ᾽Αντιφάνης ἐν ᾽Αρκάδι καὶ ἐν Κηπουρῷ, ἐν ᾽Ακεστρίᾳ, ἐν ῾Αλιευομένῃ, ἐν Νεοττίδι, καὶ Ἄλεξις ἐν Κλεορουλίνῃ καὶ Καλλικράτης ἐν Μοσχίωνι. Περὶ δὲ τῆς Φανοστράτης ᾽Απολλόδωρός φησιν έν τῷ περὶ τῶν ᾽Αθήνησιν ῾Εταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Ὑπερείδης δ' ἐν τῷ κατὰ ᾽Αρισταγόρας φησί « Καὶ πάλιν τὰς ᾽Αφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε. » Ἑταιρῶν ἐπωνυμίαι αἱ ἀφύαι, περὶ ὧν ὁ προειρημένος ᾽Απολλόδωρός φησι· « Σταγόνιον καὶ Ἄνθις ἀδελφαί· αὗται ᾽Αφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον. » ᾽Αντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα φησὶν ᾽Αφύην κληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν. Ὁ δ' αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αίκίας περὶ Γλυκέρας τάδε λέγει · « Ἄγων Γλυκέραν τε τὴν Θαλασσίδος, ζεῦγος ἔχων. » Ἄδηλον εἰ αὕτη ἐστὶν ἡ ῾Αρπάλῳ συνοῦσα· περὶ ἦς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον ὁ Ἅρπαλος μετέπέμψατο τὴν Γλυκέραν ᾽Αθήνηθεν· ἣν καὶ έλθοῦσαν οἰεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλῆθους βασίλισσαν προσαγορευομένην· Ἀπειρῆσθαι τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. Ἐν Ῥωσσῷ δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς ἱστάναι τολμῆσαι παρὰ τὴν έαυτοῦ. Τὰ ὅμοια δ' εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς περὶ ᾽Αλέξανδρον ῾Ιστορίαις. Ὁ δὲ γράψας τὸν ᾽Αγῆνα τὸ σατυρικὸν δραμάτιον, εἶτε Πύθων ἐστὶν ὁ Καταναῖος ἢ αὐτὸς ό βασιλεὺς, ᾽Αλέξανδρος, φησίν· Καὶ μὴν ἀκούω μυριάδας τὸν ῞Αρπαλον αὐτοῖσι τῶν ᾽Αγῆνος οὐκ ἐλάπονας σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι. Β. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἐσται δ' ἴσως αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών. 51. Λυσίας δ' ἐν τῷ πρὸς Λαίδα, εἴ [γε] γνήσιος ὁ λόγος, τούτων μνημονεύει· « Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἐτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια. » Μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς ᾽Ανθείας ῎Αντειαν. Οὐ γὰρ εὑρίσκομεν παρ' οὐδενὶ Ἄνθειαν άναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ ᾽Αντείας καὶ ὅλον δρᾶμα ἐκιγραφόμενον, ὡς προεῖπον, Εὐνίκου ἢ Φιλυλλίου ῎Αντειά ἐστιν. Καὶ ὁ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς. Ἐν δὲ τῷ κατὰ Φιλωνίδου βιαίων ό Λυσίας, εἰ γνήσιος ὁ λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται, κἀν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν (᾽Αντικύρας). Ἐπώνυμον ἐστὶ τοῦτο ἑταίρας· τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστσφάνης εἴρηκεν έν τῷ περὶ Ἑταιρῶν, ᾽Αντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ἢ ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος [καὶ] ἀποθντήσκων κατέλιπεν αὐτῇ πολὺν έλλέβορον, ἄλλο δὲ οὐδέν. Καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους Εἰρηνίδος έταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει. Ναννίου δὲ ὙπερεΙδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους. Αὕτη δὲ ὅτι Αἴξ ἐπεκαλεῖτο προείπομεν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι, ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδ' εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδ' ὅλως ᾽Αθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος. Ἀλλ' ὅ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως· Ἑωθινὸς γάρ, πρίν τιν' αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν. Μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως· Νάννιον δὲ μαίνεται ἐπὶ τῷ Διονύσῳ, κωμῳδῶν αὐτήν ὡς μέθυσον. Μένανδρος δ' ἐν Ψευδηρακλεῖ φησιν·. Οὐκ ἐπείρα Νάννιον; ᾽Αντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν « Προσκήνιον, φησίν, ἐπεκαλεῖτο ἡ Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ έχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, έκδῦσα δὲ ἦν αἰσχροτάτη. Ἦν δὲ Κορώνης τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα. » Καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει έν τῷ κατὰ Πατροκλέους. Περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον ᾽ΑΘηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ένδοξοτάτης ὀνόματι κεχρημένην· ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων έν τοῖς περὶ Ἀκροπόλεως. 52 Καὶ Ὠκίμου δὲ τῆς έμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ ᾽Αρισταγόρας β' λέγων οὕτως· « Ὥστε Λαὶς μὲν ἡ δοκοῦσα τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα...» Νικόστρατος δὲ ὁ τῆς μέσης κωμῳδίας ποιητὴς έν Πανδρόσῳ οὑτωσὶ λέγων· Ἔπειτα τῆς αὐτῆς ὁδοῦ πρὸς ᾽Αερόπην ἐλθοῦσα πέμψαι στρώματα αὐτὴν κέλευε, φησί, καὶ παρ' Ὠκίμου χαλκώματα. Μένανδρος δ' ἐν Κόλακι τάσδε καταλέγει έταίρας· Χρυσίδα, Κορώνην, ᾽Αντίκυραν, ᾽Ισχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα. Φιλέταιρος ἐν Χυναγίδι· οὐχὶ Κερκώπη μὲν ἤδη γέγον' ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία; Θεολύτην δ' (οὐδ᾽) οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο. Οὐχὶ Λαὶς μὲν τελευτῶσ' ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω· περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει. Θεόφιλος Φιλαύλῳ· τοῦ μή ποτ' αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα φερόμενον ἢ Μηκωνίδ' ἢ Σισύμβριον ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά, ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί, ἢ Ναύσιον ἢ Μαλθάκην. » 53. Τοσαῦτ' εἰπὼν μετά τινος τροχιλίας ὁ Μυρτίλος « Μή τι τοιοῦτοι ὑμεῖς οἱ φιλόσοφοι, ἔφη, οἱ καὶ πρὸ τῶν Ἡδονικῶν καλουμένων αὐτοὶ τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που ό Ἐρατοσθένης ἔφη. Κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων· ἐπ' ἄλλο δ' εἶδος μεταβήσομαι λόγων. Καὶ πρῶτον μὲν μνησθήσομαι τοῦ φιλαληθεστάτου ᾽Επικούρου· ὅστις έγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος· « Μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι. » Ὅθεν αὐτὸν καὶ ὁ Τίμων φησὶν Γραμμοδιδασκαλίδην, ἀναγωγότατον ζωόντων. Οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἷχεν ἐρωμένην τὴν ἐπὶ έταιρείᾳ διαβόητον γενομένην; ἣ δὲ οὐδ' ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστ' ἐκεῖνον πολλἠν φροντίδα ποιούμενον αὐτῆς τοῦτ' ἐμφανίζειν διὰ τῶν πρὸς ῞Ερμαρχον Ἐπιστολῶν. 54. Λαίδος τε τῆς ἐξ Ὑκκάρων (πόλις δ' αὕτη Σικελική, άφ' ἦς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων ἐν τῷ ἕκτῳ τῶν πρὸς Τίμαιον· ἦς καὶ Ἀρστιππος ἤρα καὶ Δημοσθένης ὁ ῥήτωρ Διογένης τε ὁ κύων. ᾗ καὶ ᾽Αφροδίτη ἡ ἐν Κορίνθῳ ἡ Μελαινὶς καλουμένη νυκτὸς ἐπιφαινομένη ἐμήνυεν ἐραστῶν ἔφοδον πολυταλάντων) οὐχ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ ᾽Αρισταγόρας δευτέρῳ; ᾽Απελλῆς δὲ ὁ ζωγράφος ἔτι παρθένον οὖσαν τὴν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης ὑδροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος ἤγαγέν ποτε αὐτήν εἰς φίλων συμπόσιον. Χλευασάντων δ' αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ' ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι, « Μὴ θαυμάσητε, εἶπεν· ἐγὼ γὰρ αὐτὴν εἰς μέλλουσαν ἀπόλαυσιν μετ' οὐδ' ὅλην τριετίαν καλὴν δείξω. » Τὸ δ' αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ Θεοδότης τῆς ᾽Αθηναίας, ὥς φησι Ξενοφῶν ἐν ᾽Απομνημονεύμασιν· « Ὅτι δὲ καλλίστη εἴη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός <τινος>, « Ἰτέον ἡμῖν, ἐφη, θεασομένοις τὴν γυναῖκα· οὐ γὰρ δὴ ἀκούουσιν ἔστιν κρῖναι τὸ κάλλος. » Οὕτω δ' ἦν [ἡ Δαὶς] καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα. Διαζηλοτυπουμένη δέ ποτε ἡ Λαὶς Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον ἢ πένητα οὐδ' ὑβριστικῶς αὐτοῖς χρωμένη. 55. ᾽Αρίστιππος δὲ κατ' ἔτος δύο μῆνας συνδιημερέυεν αὐτῇ ἐν Αἰγινῃ τοῖς Ποσειδωνίοις· καὶ ὀνειδιζόμενος ὑπὸ οἰκέτου, ὅτι « Σὺ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδως, ἣ δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται », ἀπεκρίνατο « Ἐγὼ Λαίδι χορηγῶ πολλά, ἵνα αὐτὸς αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλος. » Τοῦ δὲ Διογένους εἰπόντος αὐτῷ· « Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ. Ἢ κύνιζε οὖν, ὡς έγώ, ἢ πέπαυσο » - καὶ ό Αρίστιππος « Ἆρά γε μή τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκιαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι; » « Οὐ γάρ » ἔφη. « Τί δὲ ναῦν ἐν ᾗ πολλοὶ πεπλεύκασιν; » « οὐδὲ τοῦτο » ἐφη. « Οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν ᾖ πολλοὶ κέχρηνται. » Νυμφόδωρος δ' ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν έν Σικελίᾳ Θαυμαζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τήν Λαίδα. Στράττις δ' ἐν Μακεδόσιν ἢ Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων· Εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες; Β. Νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ Κορίνθιαι· Λαὶς μὲν ἡδὶ Μεγακλέους. Τίμαιος δ' ἐν τῇ τρισκαιδεκάτῃ τῶν ῾Ιστοριῶν ἐξ Ὑκκάρων· καθὰ καὶ Πολέμων εἴηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν [ταῖς] ξυλίναις χελώναις τυπτομένην ἐν ᾽Αφροδίτης ἱερῷ. Διὸ καὶ τὸ τέμενος κληθῆναι άνοσίας ᾽Αφροδίτης. Δείκνυσθαι δ' αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ έπίγραμμα τόδε· Τῆσδέ ποθ' ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκήν Ἑλλὰς δουλώθη κάλλεος ἰσοθέου, Λαίδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος· κεῖται δ' ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις. Αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ. 