Η θεά Δήμητρα κοιτά λυπημένη την κάθοδο της Περσεφόνης στον Άδη -Μακεδονικός τάφος Αιγές |
(Ομήρου) ΤΟ ΑΡΧΑΙΟΝ ΚΕΙΜΕΝΟ ΚΑΙ Η ΜΕΤΑΦΡΑΣΗΣ
Οι Ομηρικοί Ύμνοι αποτελούν μια συλλογή
αρχαίων ελληνικών ύμνων σε μέτρο δακτυλικό εξάμετρο, το ίδιο που
χρησιμοποιείται στην Ιλιάδα και την Οδύσσεια. Στην Αρχαιότητα, οι ύμνοι
αυτοί αποδίδονταν στον Όμηρο: η
πρώτη αναφορά σε αυτούς σε γραπτό κείμενο γίνεται από τον Θουκυδίδη (iii.104). Ορθώς ο Wolf στα Prolegomena ad Homerum έβγαλε το συμπέρασμα ότι αυτοί οι
ύμνοι χρησίμευαν στους ραψωδούς ως προεισαγωγή στις επικές απαγγελίες.Οι
παλαιότεροι από αυτούς γράφτηκαν κατά τον 7ο αιώνα π.Χ. κι έτσι βρίσκονται
ανάμεσα στα αρχαιότερα μνημεία της ελληνικής λογοτεχνίας. Παρά το γεγονός ότι
οι περισσότεροι Ομηρικοί ύμνοι γράφτηκαν
κατά την Αρχαϊκή περίοδο (7ος-6ος αιώνας π.Χ.), μερικοί θεωρούνται ως έργα της
Ελληνιστικής Περιόδου.Οι ύμνοι ποικίλουν σε μέγεθος: κάποιοι είναι σύντομοι και
τελειώνουν σε τρεις ή τέσσερις σειρές, ενώ άλλοι καλύπτουν μέχρι και
πεντακόσιους στίχους. Οι μεγαλύτεροι ύμνοι περιλαμβάνουν επίκληση, εγκώμιο και
αφήγηση, κάποιες φορές εκτεταμένη. Τα περισσότερα σωζόμενα χειρόγραφα από τα
Βυζαντινά χρόνια ξεκινούν με τον Τρίτο Ύμνο. Μια τυχαία ανακάλυψη το 1777, στη Μόσχα, έφερε στο φως τους δυο ύμνους
που βρίσκονται στην αρχή της συλλογής, τον Ύμνο προς το Διόνυσο και τον Ύμνο προς τη Δήμητρα. Περιέχονται σε ένα μοναδικό
χειρόγραφο του 15ου αιώνα και σώζονται σε αποσπασματική μορφή.Οι 33 ύμνοι είναι
αφιερωμένοι στους εξέχοντες θεούς της Ελληνικής
μυθολογίας.
Δήμητρ’ ἠύκομον, σεμνὴν θεόν, ἄρχομ’ ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
ἄνθεά τ’ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ’ ἴα καλὰ
λειμῶν’ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
νάρκισσόν θ’, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
θαυμαστὸν γανόωντα: σέβας τό γε πᾶσιν ἰδέσθαι
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις:
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει:
κὦζ’ ἥδιστ’ ὀδμή, πᾶς τ’ οὐρανὸς εὐρὺς ὕπερθεν
γαῖά τε πᾶσ’ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
ἣ δ’ ἄρα θαμβήσασ’ ὠρέξατο χερσὶν ἅμ’ ἄμφω
καλὸν ἄθυρμα λαβεῖν: χάνε δὲ χθὼν εὐρυάγυια
Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ἁρπάξας δ’ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
ἦγ’ ὀλοφυρομένην: ἰάχησε δ’ ἄρ’ ὄρθια φωνῇ,
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
ἤκουσεν φωνῆς, οὐδ’ ἀγλαόκαρποι ἐλαῖαι†
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
κούρης κεκλομένης πατέρα Κρονίδην: ὃ δὲ νόσφιν
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
τὴν δ’ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
λεῦσσε θεὰ καὶ πόντον ἀγάῤῥοον ἰχθυόεντα
αὐγάς τ’ ἠελίου, ἔτι δ’ ἤλπετο μητέρα κεδνὴν
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ:
… ἤχησαν δ’ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
φωνῇ ὑπ’ ἀθανάτῃ: τῆς δ’ ἔκλυε πότνια μήτηρ.
ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
ἀμβροσίαις κρήδεμνα δαί̈ζετο χερσὶ φίλῃσι,
κυάνεον δὲ κάλυμμα κατ’ ἀμφοτέρων βάλετ’ ὤμων,
σεύατο δ’ ὥστ’ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
μαιομένη: τῇ δ’ οὔτις ἐτήτυμα μυθήσασθαι
ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
οὔτ’ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
στρωφᾶτ’ αἰθομένας δαί̈δας μετὰ χερσὶν ἔχουσα,
οὐδέ ποτ’ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
πάσσατ’ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
ἀλλ’ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε:
πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
φωνῆς γὰρ ἤκουσ’, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
ὅστις ἔην: σοὶ δ’ ὦκα λέγω νημερτέα πάντα.
ὣς ἄρ’ ἔφη Ἑκάτη: τὴν δ’ οὐκ ἠμείβετο μύθῳ
Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλ’ ὦκα σὺν αὐτῇ
ἤιξ’ αἰθομένας δαί̈δας μετὰ χερσὶν ἔχουσα.
Ἠέλιον δ’ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
στὰν δ’ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων:
ἠέλι’, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα:
κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
τῆς ἀδινὴν ὄπ’ ἄκουσα δι’ αἰθέρος ἀτρυγέτοιο
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
ὣς φάτο: τὴν δ’ Ὑπεριονίδης ἠμείβετο μύθῳ:
Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
εἰδήσεις: δὴ γὰρ μέγα σ’ ἅζομαι ἠδ’ ἐλεαίρω
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ: οὐδέ τις ἄλλος
αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
ὅς μιν ἔδωκ’ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
αὐτοκασιγνήτῳ: ὃ δ’ ὑπὸ ζόφον ἠερόεντα
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
ἀλλά, θεά, κατάπαυε μέγαν γόον: οὐδέ τί σε χρὴ
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον: οὔ τοι ἀεικὴς
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
αὐτοκασίγνητος καὶ ὁμόσπορος: ἀμφὶ δὲ τιμὴν
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο: τοὶ δ’ ὑπ’ ὀμοκλῆς
ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ’ οἰωνοί.
Τὴν δ’ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν:
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
ᾤχετ’ ἐπ’ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον: οὐδέ τις ἀνδρῶν
εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
πρίν γ’ ὅτε δὴ Κελεοῖο δαί̈φρονος ἵκετο δῶμα,
ὃς τότ’ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
ἕζετο δ’ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
ἐρχόμεναι μεθ’ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ’ ἐρόεσσα
Καλλιθόη θ’, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν:
οὐδ’ ἔγνον: χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
ἀγχοῦ δ’ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων:
τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
ὣς ἔφαν: ἣ δ’ ἐπέεσσιν ἀμείβετο πότνα θεάων:
τέκνα φίλ’, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
χαίρετ’: ἐγὼ δ’ ὑμῖν μυθήσομαι: οὔ τοι ἀεικὲς
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
Δωσὼ ἐμοί γ’ ὄνομ’ ἐστί: τὸ γὰρ θέτο πότνια μήτηρ.
νῦν αὖτε Κρήτηθεν ἐπ’ εὐρέα νῶτα θαλάσσης
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ’ ἀέκουσαν ἀνάγκῃ
ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
δεῖπνόν τ’ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός:
ἀλλ’ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός:
λάθρη δ’ ὁρμηθεῖσα δι’ ἠπείροιο μελαίνης
φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
οὕτω δεῦρ’ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
ἥ τις δὴ γαῖ’ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
ἀλλ’ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ’ ἔχοντες
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
ὡς ἐθέλουσι τοκῆες: ἐμὲ δ’ αὖτ’ οἰκτείρατε, κοῦραι.
α
[τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ’ ἵκωμαι
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται:
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
δεσπόσυνον καί κ’ ἔργα διδασκήσαιμι γυναῖκας.
φῆ ῥα θεά: τὴν δ’ αὐτίκ’ ἀμείβετο παρθένος ἀδμής,
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη:
μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι: δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ’ ὀνομήνω
ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν:
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι:
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
ἀλλά σε δέξονται: δὴ γὰρ θεοείκελός ἐσσι.
εἰ δ’ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ’ ἀνώγῃ
ἡμέτερόνδ’ ἰέναι μηδ’ ἄλλων δώματ’ ἐρευνᾶν.
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
εἰ τόν γ’ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι: τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
ὣς ἔφαθ’: ἣ δ’ ἐπένευσε καρήατι: ταὶ δὲ φαεινὰ
πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλ’ ὦκα
ἐλθούσας ἐκέλευε καλεῖν ἐπ’ ἀπείρονι μισθῷ.
αἳ δ’ ὥστ’ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
ἅλλοντ’ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
ἤιξαν κοίλην κατ’ ἀμαξιτόν: ἀμφὶ δὲ χαῖται
ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
τέτμον δ’ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
κάλλιπον: αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
ἡγεῦνθ’: ἣ δ’ ἄρ’ ὄπισθε φίλον τετιημένη ἦτορ
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη: ἀμφὶ δὲ πέπλος
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
αἶψα δὲ δώμαθ’ ἵκοντο διοτρεφέος Κελεοῖο,
βὰν δὲ δι’ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
παῖδ’ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος: αἳ δὲ πὰρ αὐτὴν
ἔδραμον: ἣ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
τὴν δ’ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν:
εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
ἀλλ’ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
ἀλλ’ ἀκέουσ’ ἀνέμιμνε κατ’ ὄμματα καλὰ βαλοῦσα,
πρίν γ’ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν’ εἰδυῖα
πηκτὸν ἕδος, καθύπερθε δ’ ἐπ’ ἀργύφεον βάλε κῶας.
ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην:
δηρὸν δ’ ἄφθογγος τετιημένη ἧστ’ ἐπὶ δίφρου,
οὐδέ τιν’ οὔτ’ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
ἀλλ’ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
πρίν γ’ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν’ εἰδυῖα
πολλὰ παρασκώπτουσ’ ἐτρέψατο πότνιαν ἁγνήν,
μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν:
ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
πλήσασ’: ἣ δ’ ἀνένευσ’: οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
πίνειν οἶνον ἐρυθρόν: ἄνωγε δ’ ἄρ’ ἄλφι καὶ ὕδωρ
δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε:
δεξαμένη δ’ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
… τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα:
χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ’ ἔολπα τοκήων
ἔμμεναι, ἀλλ’ ἀγαθῶν: ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι: ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
νῦν δ’, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ’ ἐμοί περ.
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι: τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
τὴν δ’ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ:
καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν:
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
οὔτ’ ἄρ’ ἐπηλυσίη δηλήσεται οὔθ’ ὑποτάμνον:
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
οἶδα δ’ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
χείρεσσ’ ἀθανάτῃσι: γεγήθει δὲ φρένα μήτηρ.
ὣς ἣ μὲν Κελεοῖο δαί̈φρονος ἀγλαὸν υἱὸν
Δημοφόωνθ’, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
ἔτρεφεν ἐν μεγάροις: ὃ δ’ ἀέξετο δαίμονι ἶσος,
οὔτ’ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς
α
ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
χρίεσκ’ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα:
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
λάθρα φίλων γονέων: τοῖς δὲ μέγα θαῦμ’ ἐτέτυκτο,
ὡς προθαλὴς τελέθεσκε: θεοῖσι γὰρ ἄντα ἐῴκει.
καί κέν μιν ποίησεν ἀγήρων τ’ ἀθάνατόν τε,
εἰ μὴ ἄρ’ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
νύκτ’ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
σκέψατο: κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
δείσασ’ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
ὣς φάτ’ ὀδυρομένη: τῆς δ’ ἄιε δῖα θεάων.
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
χείρεσσ’ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ’ αἰνῶς,
καί ῥ’ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν:
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ’ ἀγαθοῖο
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο:
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν:
νῦν δ’ οὐκ ἔσθ’ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι:
τιμὴ δ’ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
ὥρῃσιν δ’ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ’ ἤματα πάντα.
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
ἀθανάτοις θνητοῖς τ’ ὄνεαρ καὶ χάρμα τέτυκται.
ἀλλ’ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ’ αὐτῷ
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
ὄργια δ’ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
Ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
γῆρας ἀπωσαμένη: περί τ’ ἀμφί τε κάλλος ἄητο:
ὀδμὴ δ’ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
αὐγῆς δ’ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς:
βῆ δὲ διὲκ μεγάρων: τῆς δ’ αὐτίκα γούνατ’ ἔλυντο,
δηρὸν δ’ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
κὰδ δ’ ἄρ’ ἀπ’ εὐστρώτων λεχέων θόρον: ἣ μὲν ἔπειτα
παῖδ’ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ:
ἣ δ’ ἄρα πῦρ ἀνέκαι’: ἣ δ’ ἔσσυτο πόσσ’ ἁπαλοῖσι
μητέρ’ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
ἀμφαγαπαζόμεναι: τοῦ δ’ οὐ μειλίσσετο θυμός:
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
δείματι παλλόμεναι, ἅμα δ’ ἠοῖ φαινομένηφιν
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
αὐτὰρ ὅ γ’ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
ἤνωγ’ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
οἳ δὲ μάλ’ αἶψ’ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
τεῦχον δ’, ὡς ἐπέτελλ’. ὃ δ’ ἀέξετο δαίμονι ἶσος.
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
βάν ῥ’ ἴμεν οἴκαδ’ ἕκαστος: ἀτὰρ ξανθὴ Δημήτηρ
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
αἰνότατον δ’ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
ποίησ’ ἀνθρώποις καὶ κύντατον: οὐδέ τι γαῖα
σπέρμ’ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ:
πολλὰ δὲ καμπύλ’ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις:
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ:
καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
λιμοῦ ὑπ’ ἀργαλέης, γεράων τ’ ἐρικυδέα τιμὴν
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ’ ἔχοντας,
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ’ ἐφράσσατο θυμῷ.
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
Δήμητρ’ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
ὣς ἔφαθ’: ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
εὗρεν δ’ ἐν νηῷ Δημήτερα κυανόπεπλον
καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα:
Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
ἄλλ’ ἴθι, μηδ’ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
ὣς φάτο λισσομένη: τῇ δ’ οὐκ ἐπεπείθετο θυμός.
αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
πάντας ἐπιπροί̈αλλεν: ἀμοιβηδὶς δὲ κιόντες
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
τιμάς θ’, †ἅς κ’ ἐθέλοιτο† μετ’ ἀθανάτοισιν ἑλέσθαι.
ἀλλ’ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
θυμῷ χωομένης: στερεῶς δ’ ἠναίνετο μύθους.
οὐ μὲν γάρ ποτ’ ἔφασκε θυώδεος Οὐλύμποιο
πρίν γ’ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
εἰς Ἔρεβος πέμψε χρυσόῤῥαπιν Ἀργειφόντην,
ὄφρ’ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
Ἑρμῆς δ’ οὐκ ἀπίθησεν, ἄφαρ δ’ ὑπὸ κεύθεα γαίης
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
πόλλ’ ἀεκαζομένῃ μητρὸς πόθῳ: ἣ δ’ ἀποτηλοῦ
ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
ἀγχοῦ δ’ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης:
Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
ἀθανάτοις λήξειεν: ἐπεὶ μέγα μήδεται ἔργον,
φθῖσαι φῦλ’ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
σπέρμ’ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
ἀθανάτων: ἣ δ’ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
μίσγεται, ἀλλ’ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
ὣς φάτο: μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
ὀφρύσιν, οὐδ’ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς:
ἐσσυμένως δ’ ἐκέλευσε δαί̈φρονι Περσεφονείῃ:
ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων:
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ’ ἀκοίτης,
αὐτοκασίγνητος πατρὸς Διός: ἔνθα δ’ ἐοῦσα
δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
τιμὰς δὲ σχήσησθα μετ’ ἀθανάτοισι μεγίστας.
τῶν δ’ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
ὣς φάτο: γήθησεν δὲ περίφρων Περσεφόνεια,
καρπαλίμως δ’ ἀνόρουσ’ ὑπὸ χάρματος: αὐτὰρ ὅ γ’ αὐτὸς
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
αὖθι παρ’ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
ἣ δ’ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
σεῦε διὲκ μεγάρων: τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.
ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν: οὐδὲ θάλασσα
οὔθ’ ὕδωρ ποταμῶν οὔτ’ ἄγκεα ποιήεντα
ἵππων ἀθανάτων οὔτ’ ἄκριες ἔσχεθον ὁρμήν,
ἀλλ’ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
στῆσε δ’ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
νηοῖο προπάροιθε θυώδεος: ἣ δὲ ἰδοῦσα
ἤιξ’, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
Περσεφόνῃ δ’ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
μητρὸς ἑῆς κατ’ [ἄρ' ἥ γ' ὄχεα προλιποῦσα καὶ ἵππους]
ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα:]
τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
α[ἶψα δόλον θυμός τιν' ὀίσατο, τρέσσε δ' ἄρ' αἰνῶς]
παυομ[ένη φιλότητος, ἄφαρ δ' ἐρεείνετο μύθῳ:]
τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
βρώμης; ἐξαύδα, μ[ὴ κεῦθ', ἵνα εἴδομεν ἄμφω:]
ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]
καὶ παρ’ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
εἰ δ’ ἐπάσω, πάλιν αὖτις ἰοῦσ’ ὑπ[ὸ κεύθεσι γαίης]
οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
τὰς δὲ δύω παρ’ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
ὁππότε δ’ ἄνθεσι γαῖ’ εὐώδε[σιν] εἰαρινο[ῖσι]
παντοδαποῖς θάλλῃ, τόθ’ ὑπὸ ζόφου ἠερόεντος
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ’ ἀνθρώποις.
α
[εἶπε δὲ πῶς σ' ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]
καὶ τίνι σ’ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
τὴν δ’ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα:
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα:
εὖτέ μοι Ἑρμῆς ἦλθ’ ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
αὐτίκ’ ἐγὼν ἀνόρουσ’ ὑπὸ χάρματος: αὐτὰρ ὃ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ’ ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μ’ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
ἡμεῖς μὲν μάλα πᾶσαι ἀν’ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
Χρυσηίς τ’ Ἰάνειρά τ’ Ἀκάστη τ’ Ἀδμήτη τε
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ’ ἐρατεινὴ
Παλλάς τ’ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
παίζομεν ἠδ’ ἄνθεα δρέπομεν χείρεσσ’ ἐρόεντα,
μίγδα κρόκον τ’ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
νάρκισσόν θ’, ὃν ἔφυσ’ ὥς περ κρόκον εὐρεῖα χθών.
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι: γαῖα δ’ ἔνερθε
χώρησεν: τῇ δ’ ἔκθορ’ ἄναξ κρατερὸς Πολυδέγμων:
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
πόλλ’ ἀεκαζομένην: ἐβόησα δ’ ἄρ’ ὄρθια φωνῇ.
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ’ ἀγορεύω.
ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
πολλὰ μάλ’ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
ἀμφαγαπαζόμεναι: ἀχέων δ’ ἀπεπαύετο θυμός.
γηθοσύνας δ’ ἐδέχοντο παρ’ ἀλλήλων ἔδιδόν τε.
τῇσιν δ’ ἐγγύθεν ἦλθ’ Ἑκάτη λιπαροκρήδεμνος:
πολλὰ δ’ ἄρ’ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν:
ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ’ ἄνασσα.
ταῖς δὲ μέτ’ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κεν ἕλοιτο μετ’ ἀθανάτοισι θεοῖσι:
νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἔφατ’: οὐδ’ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
ἐσσυμένως δ’ ἤιξε κατ’ Οὐλύμποιο καρήνων,
ἐς δ’ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
τὸ πρίν, ἀτὰρ τότε γ’ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
ἑστήκει πανάφυλλον: ἔκευθε δ’ ἄρα κρῖ λευκὸν
μήδεσι Δήμητρος καλλισφύρου: αὐτὰρ ἔπειτα
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
ἦρος ἀεξομένοιο, πέδῳ δ’ ἄρα πίονες ὄγμοι
βρισέμεν ἀσταχύων, τὰ δ’ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
ἔνθ’ ἐπέβη πρώτιστον ἀπ’ αἰθέρος ἀτρυγέτοιο:
ἀσπασίως δ’ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
τὴν δ’ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος:
δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
[δωσέμεν, ἅς κ' ἐθέλῃσθα] μετ’ ἀθανάτοισι θεοῖσι.
[νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
[τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
[τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.
[ὣς ἄρ' ἔφη τελέ]εσθαι: ἑῷ δ’ ἐπένευσε κάρητι.
[ἀλλ' ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
ὣ[ς ἔφατ'. οὐ]δ’ ἀπίθησεν ἐυστέφανος Δημήτηρ:
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων:
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
ἔβρισ’: ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
Εὐμόλπου τε βίῃ Κελεῷ θ’ ἡγήτορι λαῶν
δρησμοσύνην θ’ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
σεμνά, τά τ’ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
οὔτ’ ἀχέειν: μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
ὄλβιος, ὃς τάδ’ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων:
ὃς δ’ ἀτελὴς ἱερῶν ὅς τ’ ἄμμορος, οὔποθ’ ὁμοίων
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
αὐτὰρ ἐπειδὴ πάνθ’ ὑπεθήκατο δῖα θεάων,
βάν ῥ’ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ’ ὁμήγυριν ἄλλων.
ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
σεμναί τ’ αἰδοῖαι τε: μέγ’ ὄλβιος, ὅν τιν’ ἐκεῖναι
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων:
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
ἀλλ’ ἄγ’ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια, ἀγλαόδωρ’, ὡρηφόρε, Δηοῖ ἄνασσα,
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια:
πρόφρονες ἀντ’ ὠδῆς βίοτον θυμήρε’ ὄπαζε.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Τη Δήμητρα τη σεβαστή καλλίκομη θεάν αρχίζω να εξυμνώ,
αυτήν και τη λυγεροπόδαρη τη θυγατέρα της που ο Αϊδωνεύς
την άρπαξε, και του την έδωσε ο βαρύγδουπος παντόπτης Ζευς,
όταν μακριά απ’ την χρυσοδρέπανη λαμπρόκαρπη τη Δήμητρα
έπαιζε με του Ωκεανού τις κόρες τις ορθόστηθες,
δρέποντας ρόδα, κρόκους κι άνθη κι όμορφους μενεξέδες
στον τρυφερό λειμώνα, σπαθόχορτα και υάκινθο
και νάρκισσο που ως δόλωμα τον βλάστησε για το κορίτσι
το ροδαλόμορφο η Γη με βούληση του Δία χάρη του πολυδέκτη,
θαυμάσιο άνθος που έθαλλε και θάμπωσε όσους τόβλεπαν
απ΄τους αθάνατους θεούς κι απ’ τους θνητούς ανθρώπους,
κι απ΄ρίζα του εκατό ξεφύτρωσαν βλαστάρια,
και σκόρπαε οσμή γλυκύτατη κι όλος ψηλά ο διάπλατος εγέλασε ουρανός
και σύμπασα η γη και το αλμυρό κύμα της θάλασσας.
Κι έκθαμβη αυτή τα δυο της χέρια τ’ άπλωσε
το πάγκαλο άθυρμα να πιάσει, κι άνοιξε η γη τότε η πλατύδρομη
στο Νύσιον όρμησε το πεδίον ο πολυδέγμων άρχοντας
ο ένδοξος γιός του Κρόνου με τ’ αθάνατα άλογα.
Κι αφού την άρπαξε άθελά της πάνω σε ολόχρυσο όχημα
την πήγαινε κλαμμένη, εκείνη τότε κραύγασε μρε δυνατή φωνή
καλώντας τον πατέρα της, τον άριστο και ύπατο του Κρόνου γιό.
Κανείς απ’ τους αθάνατους ούτε κανείς από τους θνητούς ανθρώπους
δεν άκουσε την φωνή, μήτε οι καλλίκαρπες ελιές,
μόνο του Πέρση η θυγατέρα που τρυφερά αισθανόταν
η Εκάτη η λαμπροκρήδεμνη άκουσε από το άντρο,
μαζί κι ο άναξ Ήλιος, ο λαμπρός γιός του Υπερίωνα,
την κόρη που καλούσε τον πατέρα της Κρονίδη, εκείνος όμως
μακριά και χώρια απ΄ τους θεούς στον πολυσύχναστο καθότανε ναό
δεχόμενος απ’ τους θνητούς ανθρώπους πλούσια αφιερώματα.
Κι αυτήν ακούσια οδήγαγε με προτροπή του Δία
ο πολυδέγμων άρχων των νεκρών πατράδερφος της
ο ένδοξος γιός του Κρόνου με τ’ αθάνατα άλογα.