56. ᾽Αριστοτέλης δ' ὁ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις. Ὁ δὲ καλὸς ἡμῶν Πλάτων οὐκ ᾽Αρχεάνασσαν τὴν Κολοφωνίαν ἑταίραν ἠγάπα; ὡς καὶ ᾄδειν εἰς αὐτὴν τάδε· ᾽Αρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην, ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως. Ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπόρου, δι' ὅσης ἤλθετε πυρκαιῆς. Περικλῆς δὲ ὁ Ολύμπιος, ὥς φησι Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, οὐχ ἕνεκεν ᾽Ασπασίας - οὐ τῆς νεωτέρας ἀλλὰ τῆς Σωκράτει τῷ σοφῷ συγγενομένης - καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ πολιτικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν Ἑλλάδα; ἦν δ' οὗτος <ὁ> ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής· ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμρροτος ὁ Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτᾡ χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγραφομένῳ περὶ Θεμιστοκλέους καὶ Θουκυδίου καὶ Περικλέους. ᾽Αντισθένης δ' ὁ Σωκρατικὸς ἐρασθέντα φησὶν αὐτὸν ᾽Ασπασίας δὶς τῆς ἡμέρας εἰσιόντα καὶ ἐξιόντα ἀπ' αὐτῆς ἀσπάζεσθαι τὴν ἄνθρωπον, καὶ φευγούσης ποτὲ αὐτῆς γραφὴν ἀσεβείας λέγων ὑπὲρ αὑτῆς πλείονα έδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου καὶ τῆς οὐσίας ἐκινδύνευε. Καὶ Κίμωνος δ' Ἐλπινίκῃ τῇ ἀδελφῇ παρανόμως συνόντος, εἶθ' ὕστερον ἐκδοθείσης Καλλίᾳ, καὶ φυγαδευθέντος μισθὸν ἔλαβε τῆς καθόδου αὐτοῦ ὁ Περικλῆς τὸ τῇ Ἐλπινίκῃ μιχθῆναι. Πυθαίνέτος δ' ἐν τριτῳ περὶ Αἰγίνης Περίανδρόν φησιν ἐξ ᾽Επιδαύρου τὴν Προκλέους θυγατἑρα Μέλισσαν ἰδόντα Πελοποννησιακῶς ἠσθημένην (ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν καὶ ᾠνοχοει τοῖς ἐργαζομένοις) ἐρασθέντα γῆμαι. Πύρρου δὲ τοῦ Ἠπειρωτῶν βασιλέως, ὃς ἦν τρίτος ἀπὸ Πύρρου τοῦ ἐπ' Ἰταλίαν στρατεύσαντος, ἐρωμένη ἦν Τίγρις ἡ Λευκαδία· ἣν ᾽Ολυμπιὰς ἡ τοῦ νεανίσκου μήτηρ φαρμάκοις ἀπέκτεινεν. » 57. Καὶ ὁ Οὐλπιανόύς, ὥσπερ ἕρμαιόν τι, ἔτι λαλοῦντος τοῦ Μυρτίλου ἔφη, εἰ ἔχομεν ἀρρενικῶς εἰρημένον τὸν τίγριν. « Φιλήμονα γὰρ οἷδα τοῦτ' εἰρηκότα ἐν Νεαίρᾳ· Ὥσπερ Σέλευκος δεῦρ' ἔπεμφε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει [τι] ἡμᾶς παρ' ἡμῶν ἀντιπέμψαι θηρίον τρυγέραυον· οὐ γὰρ γίγνεται τοῦτ' αὐτόθι. » Πρὸς ὃν ὁ Μυρτίλος ἔφη· « Ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμὲνοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείιτου Ἠοίους ἢ τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου ἢ Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, « Φοῖνιξ ἄττα γεραιέ. » Μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις έν Πυραύνῳ οὕτως· Ἄνοιγ᾽, ἄνοιγε τὴν θύραν· ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις. Ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἐνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν [περὶ] τῶν καλῶν γυναικῶν κατάλογον. 58. Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως· « Ἐπαμινώνδας δ' ὁ Θηβαῖος σεμνότερον μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς ὁμιλίας ἐσφάλλετο τὴν γνώμην, εἴ τις θέωροίη τὰ πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα. » Ὑπερείδης δ' ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν ὑἱὸν ἀποβαλὼν Γλαύκιππον Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν ἀνέλαβε, καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν Πειραιεῖ δὲ Ἀρισταγόραν, Φίλαν δ' ἐν Ἐλευσῖνι, ἣν πολλῶν ὠνησάμενος χρημάτων εἶχεν ἐλευθερώσας, ὕστερον δὲ καὶ οἰκουρὸν αὐτήν ἐποιήσατο, ὡς ᾽Ιδομενεὺς ἱστορεῖ. Ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερεί δης ὁμολογῶν ἐρᾶν τῆς γυναικὸς καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλαγμένος τὴν προειρημένην Μυρρίνην εἰς τὴν οἰκίαν εἰσήγαγεν. 59. Ἦν δ' ἡ Φρύνη ἐκ Θεσπιῶν. Κρινομένη δὲ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν · Διόπερ ὀργισθεὶς ὁ Εὐθίας οὐκ ἔτι εἶπεν ἄλλην δίκην, ὥς φησι ῞Επρμιππος. ῾Ο δὲ ῾Υπερείδης συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι, παραγαγὼν αὐτὴν εἰς τοὐμφρανὲς καὶ περιρήξας τοὺς χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογικοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπερρητόρευσεν δεισιδαιμονῆσαί τε ἐποίησεν τοὺς δικαστὰς τὴν ὑποφῆτιν καὶ ζάκορον ᾿Αφροδίτης ἐλέῳ χαρισαμένους μὴ ἀποκτεῖναι. Καὶ ἀφεσθείσης ἐγράφη μετὰ ταῦτα ψήφισμα, μηδένα οἰκτίζεσθαι τῶν λεγόντων ὑπέρ τινος μηδὲ βλεπόμενον τὸν κατηγορούμενον ἢ τὴν κατηγορουμένην κρίνεσθαι. Ἦν δὲ ὄντως μᾶλλον ἡ Φρύνη καλὴ ἐν τοῖς μὴ βλεπομένοις. Διόπερ οὐδὲ ῥᾳδίως ἦν αὐτὴν ἰδεῖν γυμνήν· ἐχέσαρκον γὰρ χιτώνιον ἠμπείχετο καὶ τοῖς δημοσίοις οὐκ ἐχρῆτο βαλανείοις. Τῇ δὲ τῶν ᾿Ελευσινίων πανηγύρει καὶ τῇ τῶν Ποσειδωνίων ἐν ὄψει τῶν Πανελλήνων πάντων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰς κόμας ἐνέβαινε θαλάττῃ· καὶ ἀπ' αὐτῆς ᾿Απελλῆς τὴν ᾿Αναδυομένην ᾿Αφροδίτην ἀπεγράψατο. Καὶ Πραξιτέλης δὲ ὁ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν ᾿Αφροδίτην ἀπ' αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ ῎Ερωτος βάσει τῇ ὑπὸ τὴν σκηνὴν τοῦ θεάτρου ἐπέγραψε · Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν ῎Ερωτα, ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. Φίλτρα δὲ βάλλω οὐκέτ' ὀιστεύων, ἀλλ' ἀτενιζόμενος. ᾿Εκλογὴν δὲ αὐτῇ τῶν ἀγαλμάτων ἔδωκεν, εἴτε τὸν ῎Ερωτα θέλοι λαβεῖν εἴτε τὸν ἐπὶ Τριπόδων Σάτυρον. Ἣ δὲ ἑλομένη τὸν ῎Ερωτα ἀνέθηκεν αὐτὸν ἐν Θεσπιαῖς. Αὐτῆς δὲ τῆς Φρύνης οἱ περικτίονες ἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ · Κατεσκεύασε δ' αὐτὸν Πραξιτέλης. Ὃν καὶ θεασάμενος Κράτης ὁ κυνικὸς ἔφη τῆς τῶν ῾Ελλήνων ἀκρασίας ἀνάθημα. Ἕστηκε δὲ καὶ ἡ εἰκὼν αὕτη μέση τῆς ᾿Αρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως καὶ τῆς Φιλίππου τοῦ ᾿Αμύντου, ἔχουσα ἐπιγραφὴν « Φρύνη ᾿Επικλέους Θεσπική », ὥς φησιν ᾿Αλκέτας ἐν β' περὶ τῶν ἐν Δελφοῖς ᾿Αναθημάτων. 60. ᾿Απολλόδωρος δ' ἐν τῷ περὶ ῾Εταιρῶν δύο ἀναγράφει Φρύνας γεγονέναι, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. ῾Ηρόδικος δὲ ἐν ἕκτῳ Κωμῳδουμένων τὴν μὲν παρὰ τοῖς ῥήτορσί φησιν ὀνομαζομένην Σηστὸν καλεῖσθαι διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ᾿Επλούτει δὲ σφόδρα ἡ Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτι « ᾿Αλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἡ ἑταίρα », ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ ῾Εταιρῶν. Εἴρηκεν δὲ περὶ τοῦ πλούτου αὐτῆς Τιμοκλῆς ὁ κωμικὸς ἐν Νεαίριᾳ - πρόκειται τὸ μαρτύριον - καὶ ῎Αμφις ἐν Κουρίδι. Παρεσίτει δὲ τῇ Φρύνῃ Γρυλλίων εἷς ὢν τῶν ᾿Αρεοπαγιτῶν, ὡς καὶ Σάτυρος ὁ ᾿Ολύνθιος ὑποκριτὴς Παμφίλῃ. ᾿Αριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην. Οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ' αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς ᾿Αναξιμένους φησὶν εἶναι. Ποσείδιππος δ' ὁ κωμικὸς ἐν ᾿Εφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς · Φρύνη ποθ' ἡμῶν γέγονεν ἐπιφανεστάτη πολὺ τῶν ἑταιρῶν. Καὶ γὰρ εἰ νεωτέρα τῶν τότε χρόνων εἶ, τόν γ' ἀγῶν' ἀκήκοας. Βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος... καὶ τῶν δικαστῶν καθ' ἕνα δεξιουμένη μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.


 61-80 


 61. ῎Ιστε δὲ ὅτι καὶ Δημάδης ὁ ῥήτωρ ἐξ αὐλητρίδος ἑταίρας ἐπαιδοποιήσατο Δήμέαν · ὃν φρυαττόμενόν ποτε ἐπι τοῦ βήματος ἐπεστόμισεν ῾Υπερείδης εἰπών · « Οὐ σιωπήσῃ, μεικάριον, μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα; » καὶ Βίων δ' ὁ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς ᾿Ολυμπίας Λακαίνης, ὥς φησι Νικίας ὁ Νικαιεὺς ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς. Σοφοκλῆς δ' ὁ τραγῳδιοποιὸς ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος τῆς ἑταίρας. ᾿Ικετεύων οὖν τὴν ᾿Αφροδίτην φησίν· Κλῦθί μευ εὐχομένου, Κουροτρόφε · δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν, ἣ δ' ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὀς δὲ μενοινᾷ. Ταῦτα μέν ἐστιν ἐκ τῶν εἰς ῞Ομηρον ἀναφερομένων. Τῆς δὲ Θεωρίδος μνημονεύει λέγων ἔν τινι στασίμῳ οὕτως · φίλη γὰρ ἡ Θεωρίς. ᾿Επὶ δὲ δυσμαῖς ὢν τοῦ βίου, ὥς φησιν ῾Ηγήσανδρος, ᾿Αρχίππην ἠγάπησεν τὴν ἑταίραν καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. ῞Οτι δὲ γηραιῷ ὄντι τῷ Σοφοκλεῖ συνῆν ἡ ᾿Αρχίππη, ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης ἐρωτώμενος ὑπό τινος τί πράττει ᾿Αρχίππη χαριέντως ἔφη · « Ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφον κάθηται. » 62. ᾿Αλλὰ μὴν καὶ ᾿Ισοκράτης ὁ τῶν ῥητόρων αἰδημονέστατος Μετάνειραν εἶχεν ἐρωμένην καὶ καλὴν, ὡς Λυσίας ἱστορεῖ ἐν ταῖς ᾿Επιστολαῖς. Δημοσθένης δ' ἐν τῷ κατὰ Νεαίρας τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι. ῞Ηττητο δἐ καὶ ὁ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν ἐγκώμιον Κέφαλος ὁ ῥήτωρ · καθάπερ καὶ ᾿Αλκιδάμας ὁ ᾿Ελαίτης ὁ Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας. Τὴν δὲ Ναίδα ταύτην Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος ὁ λόγος, ἐρωμένην φησὶ γενέσθαι Φιλωνίδου γράφων ὧδε · « Ἔστιν οὖν γυνὴ ἑταίρα Ναὶς ὄνομα, ἧς ᾿Αρχίας κύριός ἐστιν, ὁ δ' '῾Υμέναιος ἐπιτήδειος, ὁ Φιλωνίδης δ' ἐρᾶν φησι. » Μνημονεύει αὐτῆς καὶ ᾿Αριστοφάνης ἐν τῷ Γηρυτάδῃ. Μήποτε δὲ κἀν τῷ Πλούτῳ ἐν ῷ λέγει · Ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου; Γραπτέον Ναὶς καὶ οὐ Λαίς. ῞Ερμιππος δ' ἐν τῷ περὶ ᾿Ισοκράτους προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν ᾿Ισοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον. Μνημονεύει δ' αὐτῆς Στράττις ἐν τούτοις · Καὶ τὴν Λαγίσκαν τὴν ᾿Ισοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι, τόν τ' αὐλοτρύπην αὐτόν... Καὶ Λυσίας δ' ἐν τῷ κατὰ Λαίδος, εἰ γνήσιος ὁ λόγος, μνημονεύει αὐτῆς, καταλέγων καὶ ἄλλας ἑταίρας ἐν τούτοις. « Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη [καὶ] ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ ῾Ιππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ ῎Ανθεια καὶ ᾿Αριστόκλεια. » 63. Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος. Αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς δι' ἐκείνων ἕλεον ἕξων χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι · ἀλλ' αἰδοῖ τουτ' ἐποίησεν, φεύγων τὴν διαβολήν. ᾿Ακόλαστος δ' ἦν ὁ ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν ᾿Ιδομενεύς. ᾿Αριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου καὶ δι' αὐτὸν παροινήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς. Παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής. Τοιγαροῦν καὶ ὁ γραμματεύς ποτ' αὐτοῦ εἶπε · « Τί δ' ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ μιᾷ νυκτὶ συνέχεεν. » ᾿Αναλαβεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων · ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι. 64. Μυρρίνην δὲ τὴν Σαμίαν ἑταίραν Δημήτριος εἶχεν ὁ βασιλεὺς ὁ τῆς διαδοχῆς τελευταῖος καὶ ἔξω τοῦ διαδήματος κοινωνὸν εἶχε τῆς βασιλείας, ὥς φησιν Νικόλαος ὁ Δαμασκηνός. Πτολεμαῖός τε ὁ τὴν ἐν ᾿Εφέσῳ διέπων φρουρὰν υἱὸς ὢν τοῦ Φιλαδέλφου βασιλέως Εἰρήνην εἶχε τὴν ἑταίραν, ἥτις ὑπὸ Θρᾳκῶν ἐν ᾿Εφέσῳ ἐπιβουλευομένου τοῦ Πτολεμαίου καὶ καταφυγόντος εἰς τὀ τῆς ᾿Αρτέμιδος ἱερὸν συγκατέφυγεν · καὶ ἀποκτεινάντων αὐτὸν ἐκείνων ἡ Εἰρήνη ἐχομένη τῶν ῥόπτρων τῶν θυρῶν τοῦ ἱέρου ἐπέρραινεν τοῦ αἵμματος τοῖς βωμοῖς, ἕως καὶ αὐτὴν κατέσφαξαν. Δανάην δὲ τὴν Λεοντίου τῆς ᾿Επικουρείου θυγατέρα ἑταιριζομένην καὶ αὐτὴν Σώφρων ὁ ἐπὶ τῆς ᾿Εφέσου · δι' ἣν αὐτὸς μὲν ἐσώθη ἐπιβουλευόμενος ὑπὸ Λαοδίκης, ἣ δὲ κατεκρημνίσθη, ὡς γράφει Φύλαρχος διὰ τῆς δωδεκάτης τάδε · « Ἡ πάρεδρος τῆς Λαοδίκης Δανάη, πιστευομένη ὑπ' αὐτῆς τὰ πάντα, Λεοντίου δ' οὖσα τῆς μετ' ᾿Επικούρου τοῦ φυσικοῦ σχολασάσης θυγάτηρ, Σώφρονος δὲ γεγονυῖα πρότερον ἐρωμένη, παρακολουθοῦσα διότι ἀποκτεῖναι βούλεται τὸν Σώφρονα ἡ Λαοδίκη διανεύει τῷ Σώφρονι, μηνύουσα τὴν ἐπιβουλήν. Ὃ δὲ συλλαβών καὶ προσποιηθεὶς περὶ ὧν λέγει δύ' ἡμέρας παρῃτήσατο εἰς σκέψιν · καὶ συγχωρησάσης νυκτὸς ἔφυγεν εἰς ῎Εφεσον. Μαθοῦσα δὲ ἡ Λαοδίκη τὸ ποιηθὲν ὑπὸ τῆς Δανάης κατεκρήμνισεν τὴν ἄνθρωπον, οὐδὲν τῶν προγεγενημένων φιλανθρώπων ἐπὶ νοῦν βαλομένη. Τὴν δὲ Δανάην φασίν, ὡς ᾔσθετο τὀν ἐπηρτημένον αὐτῇ κίνδυνον, ἀνακρινομένην ὑπο τῆς Λοαδίκης οὐδ' ἀποκρίσεως αὐτὴν ἀξιῶσαι · ἀπαγομένην τε ἐπὶ τὸ κρημνὸν εἰπεῖν ὡς δικαίως οἱ πολλοὶ καταφρονοῦσι τοῦ θείου, ὅτε 'ἐγὼ μὲν τὸν γενόμενόν μοι ἄνδρα σώσατα τοιαύτην χάριτα παρὰ τοῦ δαιμονίου λαμβάνω, Λαοδίκη δὲ τὸν ἴδιον ἀποκτείνασα τηλικαύτης τιμῆς ἀξιοῦται. » ῾Ο δ' αὐτὸς Φύλαρχος καὶ περὶ Μύστας ἱστορεῖ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ οὕτως · « Μύστα Σελεύκου τοῦ βασιλέως ἐρωμένη ἦν· ἥτις ὑπὸ Γαλατῶν Σελεύκου νικηθέντος καὶ μόλις ἐκ τῆς φυγῆς διασωθέντος αὐτὴ μεταμφιεσαμένη τὴν βασιλικὴν ἐσθῆτα καὶ ῥάκια λαβοῦσα θεραπαινίδος τῆς τυχούσης συλληφθεῖσα ἀπήχθη μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ πραθεῖσα ὁμοίως ταῖς ἑαυτῆς θεραπαινίσιν ἦλθεν εἰς ῾Ρόδον · ἔνθα ἐκφήνασα ἑαυτήν ἥτις ἦν περισπουδάστως ὑπὸ τῶν ῾Ροδίων τῷ Σελεύκῳ διεπέμφθη. » [65. Δημήτριος δ' ὁ Φαληρεὺς Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς ἡδέως δι' αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος· ἐκαλεῖτο δἐ καὶ Χαριτοβλέφαρος. Νικαρέτη δὲ ἡ ἑταίρα ἐρωμένη ἦν Στεφάνου τοῦ ῥήτορος, Λυσίου δὲ τοῦ σοφιστοῦ Μετάνειρα. Ἦσαν δὲ αὖται δούλαι Κασίου τοῦ ᾿Ηλείου μετὰ καὶ ἄλλων ἑταιρῶν, ᾿Αντείας, Στρατόλας, ᾿Αριστοκλείας, Φίλας, ᾿Ισθμιάδος, Νεραίας. ῾Η δε Νέαιρα ἦν [Στρατοκλείδου] ἐρωμένη Ξενοκλείδου τοῦ ποιητοῦ καὶ ῾Ιππάρχου τοῦ ὑποκριτοῦ καὶ Φρυνίωνος τοῦ Παιανιέως, ὃς ἦν Δήμωνος μὲν υἱός, Δημοχάρους δὲ ἀδελφιδοῦς. Τὴν δὲ Νέαιραν εἶχον ἡμέραν παρ' ἡμέραν διαιτητῶν γενομένων φίλων Φρυνίων καὶ Στέφανος ὁ ῥήτωρ· ὃς καὶ τὴν Νεαίρας θυγατέρας Στρυμβήλην τὴν ὕστερον Φανὼ κληθεῖσαν ὡς ἰδίαν θυγατέρα ἐξέδοτο Φράστορι τῷ Αἰγιαλεῖ, ὥς φησι Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. Ὃς καὶ περὶ Σινώπης τῆς ἑταίρας τάδε λέγει · « ᾿Αρχίαν τὸν ἱεροφάντην ἐξελεγχθέντα ἐν τῷ δικαστηρίῳ ὡς ἀσεβοῦντα καὶ θύοντα παρὰ τὰ πάτρια τὰς θυσίας ἐκολάσατε · καὶ ἄλλα τε κατηγορήθη αὐτοῦ καὶ ὅτι Σινώπῃ τῇ ἑταίρᾳ ῾Αλῴοις ἐπὶ τῆς ἐσχάρας τῆς ἐν τῇ αὐλῇ ᾿Ελευσῖνι προσαγούσῃ ἱερεῖον θύσειεν, νομίμου ὄντος ἐν ταύτῃ τῇ ἡμέρᾳ ἱερεῖα μὴ θύειν, οὐδὲ ἐκείνου οὔσης τῆς θυσίας, ἀλλὰ τῆς ἱερείας. »] 66. Διαβόητος δ' ἑταιρα γέγονε καὶ ἡ Μιλησία Πλαγγών · ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν. Λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν ἡ Πλαγγὼν ἀκούουσα τῆς Βακχίδος τὸ κάλλος καὶ ἀποστρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα. ῞Ο δὲ σφοδρῶς ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτον ἀπολλύμενον. Καὶ ἡ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου ἔδωκε. Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν. ᾿Εφ' οἷς ῎Ιωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ ᾿Αναθημάτων, Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα. Μαρτυρεῖ δὲ καὶ ᾿Αρχίλοχος περὶ αὐτῆς ἐν τούτοις · Συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας, εὐήθης ξείνων δέκτρια Πασιφίλη. ῞Οτι δὲ καὶ Μένανδρος ὁ ποιητὴς ἤρα Γλυκέρας κοινόν · ἐνεμεσήθη δέ. Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος, ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς. 67. ῞Αρπαλος δ' ὁ Μακεδὼν ὁ τῶν ᾿Αλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς ᾿Αθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν · καὶ ἀποθανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασεν · « Ἐκφέρων τε αὐτὴν ἐπὶ τὰς ταφάς, ὥς φησι Ποσειδώνιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ῾Ιστοριῶν, τεχνιτῶν τῶν ἐπιστημοτάτων χορῷ μεγάλῳ καὶ παντοίοις ὀργάνοις καὶ συμφωνίαις παρέπεμπε τὸ σῶμα. » Δικαίαρχος δ' ἐν τοῖς περὶ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησι · « Ταὐτὸ δὲ πάθοι τις ἂν ἐπὶ τὴν ᾿Αθηναίων πόλιν ἀφικνούμενος κατὰ τὴν ἀπ' ᾿Ελευσῖνος τὴν ἱερὰν ὁδὀν καλουμένην. Καὶ γὰρ ἐνταῦθα οὗ ἂν φανῇ τὸ πρῶτον ὁ τῆς ᾿Αθηνᾶς ἀφορώμενος νεώς καὶ τὸ πόλισμα, ὄψεται παρὰ τὴν ὁδὸν αὐτὴν ῴκοδομήμενον μνῆμα οἷον οὐχ ἕτερον οὐδὲ σύνεγγυς οὐδέν ἐστι τῷ μεγέθει. Τοῦτο δὲ τὸ μὲν πρῶτον, ὅπερ εἰκός, ἢ Μιλτιάδου φήσειεν <ἂν> σαφῶς ἢ Περικλέους ἢ Κίμωνος ἢ τινος ἑτέρου τῶν ἀγαθῶν ἀνδρῶν εἶναι <καὶ> μάλιστα μὲν ὑπὸ τῆς πόλεως δημοσίᾳ κατεσκευασμένον, εἰ δὲ μή, δεδομένον κατασκευάσασθαι. Πάλιν δ' ὅταν ἐξετάσῃ Πυθιονίκης τῆς ἑταίρας ὄν, τίνα χρή προσδοκίαν λαβεῖν αὐτόν; » Θεόπομπος δ' ἐν τῇ πρὸς ᾿Αλέξανδρον ᾿Επιστολῇ τὴν ῾Αρπάλου διαβάλλων ἀκολασίαν φησίν · « Ἐπίσκεψαι δἐ καὶ διάκουσον σαφῶς παρὰ τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιονίκην περιέστειλεν τελευτήσασαν. Ἣ βακχίδος μὲν ἦν δούλη τῆς αὐλητρίδος, ἐκείνη δὲ Σινώπης τῆς Θρᾳττης τῆς ἐξ Αἰγίνης ᾿Αθήναζε μετενεγκαμένης τὴν πορνείαν · ὥστε γίνεσθαι μὴ μόνον τρίδουλον, ἀλλὰ καὶ τρίπορνον αὐτήν. ᾿Απὸ πλειόνων δὲ ταλάντων ἢ διακοσίων δύο μνήματα κατεσκεύασεν αὐτῆς · ὃ καὶ πάντες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίᾳ τελευτησάντων ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῆς τῶν ῾Ελλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτ' ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν ᾿Αθήνησι, τὸ δ' ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετελεσμένον. Ἣν γὰρ πάντες ᾔδεσαν ὀλίγης δαπάνης κοινὴν τοῖς βουλομένοις γιγνομένην, ταύτης ἐτόλμησεν ὁ φίλος εἶναι σοῦ φάσκων ἱερὸν καὶ τέμενος ἱδρύσασθαι καὶ προσαγορεῦσαι τὸν ναὸν καὶ τὸν βωμὸν Πυθιονίκης ᾿Αφροδίτης, ἃμα τῆς τε παρὰ θεῶν τιμωρίας καταφρονῶν καὶ τὰς σὰς τιμὰς προπηλακίζειν ἐπιχειρῶν. » Μνημονεύει τούτων καὶ Φιλήμων ἐν Βαβυλωνίῳ · Βασίλισσ' ἔσῃ Βανυλῶνος, ἂν οὕτω τύχῃ · τὴν Πυθιονίκην οἶσθα καὶ τὸν ῞Αρπαλον. Μνημονεύει δ' αὐτῆς καὶ ῎Αλεξις ἐν Λυκίσκῳ. 