Όσο λοιπόν τη γη και τον ορμητικό ιχθυοτρόφο πόντο
και τις αχτίδες του ήλιου, ήλπιζε ακόμη τη μητέρα της την ένδοξη
να ιδεί και των αθανάτων θεών το γένος,
τόσο μέσα στη θλίψη της τον νου της τον ξαπλάνευε η ελπίδα,
κορφές βουνών αντήχησαν και τα βαθιά του πόντου
απ’ την αθάνατη φωνή, και τη φωνή την άκουσε η σεβαστή μητέρα.
Άλγος πικρό κυρίεψε την καρδιά της, κι απ’ τα θεία μαλλιά
ξεσκίσε με τα χέρια της το κρήδεμνο,
και μαύρο κάλυμμα έρριξε στους ώμους,
κι ωσάν γεράκι όρμησε σε γη και θάλασσα
γυρεύοντας τη, όμως κανείς να της αποκαλύψει την αλήθεια
δεν ήθελε, ούτε απ’ τους θεούς ούτε από τους θνητούς ανθρώπους,
κι ούτε απ΄τους οιωνούς ήλθε κανείς αληθινός αγγελιοφόρος.
Ύστερα η σεβαστή Δηώ περιπλανιότανε στη γη εννέα ημέρες
στα χέρια της κρατώντας δάδες αναμμένες,
ούτε ποτέ αμβροσία και ούτε ποτέ νέκταρ ηδύποτο
δεν γεύτηκε θλιμμένη, ουτ’ έβαζε το σώμα στα λουτρά.
Αλλά σαν έφτασε την δέκατην ημέρα η φωτοφόρα Ηώς,
η Εκάτη την συνάντησε κρατώντας φως στα χέρια,
κι άγγελμα φέρνοντάς της μίλησε και είπε,
Σεβαστή Δήμητρα λαμπρόδωρη, συ η ωριμάστρια των καρπών,
ποιός απ΄τους ουρανίους θεούς κι απ΄τους θνητούς ανθρώπους
την Περσεφόνη άρπαξε και ράισε την καρδιά σου;
γιατί τη φωνή άκουσα, όμως δεν είδα με τα μάτια μου
ποιός ήτανε, σου λέω με συντομία την πάσα αλήθεια.
Έτσι λοιπόν είπε η Εκάτη, όμως σ’ αυτήν δεν αποκρίθηκε
της καλλίκομης Ρέας η θυγατέρα, αλλά γοργά μαζί της
έτρεξε μες στα χέρια της κρατώντας δάδες αναμμένες,
Και φτάσανε στον Ήλιο τον φρουρό θεών και ανθρώπων,
μπροστά στους ίππους στάθηκαν και η πάνσεπτη θεά τον ρώτησε,
Ήλιε, σεβάσου εμένα τη θεά, αν κάποτε εγώ
με λόγο ή μ’ έργο επράϋνα την καρδιά και την ψυχή σου.
Την κόρη αυτή τη γέννησα γλυκό φυντάνι με θωριά καμαρωτή
Άκουσα τον παντέρημο αιθέρα τη γοερή κραυγή της,
σαν να την εξανάγκαζαν, αλλ’ όμως με τα μάτια μου δεν είδα.
Όμως εσύ τον πόντο, κι όλη τη στεριά και τον αιθέρα
από ψηλά με τις αχτίδες που εποπτεύεις,
πες μου στ’ αλήθεια αν έχεις δει κάπου το προσφιλές μου τέκνο
που κάποιος μακριά μου αθέλητα της άρπαξε και πάει
κάποιος απ’ τους θεούς ή απ’ τους θνητούς ανθρώπους.
Έτσι, είπε, και σ΄ αυτήν ο γιός του Υπερίωνος αποκρίθη,
Της καλλίκομης Ρέας θυγατέρα ω Δήμητρα άνασσα
Θα μάθεις, γιατί σέβομαι πολύ και συμπονώ
Την βαριολυπημένη εσέ για το καλλίσφυρο παιδί σου, άλλος κανείς
απ’ τους αθάνατους δεν είναι ο αίτιος πάρεξ ο νεφεληγερέτης Ζευς,
που την παρέδωσε στον αδερφό του Άδη θαλερή του ομόκλινη
να του είναι, αυτός μες στ’ ομιχλώδες σκότος
αφού την άρπαξε την πήγαινε με τ’ άλογα ενώ εκείνη δυνατά ξεφώνιζε.
Αλλά θεά πάψε τον μέγα θρήνο, ούτε σου πρέπει
Ανώφελα έτσι να εξοργίζεσαι, μήτε για σένα ανάξιος
είναι ο γαμπρός μες στους αθάνατους ο άρχων των νεκρών ο Αϊδωνεύς
ο αδερφός και ομόσπορός σου, του έλαχε η τιμή
πρώτη φορά όταν έγινε η μοιρασιά στα τρία,
σε κείνους που μαζί τους κατοικεί του έλαχε ναναι ο άρχοντας τους.
Σαν μίλησε έτσι τ’ άλογα του κάλεσε κι αυτά στην πρoσταγή του
γοργόσυραν πλατύφτερα το ευκίνητο άρμα ως όρνεα,
τότε δεινότερο και πιο άγριο άλγος στην καρδιά της φώλιασε.
Έπειτα χολωμένη με το μαυρονέφελο του Κρόνου τέκνο
αφήνοντας τη σύναξη των θεών και τον πανύψηλο Όλυμπο
στις πόλεις και στους εύφορους αγρούς έφτασε των ανθρώπων
παίρνοντας για πολύ καιρό αλλιώτικη όψη, απ’ τους άνδρες
κι απ’ τις βαθύζωστες γυναίκες που την κοίταζαν κανείς τους δεν τη γνώρισε
μέχρι στο ανάκτορο να φτάσει του ανδρείου Κελεού
που τότε της ευώδους Ελευσίνας ήταν ο άρχοντας.
Και με θλιμμένη την ψυχή της κάθισε στο δρόμο
κοντά στο φρέαρ το Παρθένιον, όπου οι πολίτες έπαιρναν νερό
στη σκιά, που είχε φυτρώσει επάνωθε θάμνος ελιάς,
ολόιδια με πολύχρονη γριά, που πια από τοκετό
κι από της φιλοστέφανης της Αφροδίτης δώρα έχει αποκλεισθή,
παρόμοιες είναι και οι τροφοί για τα παιδιά των δίκαιων βασιλιάδων
και οι οικονόμες στα πολύβουα τ’ ανάκτορα.
Τότε την είδανε του Ελευσινίου Κελεού οι θυγατέρες
καθώς ερχόνταν για να φέρουνε το ευάντλητο νερό
με χάλκινες υδρίες στα πατρικά τους δώματα,
και οι τέσσερις ωσάν θεές στης νιότης τους το άνθος,
η Καλλιδίκη, η Κλεισιδίκη και η Δημώ η ελκυστική
και η Καλλιθόη, η πιο μεγάλη απ’ όλες που ήταν,
μα δεν την γνώρισαν, δύσκολο στους θνητούς να δούνε τους θεούς.
Κι αφού πλησίασαν της είπαν λόγια φτερωτά,
ποιά κι από που είσαι γριά, συ απ’ τους μακρόζωους ανθρώπους;
Γιατί μακριά απ’ την πόλη έμεινες και ούτε τις κατοικίες
πλησιάζεις; σε μέγαρα σκιερά εκεί γυναίκες βρίσκονται
της ίδιας ηλικίας με σε κι ακόμα νεώτερες σου,
που θα σου δείξουν την αγάπη τους με λόγια όσο και μ’ έργα.
Έτσι είπανε, και η πάνσεπτη θεά μ’ αυτά τα λόγια απάντησε,
παιδιά μου, όποιες κι αν είστε σεις από τις τρυφερόλιγνες γυναίκες
χαίρετε, εγώ θα σας τ’ αφηγηθώ, καθόλου δεν είν’ άπρεπο
απάντηση να δώσω αληθινή σε σας που με ρωτάτε.
Δως είναι τ’ όνομά μου, η σεβαστή μου τόδωσε μητέρα,
μόλις τώρα, περνώντας την πλατιά θάλασσα από την Κρήτη
ήλθα, χωρίς να θέλω, γιατί με βία κι εξαναγκασμό
μ’ άρπαξαν άνδρες πειρατές. Κι έπειτα αυτοί
στο Θορικό με γοργό πλοίο προσάραξαν, όπου γυναίκες της στεριάς
όλες μαζί ανεβήκανε και τότε εκείνοι
δείπνο ετοιμάσανε κοντά στου πλοίου τα παλαμάρια,
όμως εγώ δεν είχα καμιά όρεξη για γλυκό δείπνο,
και κρυφά ορμώντας μέσα από τη σκοτεινόμαυρη στεριά
ξέφυγα απ’ τους θρασείς αυθέντες, γιατί θέλαν
αφού με δώσουν, όχι βέβαια χωρίς λύτρα, να κερδίσουν.