68. Μετὰ δὲ τήν Πυθιονίκης τελευτὴν ὁ ῞Αρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς ὁ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν ῞Αρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. « ῞Εστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν ῾Ροσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει. Παρέδωκέν τε αὐτῇ κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ ὁρᾷ ὑπὸ τοῦ λαοῦ προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν. » Συνεπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ τὸν ᾿Αγῆνα τὸ σατυρικὸν δραμάτιον γεγραφώς, ὅπερ ἐδίδαξεν Διονυσίων ὄντων ἐπὶ τοῦ ῾Υδάσπου [τοῦ] ποταμοῦ εἴτε Πύθων ἦν ὁ Καταναῖος ἢ [ὁ] Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεύς. ᾿Εδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ ῾Αρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος. Καὶ τῆς μὲν Πυθιονίκης ὡς τεθνηκυίας μέμνηται, τῆς δὲ Γλυκέρας ὡς οὔσης παρ' αὐτῷ καὶ τοῖς ᾿Αθηναίοις αἰτίας γινομένης τοῦ δωρεὰς λαμβάνειν παρὰ ῾Αρπάλου, λέγων ὧδε · Ἔστιν δ' ὅπου μὲν ὁ κάλαμος πέφυχ' ὅδε φέτωμ' ἄορνον. Οὑξ ἀριστερᾶς δ' ὅδε πόρνης ὁ κλεινὸς ναός, ὃν δὴ Παλλίδης τεύξας κατέγνω διὰ τὸ πρᾶγμ' αὑτοῦ φυγήν. ᾿Ενταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι ὁρῶντες αὐτὸν παγκάκως διακείμενον ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω τὴν Πυθιονίκης. Παλλίδην δ' ἐνταῦθα ἐκάλεσε τὸν ῞Αρπαλον. ᾿Εν <δἐ> τοῖς ἐξῆς τῷ κυρίῳ καλέσας αὐτόν φησιν · Ἐκμαθεῖν δέ σου ποθῶ μακρὰν άποικῶν κεῖθεν, ᾿Ατθίδα χθόνα τίνες τύχαι καλοῦσιν ἤ πράττουσι τί. Α. ῞Οτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον, ἰκανὸν ἐδείπνουν · νῦν δὲ τὸν χέδροπα μόνον καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ' οὐ μάλα Β. Καὶ μὴν ἀκούω μυριάδας τὸν ῞Αρπαλον αὐτοῖσι τῶν ᾿Αγῆνος οὐκ ἐλάσσονας σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι. Α. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ' ἴσως αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών. 69. ᾿Ενδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ ἡ Ναύκρατις· Δωρίχαν τε, ἥν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ' ἐμπορίαν εἰς τὴν Ναύκτατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. ῾Ηρόδοτος δ' αὐτήν ῾Ροδῶπιν καλεῖ, ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων.... Εἰς δὲ τὴν Δωρίχαν τόδ' ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, [καίτοι] καὶ ἐν τῇ Αἰθιοπίᾳ πολλάκις αὐτῆς μνημονεύσας. ᾿Εστὶ <δὲ> τόδε · Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνιν, ἕσσατο δ' ἑσμος χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη, ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον σύγχρους ὀρθινῶν ἥψαο κισσυβίων Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν ῴδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὦδε φυλάξει, ἔστ' ἂν ἦν Νείλου ναῦς ἐφ' ἁλὸς πελάγη. Καὶ ᾿Αρχεδίκη δ' ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. Φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ ῾Ηρόδοτός φησιν, ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας. 70. Καί ἡ ἐξ ᾿Ερέσου δὲ τῆς ἑταίρας... Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ ᾿Ασίας. Νικαρέτη δἐ ἡ Μεγαρὶς οὐκ ἀγεννὴς ἦν ἑταίρα, ἀλλὰ καὶ γονέων... καὶ κατὰ παιδείαν ἐπέραστος ἦν, ἠκροᾶτο δὲ Στίλπωνος τοῦ φιλοσόφου. Βιλιστίχη δ' ἡ ᾿Αργεία ἑταίρα καὶ αὐτὴ ἔνδοξος, τὸ γένος ἀπὸ τῶν ᾿Ατρειδῶν σῴζουσα, ὡς οἱ τὰ ᾿Αργολικὰ γράψαντες ἱστοροῦσιν. ῎Ενδοξος δ' ἐστὶν καὶ Λέαινα ἡ ἑταίρα, ῾Αρμοδίου ἐρωμένη τοῦ τυρρανονκτονήσαντος · ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ ῾Ιππίαν τὸν τὺραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δ' ὁ ῥήτωρ εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα... διὰ τὸ καὶ δυὸ δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ περὶ ῾Εταιρῶν.' ᾿Επὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν 'ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμεν ὑμῖν εἰπεῖν τήν τε ᾿Αντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν ἥν ἠγάπα Λαμύνθιος ὁ Μιλήσιος. ῾Εκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς ᾿Ερωτικοῖς, τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν ὃ μὲν ἐν ἐλεγείος, ὃ δ' ἐν μέλει τὸ καλούμενον ποίημα Λυδήν. Παρέλιπον δὲ καὶ τὴν Μιμνέρμου αὐλητρίδα Ναννὼ καὶ τὴν ῾Ερμησιάνακτος τοῦ Κολοφωνίου Λεόντιον · ἀπὸ γὰρ ταύτης ἐρωμένης αὐτῷ γενομένης ἔγραψεν ἐλεγειακὰ τρία βιβλία, ὧν ἐν τῷ τρίτῳ κατάλογον ποιεῖται ἐρωτικῶν, οὑτωσί πως λέγων · 71. Οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο ᾿Αγριόπην Θρῇσσαν στειλάμενος κιθάρην ῾Αιδόθεν · ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον. ῎Ενθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον ψυχὰς οἰχομένων, λίμνης δ' ἐπὶ μακρὁν ἀυτεῖ ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων. Πόλλ' ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων ᾿Ορφεύς, παντοίους δ' ἐξανέπεισε θεούς · Κωκυτόν τ' ἀθέμιστον ἐπ' ὀφρύσι μηνίσαντα ἠδὲ καὶ αἰνοτάτου βλέμμ' ὑπέμεινε κυνός, ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ' ὄμμα, σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς. ῎Ενθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας ᾿Αγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου. Οὐ μὴν οὐδ' υἱὸς Μήνης ἀγέραστον ἔθηκεν Μουσαῖος Χαρίτων ἤρανος ᾿Αντιόπην · ἥ τε πολὺν μὺστῃσιν ᾿Ελευσῖνος παρὰ πέζαν εὐασμὸν κρυφίων ἐξεφόρει λογίων, ᾿Ράριον ὀργειῶνι νόμῳ διαποιπνύουσα Δήμητρα · γνωστὴ δ' ἐστὶ καὶ εἰν ᾿Αίδῃ. Φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον ῾Ησίοδον πάσης ἤρανον ἱστορίης ᾿Ασκραίων ἐσικέσθαι ἐρῶνθ' ῾Ελικωνίδα κώμην · ἔνθεν ὅ γ' ᾿Ηοίην μνώμενος ᾿Ασκραικὴν πόλλ' ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους, ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος. Αὐτὸς δ' οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει ἥδιστον πάντων δαίμονα μουσοπόλον, λεπτὴν [δ'] ῇσ' ᾿Ιθάκην ἐνετείνατο θεῖος ῞Ομηρος ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης · ἥν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον, πολλὸν ἀπ' εὐρείης λειπόμενος πατρίδος · ῎Εκλεε δ' ᾿Ικαρίου τε γένος καὶ δῆμον ᾿Αμύκλου καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων. Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς ἦχον καὶ μαλακοῦ πνεῦμ' ἀπὸ πενταμέτρου. Καίετο μὲν Ναννοῦς · πολιῷ δ' ἐπὶ πολλάκι λωτᾤ κνημωσθεὶς κώμους εἶχε σὺν ῾Εξαμύῃ. ἥ δ' ἠχθεεδ' ῾Ερμόβιον τὸν αἰεὶ βαρύν ἠδὲ Φερεκλῆν ἐχθρὸν μισήσας οἷ' ἀνέπεμψεν ἔπη. Λυδῆς δ' ᾿Αντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος πληγεὶς Πακτωλοῦ ῥεῦμ' ἐπέβη ποταμοῦ · δαρδάνη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν κλαίων, αἰάζων δ' ἦλθεν ἀποπρολιπὼν ἄκρην ἐς Κολοφῶνα · γόων δ' ἐνεπλήσατο βίβλους ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου. Λέσβιος ᾿Αλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους, Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον, γινώσκεις. ῾Ο δ' ἀοιδὸς ἀηδόνος ἠράσαθ' ὕμνων Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ. Καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφωμίλησεν ᾿Ανακρέων στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι · φοίτα δ' ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ' αὐτὴν οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα, Λέσβον ἐς εὕοινον · τὸ δὲ Μύσιον εἴσιδε Λέκτον πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας. ᾿Ατθὶς δ' οἷα μέλισσα πολυπρήωνα Κολώνην λείπουσ' ἐν τραγικαῖς ᾖδε χοροστασίαις Βάκχον καὶ τὸν ῎Ερωτα Θεωρίδος... ... Ζεὺς ἔπορεν Σοφοκλεῖ. Φημὶ δὲ καὶ κεῖνον τὸν αἰεὶ πεφυλαγμένον ἄνδρα καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα τόξου νυκτερινὰς οὐκ ἀποθέσθ' ὀδύνας · ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας Αἰγείων, μέθεπεν δ' ᾿Αρχέλεω ταμίην · εἰσόκε... δαίμων, Εὐριπίδη, εὕρετ' ὄλεθρον, ᾿Αμφιβίου στυγνῶν ἀντιάσαντι κυνῶν. ῎Ανδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως, γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείης αὐτοῖς μηλείοις θήκαθ' ὑπὸ προγόνοις. Οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπόλου πολιῆται Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλητᾶν ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν. Οὐδὲ μὲν οὐδ' ὁπόσοι σκληρὸν βίον ἐστήσαντο ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην, οὓς αὐτὴ περὶ πικρὰ λόγοις ἐσφίγξαντο μῆτις καὶ δεινὴ μύθων κῆδος ἔχουσ' ἀρετή, οὐδ' οἳ δεινὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμόν φαινόμενον, δεινὸν δ' ἦλθον ὑφ' ἡνιόχον. Οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ βαιῇ ἐνὶ σφαίρῃ πάντ' ἀπομασσόμενον. Οἵῳ δ' ἐχλίηνεν ὃν ἔξοχον ἔχρη ᾿Απόλλων ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ Κύπρις μηνίουσα πυρὸς μένει. ᾿Εκ δὲ βαθείης ψυχῆς κουφοτέρας ἐξεπόνησ' ἀνίας, οἰκί' ἐς ᾿Ασπασίης πωλεύμενος · οὐδέ τι τέκμαρ εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους. ῎Ανδρα <δὲ> Κυπρηναῖον ἔσω πόθος ἔσπασεν ᾿Ισθμοῦ, δεινὸν ὅτ' ᾿Απιδανῆς Λαίδος ἠράσατο ὀξὺς ᾿Αρίστιππος, πάσας δ' ἠνήνατο λέσχας φεύγων ουδαμενον ἐξεφόρησε βίωι. 72. ᾿Εν τούτοις ὁ ῾Ερμησιάναξ σφάλλεται συγχρονεῖν οἰόμενος Σαπφὼ καὶ ᾿Ανακρέοντα, τὸν μἐν κατὰ Κῦρον καὶ Πολυκράτην γενόμενον, τὴν δἐ κατ' ᾿Αλυάττην τὸν Κροίσου πατέρα. Χαμαιλέων δ' ἐν τῷ περὶ Σαπφοῦς καὶ λέγειν τινάς φησιν εἰς αὐτὴν πεποιῆσθαι ὑπὸ ᾿Ανακρέοντος τάδε · Σφαίρῃ δεῦτέ με πορφυρεῇ βάλλων χρυσοκόμης ῎Ερως νήνι ποικιλισαμβάλῳ συμπαίζειν προκαλεῖται. ἥ δ' (ἐστὶν γὰρ ἀπ' εὐκτίνου Λέσβου) τὴν μὲν ἐμὴν κόμην (λευκὴ γάρ) καταμέμφεται, πρὸς δ' ἄλλην τινὰ χάσκει. Καὶ τὴν Σαπφώ δὲ πρὸς αὐτὸν ταῦτά φησιν εἰπεῖν · κεῖνον, ὦ χρυσόθρονε Μοῦσ' , ἔνισπες ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς Τήιος χώρας ὃν ἄειδε τερπνῶς πρέσβυς ἀγαυός. ῞Οτι δὲ οὔκ ἐστι Σαπφοῦς τοῦτο τὸ ᾆσμα παντί που δῆλον. ᾿Εγὼ δὲ ἡγοῦμαι παίζειν τὸν ῾Ερμησιάνακτα περὶ τοῦ ἔρωτος. Καὶ γὰρ Δίφιλος ὁ κωμῳδιοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι Σαπφοῦς ἐραστὰς ᾿Αρχίλοχον καὶ ῾Ιππώνακτα. Ταῦθ' ὑμῖν, ὦ ἑταῖροι, οὐκ ἀμερίμνως δοκῶ τὸν ἐρωτικὸν τοῦτον πεποιῆσθαι κατάλογον, οὐκ ὢν οὕτως ἐρωτομανὴ ὡς διαβάλλων μ' εἴρηκεν ὁ Κύνουλκος ἀλλ' ἐρωτικὸς μὲν εἶναι ὁμολογῶ, ἐρωτομανὴς δὲ οὔ. Τίς δ' ἔστ' ἀνάγκη δυστυχεῖν ἐν πλείοσιν, ἐξὸν σιωπᾶν κἀν σκότῳ κρύπτειν τάδε ; Αίσχύλος ἔφη ὁ ᾿Αλεξανδρεὺς ἐν ᾿Αμφιτρύωνι. Οὗτος δέ ἐστιν Αἰσχύλος ὁ καὶ τὰ Μεσσηνιακὰ ἔπη συνθείς, ἀνήρ εὐπαίδευτος. 73. ῾Υπολαμβάνων οὖν μέγαν εἶναι δαίμονα καὶ δυνατώτατον τὸν ῎Ερωτα, προσέτι τε καὶ τήν ᾿Αφροδίτην τὴν χρυσῆν, τὰ Εὐριπίδου ἐπὶ νοῦν λαμβάνων λέγω · Τὴν ᾿Αφροδίτην οὐχ ὁρᾷς ὅση θεὸς ; ἥν οὐδ' ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κἀφ' ὅσον διέρχεται. Αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς. Τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς · [ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ] ἐρᾷ μἐν ὄμβρου γαῖ' , ὅτε ξηρὸν πέδον ἄκαρπον αὐχμῳ νοτίδος ἐνδεῶς ἔχῃ. ᾿Ερᾷ δ' ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς γαῖαν ᾿Αφροδίτης ὕπο. ῞Οταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ' ἃμα, δι' ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος. Καὶ ὁ σεμνότατος δ' Αἰσχύλος ἐν ταῖς Δαναίσιν αὐτὴν παράγει τὴν ᾿Αφροδίτην λέγουσαν · ᾿Ερᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν · ὄμβρος δ' ἀπ εὐναέντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν · Ἣ δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτριον · δένδρων τις ὥρα δ' ἐκ νοτίζοντος γάμου τέλειος ἐστί. Τῶν δ' ἐγὼ παραίτιος. 74. ᾿Εν ῾Ιππολύτῳ Εὐριπιδείῳ πάλιν ἡ ᾿Αφροδίτη φησίν · Ὅσοι τε πόντον τερμόνων τ' ᾿Ατλαντικῶν ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύς κράτη, σφάλλω δ' ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα. Νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν ᾿Αφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου· καὶ οὔτε ἡ ῎Αρτεμις ἡ περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις ἢ δαιμόνων ἐβοήθησεν αὐτῷ. Κατὰ τὸν αὐτὸν οὖν ποιητήν. ῞Οστις <δ'> ῎Ερωτα μὴ μόνον κρίνει θέον, ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν. ῞Ον ὁ σοφὸς ὑμνῶν αἰεί ποτε ᾿Ανακρέων πᾶσίν ἐστιν διὰ στόματος. Λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε · Τὸν δὲ γυναικείον μελέων πλέξαντα πότ' ῴδας ἡδὺν ᾿Ανακρείοντα Τέως εἰς ῾Ελλάδ' ἀνῆγεν, συμποσίων ἐρέθισμα, γυναικῶν ὴπερόπευμα, αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδὺν, ἄλυπον. Οὒ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται, ἔς τ' ἄν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι παῖς διαπομπεύῃ, προπόσεις ἐπιδέξια νωμῶν, παννυχίδας θ' ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν, πλάστιγξ θ' ἡ χαλκοῦ θυγάτηρ ἐπ' ἄρκαισι καθίζῃ κοττάβου ὑψηλαῖς Βρομίου ψακάδεσσιν. 75. ᾿Αρχύτας δ' ὁ ἁρμονικός, ὥς φησι Χαμαιλέων, ᾿Αλκμᾶνα γενομέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καὶ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατθριβάς. Διὸ καὶ λέγειν ἔν τινι τῶν μελῶν· ῎Ερως με δαὖτε Κύπριδος ἕκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει. Λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκὺσασθαι. Λέγει δ' οὗτως περὶ αὐτῆς · Τοῦθ' ἁδειᾶν Μουσᾶν ἔδειξε δῶρον μάραικα παρθένων ἁ ξανθὰ Μεγαλοστράτα. Καὶ Στησίχορος δ' οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρὸπον τῶν ᾳσμάτων· ἃ δὴ καὶ τὸ παλαιὸν ἐκαλεῖτο παίδεια καὶ παιδικά. Οὕτω δ' ἐναγώνιος ἦν ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία, καὶ οὐδεὶς ἡγεῖτο φορτικοὺς τοὺ ἐρωτικούς, ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ θέατρα διὰ τῶν τραγῳδιῶν τοὺς ἔρωτας, ὃ μὲν τὸν ᾿Αχιλλέως πρὸς Πάτροκλον, ὃ δ' ἐν τῇ Νιόβῃ τὸν τῶν παίδων· Διὸ καὶ παιδεράστριάν τινες καλοῦσι τὴν τραγῳδίαν· καὶ ἐδέχοντο τὰ τοιαῦτα ᾄσματα οἱ θεαταί. 76. Καὶ ὁ ῾Ρηγῖνος δὲ ῎Ιβυκος βοᾳ καὶ κέκραγεν · Ἦρι μὲν αἵ τε Κυδώνιαι μηλίδες ἀρδόμεναι ῥοὰν ἐκ ποταμῶν, ἵνα παρθένων κῆπος ἀκήρατος, αἵ τ' οἰνανθίδες αὐξόμεναι σκιεροῖσιν ὑφ' ἕρνεσιν οἰναρέοις θαλέθοισιν · ἐμοὶ δ' ἔρος οὐδεμίαν κατακητος ὥραν, ἅθ' ὑπὸ στεροπᾶς φλέγων Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέιας μανίαισιν ἐρεμνὸς ἀθαμβὴς ἐγκρατέως παιδόθεν φυλάσσει ἡμετέρας φρένας. Καὶ Πίνδαρος δ' οὐ μετρίως ὢν ἐρωτικός φησιν · Εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν · μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν. Διόπερ καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις ἔφη · Ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι, καὶ μὴ ἀναμένειν ἔστ' ἂν ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον · Ἡνίκ' ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι. Μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου ὁ Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν · Χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ, σὺν ἡλικίᾳ · τὰς δὲ Θεοξένου ἀκτῖνας προσώπου μαρμαριζοίσας δρακεὶς ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευεται μέλαιναν καρδίαν - ψυχρᾷ φλογί, πρὸς δ' ᾿Αφροδίτας ἀτιμασθεὶς ἑλικοβλεφάρου ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων. ᾿Αλλ' ἐγώ τᾶσδ' ἕκατι κηρὸς ὥς δαχθεὶς ἕλᾳ - ἱρᾶν μελισσᾶν τήκομαι, εὖτ' ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν. ᾿Εν δ' ἄρα καὶ Τενέδῳ Πειθώ τ' ἔναιεν καὶ Χάρις υἱὸν ᾿Αγησιλάου. 77. ῞Ολως δὲ τοὺ παιδικοὺς ἔρωτας τῶν ἐπὶ ταῖς θηλείαις προκρίνουσι πολλοί. Παρὰ γὰρ τὰς ἄλλας ταῖς εὐνομουμέναις πόλεσιν ἐπὶ τῆς ῾Ελλἀδος σπουδασθῆναι τὸδε τὸ ἔθος. Κρῆτες γοῦν, ὡς ἔφην, καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς περὶ τὰ παιδικὰ δαιμονίως ἐπτόηνται. ᾿Εχεμένης γοῦν ἐν τοῖς Κρητικοῖς οὺ τὸν Δία ἁρπάσαι τὸν Γανυμήδην ἀλλὰ Μίνωα. Οἱ δὲ προειρημένοι Χαλκιδεῖς παρ' αὑτοῖς φασιν ἁρπασθῆναι τὸν Γανυμήδην ὑπὸ τοῦ Διὸς καὶ τὸν τόπον δεικνύντες ῾Αρπάγιον καλοῦσιν, ἐν ῷ καὶ μυρρίναι διάφοροι πεφύκασιν. Καὶ τὴν πρὸς ᾿Αθηναίους δ' ἔχθραν διελύσατο Μίνως, καίπερ ἐπὶ θανάτῳ παιδὸς συστᾶσαν, Θησέως ἐρασθεὶς καὶ τὴν θυγατέρα τούτῳ γυναῖκα ἔδωκε Φαίδραν, ὡς Ζῆνις ἢ Ζηνεύς φησιν ὁ Χῖος ἐν τῳ περὶ τῆς πατρίδος συγγράματι. 78. ῾Ιερώνυμος δ' ὁ περιπατητικὸς περισπουδάστους φησίν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις ἡ τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρισκὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. Παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτ' ἂν παθεῖν ἢ δειλοὐ δόξαν ἀπενέγκασθαι παρά τοῖς παιδικοῖς. ῎Εργῳ γοῦν τοῦτο ἔδειξεν ὁ συνταχθεὶς Θήβησιν ὑπὸ ᾿Επαμινώνδου ἱερὸς λόχος καὶ ὁ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ ῾Αρμοδίου καὶ ᾿Αριστογείτονος γενόμενος, περὶ Σικελίαν δ' ἐν ᾿Ακράγαντι ὁ Χαρίτωνος και Μελανίππου <ἔρως>. Μελὰνιππος δ' ἦν τὰ παιδικά, ὥς φησιν ῾Ηρακλείδης ὁ Ποντικὸς ἐν τῳ περὶ ᾿Ερωτικῶν. Οὗτοι φανέντες ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμενοι ἀναγκαζόμενοί τε λέγειν τοὺς συνειδότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν αὐτὸν εἰς ἔλεον τῶν βασάνων ἤγαγον, ὡς ἀπολῦσαι αὐτοὺς πολλὰ ἐπαινέσαντα. Διὸ καὶ ᾿Απόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν τοῦ θανάτου τῷ Φαλάριδι ἐχαρίσατο, τοῦτο ἐμφήνας τοῖς πυνθανομένοις τῆς Πυθίας ὅπως αὐτῷ ἐπιθῶνται. ῎Εχρησεν δὲ καὶ περὶ τῶν ἀμφὶ τὸν Χαρίτωνα, προτάξας τοῦ ἑξαμέτρου τὸ πεντάμετρον, καθάπερ ὕστερον καὶ Διονύσιος ὁ ᾿Αθηναῖος ἐποίησε ὁ ἐπικληθεὶς Χαλκοῦς ἐν τοῦς ᾿Ελεγείοις. ᾿Εστὶν δὲ ὁ χρησμὸς ὅδε · Εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος. Διαβόητα δ' ἐστὶν καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ ᾿Αθηναίῳ γενόμενα · ὃς μεικάριον <ὢν> εὔμορφον, ᾿Επιμενίδου καθαίροντος τὴν ᾿Αττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιά, ὡς ἱστορεῖ Νεάνθης ὁ Κυζικηνὸς ἐν β' περὶ Τελετῶν, ἑκὼν αὐτὸν ἐπέδωκεν [ὁ Κρατῖνος] ὑπὲρ τῆς θρεψαμένης · ᾧ καὶ ἐπαπέθανεν ὁ ἐραστὴς ᾿Αριστόδημος, λύσιν τ' ἔλαβε τὸ δεινόν. Διὰ τοὺς τοιούτους οὖν ἔρωτας οἱ τύραννοι (πολέμιοι γὰρ αὐτοῖς αὗται αἱ φιλίαι) τὸ παράπαν ἐκώλυον τοὺς παιδικοὺς ἔρωτας, πανταχόθεν αὐτοὺς ἐκκόπτοντες. Εἰσὶ δὲ οἱ καὶ τὰς παλαὶστρας ὥσπερ ἀντιτειχίσαμτα ταῖς ἰδίαις ἀκροπόλεσιν ἐνεπίμπρασάν τε καὶ κατέσκαψαν· ὡς ἐποίησε Πολυκράτης ὁ Σαμίων τύραννος. 79. Παρὰ δὲ Σπαρτιάταις, ὡς ῞Αγνων φησὶ ὁ ᾿Ακαδημαικός, πρὸ τῶν γάμων ταῖς παρθένοις ὡς παιδικοῖς νόμος ἐστὶν ὁμιλεῖν. Καὶ γὰρ ὁ νομοθέτης Σόλων ἔφη · Μηρῶν ἱμειρων καὶ γλυκεροῦ στόματος. Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὃ μἐν Μυρμιδόσιν · Σέβας δἐ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω, ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων. ῞Ο δ' ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος · Μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα. Οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κτατῖνον καὶ ᾿Αριστόδημον πεπλάσθαι φησὶν Πολέμων ὁ περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην ᾿Αντιγραφαῖς. ῾Υμεῖς δἐ, ὦ Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων ἃ περὶ παιδικούς ἐστιν ἔρωτας ἡδέως μελετᾶτε... Τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς ῞Ελληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος. ῎Αλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἃρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ' ἡ Σικυωνία ὑπὸ Διός φησιν ἁρπασθῆναι τὸν Χρύσιππον καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν · ὡς πολλάκις ἐνίους ἐπι ταῖς δοραῖς μετὰ δύο ἐρωμένον ἀναπαύεσθαι. Πέρσας δὲ παρ' ῾Ελλήνων φησὶν ῾Ηρόδοτος μαθεῖν τὸ παισὶν χρῆσθαι. 