Έτσι έφτασα εδώ περιπλανώμενη, δίχως να ξέρω
ποιός είναι αυτός ο τόπος και ποιοί τον κατοικούν.
Αλλά σε σας, όλοι που τα Ολύμπια εκείνα δώματα κατέχουν,
νόμιμους άνδρες είθε να σας δώσουνε και τέκνα να γεννήσετε
όπως τα θέλουν οι γονείς, εμένα πάλι κόρες λυπηθείτε με
να φτάσω ευπρόσδεκτη, ω παιδιά μου, σε μια κατοικία
ανδρός και γυναικός, για να εργασθώ σ’ αυτούς
πρόθυμη να προσφέρω έργα υπερήλικης γυναίκας,
και νεογέννητο παιδί κρατώντας το στην αγκαλιά
καλά θ’ ανάθρεφα και δώματα θα επιτηρούσα
και θα ΄στρωνα στο βάθος των καλόχτιστων θαλάμων το κρεβάτι
του νοικοκύρη, και θα επόπτευα τις γυναικείες δουλειές.
Έτσι είπεν η θεά, κι ευθύς της αποκρίθηκε το ανύπαντρο κορίτσι
η Καλλιδίκη, η πιο όμορφη απ’ τις θυγατέρες του Κελεού,
Κυρούλα, ο,τι οι θεοί μας δίνουνε και λυπημένοι ακόμα
οι άνθρωποι εμείς τα υπομένουμε, γιατί είναι παντοδύναμοι.
Αυτά ξεκάθαρα θα πω σε σένα, και θα ονοματίσω
τους άνδρες που πολύ τιμούνται εδώ
και του λαού είναι προύχοντες, και τα οχυρά της πόλης
έχουν σωθεί με τις βουλές και με τις δίκαιες κρίσεις τους.
Τ’ όνομα του Τριπτόλεμου του συνετού και του Διόκλου
και του Πολύξεινου και του αξιέπαινου Ευμόλπου
και του Δολίχου και του θαρραλέου πατέρα μας
όλων αυτών οι σύζυγοι φροντίζουνε τα σπίτια,
ούτε κανένας απ΄αυτούς που θα σε πρωτοδεί
θα σε περιφρονήσει κι απ’ το σπίτι θα σε διώξει,
αλλά θα σε καλοδεχτούν, γιατί είσαι όμοια με θεά.
Αν όμως θες, περίμενε να πάμε στου πατέρα
τ’ ανάκτορα και στη βαθύζωνη μητέρα μας Μετάνειρα
λεπτομερώς τα πάντα να της πούμε, κι αν τούτη σε καλέσει
νάρθεις στο σπίτι το δικό μας, σε άλλων μην ψάξεις σπίτια.
Μες στο καλόχτιστο τ’ ανάκτορο ακριβός γιός
στερνόπαιδο ανατρέφεται, πολύ ακριβό κι αγαπημένο.
Αν βέβαια το ανάθρεψες εσύ και στην ακμή της ήβης έφτανε
Όποια κι αν σ’ έβλεπεν από τις τρυφερές γυναίκες, εύκολα
θα ζήλευε, τόση αμοιβή θα σου δινόταν.
Έτσι είπανε, κι αυτή με το κεφάλι συγκατάνευσε και κείνες τα στιλπνά
γεμίζοντας νερό αγγεία τα σήκωναν καμαρωτές.
Γρήγορα φτάσαν στου πατέρα τους τ’ ανάκτορο κι αμέσως στη μητέρα
Είπαν ό,τι είδαν κι άκουσαν. Εκείνη τότε στη στιγμή
τις προέτρεψε να την καλέσουν με απεριόριστο μισθό.
Κι αυτές, όπως λαφίνες ή δαμάλες σε έαρος εποχή
πηδάνε στο λιβάδι αφού κορέσαν την καρδιά τους με τροφή,
ανασηκώνοντας των θελκτικών εσθήτων τις πτυχές
τρέξαν στον αμαξόδρομο ενώ γύρω στους ώμους
κυμάτιζαν, όμοια κροκόχρωο άνθος, τα μαλλιά τους.
Και τη θεά την ένδοξη συνάντησαν στο δρόμο εκεί ακριβώς
που την αφήσαν, κι έπειτα στ’ ανάκτορα τα πατρικά
πορεύτηκαν, κι εκείνη πίσωθε με λυπημένη την ψυχή της
περπάταε σκεπασμένη απ΄την κορφή ως τα νύχια, και κατάμαυρο
πέπλο γύρω απ’ τα πόδια της θεάς τα λυγερά κυμάτιζε.
Κι ευθύς φτάσαν στ’ ανάκτορα του θεϊκού Κελεού,
περάσανε στην αίθουσα, όπου η σεπτή μητέρα τους
κοντά στο στύλο κάθονταν της καλοκαμωμένης στέγης
έχοντας στην αγκάλη της το νέο βλαστάρι, το παιδί της, τότε αυτές
σιμά της τρέξαν, κι η θεά πάτησε στο κατώφλι, και στη σκεπή
έφτανε το κεφάλι της και φως θεϊκό πλημμύρισε τη θύρα.
Ντροπή σέβας και δέος πελιδνό κυρίεψε τη μητέρα,
δίφρο της πρόσφερε και την προτρέπει να καθίσει.
Όμως η ωριμάστρια των καρπών η Δήμητρα η λαμπρόδωρη
δεν ήθελε στο στιλπνό δίφρο να καθίσει,
αλλ’ έμενε άφωνη ρίχνοντας χαμηλά τα ωραία της μάτια,
έως ότου η έμπιστη Ιάμβη της προσέφερε
στέρεο σκαμνί και πάνω του έστρωσε αργυρόστιλπνη προβιά.
Εκεί σαν κάθησε κράτησε μπρος της με τα χέρια την καλύπτρα,
για πολλήν ώρα αμίλητη και λυπημένη κάθονταν στο δίφρο,
ούτε καλοχαιρέτησε κανέναν καν με λόγο ή κάποια κίνηση,
μα αγέλαστη ολονήστικη από τροφή κι από νερό
καθόταν λειώνοντας απ’ τον καημό της θυγατέρας της βαθύζωνης,
μέχρι που με τ’ αστεία της η έμπιστη Ιάμβη
και τα πολλά της σκώμματα κατάφερε την πάναγνη κυρά
σε γέλια να ξεσπάσει και ν’ αποκτήσει ευχάριστη διάθεση,
αλλά κι αργότερα πάλι με τέτοια την ευχαριστούσε.
Τότε η Μετάνειρα της δίνει κύπελλο, γλυκό κρασί
γεμίζοντάς το, όμως αυτή τ’ αρνήθηκε, γιατί της είπε θεμιτό δεν είναι
να πίνει κόκκινο κρασί, και ζήτησε κριθάλευρο και ύδωρ
αφού αναμείξουν με καλοτριμμένο δυόσμο να της δώσουνε να πιεί.
Κι εκείνη όταν ετοίμασε τον κυκεώνα, στη θεά τον πρόσφερε ως επρόσταξε,
κι αφού κατά τα θέσμια τον δέχτηκε η πολυσέβαστη Δηώ
τότε μ’ αυτούς τους λόγους άρχισε η καλλίζωστη Μετάνειρα,
Χαίρε γυναίκα, εσύ που ελπίζω νασαι από καλούς γονιούς
κι όχι κακούς, γιατί στα μάτια σου διακρίνεται η σεμνότητα
και η χάρη, όπως στων δίκαιων βασιλιάδων.
Αλλ’ οι θεοί ό,τι δίνουνε και λυπημένοι εμείς ακόμα
οι άνθρωποι τα υπομένουμε, γιατί ζυγός σκλαβιάς μας σφίγγει τον αυχένα.
Τώρα που έφτασες εδώ, θα ανατεθούν σ’ εσέ, όσα σε μένα ανήκουν.
Ανάθρεψέ μου τούτο το παιδί, το στερνοπαίδι και το ανέλπιστο
που μούδωσαν οι αθάνατοι και είναι χιλιάκριβο για μένα.