80. Φιλόπαις δ' ἦν ἐκμανῶς καὶ ᾿Αλέξανδρος ὁ βασιλεύς. Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν ᾿Ιλίῳ Θυσίας Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν. Καρύστιος δ' ἐν ῾Ιστορικοῖς ῾Υπομνήμασι « Χάρωνι, φησί, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν καὶ εἴχεν εὖ πρὸς αὐτόν. ῾Ως δ' ᾿Αλέξανδρος παρὰ Κρατερῷ αὐτὸν ἐπῄνεσεν γενομένου πότου, ὁ Χάρων ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν ᾿Αλέξανδρον · καὶ ὃ 'μηδαμῶς, εῖπεν, οὐ γὰρ οὗτως ἐμὲ εὐφρανεῖ ὡς σἐ λυπήσει. » ῞Ωσπερ γὰρ ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς πρεπωδέστατον. Αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν οὐ μόνον ἀπέσχετο, ἀλλ' οὐδὲ ἐκείνας μαθεῖν ἐποίησεν ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλ' ὡς ἔτι τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. Διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ ῾Ηλίῳ τὰς χεῖρας ἀνατείνας ἢ αὐτὸν βασιλεύειν ἢ ᾿Αλέξανδρον.' ῾Ραδαμάνθυος δὲ τοῦ δικαίου ῎Ιβυκος ἐραστήν φησι γενέσθαι Τάλων. Διότιμος δ' ἐν τῇ ῾Ηρακλείᾳ Εὐρυσθέα φησὶν ῾Ηρακλέους γενέσται παιδικά, διόπερ καὶ τοὺς ἄθλους ὑπομεῖναι. ᾿Αγαμέμνονά τε ᾿Αργύννου ἐρασθῆναι λόγος, ἰδόντα ἐπὶ τῷ Κηφισῷ νηχόμενον · ἐν ᾧ καὶ τελευτήσαντα αὐτὸν (συνεχῶς γὰρ ἐν τῷ ποταμῷ τούτῳ ἀπελούετο) θάψας εἴσατο καὶ ἱερὸν αὑτόθι ᾿Αφροδίτης ᾿Αργυννίδος. Λικύμνιος δ' ὁ Χῖος ἐν Διθυράμβοις ᾿Αργύννου φησὶν ἐρώμενον ῾Υμέναιον γενέσθαι. ᾿Αντιγόνου δὲ τοῦ βασιλέως ἐρώμενος ἦν ᾿Αριστοκλῆς ὁ κιθαρῳδός, περὶ οὗ ᾿Αντίγονος ὁ Καρύστιος ἐν τῷ Ζήνωνος Βίῳ γράφει οὕτως « ᾿Αντίγονος ὁ βασιλεὺς ἐπεκώμαζε τῷ Ζήνωνι. Καί ποτε καὶ μεθ' ἡμέραν ἐλθὼν ἔκ τινος πότου καὶ ἀναπηδήσας πρὸς τὸν Ζήνωνα ἔπεισεν αὐτὸν συγκωμάσαι αὑτῷ πρὸς ᾿Αριστοκλέα τὸν κιθαρῳδόν, οὗ σφόδρα ἤρα ὁ βασιλεύς. »


 81-ΤΕΛΟΣ 


 81. Φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. ῎Ιων γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις ᾿Επιδημίαις γράφει οὓτως · « Σοφοκλεῖ τῷ ποιητῇ ἐν Χίῳ συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρ'οἶνον καὶ δεξιῷ. ῾Ερμησίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου ᾿Αθηναίων ἐστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς... ἐὼν δῆλος ἦν εἶπέ τε · « Βούλει με ἡδέως πίνειν ; » φάντος δ' αὐτοῦ « Βραδέως τοίνυν καὶ ἀπόγερε τὴν κύλικα.» ῎Ετι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον · « Ὡς καλῶς Φρύνιχος ἐποίησεν εἴπας · λάμπει δ' ἐπί πορφυρέαις παρῇσι φῶς ἔρωτος. » Καὶ πρὸς τόδε ἠμείφθη ὁ ᾿Ερετριεὺς ἢ ᾿Ερυθραῖος γραμμάτων ἐὼν διδάσκαλος · « Σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει · ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. Εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέῳ ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. Oὐ κάρτα δεῖ τὸ καλὸν τῶ μὴ καλῷ φαινομένῳ εἰκάζειν ἄν.» Γελάσας ἐπὶ τῷ ᾿Ερετριεῖ Σοφοκλῆς ; « Οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ῷ ξένε, τὸ Σιμωνίδειον, κάρτα δοκέον τοῖς ῞Ελλησιν εὖ εἰρῆσθαι · πορφυρέου ἀπὸ στόματος ἰεῖσα φωνὰν παρθένος, οὐδ' ὁ ποιητής, ἔφη <ὁ> λέγων χρυσοκόμαν ᾿Απόλλωνα· Χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. Οὐδὲ ὁ φὰς ῥοδοδάκτυλον· εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν <ἄν>. » Γελασάντων δὲ ὁ μὲν ᾿Ερετριεὺς ἐνωπήθη τῇ ἐπιραπὶζει, ὃ δὲ πάλιν τοῦ παιδὸς τῷ λόγῳ εἴχετο. Εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ κάρφος. Φάντος δὲ καθορᾶν « Ἄπο τοίνυν φύσησον αὐτὸ, ἵνα μὴ πλύνοιντο ὁ δάκτυλός σευ. » Προσαγαγόντος δ' αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἤγεν, ἵνα δὴ ἡ κεφαλὴ τῇ κεφαλῇ ἀσσοτέρα γένηται. ῾Ως δ' ἦν οἱ κάρτα πλησίον, περιλαβὼν τῇ χειρὶ ἐφίλησεν. ᾿Επικροτησάντων δὲ πάντων σύν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, « Μελετῶ, εἶπεν, στρατηγεῖν, ὦ ἄνδρες · ἐπειδήπερ Περικλῆς ποιεῖν μέν <με> ἔφη, στρατηγεῖν δ' οὐκ ἐπιστασθαι. ᾿Αρ' οῦν οὐ κατ' ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα ; » Τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι [ἢ πράσσοι]. Τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλ' ὡς ἄν τις εἷς τῶν χρηστῶν ᾿Αθηναίων. » 82. Καὶ ῾Ιερώνυμος δ' ὁ ῾Ρόδιος ἐν τοῖς ῾Ιστορικοῖς ῾Υπομνήμασίν φησι ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ. ῾Ο μὲν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τᾖ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο. Μετ' οὖν τὴν ὁμιλίαν ὁ παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. Οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ὐφη τούτῳ χεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. Καὶ ὁ Σοφοκλῆς ἀκούσας ἐποίησε εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ ῾Ηλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος · ῞Ηλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων γυμνὸν ἐποίησεν · σοὶ δὲ φιλοῦντι ἑταίραν Βορρᾶς ὡμίλησεν. Σὺ δ' οὐ σοφός, ὃς τὸ ῎Ερωτα ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις. 83. Θεόπομπος δὲ ἐν τῷ περὶ συληθέντων ἐκ Δελφῶν Χρημάτων ᾿Ασώπιχόν φησι τὸν ᾿Επαμινώνδου ἐρώμενον τὸ Λευκτρικὸν τρόπαιον ἐντετυπωμένον ἔχειν ἐπὶ τῆς ἀσπίδος καὶ θαυμαστῶς αὐτὸν κινδυνεύειν, ἀνακεῖσθαί τε τὴν ἀσπίδα ταύτην ἐν Δελφοῖς ἐν τῇ στοᾳ. ᾿Εν δὲ τῷ αὐτῷ συγγράμματι Θεόπομπος φιλογύναιον μέν φησι γεγονέναι Φάυλλον τὸν Φωκέων τύραννον, φιλόπαιδα δὲ ᾿Ονόμαρχον · καὶ ἐκ τῶν τοῦ θεοῦ χαρίσασθαι τοῦτον εἰς Δελφοὺς παραγενομένῳ.... τῷ Πυθοδώρου τοῦ Σικυωνίου υἱῷ ἀποκερουμένῳ τὴν κόμην, ὄντι καλῷ συγγενόμενον τὰ Συβαριτῶν ἀναθήματα, στλεγγίδια χρυσᾶ τέσσαρα. Τῇ Δεινιάδου δὲ αὐλητρίδι Βρομιάδι Φάυλλος παρχήσιον ἀργυροῦν Φωκαέων καὶ στέφανον χρυσοῦν κιττοῦ Πεπαρηθίων. « Αὕτη δέ, φησί, καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη. Τῷ δὲ Λυκόλα [τῷ] τοῦ Τριχονείου υἱῷ Φυκίδᾳ ὄντι καλῷ ᾿Ονόμαρχος ἔδωκεν, φησί, στέφανον [χρυσοῦν] δάφνης, ᾿Εφεσίων ἀνάθημα. Οὗτος ὁ παῖς πρὸς Φίλιππον ἀχθεὶς ὑπὸ τοῦ πατρὸς κἀκεῖ προαγωγευόμενος οὐδὲν λαβὼν ἀπερστάλη. Τῷ ᾿Επιλύκου τοῦ ᾿Αμφιπολίτου υἱῷ ὄντι καλῷ Δαμίππῳ... Πλεισθένους ἀνάθημα ᾿Ονόμαρχος ἔδωκε. Φαρσαλίᾳ τῇ Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον χρυσοῦν Φιλόμηλος ἔδωκε, Λαμψακηνῶν ἀνάθημα. Αὕτη ἡ Φαρσαλία ἐν Μεταποντίῳ ὑπὸ τῶν ἐν τῇ ἀγορᾳ μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς, ἥν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν ᾿Αριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτ' ἔφησεν ἐξ ῾Υπερβορέων παραγεγονέναι, ὡς τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη [ὑπ' αὐτῶν]. Καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνῃρημένη. » 84. ῾Ορᾶτε οὖν καὶ ὑμεῖς, ὦ φιλόσοφοι, οἱ παρὰ φύσιν τῇ ᾿Αφροδίτῃ χρώμενοι καὶ ἀσεβοῦντες εἰς τὴν θεόν, μὴ τὸν αὐτὸν διαφθαρῆτε τρόπον. Τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς Γλυκέρα ἔφασκεν ἡ ἑταίρα ὅσον ἐοίκασι γυναιξὶ χρόνον, καθάπερ ἱστορεῖ Κλέαρχος. ᾿Εμοὶ μὲν γὰρ καὶ κατὰ φύσιν δοκεῖ πεποιηκέναι Κλεώνυμος ὁ Σπαρτιάτης πρῶτος ἀνθρώπων εἰς ὁμηρείαν λαβών παρὰ Μεταποντίνων γυναῖκας καὶ παρθένους τὰς ἐνδοξοτάτας καὶ καλλίστας διακοσίας, ὡς ἱστορεῖ Δοῦρις ὁ Σάμιος ἐν τῇ τρίτῃ τῶν περὶ ᾿Αγαθοκλέα ῾Ιστοριῶν. Κἀγὼ δὲ κατὰ τὴν ᾿Επικράτους ᾿Αντιλαίδα Τἀρωτίκ' ἐκμεμάθηκα ταῦθα παντελῶς Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου. ῾Υμεῖς δέ, ὦ φιλόσοφοι, κἂν ἐρασθέντες ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε... παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος. Tῇ τε γὰρ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέβη· καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾳ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν · φανέντων δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. Οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματός ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλησιάσαι δυνησόμενος · καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸν ἀντίτυπον τοῦ λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ προβαλλόμενος τὸ σαρκίον ἐπλησίασεν. Τῆς πράξεως ταύτης μνημονεύει καὶ ῎Αλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Γραφῇ λέγων ὧδε · Γεγένηται δ' , ὡς λέγουσιν, κἀν Σάμῳ τοιοῦθ' ἕτερον. Λιθίνης ἐπεθύμησεν κόρης ἄνθρωπος ἐγκατέκλεισέ θ' αὑτὸν τῷ νεῷ. Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησί · ᾿Aλλ' ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ ἄνθρωπος ἠράσθη τις · εἶ τ' εἰς τὸν νεὼν κατέκλεισεν αὑτόν. Κτησικλέους δ' ἐστὶν ἔργον τὸ ἄγαλμα, ὥς φησιν ᾿Αδαῖος ὁ Μιτυληναῖος ἐν τῷ περὶ ᾿Αγαλματοποιῶν. Πολέμων δὲ ἢ ὁ ποιήσας τὀν ἐπιγραφόμενον ῾Ελλαδικὸν « Ἐν Δελφοῖς, φησίν, ἐν τῷ Σπινατῶν θησαυρῷ παίδές εἰσιν λίθινοι δύο, ὧν τοῦ ἑτέρου Δελφοί φασι τῶν θεωρῶν ἐπιθυμήσαντά τινα συγκατακλεισθῆναι καὶ τῆς ὁμιλίας... καταλιπεῖν στέφανον. φωραθέντος δ' αὐτοῦ τὸν θεὸν χρωμένοις τοῖς Δελφοῖς συντάξαι ἀφεῖναι τὸν ἄνθρωπον · δεδωκέναι γὰρ αὐτὸν μισθόν. » 85. Καὶ ἄλογα δὲ ζῷα ἀνθρώπων ἠράσθη · Σεκούνδου μέν τινος βασιλικοῦ οἰνοχόου ἀλεκτρυών· ἐκαλεῖτο δἐ ὁ μὲν ἀλεκτρυὼν Κένταυρος, ὁ δὲ Σεκοῦνδος ἦν οἰκέτης Νικομήσους τοῦ Βιθυνῶν βασιλέως, ὡς ἱστορεῖ Νίκανδρος ἐν ἕκτῳ Περιπετειῶν. ᾿Εν Αἰγιῳ δὲ παιδὸς ἠράσθη χήν, ὡς Κλέαρχος ἱστορεῖ ἐν πτώτῳ ᾿Ερωτικῶν. Τὸν δὲ παῖδα τοῦτον Θεόφραστος ἐν τῷ ᾿Ερωτικῷ ᾿Αμφίλοχον καλεῖσθαί φησι καὶ τὸ γένος ᾿Ωλένιον εἶναι, ῾Ερμειάς δ' ὁ τοῦ ῾Ερμοδώρου, Σάμιος δὲ γένος, ἐρασθῆναι Λακύδους τοῦ φιλοσόφου. ᾿Εν δὲ Λευκαδίᾳ φησὶν Κλέαρχος οὕτως ἐρασθῆναι ταὼν παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν. Δελφῖνα δ' ἐν ᾿Ιασῷ παιδὸς ἐρασθῆναι λόγος, ὡς ἱστορεῖ Δοῦρις ἐν τῇ ἐνάτῃ. ῾Ο δὲ λόγος ἐστὶν αὐτῷ [ὁ] περὶ ᾿Αλεξάνδρου καὶ λέγει οὕτως · « Μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς ᾿Ιασοῦ παῖδα. Περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγινόμενος ἐπὶ τὴν θάλατταν ἐκολύβα. Δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος καὶ πάλιν ἀποκαθίστα εἰς τὴν γῆν. » Φιλανθρωπότατον δὲ ἐστι καὶ συνετώτατον τὸ ζῷον ὁ δελφὶς χάριν τε ἀποδιδόναι ἐπιστάμενον. Φύλαρχος γοῦν ἐν τῇ δωδεκάτῃ « Κοίρανος, φησίν, ὁ Μιλήσιος ἰδὼν ἁλιέας τῃ δικτύῳ λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν ἀργύριον δοὺς καὶ παραιτησάμενος ἀφῆκεν εἰς τὸ πέλαγος. Καὶ μετὰ ταῦτα ναυαγίᾳ χρησάμενος περὶ Μὺκονον καὶ πάντων ἀπολομένων μόνος ὑπὸ δελφῖνος ἐσώθη ὁ Κοίρανος. Τελευτήσαντος δ' αὐτοῦ γηραιοῦ ἐν τῇ πατρίδι καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης κατὰ τύχην [ἐν τῇ Μιλήτῳ], ἐν τῷ λιμένι πλῆθος δελφίνων ἐφάνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μικρὸν ἀπωτέρω τῶν ἐκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων καὶ συγκηδευόντων τὸν ἄνθρωπον. » ῾Ο δ' αὐτὸς ἱστορεῖ Φύλαρχος διὰ τῆς εἰκοστῆς ὅσην ἐλέφας τὸ ζῷον φιλοστοργίαν ἔσχεν εἰς παιδίον γράφει δ' οὕτως · « Τούτῳ δὲ τῷ ἐλέφαντι συνετρέφετο θήλεια ἐλέφας, ἥν Νίκαιαν ἐκάλουν · ᾧ τελευτῶσα ἡ τοῦ τρέφοντος ᾿Ινδοῦ γυνὴ παιδίον αὑτῆς τριακοσταῖον παρακατέθετο. ᾿Αποθανούσης δὲ τῆς ἀνθρώπου δεινή τις φιλοστοργία γέγονε τοῦ θηρίου πρὸς τὸ παιδίον · οὔτε γὰρ ἀπ' αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, τὸ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ῞Οτ' οὖν ἡ τροφὸς ἐμπλήσειεν αὐτὸ [τοῦ] γάλακτος, ἀνὰ μέσον τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφῃ. Εἰ δὲ μὴ τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἡ ἐλέφας. Καὶ μετὰ ταῦτα δι' ὅλης τῆς ἡμέρας τοὺς καλάμους λαμβάνων ἐκ τῶν παρατιθεμένων χορτασμάτων καθεὺδοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει · ὅτε δὲ κλαίοι, τῇ προβοσκίδι τὴν σκάφην ἐκίνει καὶ κατεκοίμιζεν αὐτό, τὸ δ' αὐτὸ ἐποίει καὶ ὁ ἄρρην ἐλέφας πολλάκις. » 86. ῾Υμεῖς δὲ, ὦ φιλοσόφοι, καὶ τῶν δελφίνων καὶ τῶν ἐλεφάντων ἐστὲ κατὰ τὴν γνώμην ἀγριώτεροι ἔτι τε ἀνημερώτεροι. Καίτοι Περσαίου τοῦ Κιτιέως ἐν τοῖς Συμποτικοῖς ῾Υπομνήμασιν βοῶντος καὶ λέγοντος « περὶ ἀφροδισίων ἁρμοστὸν εἶναι ἐν τῷ οἶνῳ μνείαν ποιεῖσθαι · καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπορρεπεῖς εἶναι. Καὶ ἐνταῦθα τοὺς μὲν ἡμέρως τε καὶ μετρίως αὐτοῖς χρωμένους ἐπαινεῖν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν. Καὶ εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο ἀλλοτρίως ἂν αὐτοὺς ὑπολάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ, <ὅτε> καὶ ὁ καλὸς κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν. Οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον · εἶθ' ὅταν παρεισδυῇ τὸ οἰνάριον, τὴν πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται · ὃ καὶ πρώην ἐγένετο ἐπὶ τῶν ἐξ ᾿Αρκαδίας θεωρῶν πρὸς ᾿Αντίγονον παραγενομένων. ᾿Εκεῖνοι [τε] γὰρ ἠρίστων σφόδρα σκυθρωπῶς καὶ εὐσχημόνως, ὡς ᾤοντο, οὐχ ὅτι ἡμῶν τινα προσβλέποντες, ἄλλα οὐδ' ἀλλήλους. ῾Ως δὲ ὁ πότος προέβαινεν καὶ εἰσῆλθεν ἄλλα τε ἀκροάματα καὶ αἱ Θετταλαὶ αὗται ὀρχηστριδες, καθάπερ αὐταῖς ἔθος ἐστίν, ἐν ταῖς διαζώστραις γυμναὶ ὠχροῦντο, οὐκ ἔτι κατεῖχον αὑτοὺς οἱ ἄνδρες, ἀλλὰ ἐκ τῶν κλινῶν ἀνώρμων καὶ ἐβόων ὡς θαυμαστόν τι θέαμα θεώμενοι · καὶ μακάριον τὸν βασιλέα άπεκάλουν, ὅτι ἔξεστι αὐτῷ τούτων ἀπολαύειν. Καὶ ἕτερα τούτοις παραπλήσια πάνυ πολλὰ τῶν φορτικῶν ἐποίουν. Τῶν φιλοσόφων δέ τις συμπίνων ἡμῖν εἰσελθούσης αὐλητρίδος καὶ οὔσης εὐρυχωρίας παρ' αὐτῷ, βουλομένης τῆς παιδίσκης παρακαθίσαι οὐκ ἐπέτρεψεν, ἀλλὰ σκληρὸν αὑτὸν εἰσῆγεν. Εἶθ' ὕστερον πώλουμένης τῆς αὐλητρίδος, καθάπερ ἔθος ἐστὶν ἐν τοῖς πότοις γίνεσθαι, ἐν τε τῷ ἀγοράζειν πάνυ νεανικὸς ἦν καὶ τῷ πωλοῦντι ἄλλῳ τινὶ θᾶττον προσθέντι ἠμφισβήτει καὶ οὐκ ἔφη αὐτὸν πεπρακέναι · καὶ τέλος εἰς πυγμὰς ἦλθεν ὁ σκληρὸς ἐκεῖνος φιλόσοφος καὶ ἐν ἀρχῇ οὐδ' ἄν παρακαθίσαι ἐπιτρέπων τῇ αὐλητρίδι ». Μήποτε αὐτό ἐστι [ὁ] Περσαῖος ὁ περὶ τῆς αὐλητρίδος διαπυκτεύσας. Φησὶν γὰρ ᾿Αντίγονος ὁ Καρύστιος ἐν τῷ περὶ Ζήνωνος γράφων ὧδε · « Ζήνων ὁ Κιτιεὺς Περσαίου παρὰ πότον αὐλητρίδιον πριαμένου καὶ διοκνοῦντος εἰσαγαγεῖν πρὸς αὐτὀν διὰ τὸ τὴν αὐτὴν οἰκεῖν οἰκίαν, συναισθόμενος εἰσείλκυσε τὴν παιδίσκην καὶ συγκατέκλεισε τῷ Περσαίῳ. » Οἶδα δὲ καὶ Πολύστρατον τὸν ᾿Αθηναῖον, μαθητὴν δὲ Θεοφράστου, τὸν ἐπικαλούμενον Τυρρηνόν, ὅτι τῶν αὐλητρίδων τὰ ἱμάτια περιέδυεν. 87. ᾿Εσπουδάκεσαν δὲ καὶ οἱ βασιλεῖς περὶ τὰς μουσουργούς, ὡς δῆλον ποιεῖ Παρμενίων ἐν τῇ πρὸς ᾿Αλέξανρον ᾿Επιστολῇ, ἣν ἐπέστειλεν αὐτῷ μετὰ τὸ Δαμασκὸν ἑλεῖν καὶ τῆς ἀποσκευῆς τῆς Δαρείου ἐγκρατὴς γενέσθαι. Καταριθμησάμενος οὖν τὰ αἰχμάλωτα γράφει καὶ ταῦτα · « Παλλακίδας εὗρον μουσουργοὺς τοῦ βασιλέως τριακοσίας εἵκοσι ἐννέα, ἄνδρας στεφανοπλόκους ἕξ καὶ τεσσαράκοντα ὀψοποιοὺς διακοσίους ἑβδομήκοντα ἑπτά, χυτρεψοὺς εἵκοσι ἐννέα, γαλακτουργοὺς τρισκαίδεκα, ποτηματοποιοὺς ἑπτακαίδεκα, οἰνοηθητὰς ἑβδομήκοντα, μυροποιοὺς τεσσαράκοντα. » Καὶ ὑμῖν δέ, ὦ ἑταῖροι, λέγω ὅτι οὐδέν ἐστιν ὀφθαλμῶν οὕτως εὐφραντικὀν ὡς γυναικὸς κάλλος. ῾Ο γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτό φησιν ἐν ὁμωνύμῳ δράματι· ῎Εκειτο γὰρ μέν λευκὸν εἰς σεληνόφως φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος. Τῆς δ' αὖ χορεία λαγόνα τὴν ἀριστερὰν ἔλυσε · γυμνὴ δ' αἰθέρος θεάμασιν ζῶσαν γραφὴν ἔφαινε · χρῶμα δ' ὄμμασι λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς. ῎Αλλη δ' ἐγύμνου καλλίχειρας ὠλένας, ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα · δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας ἔφαινε μηρὸν, κἀξεπεσφραγίζετο ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως. ῾Υπνωμέναι δ' ἔπιπτον ἑλενίων ἔπι, ἴων τε μελανόφυκκα συγκλῶσαι πτερὰ κρόνον θ', ὃς ἡλιῶδες εἰς ὑφάσματα πέπλων σκιᾶς εἴδωλον ἐξωμόργυντο, ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος λειμῶσι μαλακοῖς ἐξέτεινον αὐχένας. 88. ᾿Επικατάφορος δὲ ὢν ὁ ποιητὴς οὗτος ἐπὶ τὰ ἄνθη καὶ ἐν ᾿Αλφεσιβοίᾳ φησίν· Καὶ σώματος μὲν ὄψεις κατειργάζετο στίλβοντα λευκῷ χρώματι διαπρεπῆ αἰδὼς δ' ἐπερρύθμιζεν ἠπιώτατον ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι · κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι. ᾿Εν δὲ τῇ ᾿Ιοῖ ἔαρος τέκνα προσηγόρευε τὰ ἄνθη· Ἀνθηροῦ τέκνα ἔαρος πέριξ στρώσαντες. ᾿Εν δὲ Κενταὺρῳ, ὅπερ δρᾶμα πολύμετρόν ἐστιν, λειμῶνος τέκνα· Ἔνθ' αἵ μέν αὐτῶν εἰς ἀπείροντα στράτον ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς θηρώμενου... τὰ λειμώνων τέκνα. ᾿Εν δὲ Διονύσῳ· Χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς. Περὶ δὲ ῥόδων ἐν ᾿Οδυσσεῖ φησιν οὕτως · Κόμαισιν ῾Ωρῶν ὄμματ' εὐανθῆ ῥόδα εἶχον, τιθήνημ' ἔαρος ἐκπρεπέστατον. Καὶ ἐν Θυέστῃ· ῾Ρόδ' ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ. ᾿Εν δὲ Μινύαις· Πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν, ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου. 89. ᾿Επὶ κάλλει δὲ - « ἔτι γὰρ γέρων ἀοιδὸς κελαδεῖ Μναμοσύναν » κατὰ Εὐριπίδην - διαβόητοι γεγόνασι γυναῖκες. Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν ῾Ιππίας ὁ σοφιστὴς ἐν τῷ ἐπιγραφομένῳ Συναγωγή. Δίνων δ' ἐν τῇ πέπτῃ τῶν Περσικῶν τῆς πρώτης συντάξεώς φησιν ὅτι ἡ Βαγαβάζου γυνή, ἥτις ἦν ὁμοπάτριος Ξέρξου ἀδελφή, ὄνομα ᾿Ανοῦτις, καλλίστη ἦν τῶν ἐν τῇ ᾿Ασίᾳ γυναικῶν καὶ ἀκολαστοτάτη. Φύλαρχος δὲ ἐν τῇ ἐννεακαιδεκάτῃ Τιμῶσάν φησι τὴν ᾿Οξυάρτου παλλακίδα πάσας γυναῖκας ὑπερβεβληκέναι κάλλει. Ταύτην δ' ἀπεστάλκει δῶρον ὁ τῶν Αἰγυπτίων βασιλεὺς Στρατίρᾳ τῇ βασιλέως γυναικί. Θεόπομπος δὲ ἐν τῇ ἕκτῃ καὶ πεντηκοστῇ τῶν ῾Ιστοριῶν Ξενοπείθειαν τὴν Λυσανδρίδου μητέρα πασῶν τῶν κατὰ Πελοπόννησον γυναικῶν γεγονέναι καλλίονα ἀπέκτειναν δὲ αὐτὴν Λακεδαιμόνιο καὶ τὴν ἀδελφὴν αὐτῆς Χρύσην, ὅτε καὶ τὸν Λυσανδρίδαν ἐχθρὸν ὄντα ᾿Αγησίλαος ὁ βασιλεὺς καταστασιάτας φυγαδευθῆναι ἐποίησεν ὑπὸ Λακεδαιμονίων. Καλλίστη δ' ἦν καὶ Παντίκα ἡ Κυπρία, περὶ ἧς φησι Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν ῾Ιστοριῶν ὅτι παρ' ᾿Ολυμπιάδι οὖσαν τῇ ᾿Αλεξάνδρου μητρὶ ᾔτει πρὸς γάμον Μόνιμος ὁ Πυθίωνος. Καὶ ἐπει ἦν ἀκόλαστος ἡ γυνή, ἔφη ἡ ᾿Ολυμπίας · « Ὦ πόνηρε, τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῷ νῷ. » Καὶ τὴν καταγαγοῦσαν δὲ Πεισίστρατον ἐπὶ τὴν τυραννίδα, ὡς ᾿Αθηνᾶς πειραν εἶδος ἔχουσαν, καλήν φησι γεγονέναι, ἥτις καὶ τῇ θεῷ εἶκαστο τὴν μορφήν. Στεφανόπωλις δ' ἦν · καὶ αὐτὴν ἐξέδωκε πρὸς γάμου κοινωνίαν ὁ Πεισίστρατος ῾Ιππάρχῳ τῷ υἱῷ, ὡς Κλείδημος ἱστορεῖ ἐν η' Νόστων. «᾿Εξέδωκεν δἐ καὶ ῾Ιππάρχῳ τῷ υἱεῖ τὴν παραιβατήσασαν αὑτῷ γυναῖκα Φύην τὴν Σωκράτους θυγατέρα, καὶ Χάρμου τοῦ πολεμαρχήσαντος θυγατέρα ἔλαβεν ῾Ιππίᾳ περικαλλεστάτην οὖσαν τῷ μετ' αὐτὸν τυραννεύσαντι. Συνέβη δέ ὥς φησι, τὸν Χάρμον ἐραστὴν τοῦ ῾Ιππίου γενέσθαι καὶ τὸν πρὸς ᾿Ακαδημίᾳ ῎Ερωτα ἱδρύσασθαι πρῶτον, ἐφ' οὗ ἐπιγέγραπται · Ποικιλομήχαν' ῎Ερως, σοὶ τόνδ' ἱδρύσατο