Αν το μεγάλωνες εσύ και στην ακμή της ήβης έφτανε
Όποια κι αν σ’ έβλεπε από τις τρυφερές γυναίκες εύκολα
θα ζήλευε, τόση αμοιβή θα σου δινόταν.
Τότε σ’ αυτή πάλι αποκρίθηκεν η Δήμητρα η ευστέφανη,
και συ κυρά ναχεις χαρά μεγάλη κι οι θεοί ας σου δίνουν αγαθά.
Πρόθυμα το παιδί σου θ’ αναλάβω, ως με προτρέπεις,
θα το αναθρέψω ελπίζω δίχως τις πονηρίες τροφού
κι ούτε μαγγάνιες και βοτάνια θα το βλάψουν,
γιατί γνωρίζω αντίδοτο πιο δραστικό για το κακό,
γνωρίζω την κατάλληλη προφύλαξη από γητειά ολέθρια.
Έτσι αφού μίλησε, στο ευωδιαστό της στήθος το παιδί
κράτησε με τα αθάνατά της χέρια, και η ψυχή χάρηκε της μητέρας.
Έτσι του γενναιόφρονα Κελεού τον λαμπρό γιο
τον Δημοφώντα, που η καλλίζωστη Μετάνειρα τον γέννησε,
εκείνη τον ανάθρεψε στ’ ανάκτορα, κι αυτός μεγάλωνε όμοιος με θεό.
δεν έτρωγε τροφή, ούτε μητέρας γάλα θήλαζε
η Δήμητρα τον έχριε μ’ αμβροσία σαν ναχε γεννηθή από θεό
γλυκά φυσώντας τον καθώς τον κράταγε στην αγκαλιά,
τις νύχτες όμως σαν δαυλό τον έκρυβε μες στη φωτιά
κρυφά από τους γονιούς του, ήσαν γι’ αυτούς μεγάλο θαύμα
το πόσο αναπτυσσότανε κι έμοιαζε τέλεια στους θεούς.
Και θα τον έκαμνε κι αγέραστο κι αθάνατο
αν η καλλίζωστη Μετάνειρα στην αφροσύνη της
τη νύχτα απ’ τον ευώδη θάλαμό της καιροφυλακτώντας
δεν ταβλεπε, έσκουξε κι έπληξε τότε τους μηρούς
φοβούμενη για το παιδί τυφλώθη από σφοδρό θυμό.
Κι ύστερα ολοφυρμένη λόγια φτερωτά ξεστόμισε,
τέκνο μου Δημοφών εσένα η ξένη αυτή μες σε τρανή φωτιά σε κρύβει,
κι εμένα μες σε γόο με ρίχνει και σ’ ολέθριες λύπες.
Έτσι είπε κλαίγοντας, και η πάνσεπτη θεά την άκουσε.
Τότε μ’ αυτήν η καλλιστέφανη Δήμητρα χολωμένη
το ανέλπιστο, που γέννησε στ΄ανάκτορα παιδί της,
με χέρια αθάνατα το απόθεσε στο δάπεδο
τραβώντας το απ’ τη φωτιά σφοδρά οργισμένη,
και είπε συγχρόνως στην καλλίζωστη Μετάνειρα,
άνθρωποι ανόητοι και άφρονες, ούτε του επερχόμενου καλού
ούτε και του κακού την μοίρα είστε ικανοί να προνοήσετε,
γι’ αυτό και συ πολύ ζημιώθηκες από την αφροσύνη σου.
Και μάρτυς μου ο όρκος των θεών στ’ αμείλικτο ύδωρ της Στυγός
θάκανα αθάνατο κι αγέραστο για πάντα
το προσφιλές παιδί σου κι άφθαρτη θα τούδινα τιμή,
τώρα δεν θα αποφύγει συμφορές και θάνατο.
Αλλ’ όμως άφθαρτη τιμή του θαναι πάντα, που στα γόνατα
κάθησε τα δικά μου κι εκοιμήθη στην αγκάλη μου.
Στην εποχή του ενώ θάρχονται και θα φεύγουνε τα χρόνια
των Ελευσινίων τα παιδιά φοβερές μάχες και πολέμους
θα ξεσηκώνουν μεταξύ τους πάντοτε.
Η πολυτίμητη είμαι η Δήμητρα, η πιο μεγάλη
σε αθάνατους και σε θνητούς ωφέλεια κι ευχαρίστηση,
Εμπρός λοιπόν ναό μεγάλο και βωμό κάτω απ’ αυτόν
για μένα ας χτίσει ο λαός κάτω απ’ την πόλη και το απότομα το τείχος
απάνω απ’ την Καλλίχορη πηγή στο λόφο που δεσπόζει,
και τότε η ίδια εγώ τελετουργίες θα υποδειθώ ώστε έπειτα
εσείς με αγνότητα θυσιάζοντας θα εξευμενίσετε το νου μου.
Έτσι αφού μίλησε η θεά το ανάστημα και τη μορφή της άλλαξε
τα γηρατειά αποδιώχνοντας, κι ολόγυρά της ομορφιά κυμάτιζε,
θεσπέσια οσμή απ΄τα πέπλα της τα ευωδιαστά
σκορπίζονταν, και της θεάς το αθάνατο κορμί ως πέρα
εφεγγοβόλαε και σκεπάζανε τους ώμους τα ξανθά μαλλιά,
και λάμψη σαν από αστραπή γέμισε το καλοχτισμένο δώμα.
Βγήκε απ΄τα ανάκτορα και τότε της Μετάνειρας μεμιάς τα γόνατα
Λυθήκανε, κι ώρα πολλή παρέμεινε άλαλη, και το παιδί ούτε καν
Σκέφτηκε το χιλιάκριβο να το σηκώσει από το δάπεδο.
Τότε οι αδερφές του τη σπαραχτική φωνή του άκουσαν
και πήδηξαν απ’ τις καλοστρωμένες κλίνες, έπειτα η μιά
παίρνοντας το παιδί στα χέρια τόκρυψε στον κόρφο της,
η άλλη άναψε φωτιά κι η Τρίτη έσπευσε με πόδια ελαφροπάτητα
να βγάλει τη μητέρα απ’ τον ευώδη θάλαμο.
Κι αφού μαζεύτηκαν τριγύρω απ’ το παιδί που σπαρταρούσε, τόλουζαν
γεμάτες τρυφερότητα, μα του παιδιού η ψυχή δεν ηρεμούσε
γιατί το βάσταγαν αδέξιες τροφοί και παραμάνες.
Κι αυτές όλη τη νύχτα εξευμενίζανε την ένδοξη θεά
τρέμοντας από φόβο, κι όταν φάνηκε η αυγή
είπαν στον κρατεό Κελεό την όλη αλήθεια,
για όσα παράγγειλεν η Δήμητρα η καλλιστέφανη θεά.
Κι εκείνος σε συνάθροιση αφού κάλεσε όλο τον γύρω λαό
πρόσταξε πλούσιο ναό για την ωραιόμαλλη τη Δήμητρα
να χτίσουν, και βωμό πάνω στο λόφο που δεσπόζει.
Κι όλοι τους πείσθηκαν ευθύς και υπάκουσαν στα λόγια του,
κι έκαναν ό,τι πρόσταξε, κι ο ναός υψώνονταν με τη θεϊκή βουλή.
Μόλις αυτοί τελειώσανε κι απόδιωξαν τον κάματο
Καθένας κίναε για το σπίτι του, μα η ξανθομάλλα Δήμητρα
έμεινε καθισμένη εκεί απ’ όλους τους αθάνατους μακριά
να λειώνει απ’ τον καημό της θυγατέρας της βαθύζωστης.
Τότε άγονη και ολέθρια χρονιά στην πολυθρέφτρα γη
για τους ανθρώπους έκαμε, κι ούτε το έδαφος
φύτρωνε σπόρο, γιατί η Δήμητρα η ευστέφανη τον έκρυβε.
Πολλά καμπύλα αλέτρια μάταια τα βόδια τράβαγαν στη γη,
πολύ λευκό κριθάρι έπεσε άχρηστο στο χώμα.
Και θα εξαφάνιζε ασφαλώς το γένος όλο των φθαρτών ανθρώπων
με φοβερό λιμό, και το λαμπρό προνόμιο δώρων και θυσιών
θα το στερούσεν απ’ αυτούς που κατοικούν τα Ολύμπια ανάκτορα,
εάν ο Ζευς δεν το εννοούσε και δεν το συλλογιόταν.