βωμὸν Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου. » ῾Ησίοδος δ' ἐν τρίτῳ Μελαμποδίας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. Εὐπρεπεῖς γὰρ αὐτόθι γίγνονται γυναῖκες, ὡς καὶ Θεόφραστος εἴρηκεν. Καὶ Νυμφόδωρος δ' ἐν τῷ τῆς ᾿Ασίας Περίπλῳ καλλίονάς φησι γίνεσθαι γυναῖκας τῶν πανταχοῦ γυναικῶν ἐν Τενέδῳ τῇ Τρωικῇ νήσῳ. 90. Οἶδα δὲ καὶ περὶ κάλλους γυναικῶν ἀγῶνά ποτε διατεθέντα ; περὶ οὗ ἱστορῶν Νικίας ἐν τοῖς ᾿Αρκαδικοῖς διαθεῖναί φησι αὐτὸν Κύψελον, πόλιν κτίσαντα ἐν τῷ πεδίῳ περὶ τὸν ᾿Αλφειόν · εἰς ἣν κατοικίσαντα Παρρασίων τινὰς τέμενος καὶ βωμὸν ἀναστῆσαι Δήμητρι ᾿Ελευσινίᾳ, ἧς ἐν τῇ ἑορτῇ καὶ τὸν τοῦ κάλλους ἀγῶνα ἐπιτελέσαι · καὶ νικῆσαι πρῶτον αὐτοῦ τὴν γυναῖκα ῾Ηροδίκην. ᾿Επιτελεῖται δὲ καὶ μέχρι νῦν ὁ ἀγὼν οὗτος, καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυσοφόροι ὀνομάζονται. Θεόφραστος δὲ ἀγῶνα κάλλους φησὶ γίνεσθαι παρὰ ᾿Ηλείοις, καὶ τὴν κρίσιν ἐπιτελεῖσθαι μετὰ σπουδῆς λαμβάνειν τε τοὺ νικήσαντας ἇθλα ὅπλα · ἅπερ ἀνατίθεσθαί φησιν Διονύσιος ὁ Λευκρικὸς τῇ ᾿Αθηνᾷ, τὸν δὲ νικήσαντα ταινιούμενον ὑπὸ τῶν φίλων καὶ πομπεύοντα ἕως τοῦ ἱεροῦ παραγίνεσθαι. Τὸν στέφανον δ' αὐτοῖς δίδοσθαι μυρρίνης ἱστορεῖ Μυσρίλος ἐν ῾Ιστορικοῖς Παραδόξοις. ᾿Ενιαχοῦ δέ φησιν ὁ αὐτὸς Θεόφραστος καὶ κρίσεις γυναικῶν περὶ σωφροσύνης γίνεσθαι καὶ οἰκονομίας, ὥσπερ ἐν τοῖς βαρβάροις · ἑτέρωθι δὲ κάλλους, ὡς δέον καὶ τοῦτο τιμᾶσθαι, καθάπερ καὶ παρὰ Τενεδίοις καὶ Λεσβίοις · ταύτην δὲ τύχης ἢ φύσεως εἶναι τιμήν, δέον προκεῖσθαι σωφροσύνης. Τὸ κάλλος γὰρ οὕτως καλόν, εἰ δὲ μὴ, κίνδυνον ἔχον ἐπ' ἀκολασίαν.' 91. Τοσαῦτα τοῦ Μυρτίλου ἑξῆς καταλέξαντος καὶ πάντων αὐτὸν ἐπὶ τῇ μνήμῃ θαυμασάντων ὁ Κύνουλκος ἔφη · « Πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν. » ῞Ιππων ἔφη ὁ ἄθεος. ᾿Αλλὰ καὶ ῾Ηράκλειτος ο θεῖός φησι · « Πουλυμαθίη νόον [ἔχειν] οὐ διδάσκει. » Καὶ ὁ Τίμων δὲ ἔφη · Ἐν δὲ πλατυσμὸς πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο. Τί γὰρ ὄφελος τῶν τοσούτων ὀνομάτων, ὦ γραμματικέ, πάντων ἐπιτρῖψαι μᾶλλον ἢ σωφρονίσαι δυναμένων τοὺς ἀκούοντας. Καὶ ἐὰν μέν τίς σου πύθηται τίνες ἦσαν οἱ εἰς δούρειον ἵππον ἐγκατακλεισθέντες, ἑνὸς καὶ δευτέρου ἴσως ἐρεῖς ὄνομα · καὶ οὐδ' ταῦτ' ἐκ τῶν Στησιχόρου, σχολῇ γάρ, ἀλλ' ἐκ τῆς ᾿Αγία τοῦ ᾿Αργείου ᾿Ιλίου Πέρσιδος · οὗτος γὰρ παμπόλλους τινὰς κατέλεξεν. ᾿Αλλὰ μὴν οὐδὲ τῶν ᾿Οδυσσέως ἑταίρων ἔχοις ἂν οὕτως εὐρύθμως καταλέξαι τὰς προσηγορίας καὶ τίνες οἱ ὑπὸ τοῦ Κύκλωπος αὐτῶν καταβρωθέντες ὑπὸ τῶν Λαιστρυγόνων καὶ εἰ ὄντως κατεβρώθησαν · ὅστις [οὖν] οὐδέ τοτ' οἷδας, καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος ὅτι ἐν ταῖς Κείων πόλεσιν οὒτε ἑταίρας οὒτε αὐλητρίδας ἰδεῖν ἔστι. 92. Καὶ ὁ Μυρτίλος · « Τοῦτο δὲ ποῦ εἴρηκεν Φύλαρχος ; Κατανέγνων γὰρ αὐτοῦ πᾶσαν τὴν ῾Ιστορίαν. » Εἰπόντος δ' « ἐν τῇ τρίτῇ καὶ εἰκοστῇ », ὁ Μυρτίλος ἔφη · εἶτ' οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ μισοφιλολόγους ὄντας ; Οὕς οὐ μόνον Λυσίμαχος ὁ βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς ὁ Καρύστιός φησιν ἐν ῾Ιστορικοῖς ῾Υπομνήμασιν, ἀλλὰ καὶ ᾿Αθηναῖοι. ῎Αλεξις γοῦν ἐν ῞Ιππῳ φησίν · Τοῦτ' ἔστιν ᾿Ακαδήμεια, τοῦτο Ξενοκράτης ; Πόλλ' ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων, ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς ᾿Αττικῆς. Καὶ Σοφοκλῆς δέ τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς ᾿Αττικῆς, καθ' οὗ λόγον ἔγραψε Φίλων ὁ ᾿Αριστοτέλους γνώριμος, ἀπολογίαν ὑπὲρ τοῦ Σοφοκλέους Δημοχάρους πεποιηκότος τοῦ Δημοσθένους ἀνεψιοῦ. Καὶ ῾Ρωμαῖοι δ' οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς ῾Ρώμης ὡς διαφθείροντας τοὺς νέους, ἐπεὶ οὐκ οἶδ' ὅπως κατεδέξαντο. ᾿Εμφανίζει δ' ὑμῶν καὶ τὸ ἀνόητον ᾿Ανάξιππος ὁ κωμῳδιοποίος ἐν Κεραυνουμένῳ λέγων οὕτως · Οἴμοι, φιλοσοφεῖς. ᾿Αλλὰ τούς γε φιλοσόφους ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον, ἐν τοῖσι δ' ἔργοις ὄντας ἀνοήτους ὁρῶ. Εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶ ἐν τῷ περὶ Σιμωνίδου, οὐ προσίενται <φιλοσοφίαν οὔτε> ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους · δι' οὓς Σωκράτης μὲν ἀπέθανεν ὁ πρὸς τοὺς εἰς δικαστήρια ἀποκληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας · ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ὁ ἄθεος καὶ Διαγόρας <ἐξεκηρύχθη καὶ Πρωταγόρας> ἐφυγαδεύσθη · ὅ τε καὶ πλέων ναυαγίῳ ἐχρήσατο · Διότιμος δ' ὁ γράψας τὰ κατ' ᾿Επικούρου βιβλία ὑπὸ Ζήνωνος τοῦ ᾿Επικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς ῾Ομωνύμοις. 93. Συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα Κλέαρχον οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε · καίτοι τοῦ ζῴου τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισάμενοι τηρεῖτε. Αἰσθήσει τε γὰρ τῇ πρὸς ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον θαυμαστὸν καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον · ὧν οὐδέτερον πρόσεστιν ὑμῖν τοῖς τὸν κυνικὸν βίον μιμουμένοις · οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῆτε. Λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος. ῎Ετι δὲ ταλαιπώρου καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τούτοις ἄνοικοι καὶ ἀνέστοι βιοῦντες. ᾿Εξ ὧν ἁπάντων ἀλλότριοι μὲν ἀρετῆς, μάταιοι δὲ <ἐστὲ> εἰς τὸ τοῦ βίου χρήσιμον. Οὐδὲν γάρ ἐστι τῶν καλουμένων φιλοσόφων ἀφιλοσοφώτερον. Τίς γὰρ ἤλπισεν <ἂν> Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους ὁποῖίον φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν Συμβολαίων λόγοις ; ὃν ἐκ τῶν φερομένων ὡς αὐτοῦ διαλόγων θαυμάζομεν ὡς ἐπιεικῇ καὶ μέτριον, πλήν εἰ μὴ ὡς ἀληθῶς τοῦ σοφοῦ Σωκράτους ἐστὶν συγγράμματα, ἐχαρίσθη δὲ αὐτῷ ὑπὸ Ξανθίππης τῆς Σωκράτους γυναικὸς μετὰ τὸν ἐκείνου θάνατον, ὡς οἱ ἀμφὶ τὸν ᾿Ιδομενέα φασίν. 94. ᾿Αλλ' ὅ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγώ οὑτωσὶ « Πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως » - ἀπομνημονεύσω δ' ἐγώ, εἰ καί πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, ὦ φιλόσοφοι· ἄρχεται δ' οὕτως ὁ ῥήτωρ · « Οὐκ ἄν ποτ' ᾠήθην, <ὦ> ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δ' οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτῆς συκοφαντωδεστέραν ἐξευρεῖν. Οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ ᾿Αριστογείτονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. 'Κατασκευάζομαι δ', ἔφη, τένχην μυρεψικήν · ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέ' ὀβολοὺς τῆς μνᾶς τόκους. » Καλόν γε τὸ τέλος τῆς εὐδαιμονίας τῷ φιλοσόφῳ ἡ μυρεψικὴ τέχνη ἀκολουθός τε τῇ Σωκράτους φιλοσοφίά, ἀνδρὸς τοῦ καὶ τὴν [τοιαύτην] χρῆσιν τῶν μύρων ἀποδοκιμάσαντος, Σόλωνος δὲ τοῦ νομοθέτου οὐδ' ἐπιτρέποντος ἀνδρὶ τοιαύτης προίστασθαι τέχνης · διὸ καὶ Φερεκράτης ἐν ῾Ιπνῷ ἢ Παννυχίδι φησίν · Κᾆτα μυροπωλεῖν τί παθόντ' ἄνδρ' ἐχρῆν καθήμενον ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι' ἡμέρας. Εἶθ' ἑξῆς φησι· Αὐτίκ' οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε οὔτε μὴν οὐδ' ἰχθυοπώλαιναν. ῾Εκάστῳ γὰρ γένει ἁρμόζοντα δεῖν εἶναι καὶ τὰ τῆς τέχνης. ῾Εξῆς δὲ τούτοις ὁ ῥήτωρ τάδε λέγει. « Πεισθεὶς δ' ὑπ' αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον [Αἰσχίνην] Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν... » 95. Καὶ μετά ταῦτα πάλιν καταδρομὴν αὐτοῦ ποιησάμενος, ὡς δανεισάμενος οὔτε τόκους οὔτε τἀρχαῖον ἀπεδίδου καὶ ὅτι ὑπερήμερος ἐγένετο γνώμῃ δικαστηρίου ἐρήμην καταδικασθεὶς καὶ ὡς ἠνεχυράσθη οἰκέτης αὐτοῦ στιγματίασ, καὶ πολλὰ ἄλλα κατειπὼν αὐτοῦ ἐπιλέγει ταῦτα · « ᾿Αλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς ἄλλους ἅπαντας τοὺς αὐτῷ κεχρημένους. Οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρ' ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται αὐτῷ συγκλείσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπ' αὐτοῦ δεινὰ πάσχουσιν ὥστ' ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται ; ὅσους δ' ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φορὰς... οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται. Tοσοῦτοι δὲ ἐπὶ τὴ οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται ὥστε οἶεσθαι τοὺς παριόντας ἐπ' ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. Οὓτω δ' οἱ ἐν τῷ Πειραιεῖ διάκεινται ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν ᾿Ανδρίαν πλεῖν τούτῳ συμβάλλειν. Πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὐτοῦ νομίζει εἶναι ἢ ἂ ὁ πατὴρ αὐτῷ κατέλιπεν. ᾿Αλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται ῾Ερμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γεγονυῖαν ; ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς υἱοὺς πτωχοὺς ἐποίησεν, αὐτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν · οὕτως ἐρωτικῶς τὸ κόριον μετεχειρίζετο τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ῥᾷον τοὺς ὀδόντας ἀριθμῆσαι [ὅσου ἐλάττους ἦσαν] ἢ τῆς χειρὸς τοὺς δακτύλους. Καί μοι ἀνάβητε τούτων μάρτυρες. - ῾Ο μὲν οὖν βίος τοῦ σοφιστοῦ τοιοῦτος » ῾Ο μὲν οὖν Λυσίας, ὦ Κύνουλκε, οὕτως. ᾿Εγὼ δὲ κατὰ τὸν ᾿Αρίσταρχον τὸν τραγικὸν ποιητήν Τάδ' οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος, καταπαύσω τὸν πρὸς σὲ καὶ τοὺς ἄλλους κύνας ἐνταῦθα λόγον.











ΕΙΚΟΝΕΣ ΑΡΧΑΙΟΓΝΩΜΩΝ

ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΚΑΝΟΝΙΚΑ ΤΗΝ ΕΙΚΟΝΑ ΣΤΟ ΚΙΝΗΤΟ ΚΛΙΚ ΕΠΑΝΩ ΤΗΣ