Και πρώτα τη χρυσόφτερη την Ίριδα πρόσταξε να φωνάξει
την ωραιομάλλα Δήμητρα με τη θωριά την πολυπόθητη.
Έτσι είπε, τότε αυτή στον μαυρονέφελο του Κρόνου γιο τον Δία
πειθάρχησε και με τα πόδια της γοργά το διάστημα διέτρεξε.
Κι ήλθε στην πόλη της ευωδούς Ελευσίνας,
και βρήκε τη μαυρόπεπλη Δήμητρα στο ναό,
και προσφωνώντας τη της είπε λόγια φτερωτά
Δήμητρα σε καλεί ο πατέρας Ζευς τ΄άφθαρτα που γνωρίζει
να ρθεις κοντά στο γένος των αθανάτων θεών.
Έλα, μη κι ανεκτέλεστη απομείνει η προσταγή που μου δωσεν ο Ζευς.
Έτσι ικετεύοντας εμίλησε, μα εκείνης δεν της λύγισε η καρδιά.
Έπειτα τους ευδαίμονες θεούς τους πάντοτε παρόντες ο πατέρας
όλους τους έστειλε, κι αυτοί ένας-ένας που πήγαιναν
την προσκαλούσαν και της πρόσφεραν πλούσια δώρα,
κι όσες τιμές αν θα θελε θα χε μες στους αθανάτους,
αλλά κανείς να της γυρίσει το μυαλό δεν μπόραγε κι ούτε τη γνώμη
γιατί ήταν χολωμένη και με πείσμα αρνιόταν τις προτάσεις,
και είπε πως πια στον εύοσμο Όλυμπο ποτέ της
δεν θα ανέβει, κι ούτε ποτέ καρπό θα δώσει η γης,
προτού αντικρύσει την ωραιόφθαλμή της κόρη.
Όμως αυτό σαν άκουσε ο βροντερός ο παντεπόπτης Ζευς
στο Έρεβος τον χρυσόραβδο Αργειφόντην έπεμπε,
να ξεπλανέψει με γλυκά λόγια τον Άδη
και την αγνή την Περσεφόνη απ’ το κατάμαυρο σκοτάδι
στο φως να ξαναφέρει στους θεούς κοντά, για να ‘παυε η μητέρα,
όταν την έβλεπε με τα ίδια της τα μάτια, την οργή.
Κι ο Ερμής πειθάρχησε κι ευθύς στης γης τα τρίσβαθα
βιαστικά κατέβηκε αφήνοντας την κατοικία του Ολύμπου.
Τότε συνάντησε τον άρχοντα μέσα στ’ ανάκτορά του
στην κλίνη του να κάθεται κοντά στην ντροπαλή του σύζυγο
που δυσαρεστημένη ήταν πολύ απ’ τον καημό για την μητέρα της,
εκείνη όμως μακριά για των μακάριων θεών τις πράξεις μηχανεύονταν κακά.
Κι αφού κοντοπλησίασε ο κρατερός Αργεϊφόντης είπε,
ω Άδη μαυρομάλλη στους νεκρούς εσύ που βασιλεύεις,
ο πατήρ Ζευς επρόσταξε απ’ το Έρεβος
τη λαμπρή Περσεφόνη ν’ ανεβάσεις στους αθάνατους,
για να ‘παυε η μητέρα σαν την έβλεπε με τα ίδια της τα μάτια
τον φοβερό θυμό και την οργή για τους αθάνατους, γιατί μέγα κακό
σχεδιάζει ν’ αφανίσει την αδύναμη φυλή των χοϊκών ανθρώπων
κρύβοντας μες στη γη το σπόρο κι αφαιρώντας έτσι τις τιμές
για τους αθανάτους. Έχει άγρια οργή, ούτε με τους θεούς
αναμειγνύεται, αλλά μακριά στο βάθος του εύοσμου ναού
κάθεται την πετρώδη πόλη εξουσιάζοντας της Ελευσίνας.
Έτσι είπε, κι ο άρχοντας των υπογήινων Αιδωνεύς μειδίασε
σαλεύοντας τα φρύδια, και στου Δία την εντολή πειθάρχησε.
Κι αμέσως πρότρεψε τη γνωστική την Περσεφόνη,
πήγαινε Περσεφόνη στην μαυρόπεπλη μητέρα σου
έχοντας μες στα στήθια σου ήπια οργή και διάθεση
κι ούτε περίσσια να σαι δύσθυμη περισσότερο απ’ τους άλλους.
Εγώ μες στους αθανάτους δεν θα σου είμαι σύζυγος ανάξιος,
αδερφός γνήσιος του πατρός σου Δία, εδώ σαν μένεις
στα πάντα σε όσα ζούνε και κινούνται θα δεσπόζεις,
και τιμές θα χεις μέγιστες μες στους αθάνατους,
για πάντα απ’ όσους σ’ αδικήσανε θα τιμωρούνται εκείνοι
που δεν θα εξευμενίσουν την οργή σου με θυσίες
τελώντας τες με αγνότητα και δώρα πρέποντα προσφέροντας.
Αυτά είπε, τότε η Περσεφόνη η συνετή αναγάλιασε
κι ορμητικά πήδηξε από χαρά, όμως αυτός
της έδωκε κρυφά να γάει γλυκό σπυρί ροδιού
τραβώντας την παράμερα, για να μη μείνει αυτή για πάντα
κοντά στη σεβαστή Δήμητρα τη μαυρόπεπλη.
Κι έζευξε τότε μπρος στο ολόχρυσο άρμα
τ’ αθάνατα άλογα ο άρχων των νεκρών ο Αιδωνεύς.
Και στο άρμα ανέβηκαν εκείνη και δίπλα ο κρατερός Αργεϊφόντης
παίρνοντας το μαστίγιο και τα ηνία στα χέρια του
όρμησε μες από τα ανάκτορα, και τ’ άλογα με προθυμία πετάξαν.
Και διάνυσαν γοργά τους μακριούς δρόμους, κι ούτε η θάλασσα
και το νερό των ποταμών, ούτε τα χλοερά φαράγγια
ούτε οι βουνοκορφές ανέκοψαν των αθανάτων ίππων την ορμή,
αλλ’ από πάνω τους πετώντας σχίζαν τον πυκνό αγέρα.
Κι ο Ερμής στάθηκε εκεί που η Δήμητρα η ευστέφανη περίμενε
μπροστά στον εύοσμο ναό, και κείνη βλέποντας τους
όρμησε σα μαινάδα απ’ το βουνό μες σε βαθύσκιο δάσος.
Και η Περσεφόνη απ’ τ’ άλλο μέρος, όταν είδε
τα όμορφα μάτια της μητέρας της, άλογα και άρμα παρατώντας
έτρεξε, και στο λαιμό της έπεσε αγκαλιάζοντας την,
κι εκείνη ενώ στα χέρια ακόμα κράταγε το προσφιλές παιδί της
αιφνίδια ο νους της καταπαύοντας ξαφνικά ρώτησε,
Τέκνο μου μη και γεύτηκες όσο εκεί κάτω ήσουν
κάποια τροφή; Μίλα, μη μου το κρύβεις, για να ξέρουμε κι οι δυο,
γιατί αν δεν γεύτηκες κι ανέβηκες από τον μισητό Άδη
κοντά μου και στον μαυρονέφελο πατέρα τον Κρονίωνα
θα μείνεις τιμημένη μέσα σ’ όλους τους αθανάτους.
Αλλιώς, ξαναγυρίζοντας στα τρίσβαθα της γης
θα κατοικείς εκεί τη μια εποχή από τις τρεις του χρόνου,
ενώ τις άλλες δυο κοντά μου και στους άλλους αθανάτους.
Κι όποτε η γης απ’ άνθη ευωδιαστά ανοιξιάτικα
κάθε λογής θ’ ανθοβολάει, τότε απ’ το ολόμαυρο σκοτάδι
πάλι για τους θεούς και τους ανθρώπους θ’ ανεβαίνεις μέγα θαύμα.
Και με τι δόλο σ’ εξαπάτησε ο κρατερός ο Πολυδέγμων;
και σ’ αυτήν πάλι απάντησε η Πεσεφόνη η πάγκαλη,
λοιπόν μητέρα θα σου πω την όλη αλήθεια,
όταν σ’ εμένα ήρθε ο Ερμής ταχύς σωτήριος αγγελιοφόρος
απ’ τον πατέρα μου Κρονίδη και τους λοιπούς επουράνιους
να με τραβήξει απ’ το Έρεβος, και σαν με δεις με τα ίδια σου τα μάτια
να πάψεις το θυμό και την φριχτή σου οργή για τους αθάνατους,
τότες εγώ πήδηξα από χαρά, κι έπειτα αυτός κρυφά
στο χέρι μου βαλε σπυρί ροδιού, μελίγευστη τροφή,
και μ’ εξανάγκασε να το γευθώ με βία κι άθελά μου.
Το πως με του πατέρα μου Κρονίδη τη σοφή βουλλη αρπάζοντάς με
με τράβηξε και πήγε μες στης γης τα τρίσβαθα,
θα σου το αποκαλύψω κι όλα θα σου τα πω, αφού ρωτάς.
Εμείς όλες μαζί μέσα στο περιπόθητο λιβάδι
η Ηλέκτρα, η Λευκίππη και η Φαινώ και η Ρόδεια
η Ιάνθη, η Καλλιρόη, η Ιάχη και η Τύχη
η Ιάνειρα, η Μελίτη, η Χρυσηίς, η Ακάστη
και η Μηλόβασις, η Άδμητη και η ροδόχροη Ωκυρόη
η Πλουτώ, η Στυξ και η Ροδόπη, η θελκτική η Καλυψώ
η Ουρανία και η Γαλαξαύρα η ευπρόσδεκτη
και η Παλλάς η εγερσιμάχα και η τοξότρια Άρτεμις
επαίζαμε και με τα χέρια δρέπαμε άνθη ποθητά
τρυφερό κρόκο και μαζί σπαθόχορτο και υάκινθο
τριανταφυλλιάς μπουμπούκια και λευκόκρινα, θαύμα να βλέπεις,
και νάρκισσο που βλάστησεν όμοιο με κρόκο ο απέραντος ο τόπος.
Ευθύς εγώ από χαρά τον έδρεψα, και τότε η γης
κάτω υποχώρησε, κι ο κρατερός ο πολυδέγμων άρχοντας πήδηξε πάνω
και πήγε φέροντάς με κάτω από τη γη με ολόχρυσο άρμα
χωρίς καθόλου να το θέλω, και με φωνή αναβοήσα δυνατή.
Αν κι αναστατωμένη, όλα μου αυτά στα λέω στ’ αλήθεια.
Και τότε όλη τη μέρα ίδια διάθεση έχοντας κι οι δυο
η μια της άλλης την ψυχή και την καρδιά θερμαίναν
ενώ σφιχταγκαλιάζονταν κι αναπαυόταν η ψυχή απ’ τα βάσανα.
Και η μια στην άλλη δίνανε και δέχονταν χαρές.
Τότε κοντά τους ήρθε η λαμπροκρήδεμνη Εκάτη,
αυτή πολύ αγάπησε της αγνής Δήμητρας την κόρη,
τούτη η βασίλισσα έκτοτε έγινε προστάτρια και οπαδός της.
Τότε σ’ αυτές αγγελιοφόρον έστειλε ο βροντώδης παντεπόπτης Ζευς
τη Ρέα την καλλίκομη, για να οδηγήσει τη μαυρόπεπλη μητέρα
στο γένος των θεών, και υποσχέθηκε τιμές
να δώσει, όσες κι αν θα θελε μες στους αθάνατους θεούς,
και συγκατένευσε στη διάρκεια του έτους να ναι η κόρη
κατά το τρίτο μέρος του κάτω στ’ ολόμαυρο σκοτάδι
και στ’ άλλα δυο να ναι μαζί με τη μητέρα και τους άλλους αθανάτους.
Έτσι είπε, κι η θεά στ’ αγγέλματα του Δία δεν απείθησε.
Κι αμέσως γοργοδρόμησε απ’ τις κορφές του Ολύμπου
και ήρθε στο Ράριο, μαστό της γης ζωοδότη άλλοτε,
αλλά όμως τώρα πια δεν είναι ζωογόνο μα χερσότοπος
στέκεται δίχως φύλλα, έκρυβε το κριθάρι το λευκό
με της ομορφοστράγαλης Δήμητρας τη βουλή, αλλ’ όμως έπειτα
μέλλονταν να φουντώσει ξαφνικά με στάχυα ορθόλιγνα
όσο θα προχωρούσε η άνοιξη και στην πεδιάδα οι εύφοροι αγροί
θα γέμιζαν με στάχυα, που θα δένονταν με καλαμόσχοινα.
Εδώ πάτησε πρώτα απ’ τον απέραντο αιθερα,
Αλληλοκοιταχτήκανε με αγάπη και αναγάλλιασαν βαθιά τους.
Και τότε αυτά της είπε η Ρλεα η λαμπροκρήδεμνη,
τέκνο μου έλα, σε καλεί ο βροντώδης παντεπόπτης Ζευς
να ρθεις στο γένος των αθάνατων, και υποσχέθηκε τιμές
να δώσει, όσες κι αν θα θελες μες στους αθάνατους θεούς.
Και συγκατένευσε στη διάρκεια του έτους να ναι η κόρη σου
κατά το τρίτο μέρος του κάτω στ’ ολόμαυρο σκοτάδι,
και στ’ άλλα δυο μαζί σου και μαζί με τους αθάνατους τους άλλους.
Έτσι είπε ότι θα γίνουν, και με την κεφαλή του συγκατένευσε.
Τέκνο μου εμπρός, πειθάρχησε, κι ας μη τόσο πολύ
είσαι οργισμένη αδιάκοπα με τον μελανοσύννεφο Κρονίωνα,
κι αύξησε τον καρπό τον ζωοδότη στους ανθρώπους γρήγορα.
Έτσι είπε, και η ευστέφανη Δήμητρα δεν απείθησε
και γρήγορα ξανάδωσε καρπό απ’ τα εύφορα χωράφια.
Και τότε η απέραντη όλη η γης με φύλλα και άνθη
εγέμισε, κι αυτή πηγαίνοντας στους δίκαιους βασιλιάδες
έδειξε στον Τριπτόλεμο και στον ιππέα τον Διοκλή
και στον πανίσχυρο Εύμολπο και στον ηγέτη του λαού Κελεό,
τις ιεροπραξίες, κι αποκάλυψε σ’ όλους αυτούς
και στον Τριπτόλεμο και στον Πολύξενο καθώς και στον Διοκλή
τα πάνσεπτα όργια, που κανείς δεν πρέπει να ερευνά κι ούτε να παραβαίνει,
ούτε να τα κοινολογεί, γιατί το μέγα σέβας στους θεούς δένει τη γλώσσα.
Ευτυχής όποιος από τους γήινους ανθρώπους τα χει δει,
ο αμύητος όμως στα ιερά και ο αμέτοχος δεν έχει όμοια
μοίρα ακόμα και νεκρός στο μουχλιασμένο σκότος.
Μόλις αυτά συμβούλεψε όλα η πάνσεπτη θεά,
οι δυο τους κίνησαν να παν’ στον Όλυμπο στων άλλων θεών τη σύναξη.
Κι εκεί μένουν κοντά στον Δία τον φιλοκέραυνο
σεβάσμιες κι αξιότιμες, τρισόλβιος απ΄τους γήινους ανθρώπους
αυτός που εκείνες αγαπούν αληθινά,
ευθύς τότε του στέλνουνε στον οίκο του τον Πλούτο,
που δίνει στους θνητούς ανθρώπους περιουσία.
Όμως ελάτε σεις που τον λαό της αρωματισμένης Ελευσίνας κυβερνάτε
και την περίβρεχτη Πάρο και τον πετρώδη Αντρώνα,
σεβάσμια λαμπρόδωρη καρποφόρα ω Δηώ βασίλισσα
εσύ και η πάγκαλή σου κόρη Περσεφόνη
για χάρη τούτης της ωδής ευνοϊκές χαρίστε βίον ευχάριστον.
Όμως εγώ και με άλλο μου άσμα θα σε μνημονεύσω.
Η ΘΕΑ ΔΗΜΗΤΡΑ- ΕΡΥΘΡ.ΑΓΓΕΙΟ ΜΟΥΣΕΙΟ ΕΛΕΥΣΙΝΑΣ |
ΤΕΛΟΣ
1. ΠΡΟΛΟΓΟΣ- ΕΛ ΕΚΥΚΛΟΠΑΙΔΕΙΑ
2. ELEYSIS69.WORDPRESS.COM
3. ΜΟΥΣΕΙΟ ΕΛΕΥΣΙΝΑΣ